Scholia in Lucianum

Scholia in Lucianum

Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.

διδάξομαι* μὲν οὐδέν, ἀναμνήσω δέ] ⸢τῶν παρ’ Ἕλλησι μετεμψυχώσεων τὸ δόγμα πρῶτος Πυθαγόρας εἰσή

νεγκεν. ἐπεὶ δὲ τὴν ψυχὴν προϋπάρχειν⸣ διὰ τ ⸢οῦ⸣ τὰς μα⸢θήσεις ἀναμνήσεις ὑποτίθεσθαι κρατύνεται, εἰκότως τοῦτο ληρεῖν τὸ νῦν πεποίηκε τὸν Πυθαγόραν⸣. ~ ⸢V⸣ CφUΩ

ἅ σὺ δοκέεις τέτταρα, ταῦτα* δέκα ἐστὶ καὶ τρίγωνον ἐντελὲς καὶ ἡμέτερον ὅρκιον] ⸢δυ⸣νάμει τρίγωνον· ⸢τρίγωνον⸣ α′ἐνεργείᾳ ∴ ⸢τρίγων⸣ον β′ τρίγωνον γ′ ⸢ὁ γὰρ τ⸣έσσαρα μετὰ τῶν πρὸ ⸢αὐτοῦ, τουτ⸣έστι τοῦ τρία καὶ τοῦ ⸢δύο καὶ τ⸣οῦ ἑνός, ποιεῖ τὸν δέκα· τέσσαρα τρία δύο ἕν· οὕτω μὲν οὖν ὁ τέσσαρα δέκα, ⸢τρίγωνον⸣ δέ. οὕτως οἱ ἀρι⸢θμητικ⸣οὶ ζηλοῦντες τοὺς ⸢γεωμετρ⸣ικοὺς εἰς σχήματα ⸢καὶ αὐτοὶ⸣ ἔταξαν τοὺς ἀρι⸢θμούς⸣, τρίγωνα, τετρά⸢γωνα καὶ⸣ ἑξῆς. ὡς ⸢ἀπὸ στοι⸣ χείου τοίνυν ⸢ἀρξάμενο⸣ι τῆς μονάδος, ⸢ἢν δυνά⸣μει βούλονται ⸢εἶναι πάντα⸣ τὰ πολύγωνα, ⸢ἀποτελοῦ⸣σι τὰ ἐνεργείᾳ πο⸢λύγωνα, τρ⸣ ίγωνα καὶ τετρά⸢γωνα καὶ πε⸣ντάγωνα καὶ ἑξῆς. ⸢τῆς μὲν οὖν⸣ μονάδος δυ⸢νάμει οὔσ⸣ης τριγώνου πλευ⸢ρὰ μονάς⸣, τοῦ δὲ ἐνεργείᾳ ⸢πρώτου τριγ⸣ ώνου τοῦ τρία πλευ⸢ρὰ δυάς⸣, τοῦ δὲ δευτέρου ⸢ τοῦ ἓξ τριὰς ἡ⸣ πλευρά, τοῦ ⸢δὲ τρίτου τρι⸣γώνου τετρὰς ⸢ἡ πλευρά⸣. ἔστι δὲ ⸢πρῶτον μὲν τρί ⸣γωνον ἐν ἀριθμοῖς ⸢ὁ τρία, δεύτ⸣ερον ὁ ἕξ, τρίτον ⸢ὁ δέκα καὶ ἑ⸣ξῆς. ἐντελὲς δὲ ⸢τρίγωνον ὁ δέκ⸣α ὡς τῷ τρι⸢γώνῳ καὶ τε⸣τραγώνῳ συντελού⸢μενος τοῖς πρ⸣ὤτοις τῶν εὐθυγ⸢γράμμων σ⸣χημάτων, τῷ μὲν τρι⸢γώνῳ διὰ τὸ ὅ⸣λον σχῆμα — τρίγωνον γάρ —, τῷ τετραγώνῳ δὲ διὰ τὴν πλευράν — ὁ γὰρ τέσσαρα τούτου πλευρά, ὅς ἐστιν ἀρχὴ τῶν τετρα⸢πλεύρων —. ο⸣ὕτως μὲν οὖν ὡς ἐν παρεκβάσει ἐρεῖν τρίγωνον ἐντελὲς ὁ δέκα. ὅρκιον δέ· αὐτοὶ γὰρ οἱ Πυθαγόρειοι ὅρ⸢κον ἐποιο⸣ῦντο τὸν δ’ οὕτως ναὶ μὰ

