Scholia in Lucianum

Scholia in Lucianum

Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.

Τινές φασιν ὡς εἰς Πολυδεύκη τὸν ὀνοματολόγον ἀποτεινόμενον Λουκιανὸν τοῦτον γράψαι τὸν λόγον τέχνην μὲν οὐδ’ ἥντινα λόγων παραδιδόντα, σωρὸν δὲ λέξεων ἀδιάκριτον ὑφιστάντα. καὶ ἴσως οὐκ ἀπὸ σκοποῦ ταῦτα τοῖς φήσασιν εἴρηται, ἐπεὶ καὶ σύγχρονοι ἄμφω, Λουκιανὸς καὶ Πολυδεύκης· ἐπὶ γὰρ Μάρκου τοῦ αὐτοκράτορος. ~ VMSΩ

— ] τινὲς — ὑφιστάντα, ὥσπερ ἐν λέξεσιν ἀλλ’ οὐκ ἐν διανοίᾳ τῆς ῥητορικῆς τὸ κράτος ἐχούσης· καὶ ἴσως ἀληθές, ἐπεὶ καὶ σύγχρονοι ἦσαν ἐπὶ Μάρκου τοῦ αὐτοκράτορος. ὁ γὰρ Πολυδεύκης ἐπαγωγότερος ἦν τοῦ αὐχμηροῦ καὶ κατακόρου διαναπαύων τὸν λόγον· ἐχρῆτο γὰρ διηγήμασιν, οὐ μέντοι καὶ τέχνην παρεδίδου λόγου, ὅπως ἡ διήγησις

διαχέῃ τὴν αἴσθησιν καὶ τὸ τῶν λέξεων καινότερον, ὡς ἐν ταύταις μόναις τοῦ παντὸς ἔργου κειμένου τοῖς λόγοις. ~ Vat. 86

σοφιστής] τὸ τοῦ σοφιστοῦ ὄνομα τριχῶς παρὰ τοῖς παλαιοῖς διανενόηται. πρῶτον σοφὸν καλοῦσιν αὐτὸ τὸ ἀληθὲς καὶ τὸ φρόνιμον καὶ τὸ καλόν· ὅθεν καὶ Πλάτων φιλόσοφον καλεῖ τὸ πρῶτον αἴτιον καὶ ἄνθρωπος ὁ μετιὼν τὴν φιλοσοφίαν ἐκ τούτου παρωνόμασται, καθὰ καὶ αὐτὸς μιμεῖται θεὸν κατὰ τὸ δυνατόν. καὶ πάλιν σοφιστὴν καλοῦσιν αὐτὸν τὸν ῥήτορα τὸν διδάσκοντα ῥητορικοὺς λόγους, περὶ οὗ διεξέρχεται νῦν. σοφιστὴν δὲ καὶ τὸν σοφιζόμενον τὴν ἀλήθειαν. ~ MSΩ Vind. 114

⸤Σ⸥ιδωνίου ἐμπόρου: ⸤οὗτος ἐπη⸥γγέλλετο Ἀλε⸤ξάνδ⸥ρῳ ἐπιτομωτάτην ⸤ὁδὸν δ⸥εῖξαι ἐκ Περσῶν ⸤εἰς Αἴ⸥γυπτον. ~ ⸤Β⸥

Ἀμαλθείας* κέρας] ⸤τὸν Δία⸥ αἶγά φασι θρέψαι ⸤Ἀμαλ θ⸥εἴαν λεγομένην, ⸤ταύτης δὲ⸥ τὸ δεξιὸν κέρας βρύ⸤ειν τῆς π⸥αγκαρπίας ἤτοι ⸤πᾶν αἰ⸥σθητὸν ἀγαθὸν ἄ⸤φθονον⸥ ἔχειν. ἀπὸ τούτου πάντα ⸤τὰ εὐδαι⸥μόνως διάγοντα τὸ ⸤τῆς Ἀμα⸥λθείας ἔχειν κέρας ⸤φ⸥ασίν. ~ ⸤Β⸥Κ Vat. 86

σοὶ δὲ ἄσπορα καὶ ἀνήροτα πάντα φυέσθω καθάπερ ἐπὶ τοῦ Κρόνου] ⸤ὡς Ἡσί⸥οδός φησι [Οp. 118]. ἐφ’ οὗ Κρόνου ⸤τὸ χρ⸥υσοῦν καὶ πρῶτον γένος ⸤ἦν ⸥ καὶ ⸤ ⸥ τὸ ἀργυροῦν καὶ χαλκοῦν, ⸤μετ’ ἐκ⸥εῖνο τὸ σιδηροῦν. ~ ⸤Β⸥

