Scholia in Lucianum

Scholia in Lucianum

Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.

ὁ Πύρρων ζωγράφος πρότερον ὢν γέγονε μετὰ ταῦτα φιλόσοφος, ὅστις εἶχε σκοπὸν πάντα ἀναιρεῖν τὰ ὄντα. ~ ΓCVφΩ

ἕωλον*] παλαιάν. ~ ΓVφ

κάνδυν*] ἱμάτιον Περσικόν, ὡς δὲ τινὲς λέγουσιν, ὅτι τὸ Ἀρκαδίκιον. ~ ΓCVφΩ

γενειήτην λέγει τὸν Διάλογον, ἐπεὶ τοῖς εἰωθόσιν αὐτῷ χρῆσθαι φιλοσόφοις μάλα σεμνῶς ἡ βαθεῖα ἠσκεῖτο ὑπήνη. ~ VφΩ

ἄμετρον*] ἄνετον. ~ V

κρότος μὲν ἐπὶ τῶν ῥητορικῶν λόγων καὶ μάλιστα τῶν ἐπιδεικτικῶν ἐν θεάτρῳ λαλουμένων καὶ τῶν ῥητόρων, ὡς ἔθος αὐτοῖς, πεπαρρησιασμένως χειρονομούντων ἐπὶ τοῖς λεγομένοις ὑπ’ αὐτῶν. ἐπὶ δὲ τοῖς διαλόγοις τοιοῦτον οὐδέν, ἀλλ’ ἅτε πρὸς ἔπος τῶν ἀντιλεγόντων γινομένων τῶν λόγων, ἐν οἷς ποτε ἀστεῖον ῥηθείη, μειδίαμα ἄχρι τοῦ τὰ χείλη διᾶραι τὸ πρόσωπον διαθεῖ μόνον· καὶ εἴ που βραχύ τι δεήσει ἐπισεῖσαι τὴν χεῖρα, καὶ τοῦτο κατὰ μέτριον ἐξανύεται. ~ VφΩ

κακώσεως*] κάκωσίς ἐστιν ὄνομα δίκης κατὰ τῶν ἁμαρτανόντων περὶ τὸ ἴδιον γένος ἤτοι γυναῖκα. ~ ΓVφΩ

ἐγὼ* κτλ. ] τὸ φορτικὸν τοῦτο τῶν νέων ῥητόρων, ὃ ἐπὶ τῆς ἀπαγγελίας κομμωτικῶς διεξέρχονται, λέγει. διὸ καὶ ταῖς θριξὶν αὐτὸ ἀπεικάζει καὶ τῷ τούτων εὐθετισμῷ διὰ τὸ τοῖς παρίσοις αὐτοὺς χαίρειν τῶν κώλων καὶ ταῖς παρη

χήσεσι καὶ οἷστισι τοιούτοις ἄλλοις. τοὺς δὲ μεθύοντας καὶ κωμάζοντας εἰς τοὺς χρωμένους τοῖς λόγοις εἰς ἐπιθαλαμίους καὶ γαμηλίους μεταλαμβάνει· οὐδὲ γὰρ τούτων χάριν ῥητορική, ἀλλὰ τοῦ ἐπανορθωτικοῦ τοῦ βίου, τὸ δέ ἐστιν ἐν συμβουλαῖς τε καὶ δίκαις καὶ εἴπερ ἄρα ἐν ἐγκωμίοις καὶ ἐπαίνοις τῶν ἀρετὴν κατορθούντων, οὐ τῶν ἐν τοῖς πότοις ἀσελγαινόντων καὶ κώμους λαμπροὺς ἐκτελούντων καὶ γάμους περιφανεῖς ἐνισταμένων. ~ VφΩ

τυράννων* κατηγορίας] διὰ τοὺς τὰς λεγομένας μελέτας ἐπιτηδεύοντας, ἐν αἷς τυραννοκτόνοι τινὲς μελετῶνται καί τινα ἄλλ’ ἄττα τοιαῦτα. ~ VφΩ