τὸν ἁμετέρᾳ ψυχᾷ παραδόντα τετρακτύν, παγὰν ἀενάου φύσιος. ἔλεγον δὲ ⸢καὶ τὸν θεὸν⸣ ἀριθμὸν καὶ [c. 5] μετενδύεσθαι τὰς ψυχὰς πάντα σώματα ζῴων μέχρι καὶ τῶν κνωδάλων. [c. 6] καὶ κυάμων δὲ ἀ⸢πείχοντ⸣ο. χρυσοῦν δὲ ἔλεγον ἔχειν Πυθαγόραν κατὰ θάτερον τῶν μηρῶν. ~ ⸢V⸣ φ UΩ

χρυσοῦς*] ἐλέγετο γὰρ ὁ Πυθαγόρας ἐντετυπῶσθαι τῷ δεξιῷ ⸢αὐτοῦ μ⸣ηρῷ τὸν Φοῖβον. ~ ΓC⸢V⸣ φ

εἶναι* τῶν ἀμφὶ Κρότωνα] ⸢περὶ Κρότωνα γὰρ τῆς Ἰταλίας συνεστήσατο Πυθαγόρας⸣ τὸ ἑαυ⸢τοῦ παιδευτή⸢ριον, ἐν ᾧ τριακόσιοι τὸ⸣ πρῶτον οἱ οὕτως ἀγόμενοι Πυθαγορικῶς. ἐνῆσαν δὲ καὶ γυναῖκες ἄκρως ἐξασκοῦσαι τὴν ⸢αἵρεσιν· ὧν καὶ Θε⸣ανὼ ἦν. τούτους οὖν φησιν αὐτὸν ἐωνῆσθαι. ἀπὸ Κρότωνος δὲ καὶ εἰς Τάραντα ἡ αἵρεσις διεδ⸢όθη. τὴν ταύτῃ δέ φησιν⸣ Ἑλ⸢λάδα, διότι Ἑλ⸣ λή⸢νων πάλαι ἀποικισάντων⸣ Ἰ⸢ταλίαν συνέβη⸣ τῇ τῆς γ⸢ῆς ἀρετῇ πλούτῳ⸣ τε μεγάλ⸢ῳ πλουτῆσαι⸣ αὐτοὺς καὶ ⸢εὐανδρῆσαι⸣ διαφερό⸢ντως· ἀφ’ οὗ⸣ καὶ Μεγάλη Ἑλλ⸢ὰς ἐκλήθη⸣. ~ ⸢V⸣CφUΩ

ὁ ἐξωμίας: ⸢ἐξωμίδα⸣ γὰρ ἐφόρε⸢ι, τὸ δὲ ἦν χι⸣τὼν παχὺς ⸢καὶ τραχὺς ἄ⸣τε ἄγναπ⸢τος, κατὰ τὴν ἀ⸣ριστερὰν χεῖ⸢ρα ῥαφὴν οὐκ⸣ ἔχων, διὸ ⸢καὶ ἑτερομάσχα⸣λος ἦν. ἀχ⸢ειρίδωτος δὲ⸣ ὢν τοὺς ὤ⸢μους παρεῖχε γυ⸣μνοὺς ὁρᾶσθα⸢ι, παρὸ καὶ ἐ⸣ξωμὶς ἐκα⸢λεῖτο. οὐ μόνον⸣ δὲ χιτὼν ⸢ἡ ἐξωμίς, ἀλ⸣λὰ καὶ πε⸢ρίβλημα⸣. ~ ⸢V⸣CφUΩ

ἢ καὶ προ⸢καλέσηται⸣: τὸ προκα⸢λεῖσθαι τοῦ προσκα⸣λεῖσθαι δ⸢ιαφέρει· προσ⸣καλεῖται μὲν ⸢γὰρ οἰκέτης εἰς⸣ βάσανον, ⸢προκαλεῖται δὲ⸣ εἰς δίκην ὁ ⸢ἀντίδικος⸣. ~ ⸢V⸣CφUΩ

