Scholia in Lucianum

Scholia in Lucianum

Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.

Πάτροκλος] πελάτης Πάτροκλος Ἀχιλλέως καὶ ἔτης, ἀλλ’ οὐ παράσιτος· πολὺ γὰρ τὸ διάφορον τῶν εἰρημένων πρὸς παράσιτον· οἱ μὲν γὰρ εἰς ἀδελφοὺς σχεδὸν τελοῦσι, παράσιτος δὲ καὶ τῶν δούλων ἀτιμότερος ὢν δείκνυται. ~ Γ

ὡς* ἄξιον κτλ.] εἰρωνεία. ~ Vφ

ὁ παράσιτος ἐπὶ τὸν σῦν ἀντιθήγει] ἀλλὰ καὶ λέοντα ἀντιβρυχήσεται ἢ καὶ λύκον ἀντωρυήσεται † αὖρα; τοῦτό μοι λέγε. ~ VφU

δόξης καταφρονοῦντα*] οὕτω καὶ χοῖροι λεχθεῖεν δόξης καταφρονεῖν ἀεὶ τῷ βορβόρῳ καλινδούμενοι. ~ VΓ2φUΩ.

Addit Γ2: ἢ τί ποτε καὶ δόξαν ἀποτῖκτον ἕξει παράσιτος; ὃ δέ τις οὐκ ἔχει, πῶς τούτου καταφρονεῖν ὑπό γε νοῦν ἐχόντων λεχθείη; ~

οὐδέ τι μᾶλλον θορυβεῖται] μεθύων δήπου καὶ τῷ ἀκράτῳ καὶ τῷ κόρῳ τὰς αἰσθήσεις τεθολωμένος ὢν καὶ μηδὲ μικρὸν ἀνανῆψαι δυνάμενος· ἑλκυσθείη δὲ καὶ ἀπὸ τοῦ σκέλους καὶ περιδυθείη τῶν γινομένων μὴ ἐπαισθανόμενος. ~ Γ2

εἰπεῖν δίκην*] εὐτελοῦς καὶ παρεωραμένου τίς δίκη; τίς γὰρ καὶ κατὰ κυνὸς ἀποίσεται γραφήν; ~ VUΩ

καταπρησθέντας κτλ.] φαρμάκῳ ὡς Σωκράτης, καταπρησθέντας τὸ σῶμα ὡς Ἡράκλειτος ὁ Ἐφέσιος, φθινήσαντας ὡς Ἀντισθένης, φυγόντας ὡς * * ~ VφUΩ

ὅπως γε μὴν κτλ.] ἐλλειπτικῶς ἡ φράσις ἔχει· προσυπακούεται γὰρ τὸ μαθεῖν ἔστιν. ~ Γ2

τούτου* προεσθίοντος] τοῦτο καὶ μυῖαι ποιοῦσιν, ἀλλ’ οὐδεὶς ἐπαινέσεται μυῖαν προγευομένην τῶν ἀνθρώπων τῶν ἐδεσμάτων. ~ VΓ2UΩ

οὐκοῦν ὁμοίως ἂν ἐθέλοις καὶ τοῦ ἐσθίειν μᾶλλον παρασιτεῖν;] λοιπὸν καὶ τοῦ βλέπειν τὸ παραβλέπειν καὶ τοῦ θεωρεῖν τὸ παραθεωρεῖν καὶ τοῦ λογίζεσθαι τὸ παραλογίζεσθαι καὶ τοῦ συλλογίζεσθαι τὸ παρασυλλογίζεσθαι καὶ τοῦ φρονεῖν τὸ παραφρονεῖν καὶ τοῦ κρίνειν τὸ παρακρίνειν. ~ Γ2