Scholia in Lucianum

Scholia in Lucianum

Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.

Κέλσε] οὗτός ἐστι Κέλσος ὁ τὴν καθ’ ἡμῶν μ⸤α⸥κρὰν γράψας φλυαρίαν ἐν ὅλ⸤οις ὀκτὼ⸥ βιβλίοις, ᾧ πρὸς ἰσάριθμον ἀ⸤ντε⸥ξαγόμενος πρόθεσιν ὁ σπου⸤δαιό⸥τατος ἀντεῖπεν Ὠριγένης μ⸤ε⸥στοὺς ἁπάσης σοφίας καὶ εὐσεβε⸤ίας⸥ ἐξυφανάμενος λόγους καὶ λῆρον ἀποφ⸤ήνας⸥ τὸ θαυμαστὸν αὐτοῦ σπούδασμα. ~ ⸤B⸥VφΩ

μεγίστῳ θεάτρῳ κτλ.] σημείωσαι. ~ V

Ἀρριανὸς* — Ἐπικτήτου μαθητής] ὅτι Ἀρριανὸς κατὰ τὸν Σεβαστὸν ἦν, ἐπεὶ καὶ ὁ Ἐπίκτητος ὁ Στωικός, οὗ τὰ Ἠθικὰ φέρεται, κατὰ τοῦτον ἦν. ~ VBφΩ

Μινύαν*] πότερον τὸν Ὀρχομένιον Μινύαν, οὗ καὶ Ὅμηρος [Β 511] μνημονεύει Ὀρχομενὸν φάσκων Μινύιον, ἢ τὸν Βοιώτιον; ~ VBφ

καὶ ἡ γνώμη κτλ.] σημείωσαι. ~ V

ὑπὲρ τοὺς Κέρκωπας: οὗτοι ἐν Βοιωτίᾳ δι⸤έτριβον

Οἰχαλιεῖς ὄντες γένος Σίλλος καὶ Τρι⸤βα⸥λὸς ὀνομαζόμενοι, ἐπίορκοι καὶ ἀργοί, ὡς Κρατῖνος Ἀρχιλόχοις [fr. 12. C. A. F. Ι K.] καὶ Διότιμος
Σίλλος τε Τριβαλός τε δύω βαρυδαίμονες ἄνδρες.
ἀπ’ αὐτῶν δὲ καὶ τὸ παροιμιαζόμενον Κερκώπων ἀγορά. ἀπελιθώθησαν ⸤δ’⸥ οὗτοι, ὡς Φερεκύδης φησί. Ξεναγόρας δὲ εἰς πιθήκους διὰ κακοήθειαν μεταβαλεῖν φησιν ἐν τῷ Περὶ νήσων [fr. 13. F. H. G. IV p. 528 MüIler]. ὁ δὲ Eὐρύβατος ὡς πονηρὸς καὶ πανοῦργος, πρὸς δὲ καὶ προδότης εἰσάγεται Ἀριστοφάνει τῷ κω⸤μικῷ⸥ [fr. Daedali 184. C. A. F. I 435 K.] καὶ Δημοσθένει τῷ ῥήτορι [18, 24]. ὡσαύτως καὶ ὁ Φρυνώνδας ἐπὶ πονηρίᾳ βοᾶται Εὐπόλιδι ἐν Ἀστρατεύτοις [fr. 39. C. A. F. I 267 K.], Δήμοις [fr. 127. C. A. F. I 291 K.], Ἀριστοφάνει δὲ Προάγωνι [fr. 468. C. A. F. I 512 Κ.], Ἀμιφιαράῳ [fr. 26. C. A. F. Ι 398 K.], Θεσμοφοριαζούσαις [861]. ὁ Ἀριστόδημος δὲ μιαρὸς καὶ καταπύγων ἐς ὑπερβολήν, ἀφ’ οὗ καὶ ὁ πρωκτὸς Ἀριστόδημος καλεῖται· Κρατῖνος Πανόπταις [fr. 151. C. A. F. Ι 60 Κ.]
  1. Ἀριστόδημος ὡς ἀσχημονῶν
  2. ἐν τοῖς Κιμωνίοις ἀνὴρ ἐρειπίοις.
ὡσαύτως καὶ Ἀριστοφάνης Δαιταλεῦσιν [fr. 231. C. A. F. Ι 451 Κ.]. τούτοις ὅμοιος καὶ ὁ Σώστρατος. ~ ⸤B⸥CVφΩ