καὶ* τὸ μὲν τραγικὸν ἐκεῖνο καὶ σωφρονικὸν προσωπεῖον ἀφεῖλέ μου κτλ.] ἐν οἷς τὰ Πλάτωνος τοιαῦτα σοφοὺς ἄνδρας καὶ μεγαλόφρονας καὶ γενναίους τοῖς διαλόγοις ὑποβαλλόμενα, εἰκότως καὶ τραγικὴν μίμησιν ταῦτα καλεῖ, ὥσπερ ἀμέλει κωμικὰ πάλιν καὶ σατυρικὰ τὰ τοῦ Σύρου καλεῖ, κωμικὰ μὲν διὰ τὸ γελοῖον, σατυρικὰ δὲ διὰ τὸ πολλάκις καὶ αἰσχρότατα προσενείρειν τοῖς διαλόγοις· οἵ τε γὰρ Σάτυροι καταγέλαστοι τοῦ ὁρᾶσθαι αἵ τε κωμῳδίαι γελοῖοι καὶ πλήρεις σκωμμάτων· οἱ Σάτυροι δὲ μεθύοντες ἀεὶ καὶ παρασφαλλόμενοι εἰσάγονται καὶ πρὸς τῷ ἀλλοκότῳ τοῦ σώματος τῆς μορφῆς ἔτι καὶ ὁρμητικοὶ πρὸς συνουσίας αἰσχράς. ἐπεὶ τοίνυν κέχρηται καὶ τοιούτοις Λουκιανὸς διαλόγοις, ὡς ἐπὶ τοῦ Συμποσίου [c. 12] αὐτοῦ τὸν Ἀλκιδάμαντα εἰσάγει καί τινας ἄλλους τῶν φιλοσόφων, εἶπε νῦν τοῦτο, ὡς πρὸς τοῖς κωμικοῖς προσωπείοις καὶ σατυρικοῖς διεσκεύασται τὰ αὐτοῦ. καὶ τὸν ἴαμβον δὲ καὶ τὸν κυνισμὸν ἔφη παραλαμβάνειν, τὸν μὲν ἴαμβον ὡς χλευαστικόν, τὸν κυνισμὸν δὲ ὡς πᾶσι διαλοιδορούμενον· τῷ τε γὰρ ἰάμβῳ Ἀρχίλοχος, ὃν καὶ πρῶτόν φασι

τῷ μέτρῳ χρήσασθαι, πρὸς ὕβριν τῶν Λυκαμβίδων διεγχειρίσατο, οἵ τε Κυνικοὶ λεγόμενοι φιλόσοφοι ἅπασι διελοιδοροῦντο, τοῦτο διὰ βίου ἐπιτήδευμα ἔχοντες, ὧν καὶ Μένιππος εἷς ἦν. ~ VφΩ

οὔτε πεζός εἰμι οὔτ’ ἐπὶ τῶν μέτρων βέβηκα] καταγινώσκει τοῦ ῥήτορος ὁ Διάλογος, ὅτι γράφει διὰ λόγου ἀνθηροτέρου καὶ κροτουμένου· τοῦτο γὰρ τῶν φιλοσόφων διαλόγων ἀλλότριον. ~ ΓVφΩ

κεχαρισμένον*] ὅπερ ἀνωτέρω [c. 33] ὑπέθετο τὸν Διάλογον λέγοντα ἔθα ὁ μέγας ἐν οὐρανῷ Ζεὺς πτηνὸν ἅρμα ἐλαύνων, διασυρμοῦ τέθεικεν ἕνεκα· τὸ γὰρ νῦν λέγειν ὅτι χαμαὶ βαίνειν εἴθισα καὶ ἐς τὸν ἀνθρώπινον τρόπον οὐκ ἄλλο οὐδὲν ἢ διαγελῶντος τὸ δῆθεν ὑψηλὸν ἐκεῖνο τῆς μεγαληγορίας. ~ VφΩ

τὰ πρὸ τοῖν ποδοῖν] τὸ τῆς Θρᾴττης τοῦτο ἐκεῖνο, ὃ εὐφυῶς ἐκείνη ἀπέσκωψεν εἰς Θάλητα τὸν φυσικόν. ~ VφΩ

ὡς* θοἰμάτιον τοῦτο τὸ Ἑλληνικόν] τὸν ἀττικισμόν φησι καὶ τὸ τῆς λέξεως ἀνθηρὸν καὶ διεσμιλευμένον· οὐ γάρ φησιν ὡς Σύρος καὶ ἐκ βαρβάρων τὴν λέξιν ἐκιβδήλευσα τοῦ λόγου, βαρβαρισμοῖς αὐτὸν διαλαβὼν καὶ σολοικισμοῖς, ἀλλὰ τὸ πρέπον αὐτῷ διετήρησα τῇ λέξει εἰς τὸν Πλατωνικὸν τρόπον. ~ VφΩ

τετρυπημένην*] ἐπὶ τῶν δικαζομένων δύο ψῆφοι ἐτίθεντο, ἡ μὲν πλήρης, ἡ δὲ τετρυπημένη. ἐδίδοτο δὲ τοῖς μὲν νικῶσιν ἡ πλήρης, τοῖς ἡττωμένοις δὲ ἡ τετρυπημένη, καὶ μάρτυς τούτων Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου [79] τὴν γὰρ τετρυπημένην ἀξιοῖ Τιμάρχῳ δοθῆναι· εἰ γὰρ καὶ

πρὸς ῥᾳδιουργίαν ὁ λόγος αὐτῷ ἀπονεύει, ἀλλ’ οὖν πάντως καὶ ὡς ἡττημένῳ Τιμάρχῳ ταύτην δοθῆναι ἀξιοῖ ~ VφΩ