τῇ ῥοπῇ] τὴν βάσιν. ~ V

Ὀλυμπιάδας] πόλις ἦν ἐν Ἤλιδι Ὀλυμπία καλουμένη ἱερὸν ἔχουσα ἐπιφανέστατον Ὀλυμπίου Διός. ἐν ταύτῃ ἀγὼν ἐπετελεῖτο παγκόσμιος τὰ Ὀλύμπια κατὰ πέντε ἔτη συγκροτούμενος· διὸ καὶ πενταετηρικὸς ἐκαλεῖτο· ὃς καὶ

ἀνεγράφετο τοῖς δημοσίοις ἀεὶ εἰς δήλωσιν τῶν ἐνιαυτῶν καὶ ἦν τοῦτο ἀκριβὴς τῶν χρόνων ἐπίγνωσις· τεσσάρων γὰρ ἐτῶν μεταξὺ διαρρεόντων τῷ πέμπτῳ συνετελεῖτο. καὶ διήρκεσεν ἀρξάμενος ἀπὸ τῶν καθ’ Ἑβραίους κριτῶν μέχρι τοῦ μικροῦ Θεοδοσίου· ἐμπρησθέντος γὰρ τοῦ ἐν Ὀλυμπίᾳ ναοῦ ἐξέλιπε καὶ ἡ τῶν Ἠλείων πανήγυρις. ~ M Laur. 32, 13

⸤Ὀλυμπι⸥άδας: ἐπὶ τῆς Ἠλιακῆς μοίρας ⸤Πελοπ⸥οννήσου πόλις ἦν Ὀλυμπία ⸤καλουμένη⸥, ἐν ᾗ ἱερὸν ἐπιφανέστατον ⸤παρ’ Ἕλ⸥λησιν Ὀλυμπίου Διός. ἐν ταύ⸤τῃ ἀγ⸥ὼν ἐτελεῖτο παγκόσμιον ἔχων ⸤συναγω⸥γὴν κατὰ πέντε ἔτη συγκροτού⸤μενος· διὸ⸥ καὶ πενταετηρικὸς ἐκαλεῖτο. ⸤ἀνεγρ⸥άφετο οὖν ἐν τοῖς δημοσίοις καὶ ⸤τοῖς⸥ χρονογραφοῦσι· καὶ δὴ καὶ τοῖς ⸤πα⸥λαιοῖς εἰς δήλωσιν χρόνων ⸤ἦν, Ὀλ⸥υμπιάδος ποσταία· ὡς φέ⸤ρε τόδε⸥ ἐπράχθη τῇ ρ’ Ὀλυμπιάδι ⸤ ⸥ κοετ⸤ ⸥ ἢ τινι τοιαύτῃ. καὶ ἦν τοῦτο ⸤ἀκρι⸥βὴς χρόνων ἐπίγνωσις, ὥσπερ καὶ ⸤παρ’⸥, Ἀθηναίοις μὲν ἡ τῶν Ἀθήνησιν ⸤ἀρχόν⸥των ἐνιαυσία προστασία, κα⸤θ’ ἣν ἀν⸥αγράφεται ἐπὶ ἄρχοντος Ἀθή⸤νησι⸥ τοῦ ⸤δεῖνα⸥ τόδε ἐπράχθη, παρὰ δὲ Ῥω⸤μαίοις⸥ ἡ τῶν ὑπάτων ἐπέτειος ἐπιση⸤μείωσι⸥ς. ἄρχεται δὲ ἡ τῶν Ὀλυμπιάδων ⸤ἀναγρ⸥αφὴ ἀπὸ Ἰφίτου τοῦ ἀνανεωσα⸤μένου τὸν⸥ ἀγῶνα τὸν Ὀλυμπίασιν, ἀφ’ Ἡ⸤ρακλ⸥έους δὲ ἀρξαμένου τοῦ ἀγῶνος, ὡς Πίν⸤δαρός

