Scholia in Lucianum

Scholia in Lucianum

Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.

πάντες ἅμα κτλ.] ὡραῖον ~ ΓV

ἐκεῖνος σώσειέ με κτλ. ] ὡραῖον πάνυ. ~ ΓV

μὴ κατὰ τοὺς πολλοὺς τῶν νῦν φιλοσόφων*] ἀντὶ τοῦ μὴ ⸢κατὰ⸣ τοὺς νῦν⸣ φιλοσ⸢όφους⸣¹. ~ ⸢V⸣UΩ

κατά τοὺς ῥήτορας] ⸤ἐπεὶ παρ⸢αδειγματικῇ⸣ κέχρηται ⸢τῇ πίστει, αὕτη δὲ⸣ μερική⸥, ⸢τούτου χάριν⸣ ἐστὶ ῥητορική· οἱ

γὰρ διαλεκτικοὶ ἀπὸ τῶν καθόλου τὰς πίστεις περαίνουσιν. ~ ⸤ B⸥⸢V⸣ φ UΩ

τοῦτο ἐκεῖνο τὸν ἵππον ἐς πεδίον: ⸤⸢παροιμία ἐπ⸣ὶ τῶν, ὁπηνίκα ⸢ἀπόροις ἐ⸣νέχωνται, ἀξιούν⸢των τι τοιοῦ⸣το, ὃ λύσιν μὲν⸥, ⸢δοκεῖ παρ⸣έχειν έχειν βραχεῖ⸢ αν καὶ ἄνεσι⸣ν, τὸ δέ ἐστι ⸢μέγα καὶ πρὸς ἐπ⸣ ίδειξιν συν⸢τεῖνον τῆς το⸣ῦ ἐπιζητοῦντος ⸢δυνάμεως. τ⸣ί γὰρ ⸢καταλληλότερον⸣ ἵππῳ πεδίου ⸢πρὸς τὸ τὴν οἰκε⸣ ίαν ἐπιδείξασθαι ἀρε⸣τήν; παράλ⸢ληλοι ταύτῃ⸣ τῇ παροιμίᾳ ⸢καὶ αὗται ’ὕ⸣δωρ βατρά⸢χῳ’ καὶ ’στέαρ γ⸣αλῆ’ ⸢καὶ Λυδῷ πράγμ⸣ατα. ~ C⸤ B⸥⸢V⸣φΩ

τὸ πρὸ δίκης: προσυ ⸤πακου⸥στέον τὸ καταψηφίζεσθαι. ~⸤B⸥φUΩ

τὸ ἐν τῇ χειρὶ δίκαιον: ἀντὶ τοῦ ⸤ἐν τῇ⸥ δυνάμει, ἐν τῷ βιάζ⸤εσθαι⸥. ~ C ⸤B⸥φ UΩ

ὕδατος] τοῦ δικαστικοῦ ὕδατ⸤ ος, πρὸς ὃ⸥ τοὺς λόγους οἱ διαδικαζ⸤ όμενοι⸥ ἐποιοῦντο. ~ ⸤B⸥φ UΩ

ἐντυγχάνων ἄν τισι τριβώνια περιβεβλημένοις κτλ.] ⸤τὸ αὐτ⸥ὸ νῦν τις περὶ μοναχῶν καὶ ἐπ⸤ ισκό⸥πων εἰκάζων οὐ πόρρω τοῦ σώ⸤ φρονος λ⸥ογισμοῦ πεσεῖται· σκεύεσι ⸤γὰρ θεοβλα⸥βείας καὶ χρώμασι περιηνθι⸤σμένοι ἐς τὸ⸥ πᾶν τοῦ ἀληθοῦς ἐστερήμεθα. ~ ⸤B⸥

ἦν κοσμουμένη κτλ.] ὡραῖον. ~ Γ

Ἰξίονα] φασὶ γὰρ τὸν Ἰξίονα τῆς Ἥρας ἐρασθῆναι, ἐρασθέντι δὲ τὴν Ἥραν χαριζομένην αὐτῷ νεφέλην εἰς ἑαυτὴν ἀπεικάσασαν ἐᾶν Ἰξίονι χρῆσθαι ὡς ἑαυτῇ. ἀφ’ οὗ καὶ οἱ Κένταυροι ἀρχὴν τῆς γενέσεως ἔσχον. καὶ τὸ σύμπτωμα υ παρά γἀρ τὸ τὴν αὔραν κτενεῖν τὸν Ἰξίονα ἐπὶ τῇ γενέσει Κένταυρος τὸ ἀπ⸤ ὸ τούτου ἐκλήθη⸥.~ ⸤B⸥φUΩ

τί Πλάτων κτλ.] ἐντεῦθεν τῷ λόγῳ τούτῳ ἐπιγραφὴ τὸ Ἀναβιοῦντες. ~ BUΩ

τέως περιπατήσατε κτλ.] ὡραῖον. ~Γ

Ἀλήθεια κτλ.] ⸤εὐφ⸥υέστατον τοῦτο ⸤τὸ τ⸥ῆς εἰδωλοποιίας ⸤ἐπὶ⸥ τῆς ἀληθείας. ~ ⸤B⸥ K

