Scholia in Lucianum

Scholia in Lucianum

Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.

ὀκτώ μοι χρησμοὺς κτλ.] σημείωσαι. ~ ΓV

ἐγὼ δὲ προσφὺς κτλ.] ἀναιδείας ταῦτα καὶ μωρίας ἐσχάτης. ~ B

Ποδαλειρίου*] ⸤οὐχ ὅτι καὶ Ποδαλείριος τοιοῦτόν τι πέπονθε, ταῦτά φησιν, ἀλλὰ παίζων⸥ ὡς ἀπὸ Ποδαλειρίου, ὃς ἰατρὸς ἦν, ἕλκων τὸ γένος· ὁ δὲ σηπεδόνι διαβέβρωται τὸν πόδα. ~ ⸤B⸥VΩ

κατὰ τύχην] ἄθεε, καὶ ἀπρονόητον τὸ πᾶν; ~ B