φ⸥ησιν [Οl. 2, 5] ἤτοι Ὀλύμπια μὲν στάσεν Ἡ⸤ρακλέης⸥. ἀμεληθέντος δὲ μέχρις Ἰ⸤φίτου⸥, εἶτα Ἰφίτου μὲν ἀνανεωσαμένου ⸤τὸν ἀγῶ⸥να, νικηφόρου δὲ μηδενὸς ⸤ἀναγ⸥ραφένντος διέμενεν ἄσημος ⸤μακρὸν χρόν⸥ον. ὅθεν, ὡς Καλλίμαχος [fr. 433 Schneider] ἱστορεῖ, ⸤τρε⸥ῖς καὶ δέκα Ὀλυμπιάδας ἀπὸ⸤ ⸥ τῇ τεσσαρεσκαιδεκάτῃ Ὀ⸤λυμ⸥πιάδι Κόροιβόν τινα νικῆσαι στά⸤διον⸥, ἀπὸ τούτου ⸤δὲ⸥ ἀναγραφῆς τε τὰς Ὀλυμ⸤πιά⸥δας τυχεῖν καὶ πρώτην ταύτην ταχθῆναι. ⸤ἄλλοι⸥ δὲ λέγουσιν ἀφ’ Ἡρακλέους τοῦ Ἀλ⸤κμήνης⸥ τοῦ θέντος τὸν ἐν Ὀλυμπίᾳ ἀγῶνα ⸤τὴν⸥ πρώτην ἀριθμούμενοι Ὀλυμπιάδας ⸤γε⸥νέσθαι υνθ′. ἔφαμεν δὲ πεν⸤ταετη⸥ρικὸν εἶναι
τὸν ἀγῶνα· τεσσάρων γὰρ ⸤ἐτῶν με⸥ταξὺ συντελουμένων τῷ πέμπτῳ ⸤ὁ ἀγὼν ἐ⸥πετελεῖτο. ἀρξάμενος δὲ ἀπὸ τῆς ⸤ἐποχῆς⸥ καθ’ Ἑβραίους ἐπ’ Ἰάειρον ἐνά⸤ ⸥ διήρκεσε μέχρι τοῦ μικροῦ ⸤Θεοδοσίου⸥, ὅς Ἀρκαδίου υἱὸς ἦν, τῶν χρό⸤νων. τοῦ δὲ⸥ ναοῦ τοῦ Ὀλυμπίου Διὸς ἐμπρη⸤σθέντος ἐξ⸥έλιπε καὶ ἡ τῶν Ἠλείων πανήγυρις ⸤καὶ ὁ ἀγὼ⸥ν ὁ Ὀλυμπικός. ~ B

σὺ* δὲ μήτε πείθεσθαι κτλ.] σύνηθες τοῦτο καὶ ποιηταῖς καὶ λογογράφοις ἀπαρεμφάτοις χρῆσθαι ἀντὶ προστακτικῶν, ὡς καὶ νῦν οὗτος· ἀντὶ γὰρ τοῦ μὴ πείθου εἶπε πείθεσθαι. τοῦτο δὲ οὐχ ὡς ἔτυχε γίνεται, ἀλλ’ ἡνίκα μετὰ ἀπαγορεύσεως ἡ ἔννοια πρόεισιν, οἷον ἀλλά σε κελεύω μὴ τοῦτο ποιεῖν ἀντὶ τοῦ μὴ τοῦτο ποίει, καὶ ὡς τοῦ θεολόγου Γρηγορίου ἢ μὴ διδάσκειν ἢ διδάσκειν τῷ τρόπω· ἀντὶ γὰρ προστακτικῶν τὰ ἀπαρέμφατα κεῖται. ~ VCOSΩ

Αγάθωνα*] Ἀγάθων τραγῳδίας ποιητὴς εἰς μαλακίαν σκωπτόμενος. ~ BVΟSΩ. Addit B: Ἀριστοφάνης Γηρυτάδῃ [fr. 169. C. A. F. I 432 Κ.]. ἦν δὲ Τισαμενοῦ υἱὸς Ἀθηναίου, παιδικὰ γεγονὼς Παυσανίου τοῦ τραγικοῦ, μεθ’ οὗ πρὸς Ἀρχέλαον τὸν βασιλέα ᾤχετο, ὡς Μαρσύας ὁ νεώτερος [Script. rer. Alex. Magni p. 40 Muller]. ἐμιμεῖτο δὲ τὴν κομψότητα τῆς λέξεως Γοργίου τοῦ ῥήτορος, ὡς Πλάτων ὁ φιλόσοφος Συμποσίῳ [198 C]. ~

μέλημα*] ⸤ἀντὶ τοῦ φρ⸥όντισμα, ⸤οἱονεὶ ὑπ⸥ὲρ οὗ πολλή ⸤μοι φρον⸥τίς ἐστι. ~ ⸤B⸥VSΩ

