Scholia in Lucianum

Scholia in Lucianum

Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.

προσεπιμετροῦντες*] ἀντὶ τοῦ καὶ πέρα τοῦ εἰκότος ἐπισκοποῦντες. ~ EVφΟΩΔ

ἐν ὄχλῳ] ὄχλος ἐνταῦθα οὐ τὸ πλῆθος ἀλλ’ ἡ ὄχλησις. ~ Δ

φθόην] τὴν φθίσιν, ἥτις ἐξ αἵματος ἐπιβολῆς. ~ Δ

καλέσασα κτλ.] ὁ καλὸς κἀγαθὸς Λουκιανὸς ὁ πάντας

καλῶς ἐλέγξας καὶ πάντων τὰ ἤθη παιδεύσας ἄτιμος μένει ἐν Καλαβρίᾳ. ~ E m. post.

εὖ ποιήσειν με τὸ περισπούδαστον — κυνίδιον κτλ.] λοιπὸν μακαριστέοι οἱ ἵππους καὶ ἡμιόνους καὶ ἀχθοφόρα ζῷα καὶ ἁμάξας μετακομίζοντες, ἴσως δὲ καὶ θεραπαινίδας τινὰς καὶ τιτθίδας σὺν ἑαυτοῖς διασῴζοντες ὡς τοῦ κυνιδίου πολὺ τιμιωτέρου. ~ U

ἐφεστρίδιον*] μανδύαν τινά, ἄμεινον δὲ κεκρύφαλον νοεῖν. ~ ECVφΩ

ἀπανθισάμενος κτλ.] ὡραῖον. ~ ΓΕ

βιβλίοις, ὧν χρυσοῖ μὲν οἱ ὀμφαλοὶ κτλ.] ὡραῖον ἄγαν καὶ σχεδὸν ἀληθές. ~ E

οἶμαι τῆς ψάμμου κτλ.] σημείωσαι. ~ Γ

οὑτοσὶ διίστησι κτλ.] ὡραῖον. ~ Γ

ἄπαγε ὦ Σόλων κτλ.] ὡραῖον. ~ ΓV. Addit V: πάνυ. ~

παγκρατιάζειν κτλ.] σημείωσαι. ~ Γ. Addit Γ2: τί ἐστι τὸ παγκρατιάζειν. ~

ἆθλα κτλ.] σημείωσαι. ~ Γ. Addit Γ2 : τίνα τὰ ἆθλα τὰ διδόμενα τοῖς ἀγωνιζομένοις. ~

παρ’ ἡμῖν δὲ κτλ.] ὡραῖον. ~ Γ

ἀρετὰς ἀνδρῶν κτλ.] ὡραῖον. ~ Γ

διοδεύσας μέγαν — ξυγγραφέα τινὰ εἶναι] ὡραῖον ὅλον. ~ Γ

ὅπως* κτλ.] ἐλλειπὴς ἡ φράσις τοῦ συμπερικλείοντος προστακτικοῦ ῥήματος καὶ συνήθης Ἀθηναίοις, οἷον ὡς ἐπὶ τούτου ἀλλ’ ὅπως μοι μηδὲν δυσχερῶς ἀκούσῃ· προσυπακούεται γὰρ τὸ μέμνησο. οὕτως οὖν καὶ ἐνταῦθα

ἐλλειπτικῶς πρόεισιν ὁ λόγος καὶ ὅπως μὴ καθάπερ νόμοις προσέξεις οἷς ἂν λέγω πρὸς σέ, ὡς ἐξ ἅπαντος πιστεύειν αὐτοῖς, ἀλλ’ ἔνθα ἄν σοι μὴ ὀρθῶς τι λέγεσθαι δοκῇ, ἀντιλέγειν εὐθὺς καὶ διευθύνειν τὸν λόγον. λείπει γὰρ τὸ σκόπει, ἵν’ ιἦ τὸ τέλειον οὕτως ἀλλ’ ἔνθα ἄν σοι μὴ ὀρθῶς τι λέγεσθαι δοκῇ, σκόπει ἀντιλέγειν εὐθὺς καὶ διευθύνειν τὸν λόγον. ἀναλαβὼν δ’ οὖν ἄνωθεν τὸν λόγον ἀπὸ τοῦ καὶ ὅπως μὴ καθάπερ νόμοις προσέξεις καὶ ὅλον ἐπελθὼν εἴσῃ σαφέστερον τὸ λεγόμενον, ὅτι οὕτως χρὴ ἐλλειπῶς ἔχοντα τοῦτον νοεῖν καὶ οὕτως τοῦ ἐλλειποῦς ἀναπληρούμενον. ~ EVΦUΩ

φόνου κτλ.] ὅτι ἡ ἐν Ἀρείῳ πάγῳ βουλὴ φόνου ἐδίκαζεν ἢ τραύματος ἐκ προνοίας ἢ πυρκαϊᾶς. εἰ δὲ Παῦλον τὸν θεῖον μηδὲν τούτων πεποιηκότα ἐκεῖ Ἀθηναῖοι ἀνῆγον, οὐ χρὴ θαυμάζειν ἢ διαπορεῖν· καινότητα γὰρ εἰσηγούμενον δόγματος τίνι ἂν ἄλλῳ ὑπόδικον καθίστων ἢ τοῖς ἐπισκέπτεσθαι δυναμένοις ἤθει τε σεμνῷ καὶ λόγων περιουσίᾳ, οἷοι τοῦ κριτηρίου τούτου προὐκάθηντο ἐκ Στωικῶν τὰ μάλιστα συγκεκροτημένοι, οἷς ἡ περιττότης τοῦ λέγειν παρ’ Ἕλλησι προσμαρτυρεῖται; ~ E

βελτίω παρὰ πολὺ κτλ.] σημείωσαι. ~ Γ

τὸ βέλτιον καὶ τὸ παράδειγμα κτλ.] ὡραῖον. ~ E

κοινοὺς ἐκδιδάσκοντες — καὶ πράττειν] σημείωσαι. χρήσιμον. ~ Γ

καὶ τέλεον ἀσυμπαγῆ — καταμαλάττομεν] σημείωσαι. χρήσιμον. ~ Γ

ἄτοπον γάρ, εἰ κτλ.] ὥραῖον. ~ E

συμπλακεὶς καταρρίψει κτλ.] σημείωσαι. ~ Γ

δυσμενέσιν ἐμποιήσαντας — τί ἄν τις] σημείωσαι. ὡραῖον ὅλον. ~ Γ

ἀθέρας: τὰ τοῦ ἀστάχυος κέντρα. ~ E m. post.