δέδια* κτλ.] ⸢ὁ Κυνικὸς οὗτο⸣ς Διογένης ἦν ⸢μὲν Σινω

πεὺς⸣ ἀπὸ τοῦ Εὐξείνου ⸢πόντου, ἀργυρ⸣αμοιβὸς δὲ ⸢ὢν καὶ διὰ τὴ⸣ν μετὰ Κύρου στρα⸢τείαν, μεθ’ οὗ καὶ⸣ Κλέαρχος ⸢συνεστράτευσε⸣, δημευθεὶς ⸢ἐφυγαδεύθη⸣ καὶ καταλα⸢βὼν Ἀθήνας⸣ Ἀντισθέ⸢νει προσετα⸣ιρισθεὶς συνῆν⸢τῷ ἀνδρὶ δι⸣ὰ βίου. ἀποθα⸢νόντος δὲ Ἀν⸣τισθένους ἀπε⸢χθῶς ἔχων τ⸣οῖς ἤθεσι τῶν ⸢λοιπῶν Ἀθη⸣ναίων εἰς Κόριν⸢θον ἐχωρίζε⸣ το καὶ πρὸς τὸ Κρά⸢νιον ὀνομαζ⸣όμενον ἐνηυ⸢λίσθη ὕπαι⸣θρος πίθον ἔχων ⸢εἰς οἴκησιν⸣. ἀναμερισάμε⸢νος δὲ τὰ εἰ⸣ς τὴν δίαιταν ⸢Κορίνθῳ καὶ⸣ Ἀθήναις κατὰ ⸢τὸ πρόσφορον⸣ τῶν καιρῶν καὶ τὰς ⸢διατριβὰς⸣ ἐποιεῖτο, χει⸢μῶνος μὲν Ἀθ⸣ήναις ἐπιδημῶν ⸢ἀλέας χάριν⸣, ἔαρος δὲ καὶ θέρους ⸢Κόρινθον⸣ κατοικῶν τῷ ⸢μὴ πνιγώδ⸣η τότε Κόρινθον ⸢εἶναι ἀλλ’ ἀ⸣ναψύχεσθαι παν⸢ταχόθεν⸣ ἀφ’ ἑκατέρας θα⸢λάττης τοῖ⸣ς ἀνέμοις κατα ⸢πνεομένη⸣ν. ἦν δὲ τὸ ἐπιτήδευμα παρ⸣ρησιαστὴς καὶ ⸢πολλὰ τοὺς ἀ⸣συνέτους ἐλέγχων ⸢καὶ παύειν ἐπ⸣ιχειρῶν αὐτοὺς τῆς ⸢ἀνοίας τε καὶ κ⸣ορύζης. φέρον⸢ται δὲ αὐτοῦ παρ⸣ὰ Δίωνι τῷ Προυσαεῖ καὶ διάλογοι πρὸς Ἀλέξανδρον τὸν Μακεδόνα, ὁπηνίκα πρὸς Πελοπόννησον διαβὰς Κορίνθου ἐπέ⸢βη Ἀλέξαν⸣δρος. παρὰ πάντα τοιγαροῦν τὸν ἑαυτοῦ βίον οὕτως ἀτημελῶς βιώσας καὶ πρόνοιαν ἑαυτοῦ ὅσα γε πρὸς τὸ ⸢σῶμα οὐδ’ ἥ⸣ντινα πεποιημένος ἀλλὰ πάντα τὰ ὑπ’ ὀδόντα ἐδώδιμα οἰόμενος καὶ θηρίων βουλόμενος οὐδὲν ἄνθρωπον διαφέρειν ⸢τὸ πρὸς τὴν⸣ τροφὴν ἄσκευον σηπίᾳ περιτυχὼν ὠμῇ καὶ ᾠοῖς, ἅπερ οἱ τῇ Ἑκάτῃ ἐν ταῖς νουμηνίαις τὰ δεῖπνα ⸢ἐπὶ τῶν τριό⸣δων ποιοῦντες ἐτίθεσαν, ταῦτα φαγὼν οὕτως, ὡς εὗρε, κατὰ τὸ κράτιστον ἀπεπτήσας οὕτως ἐξέθανεν. ~ ⸢V⸣ φ