ἡ λευκὴ ἔρια*] εἶδος ἐνδύματος λεπτοῦ. ~ M Laur. 32, 13

πολυσχιδὲς τὸ νῦν στρικτόν. ἐμβάδες δὲ τὰ ὑφ’ ἡμῶν καλίγια, καὶ δῆλον ἀφ’ ὧν πίλοις αὐτὴν ἐπιπρέπειν τοῖς λευκοῖς, ὃ οὐκ ἂν ἐπὶ ἄλλου γένοιτ’ ἂν ὑποδήματος. ~ BCVSΩ

ὁ λῆρος κτλ.] δριμέως ἄγαν ὁ βωμολόχος καὶ γόης τῷ λόγῳ καθίκετο τῶν θαυμασίων ἀνδρῶν εἰς τὸ ἐναντίον τὴν ἑκάστου λοιδορησάμενος ἀρετήν· τοῦ μὲν γὰρ τὸ ἐπιμελὲς ἄγαν καὶ ὕπτιον λῆρον ἐκάλεσε, τοῦ δὲ τὸ γοργὸν καὶ πυκνὸν εἰς τὸ ἄχαρι ἀπέσκωψε, τοῦ δὲ τὸ ἄφετόν τε καὶ ἐλευθέριον καὶ κατὰ πᾶσαν ἰδέαν εὐμεταχείριστον εἰς ψυχρολογίαν διέβαλεν. ~ BVSΩ

Μαραθὼν* κτλ.] ταῦτα πάντα παρ’ Ἡροδότῳ [6, 111sq.] ἱστόρηται, ἡ ἐν Μαραθῶνι τῶν Περσῶν μάχη, Περσῶν μὲν Δάτιδος ἡγουμένου, Ἀθηναίων δὲ Μιλτιάδου, ἐν ᾗ ὁ Καλλίμαχος πολεμῶν καὶ τὴν κεφαλὴν ἀφαιρεθεὶς ἐπὶ πολὺ νεκρὸς εἱστήκει, ὑπὸ τῆς περὶ τὸν πόλεμον προθυμίας οὐδὲ τί πάθοι αἰσθόμενος. ~ VBCSΩ

Ἄθως κτλ.] ἡ Ἑλλησπόντου ὑπὸ Ξέρξου γεφύρωσις καὶ ἡ τοῦ Ἄθω διόρυξις, ἵν’ ἡ θάλασσα εἰσρυεῖσα πλωτὸν ἀπεργγάσαιτο τὸν ἰσθμὸν τοῖς Ξέρξου σκάφεσιν, καὶ ὅσα ἄλλα ἱστόρηται Ἡροδότῳ. ~ BCVSΩ

ὁ μηρός*] οὐκ ᾤμην τουτὶ τὸ μιαρὸν καὶ κατάπτυστον ἔργον τὸ τὸν μηρὸν πατάσσειν ἀρχαῖον εἶναι. ~ VSΩ

Ἀδράστεια*] δαίμων ἡ Ἀδράστεια παρ’ Ἕλλησι τοῖς μεγάλα καυχωμένοις ἐπιφυομένη. ἐπεὶ οὖν καυχώμενος εἰσά

γεται ὁ μιαρὸς οὗτος διδάσκαλος, ὥσπερ ἐκμειλισσόμενος τὴν δαίμονα ἀνευφήμησε νῦν οὕτως αὐτὴν ἤτοι ἐπεβοήσατο σατο. ~ BCVSUΩ

Λήδας* κτλ.] ἐντεῦθεν ἀναντίρρητον ἤδ⸤η⸥, ὡς ΠολυΠ⸤ολυδεύκης δεύκη διασύρει ὁ π⸤αρὼν⸥ λόγος, εἴ γε Κάστορος ἀδελφὸς ὁ Λήδας, ᾧ οὗτος ὁμώνυμος ὁ διασυρόμενος ῥητόρων διδάσκαλος. ~ ⸤B⸥VSΩ

νὴ τὴν πάνδημον*] τὴν Ἀφροδίτην φησίν. ὄμνυσι ⸤δὲ⸥ ταύτην νῦν ἢ διὰ τὴν προηγη⸤σα⸥μένην αἰσχρότητα τῆς γραὸς ἢ ⸤διὰ⸥ τὸ ἀναιδές· ἐπεὶ καὶ τοῦτο μετὰ τῶν ἄλλων κακῶν ἔχουσιν αἱ ⸤πόρ⸥ναι, ὃ μιμεῖσθαι καὶ αὐτὸς ὑπ⸤οβάλ⸥λεται καὶ τοὺς ἄλλους διδάσκε⸤ι⸥. ~ ⸤B⸥VSUΩ