— ] σημείωσαι. ~ BV. Addit B: τί δ’ ἂν εἶπας τὸ καθ’ ἡμᾶς Κέρκωπας θεασάμενος; ~ ὅλως γὰρ ἐπινόησον κτλ.] σημείωσαι. ~ V

κατὰ τὴν Θῶνος κτλ.] σημείωσαι. ~ V Ἀπολλωνίῳ] ἰδοὺ καὶ οὗτος Ἀπολλώνιον διαβάλλει. ~ B

καὶ* Δελφοὺς κτλ.] ⸤πρ⸥οσυπακουστέον κἀνταῦθα ⸤τὸ⸥ κατενόησαν, οἷον καὶ Δελφοὺς ⸤οὕ⸥τω κατενόησαν πλουτῆσαι καὶ ⸤ἀο⸥ιδίμους γενέσθαι. ~ ⸤B⸥ VΩ

— ] ὦ γόης, τί πλαγίως ταῦτα περὶ τῶν σῶν μαντείων ἀλλὰ μὴ φανερῶς καὶ ἐλευθερίως γράφεις; ~ B

Ἀβώνου τεῖχος κτλ.] εἰ μὲν Ἀβωνοτειχῖται τοιοῦτοι, οὐκ ἔχω λέγειν· ἐπεὶ ἄλλως γε Παφλαγόνας οὐκ ἂν ἀπράγμονας σωφρονῶν ἔγωγε θείην, εἰ μὴ καὶ σφόδρα δεινοὺς καὶ ἱκανοὺς καὶ προχειροτάτ⸤ους⸥ πᾶν τε κακὸν ἐξευρεῖν καὶ ἐξευρόντας χρήσασθαι ἀναιδεστάτως καὶ μάλιστα, εἰ τύχοιεν, οἷς ἡ μεταχείρισις ἀνθρώπων κουφοτάτων καὶ πεφυκότων ἀπομύττεσθαι ῥᾳδ⸤ία⸥, ὁποῖοι οἱ τὸ τοῦ Εὐξείνου στόμα Βυζάντιοι περιοικοῦντες. ~ ⸤B⸥

κοσκίνῳ* — μαντευόμενος] σημείωσαι. ~ V

— ] ἐπὶ τῶν εὐτελεστάτων μάντεων τοῦτο λέγεσθαι εἲωθεν. ~ VBCΩ

ἀγείροντες*] ἀντὶ τοῦ ἀγυρτεύοντες. ~ VUΩ

μόνῃ τῇ μορφῇ* οὐχί] ⸤τὸ⸥ μονονουχί διεῖλεν εἰπὼν ⸤μό⸥νῃ τῇ μορφῇ οὐχὶ πρό⸤β⸥ατα εἶναι διαφερόντων. ἢ καὶ οὕτως μόνῃ τῇ μορφῇ διαφέρον⸤τῶν⸥ τὸ μὴ πρόβατα εἶναι. ~ V⸤B⸥UΩ

⸤οὐδὲ ἐ⸥ς κόρον τοῦ φωτὸς δεχόμενον: ⸤Ἀττι⸥κὴ ἡ σύνταξις· ⸤τὸ γὰρ ἐ⸥πὶ μέρους λέγειν Ἀ⸤θηναί⸥ων, οἷν ἔφαγον τοῦ ἄρ⸤του, κα⸥τέαγα τοῦ κρανίου. ~ ⸤B⸥VΩ