Σολέας* κτλ.] ⸤ ὅτι Σολεὺς Ἄρατος ὣν Ἑλληνικῇ παιδείᾳ τοσοῦτον διήνεγκεν, ὥστε τὰ Φαινόμενα Ἑλλάδι φωνῇ γράψας ἐθαυμάσθη. καὶ Ζήνων δὲ ὁ τῆς Στοᾶς κοσμήτωρ τε καὶ καθηγητὴς ἐκ Κιτίου⸥ τῆς Κύπρου ὡρμᾶτο. καὶ δὴ καὶ Κράντωρ καὶ Χρύσιππος ἄμφω Σολεῖς οὐκ ἄσημοι κατὰ φιλοσοφίαν καὶ μάλιστα Χρύσιππος. ἀμέλει δὴ καὶ Ἀριστοτέλης Σταγειρίτης καὶ Δημόκριτος καὶ Πρωταγόρας Ἀβδηρῖται, ἀλλ’ οὐ δήπου ξενίας διώκονται, ὅτι μὴ ἐκ μέσης, φασίν, Ἑλλάδος ἰθαγενεῖς ὄντες εὑρίσκονται, θαυμάζονται δὲ μᾶλλον. ~ ⸤B⸥Cφ Ω. Addit B: ὡς σχεδὸν Ἕλληνας παρευδοκιμηκότες τῇ περὶ λόγους ἀσκήσει τε καὶ μεταχειρίσει. ~

εὖ λέγεις κτλ.] ὡραῖον. ~ Γ

μία*] τῶν ἐναντίων ἤτοι τῶν ἀντικειμένων τὴν αὐτὴν ἐπιστήμην φασίν· ὁ γὰρ τὸ δεξιὸν ὡς δεξιὸν ἐπιστάμενος πολὺ πρότερον ἐπίσταται τὸ ἀριστερὸν καὶ ὁ τὸ νοσερὸν ὡς νοσερὸν εἰδὼς οἶδε ⸤ καὶ τὸ ὑγιεινόν⸥· ὡσαύτως ἐπὶ γενέσεως ⸤καὶ φθορᾶς⸥, μειώσεως καὶ αὐξήσεως ⸤ καὶ τῶν παραπλη⸥σίων, ἃ ὑπὸ τὰ ἀντικε⸤ίμενα τελεῖ⸥. τοῦτ’ οὖν φησι πρὸς τὸν Παρρ⸤ησιάδην⸥ νῦν διατεινόμενον ἀπο⸤ μαθεῖν⸥ τἀναντία τῷ μισεῖν ⸤καὶ τὴν κα⸥τ’ αὐτὰ τέχνην, ὡς οὐκ ἔστι το⸤ ῦτο⸥, ἐπεὶ τῶν ἀντικειμένων ἡ αὐ⸤ τὴ γνῶσις⸥. ~ ⸤B⸥φUΩ

ἐν τοσούτῳ*] ἀντὶ τοῦ ἐν τῷ μεταξὺ χρόνῳ. ~ Bφ

μέλαιναι*] ἐψηφοφόρουν ἐν τοῖς δικαστηρ⸤ίοις⸥ οἱ δικά

ζοντες ψήφοις ταῖς ἀπὸ τῶν κυάμ⸤ ων⸥ τὴν ἑαυτῶν γνώμην ἐκφαίνοντες τοῖς δ⸤ ικα⸥ζομένοις. τῷ μὲν οὖν νικῶντι λευκοὺς ἀπεδείκνυσαν τοὺς κυάμους, τοῖς δὲ ἥττῃ⸤ θεῖσι⸥ μέλανας· ᾧτινι δὲ τῶν δικαζομ⸤ ένων κατὰ⸥ τὸ πλέον αἱ τῶν ψήφων ἀντίχρωμοι ⸤ἀπε⸥φαίνοντο, τούτῳ κατὰ τὸ κεκρατη⸤κὸς ἔθος⸥ καὶ τὸ νικᾶν ἢ ἡττᾶσθαι ἐπεβρα⸤βεύ⸥ετο. καὶ τὸ μὲν τῶν κυάμων. ~ ⸤B⸥CUΩ. Addunt CUΩ: τοιοῦτον τῷ χρώματι μετὰ ποσοῦ τὴν τῶν δικαζόντων ῥοπὴν ὑποδεικνύντων. ἦσαν δὲ καὶ ἕτεραι ψῆφοι δικαστικαὶ λίθινοι δύο, ὧν ἡ μὲν πλήρης ἡ δὲ διατετρημένη, ἀμφότεραι ἐπὶ τοῦ ἐν τῇ τραπέζῃ τῇ δικαστικῇ καδίσκου ἀποκείμεναι, αἳ πρὸς τὴν ἀπόφασιν τῶν δικαζόντων ἐπεδίδοντο τοῖς κρινομένοις, οὐ τῷ ποσῷ τὴν γνώμην τούτων ἐκφαίνουσαι, ἀλλὰ τῷ ὁλοκλήρῳ καὶ μὴ ἐπιμαρτυροῦσαι τὴν τῶν κρινομένων ἤτοι σωτηρίαν ἢ καταδίκην· τῷ μὲν γὰρ νικῶντι ἡ πλήρης, τῷ δὲ ἁλόντι ἡ τετρυπημένη ἐδίδοτο, ὡς δῆλον Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου [79] πεποίηκε δριμέως ἄγαν τῇ τετρυπημένῃ τὴν τοῦ Τιμάρχου ἀσέλγειαν παραστήσας. ~