⸢στρατεύομαι δὲ⸣ ὥσπερ ἐκεῖνος: καὶ γὰρ Ἡρακλεῖ Εὐρυσθεὺς ὁ Μυκηνῶν βασιλεὺς τοὺς ἄθλους ἐπέτατεν. ~ ⸢V⸣φUΩ

ὀπισθογράφων* βιβλίων] τουτέστι πυγὴν γεγραμμένων, πεπονημένων. ~ ΓUΩ

τὸν Κυρηναῖον] τὸν Ἀρίστιππον λέγει. ~ Ω

αἰνίγματα — ἢ γρίφους] σημείωσαι. διαφέρει γρῖφος καὶ αἴνιγμα, ὅτι τὸ μὲν αἴνιγμα ὁμολογεῖ τις ἀγνοεῖν, τὸν δὲ γρῖφον ἀγνοεῖ δοκῶν ἐπίστασθαι. οἷον αἴνιγμα μέν ἐστι τὸ τί δίπουν; τί τρίπουν; 〈τί τετράπουν;〉 ἐνταῦθα δὲ δῆλον τὸ ἐρώτημα. γρῖφος δὲ οἷον Ἕκτορα τὸν Πριάμου Διομήδης ἔκτανεν ἀνήρ· ἐνταῦθα δοκεῖ μὲν εἰδέναι τὸ ῥηθέν, ἀγνοεῖ δέ, ὅτι Διομήδης ἦν ἀνὴρ Ἀχιλλεύς· ἐκείνην γὰρ ἔσχε μετὰ τὴν Βρισηίδα. ~ UΩ

καὶ γὰρ οὐ τῶν σωμάτων ἐραστής εἰμι κτλ.] σός, παμβέβηλε, καὶ θεὸς ⸢ ⸣ πλὴν καὶ θεοὺς ἔχειν σε τοιούτους πρέπει σοφὸν μὲν τυγχάνοντα ταῖς αἰσχρ⸢ουργίαις.⸣ ~ ⸢U⸣

σείριον: τὸν ’Ωρίωνος κύνα, ὅς ἐπιτέλλων τῷ σφοδρῷ τῶν καυμάτων σεσηρέναι ποιῶν τοὺς ἀνθρώπους σείριος ὀνομάζεται. ~ UΩ

νόμους νομίζω τοὺς ἐμούς] ὡς οὐαί σοι, τρισάθλιε. χάριν τῶν νόμων. ~ U

παρόσον* δυσσεβέστερος] ⸢δυσσεβ⸣έστερον αὐτὸν λέγει τὸ ⸢ἄθεον αὐτ⸣οῦ διασύρων. τὸ ⸢δεῖνα δὲ⸣ ἐπὶ τῶν εὐτελεσ⸢τέρων· οὕ⸣τω χρῶνται τῷ ἀο⸢ρίστῳ τ⸣ὸ εὐτελὲς θερα⸢πεύοντ⸣ες. ἰσχάδας δὲ ⸢καὶ τὰ μ⸣ελιτώδη προὐβά⸢λλετο δ⸣ιὰ τὸ γλυκὺ καὶ τὸ ⸢ἡδύ, α⸣ι’νιττόμενος τὸ λεῖον τῆς ἡδονῆς καὶ τὸ προση⸣νές. ~ ⸢v⸣ΦUΩ

παλάθας* τῶν Καρικῶν] ὡς τῆς Καρίας διαφόρους παλάθας ἀπὸ τῶν σύκων φερούσης εἶπε τοῦτο. παλάθη δέ ἐστι σφαῖρα ἀπὸ συγκοπῆς σύκων συμπλαττομένη. ~ VCΦU

ἐοίκασι* κτλ.] ἐπειδὴ πολλοὶ τῇ ἀτοπίᾳ τῶν σοφισμάτων 20 ⸢ἐπισημα⸣ινόμενοι παρεγίνοντο ἐπὶ τὴν ἀγοράν, ὅπου τῆς ἐπιδείξεως χάριν προῄει Χρύσιππος, διὰ τοῦτο νῦν τοῦτο λέγει, ⸢ὅτι πολλ⸣οὶ τοῦτον ἐπὶ τὴν ἀγορὰν περιμένουσιν. ~ ⸢v⸣ΦUΩ