πονήρως*] Ἀττικοὶ καὶ ἐπὶ σωματικῆς διαθέσεως ὀξύνουσι τὸ πονηρός. ~ VCUΩ

σκευαστὸν* κτλ.] σύνθεσις τοῦ λεγομένου θεραπιδίου. ~ VφΩ

ἀκόπου τι ὄνομα* πεπλασμένον] πέμμα, κοπτοῦ τι πέμμα. ~ B

Ἀλέξανδρος ὁ προφήτης] οὐχὶ καὶ οὗτος, ὦ Λουκιανέ, Παφλαγὼν ἦν; πῶς οὖν παχεῖς καὶ ἀπαιδεύτους τοὺς Παφλαγόνας ὀνομάζεις καὶ ἀναισθήτους τοιούτου πανούργου τοῦ Ἀλεξάνδρου ὄντος καὶ τοιαύταις πιθανότησι τοὺς προσιόντας χλευάζοντα; καὶ κἂν τοὺς ἀφ’ ἑτέρων χωρῶν ἔδει διαγνῶναι τὰ αὐτοῦ πανουργεύματα, ἀλλ’ οὐκ ἦν δυνατὸν τῆς Παφλαγονικῆς κακοτεχνίας μὴ πάντας ἀπελεγχθῆναι μαραίνοντας. εἰ δὲ τὴν τῶν Παφλαγόνων φρένα καὶ εὐφυίαν καὶ περὶ πάντα εὐδοκίμησιν γνῶναι ἀκριβέστερον ἤθελες καὶ ἦς ἐν ταῖς ἡμέραις ἡμῶν, ἔγνως ἂν ἰδὼν ἅπαντα τὰ ἔθνη ὑπὸ Παφλαγόνων νοὸς κατατροπούμενα καὶ τὸν ἅπαντα κόσμον ἄγαν εὐφυῶς κυβερνώμενον. ~ UΩm

τὴν* γὰρ Σελήνην κτλ.] εἰς τὸν Ἐνδυμίωνα διαβάλλει τὸν λόγον, ὂς Κὰρ βουκόλος ὢν ἐρασθῆναι ὑπὸ Σελήνης μυθεύεται. ~ VBφΩ

τὴν πενθερὰν Σελήνην] σημείωσαι· ὑπὲρ τοὺς Παφλαγόνας τὸ ἀναίσθητον, ὦ Λουκιανέ, ὅσον ἐπὶ τῷ πενθερὰ Σελήνη. ὅτι δὲ τὴν θυγατέρα τοῦ Ἀλεξάνδρου γεγάμηκας, καὶ πάνυ ἐπαινῶ. ~ U

ὥσπερ Ἀθήνησι κτλ.] λῆρον Λουκιάνιον· βέλτιον εὐστομεῖν σε. ~ U

ἄθεος ἢ Χριστιανὸς ἢ Ἐπικούρειος] πολλὰ βουλόμενος ἐπικρύπτε⸤ιν, ὦ⸥ Λουκιανέ, τὴν ἀλήθειαν καὶ ἀμαυ

ροῦν ⸤τὴν⸥ περὶ Χριστιανῶν δόξαν τῇ τῶν Ἐπικ⸤ου⸥ρείων παραζεύξει ἑάλως νῦν γο⸤ῦν⸥ ἀληθείας, ὡς τὸ μὲν ἔργον τῷ κ⸤α⸥κοδαίμονι καὶ οἷς ἔσεβε δαί⸤μ⸥οσι Χριστιανοὺς ἀπελαύνεσ⸤θαι⸥, ὡς οὐκ ἐξὸν δαίμοσι βακχ⸤εύειν⸥ παρόντων Χριστιανῶν δυν⸤άμει⸥ καὶ ἐνεργείᾳ οὐ σέβουσι Χ⸤ριστὸν υἱὸν⸥ θεοῦ· κατὰ τὸ πάρεργον δὲ καὶ Ἐπικούρειοι παρελήφθησαν, ἵν⸤α, ὡς ἔ⸥φαμεν, συγχέηται ἡ ἀλήθ⸤εια⸥ καὶ Ἐπικουρείοις Χριστια⸤νοὶ⸥ συναριθμοῖντο. οὐχ ἧτ⸤τον δὲ⸥ σκότος φωτί. καὶ δῆλον ἀφ’ ⸤οὗ⸥ τῷ μὲν δῆθεν ἱεροφάντῃ ἡ τῶν Χριστιανῶν ἀνατέθειται ἀποκήρυξις, ἡ δὲ τῶν Ἐπικουρείων τοῖς πλήθ⸤εσι⸥. πέπονθας δὲ τοῦτο, ᾗ καὶ οἱ δαίμονες ὁμολογοῦντες υἱὸν θεοῦ καὶ θεὸν τὸν τούτους ἀπελαύ⸤νοντα⸥ σωτῆρα ἡμῶν. ~ ⸤B⸥

