Scholia in Lucianum

Scholia in Lucianum

Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.

ἀδακρυτὶ κτλ.] σημείωσαι. ~ Γ

Θετταλός] τὸν Πρωτεσίλαον λέγει. ~ BΔ

— ] ὁ Πρωτεσίλαος δρᾶμα γέγραπται Εὐριπίδῃ. λέγεται δέ, ὅτι γαμήσας καὶ μίαν ἡμέραν μόνην συγγενόμενος τῇ γυναικὶ αὑτοῦ ἠναγκάσθη μετὰ τῶν Ἑλλήνων εἰς τὴν Τροίαν ἐλθεῖν καὶ πρῶτος αὐτῇ ἐπιβὰς ἐτελεύτησε. καὶ

φασίν, ὅτι τοὺς κάτω δαίμονας ᾐτήσατο καὶ ἀφείθη μίαν ἡμέραν καὶ συνεγένετο τῇ γυναικὶ αὑτοῦ. ~ UΩ

ὡς* ἂν εἰδὼς ἅπαντα] ὡς ἐπιστάμενος σὺ ὁ Ἑρμῆς ἅπαντα. ~ Δ

οὐ σχολή μοι κτλ.] μετέωρος ὁ λόγος τῇ μιμήσει τῶν ἀληθινῶν διαλόγων. ~ BΔ

πρόσκωπον* εἶναι] ἀντὶ τοῦ ἐρέττειν ἤτοι ἐπὶ τῇ κώπῃ εἶναι. ~ BVNΔ

ὤμους* οὕτω καρτεροὺς ἔχων] ὡς παλαιστὴν αὐτὸν διαπαίζει. ~ BNΔ

ἀκόνδυλον*] κόνδυλος ὁ ἐν τῇ συνηθείᾳ γρόνθος. ~ VBCΩΔ

ὑψηλὸν ἀρθῇ κτλ.] ὡραῖον. ~ Γ

Ἀλωέως υἱέας δύο* κτλ.] Ὦτον καὶ Ἐφιάλτην. ~ VNΩΔ Addunt NΔ: εἴρηται περὶ τούτων ἐν τοῖς κατόπιν [p.106,30] μετὰ θαυμαστῆς οἵας τῆς θεωρίας, τί τὸ τοῦ μύθου αἰνίττεται, ὅτι διὰ τῆς τῶν ὀρέων σκιᾶς θηρῶντες οὗτοι τὰς ἀποστάσεις τε καὶ τὰ ὕψη τῶν τόπων ὥσπερ θέμις τοῖς ὀπτικοῖς τοῦτο ὑπελήφθησαν παρὰ τῶν ἄλλων ἀνθρώπων, φημὶ δὲ τὸ τὰ ὄρη ἐπάλληλα ἐποικοδομεῖν. ~

ἕξειν οἰομένους κτλ.] ὡραῖον. ~ ΓV