οὐ γὰρ ἐφ’ ἡμῖν ταῦτα: τῶν ὄντων τὰ μὲν ἐφ’ ἡμῖν φασιν οἱ ἀπὸ τῆς Στοᾶς, τὰ δὲ οὐκ ἐφ’ ἡμῖν, ἐφ’ ἡμῖν μὲν ὑπόληψιν, ⸢ὁρμήν, ὄρεξιν, ἔκκλισιν⸣· ἔξεστι γὰρ τούτοις ἅτε ἡμετέροις ἔργοις οὖσι καὶ χρῆσθαι καὶ μή. οὐκ ἐφ’ ἡμῖν δὲ τὸ σῶμα, ἡ κτῆσις, ἡ δόξα, αἱ ἀρχαὶ καὶ ὅσα οὐχ ἡμέτερα ἔργα ἀλλὰ τῆς τύχης δοκεῖ. ταῦτα δὲ καὶ ἀδιάφορά φασι τὰ οὐκ ἐφ’ ἡμῖν· ἔξεστι γὰρ αὐτοῖς καὶ καλῶς χρήσασθαι καὶ μὴ οὕτως, ὡς ἂν δοκῇ τῷ, ᾧ περιγέγονε ταῦτα. τούτων δὲ τῶν ἀδιαφόρων τὰ μέν φασι προηγμένα, τὰ δὲ ἀποπροηγμένα, καὶ τούτων τὰ μὲν περὶ ψυχ⸢ὴν⸣ εἶναι ὡς εὐφυΐαν, ⸢πρὸ⸣κοπήν, γνώμην, ὀξ⸢ύτη⸣τα διανοίας καὶ τὰ π⸢αρα⸣πλήσια, τὰ δὲ ⸢πε⸣ρὶ σῶμα ὡς ὑγίειαν, ε⸢ὐαι⸣σθησίαν, ἰσχὺν καὶ τὰ ⸢ὅμοια⸣, τὰ δὲ περὶ τὰ ἐκτὸς⸢ὡς⸣ εὐτεκνία, κτῆσις σύ⸢μμετρος⸣, ἀποδοχὴ παρὰ ἀν⸢θρώπων καὶ⸣ εἴ τι τοιοῦτο. ὡσαύ⸢τως δὲ⸣ τριχῶς φασι καὶ τὰ ἀ⸢πο⸣προηγμένα, ἃπερ κατὰ ⸢τὸ ἐ⸣ναντίον ἐστὶ τοῖς πρ⸢οηγ⸣μένοις καὶ κατὰ τὸ τριττ⸢ὸν⸣ τῶν, περὶ ἃ ὁρᾶται, περὶ ⸢ψυχήν⸣ φημι καὶ σῶμα καὶ τ⸢ὰ ἐκ⸣τός, ὡς ἀνωτέρω παρεθέμεθα. ἡ δὲ κα⸢ταληπ⸣τικὴ φαντασία τοια⸢ύτη παρ’⸣