τινὲς Παφλαγόνες κτλ.] σημείωσαι. περὶ τῆς σκευῆς τῶν Παφλαγόνων καὶ τῆς αὐτῶν βρώσεως. ~ Γ

δίης*] ἤτοι Διός. ~ VΩ ἐς Διός] ⸤ ⸥ ὁ μιαρὸς πολλὴν ἑαυτοῦ ⸤κατε⸥γνωκὼς τῆς ἀτόπου ἀπάτης ⸤τὴν ἀ⸥θεΐαν, ἐλπίσας δὲ μὴ ἂν ⸤ἀτ⸥ιμώρητα ταῦτα παρελθεῖν ⸤ἀλ⸥λὰ θεόθεν ἐκδίκησιν ⸤παθ⸥εῖν, ᾗ καὶ ὁ Ἀναξαγόρας ⸤β⸥ληθεὶς κεραυνῷ, ταῦτα ⸤ἀπ⸥οχρᾷ νῦν, ἵν’, εἰ συμ⸤ ⸥, ἔχοι τὴν πρόρρησιν τὸ ⸤σε⸥μνὸν αὐτῷ προμαρτυροῦσαν, ὡς ἐς Διὸς χωροίη. ~ ⸤Β⸥

Λεπίδῳ* κτλ.] ἔφη γὰρ [c. 25] τὸν Λέπιδον τοῦ⸤τον⸥ ἐν Αμάστριδι κατ⸤οι⸥κεῖν Ἐπικούρειον ὄντα. ~ V⸤B⸥φΩ

τὸν* δεῖνα] ἴσως ἐνδόξου τοῦ ἀ⸤νδρὸς⸥ ὄντος τοὔνομα τ⸤ὸ κ⸥ύριον παρῃτήσατο. ~ V⸤Β⸥φΩ

⸤γῆ⸥ν πρὸ γῆς: τοῦτο εἴωθε ⸤ λέ⸥γεσθαι Ἀθηναίοις ἀντὶ ⸤τοῦ κ⸥ατὰ πάσης τῆς γῆς, ὅ ⸤φα⸥μεν τόπον ἐκ τόπου. ~ ⸤B⸥CVφΩ

κομίσας*] σημείωσαι, ὡς θιασώτης ἦν καὶ οὗτος ὁ ἐπὶ κακῷ τῆς αὑτοῦ κεφαλῆς τοῖς λόγοις ἐγγυμνασάμενος Λουκιανὸς τῆς Ἐπικούρου αἱρέσεως. ~ V

χρησμὸς νυκτερείσιος*] ⸤ἀπ⸥όλοιο, γόης, ⸤τῆ⸥ς ἀπεράντου ⸤εὐ⸥τραπελίας. ~ ⸤B⸥VφUΩ

οὐδὲν πρὸς τὸν Ὅμηρον*] ⸤ἀπὸ πα⸥ροιμίας παρῴ⸤δηται τῆς⸥ οὐδὲν πρὸς ⸤τὸν Διό⸥νυσον. ~ ⸤B⸥VφUΩ