ἂν γένοιτο πρὸς τὴν δίκην κτλ.] ὡραῖον. ~Γ

προηγορίαν] τὸ πρότερον εἰπεῖν ἢ [τὸ] ἀγορεῦσαι. ~ BφΚ

ξυμφόρει ἐς τὸ αὐτὸ κτλ.] μάταιε, τί διασιλλαίνεις τοῖς σκώμμασι τὰ τοῦ Πλάτωνος παρὰ πᾶσιν ἀνθρώποις θαυμαστήν τινα καὶ ἀνάλωτον τὴν δόξαν ἀπενεγκάμενα; ~ B

εἰ γάρ τι καὶ πρὸς ἀλλήλους κτλ.] τοῦτό φησιν, ἐπειδὴ Κυνικὸς ἦν Διογένης καὶ τῷ τῆς ζωῆς παραλλάττοντι διάφορος τῇ τε Στοᾷ καὶ τῇ Ἀκαδημίᾳ. ~ B

τοῦτο ὑπερμάχει: ἀντὶ τοῦ κατασκεύαζε· ἐπεὶ κυρίως τὸ ὑπερμαχεῖν γενικῇ συντάσσεται. τὸ γὰρ πρό τινός τι ποιεῖν

αὐτοῦ χάριν καὶ ὑπὲρ αὐτοῦ γενικῇ συντάσσεται, οἷον ὑπερασπίζω σου, προῖσταμαί σου, προπολεμῶ σου, οὕτως οὖν καὶ ὑπερμαχῶ σου. ~ BCΦΩ

ξύλῳ*] ⸤εἰς τὰς τῶν φιλοσόφων βακτηρίας ἐπισκώπτει· διαπαίζει γὰρ αὐτοὺς⸥ ὡς τοῖς σχήμασι μόνοις φιλοσοφοῦντας. ~⸤ B⸥ Φ Ω. Addit B: ὃ καὶ νῦν εἰκότ⸤ως⸥ ἄν τις χ⸤ αριεν⸥τίσαιτο ἐπὶ τῶν τοῖς σχήμασι τοὺς μοναχοὺς ἐπιδεικνυμέν ων. ~

ἐν Διονύσου*] Διονυσίοις γὰρ μόνοις ἐφεῖτο τὸ θέατρον ποιηταῖς κωμῳδοῖς. ταῦτα δὲ δὶς τοῦ ἔτους ἐπετελεῖτο, ἔαρος καὶ φθινοπώρου, ἔαρος τὰ μικρὰ Διονύσια, φθινοπώρου δὲ τὰ μεγάλα. ~ BCVΦΩ

Μένιππον*] ὁ Μένιππος οὗτος Κυνικὸς ἦν φιλόσοφος κατὰ τὸν Σεβαστὸν [M. Antonini Comment. 6, 47] φύσει κεχρημένος γενναίᾳ καὶ ἐλεγκτικῇ τε καὶ ἀποτόμῳ καλῶς τε τὸν Κύνα καὶ ἐμφιλοσόφως μετιών, ὡς καὶ παρὰ πᾶσι τὸ εὐδόκιμον ἀποφέρεσθαι. ~ B CV ΦΩ

λέγε ἤδη ἐν τῷ μέρει* κτλ.] ἀντὶ τοῦ τὸ σὸν μέρος· ῥεῖ γὰρ ἤδη τὸ κατὰ σὲ ὕδωρ ἀπὸ τοῦ δικαστικοῦ ἀμφορέως. ἰστέον γάρ, ὡς τοὺς πολλοὺς ἐπισχεῖν βουλόμενοι τῆς ἀπεράντου φλυαρίας οἱ δικασταὶ τῶν ῥητόρων ὑδρίας ὕδατος πληροῦντες διά τινος διατρήματος παρεῖχον τῷ ὕδατι ἔκροιαν κελεύοντες τὸν ῥήτορα λέγειν ἐν ἀρχῇ τῆς ἀφέσεως τοῦ κρουνίσκου· ἅτε οὖν πρὸς μέτρον τοῦ ὕδατος τὸν λόγον ποιούμενοι συνέτεμνον τὸν λόγον. ~ B C VφΩ

τῶν καθ’ ἡμᾶς κτλ.] τὶ ταῦτα τοῖς καθ’ ἡμᾶς ἔοικε μοναχοῖς. ~ B