αὐτοῖς λέγεται· καταλ⸢ηπτικὰς⸣ ἔλεγον φαντασίας ⸢τὰς⸣ ἀπὸ ὄντων ὡς ἂν ⸢ὄντων⸣ ἐναπομοργνυμένας ⸢τῷ νῷ⸣ σαφῶς γνώσεις ἢ ἕξ ⸢ὦν ἄν⸣ τις τεκμαίροιτο, ⸢οὐ κα⸣ταληπτικὰς δὲ ⸢τὰς μὴ⸣ οὕτως ἐχούσας, ὡ⸢ς αἱ ἐξ⸣ ὑπονοίας ψἴλῆ⸢ς ἐγγινό⸣μεναι. ἔλεγον δὲ τῶν καταληπτικῶν τὰς διὰ τῶν αἰσθητηρίων αἰσθητικὰς καὶ τὰς μὲν ταῖς αἰσθητικαῖς συγκαταθέσε⸢σι γινο⸣μένας αἰσθήσεις, τὰς δὲ ταῖς καταληπτικαῖς καταλήψεις. λέγεσθαι δὲ αἴσθησιν καὶ κατ ἄλλον τρόπον τό τε αἰσθη⸢τήριον⸣ καὶ τὸ ἡγεμονικὸν καὶ τὴν τοῦ ἡγεμονικοῦ καθάπερ αἰσθητοῦ κατάληψιν. καὶ ὥσπερ, φασί, χρεία εἰς τὰς ἀπὸ τῶν δακτυλίων σφραγῖ⸢δας κη⸣ροῦ ἢ πηλοῦ εἰργασμένου καλῶς καὶ εὐτυπώτου καὶ τῆς ἐξ ἡμῶν ἐπερείσεως καί τινων ἄλλων, οὕτως καὶ ἐπὶ τῶν αἰσθητικῶν φαντα⸢σιῶν⸣ εὐτυπώτου τε τοῦ ἡγεμονικοῦ καὶ πολλῶν ἐστιν ἄλλων χρεία, εἰ μέλλοι τῷ ὄντι γίνεσθαι τοιοῦτος ὁ τύπος ἀπὸ τοῦ ὄντος καὶ κατ’ α⸢ὐτὸ ἐντετυπωμένος⸣. ~ φ⸢V⸣

σύμβαμα τὴν χωλείαν*] ἀλλ’ ἐπιτριβείης, κατάρατε, πάντα γελοίως ὑπὸ τὴν γλῶσσαν στρέφων καὶ τὰ σοφὰ πάντα τοῖς παιγνιώδεσι παραβάλλων, οἷον καὶ νῦν πεποίηκας. τῶν διαλεκτικῶν γὰρ τῶν μὲν ἄλλων προτάσεις λεγόντων τὰς ἐξ ὀνόματος καὶ ῥήματος αὐτοτελῶς συντιθεμένας εἰς ἀποφαντικοῦ λόγου γένεσιν, ὡς τὸ Σωκράτης περιπατεῖ, Δίων διαλέγεται, καὶ ὑποκείμενον μὲν λεγόντων τὸ ὄνομα ἤ τι τῶν ὀνόματος χρείαν ἀποτελούντων, κατηγορούμενον δὲ τὸ ῥῆμα, οἱ Στωικοὶ ἐθελακριβεῖς ὄντες καὶ ξενίζουσιν ἀγαπῶντες . ὀνόμασι χρῆσθαι τὴν μὲν αὐτοτελῆ πρότασιν

οἷον τὴν ‛Σωκράτης περιπατεῖ’ αὐτοὶ σύμβαμά φασιν ἢ κατηγόρημα· συμβέβηκε γὰρ τὸ περιπατεῖν Σωκράτει· τὴν οὐκ αὐτοτελῆ δὲ ἀλλά τινος ἐνδεᾶ, οἷον Σωκράτει μεταμέλει ἢ ‛Σωκράτης φιλεῖ’ ἢ Σωκράτει μέλει, ταύτας οὖν ὠνόμασαν τὴν μὲν Σωκράτει μεταμέλει, ἐπεὶ μὴ κατ’ εὐθεῖαν πτῶσιν τὸ ὄνομα ἐλήφθη, κἂν αὐτοτελές ἐστιν, αὐτοὶ παρασύμβαμά φασιν ὴ παρακατηγόρημα ὡσανεὶ παρακείμενον τῷ συμβάματι ἢ κατηγορήματι, τὴν δὲ Σωκράτης φιλεῖ, ἐπειδὴ λείπει τὸ τίνα, κἂν κατ’ εὐθεῖαν ἐλήφθη ὁ ὑποκείμενος, ἀλλ’ οὖν, ἐπεὶ μὴ αὐτοτελὴς ἡ πρότασις, ἔλαττον ἢ κατηγόρημά φασιν αὐτήν, ὅτι μὴ τέλειόν ἐστι κατηγόρημα, τὸ δὲ Σωκράτει μέλει ἔλαττον λέγουσιν ἢ κατηγόρημα, ὅτι τε πλαγία πτῶσις ὁ ὑποκείμενος καὶ ἐνδεῶς ἡ πρότασις ἔχουσα· λείπει γὰρ τὸ τίνος μέλει. οὕτω μὲν οὖν οὗτοι. ὁ μέντοι Λουκιανὸς λόγον ἀνεῦρεν ἐπὶ τούτων τὸ σπούδασμα τῶν σοφῶν ἐπὶ τὸ γελοιότατον μεταφέρων. ~ ΦUΩ

κροκόδειλος*] τὸν κροκόδειλον λόγον ἐν τούτῳ γοῦν καλῶς ποιῶν διαπαίζει φορτικὸν τῷ ὄντι καὶ σοφισματώδη, ὥσπερ καὶ τούτους, οὓς μικρὸν ἔμπροσθεν διακωμῳδήσει, τὴν ’Ηλέκτρον, τὸν ἐγκεκαλυμμένον, τὸν θερίζοντα καὶ τὸν κυρίττοντα, μιαρὰ καὶ κατάπτυστα σοφίσματα καὶ μηδὲν πλέον τῆς φλυαρίας ἐπαγγελλόμενα. ~ Ω

γνίφωνα] ἐλέγχει τοὺς Στωικοὺς γνίφωνας ὄντας χαίρειν τῷ συλλογισμῷ ἤτοι τῷ χρήματα συλλέγειν· εἰς τοῦτο γὰρ τὸ συλλογίζεσθαι μεταλαμβάνει σκώπτων εὐφυῶς. ~ φUΩ

καὶ μὴν τοὐναντίον ἔφης κτλ.] στέρησις τῶν ἀληθῶν τὰ ψευδῆ. ποσαχῶς ἡ ἄγνοια; ὁσαχῶς ἡ ἐπιστήμη. ἡ οὖν ἐπιστήμη τριττή· ἢ γάρ, ὅταν γινώσκωμεν ἀμφοτέρας τὰς

προτάσεις ἐνεργείᾳ κατὰ τὸ δεύτερον σημαινόμενον· οἷον ἥδε ἡμίονός ἐστι, πᾶσα ἡμίονος ἄτεκνος, καὶ ἥδε ἄρα ἄτεκνος· δεύτερον, ὅταν τὴν μείζω πρότασιν γινώσκωμεν, καὶ τρίτον, ὅταν τὴν ἐλάττω. οὐκοῦν καὶ ἡ ἄγνοια τριττή, εἴτε ἀγνοοῦμεν ἀμφοτέρας τὰς προτάσεις, οἷον ὅταν θεασάμενοι ζῷον μηκόθεν νομίσωμεν αὐτὸ εἶναι ἡμίονον, ἔτι δὲ καὶ ὠγκωμένον θεασάμενοι τὴν γαστέρα, νομίσωμεν, ὅτι ἔγκυόν ἐστι, καὶ πλέξωμεν οὕτως· ἥδε ἡ ἡμίονος ὤγκωται τὴν γαστέρα, πᾶν ὠγκωμένον τὴν γαστέρα ἔγκυόν ἐστι, καὶ ἥδε ἄρα ἡ ἡμίονος. δεύτερος τρόπος τῆς ἀγνοίας, ὅταν τὴν καθόλου γινώσκοντες ἀγνοῶμεν ⸢τὴν ἐ⸣λάττω· οἷον ἴσμεν, ὅτι πᾶσα δυὰς ἀρτία ἐστίν, οὐκοῦν εἰ ἔροιτό τις, ὅτι πᾶσα, ἥδε ἡ δυὰς ἀρτία ἐστίν; ἐροῦμεν ὅτι ναί· εἶτα δὲ καὶ ἥδε ἡ δυὰς ἡ κεκρυμμένη; ⸢ἐροῦμεν ὅτ⸣ι οὔ· καὶ συνάγει ὅτι αὐτὸ οἶδα καὶ οὐκ οἶδα, οὐκ εἶπον δέ, ὅτι ἡ δυὰς οὐκ ἔστιν ἀρτία, ἀλλ’ ὅτι οὐκ ᾔδειν, εἰ δυάς ἐστιν. ταὐτὸ καὶ ἐπὶ τοῦ κεκρυμμένου ⸢’Ορέστου· ἡ γὰρ ’Ηλ⸣έκτρα ᾔδει αὐτὸν καὶ οὐκ ᾒδει ὡς κεκρυμμένον. τρίτος τρόπος ἀγνοίας, ὅταν τὸ μὲν μερικὸν ἴσμεν, τὸ δὲ καθόλου οὔ, οἷον οἶδα, ὅτι 〈ὅδε ὁ〉 ἐλλέβορος ⸢καθαίρει⸣, οὐ μὴν εἰ καὶ πᾶς ἐλλέβορος οἶδα· καὶ ἥδε ἡ θριδακίνη ψύχει, οὐ μὴν καὶ εἰ πᾶσα. οὕτως ἔστιν ἐναντία φρονεῖν τῷ πράγματι. ἑαυτοῖς δὲ ἔστι φρονεῖν ἐναντία, ὅταν ⸢τὸ⸣ ἐναντίον ⸢διὰ⸣ συλλογισμοῦ πλέξωμεν ἢ δι’ αὐτοῦ τοῦ ὅρου ἢ δι’ ἄλλου καὶ ἄλλου· οἷον ἡ ἡδονὴ κατὰ φύσιν, ἡ ⸢δονὴ οὐ κατὰ φύσιν· καὶ⸣ διὰ μὲν τοῦ κατὰ φύσιν συνάγει, ὅτι ἀγαθόν, διὰ δὲ ⸢τοῦ οὐ κατὰ φύσιν⸣ ὅτι οὐκ ἀγαθόν· διὰ δὲ ἄλλου καὶ ἄλλου, ὅταν τὰ ἐναντία δοξάζῃ· οἷον
ἡ ἡδονὴ ἀγαθὸν διὰ μέσου τοῦ κατὰ φύσιν· ἡ ἡδονὴ οὐκ ἀγαθὸν διὰ ⸢μέσου τοῦ ἀτελοῦς⸣. ~ ⸢U⸣Ω

τὸν μὲν ἐξωτερικόν: διὰ τοὺς λόγους φησίν, οὓς Ἀριστοτέλης οὕτως καλεῖ, ἐσωτερικοὺς τοὺς διαλεκτικούς, ἐξωτερικοὺς τοὺς ῥητορικούς. τὰ δὲ ἐπὶ τούτοις, τὸ τῆς θαλάσσης βάθος ὁπόσον εἰδέναι καὶ τὸν κώνωπα ὁπόσον βιοῖ καὶ τὴν τῶν ὀστρείων ψυχὴν καὶ τὴν ἐν μήτρᾳ πλαστικήν, ταῦτα πάντα διασύρων εἴρηκε τὰς πραγματείας Ἀριστοτέλους τὰς ζωολογικάς, τὰς ἀνατομικάς, τὰς μετεωρολογικὰς καὶ εἴ τις ἄλλη ταύταις ἑξῆς. ~ φUΩ

τρία εἶναι ἀγαθὰ κτλ.] Ἀριστοτέλην λέγει [cf. Eth. Nic. A 8. 1098 b 13]. ~ φΩ

οὐκ ἂν φθάνοις: ἀντὶ τοῦ τάχιστ’ ἂν ὠνήσῃ αὐτὸν ἔχων ἐλπίδα παρ’ αὐτοῦ εὐποροῦντος ἀποίσεσθαι τὸ καταβληθέν σοι. ~ φUΩ

τὰ πάντα πλὴν δραπέτην μεταδιώκειν] τοῦτό φησιν, ἐπειδὴ ἀκαταληψίαν ἐπρέσβευεν. αὕτη δὲ ἡ ἀκαταληψία, τὸ μηδὲν ἐφικνεῖσθαι πρὸς λῆψιν ἀλλὰ πάντα διαδιδράσκειν αὐτήν, οὐδὲν εἰς γνῶσιν ἔχειν δοκεῖ. διὰ τοῦτό φησιν ὁ Πύρρων ἀδυνάτως ἔχειν δραπέτην μεταδιώκειν ἤτοι ὅτι τὰ τὴν γνῶσιν ἀποφυγγάνοντα οὐδὲ ἑλεῖν οἷός τέ εἰμι. ~ φUΩ