Scholia in Lucianum

Scholia in Lucianum

Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.

πλουτεῖς τὸν ὀπισθόδομον* διορύξας] ὡς ἱερόσυλον διαβάλλων ταῦτά φησιν· ὁ γὰρ ὀπισθόδομος ἱερόν. ~ VΓ2MΩΔ. Addunt VMΩΔ : τὸ ὄπισθεν δὲ τοῦ ἀδύτου οὕτως ἐλέγετο. ~

— ] ὅτι ὁ ὀπισθόδομος ἱερόν. τὸ ὄπισθεν τοῦ ἀδύτου οὕτως ἔλεγον, ἐν ᾧ καὶ τὰ δημόσια ἀπέκειτο χρήματα. ~ C

τὸ σχῆμα κτλ.] ὡραῖον. ~ Γ

Σωφρονίσκος*] οἷον τοῦτο πέπαιχεν ἀπὸ τοῦ Σωφρονίσκου παρῳδήσας. ~ VΩΔ

ἰκτῖνος] ζῷον ἁρπακτικόν. ~ M

καρύκης*] βρῶμα Λύδιον ἐξ αἵματος ἡ καρύκη. ~ ΓVΜΩΔ

μυττωτοῦ*] μυττωτὸς τρίμμα ἐξ ἀρτυμάτων πολλῶν συντεθειμένον. ἐκάλουν δὲ καί τι ὑπότριμμα διὰ σκορόδων, ὡς Ἀριστοφάνης ἐν Εἰρήνῃ [273]. ἔοικε δὲ νῦν μυττωτὸν τὸν ἀπὸ τῶν κρεῶν ἐν τῷ ζωμῷ γλοιὸν καλεῖν, ὃς τοῦ ζωμοῦ ἐκλελοιπότος τῷ τρυβλίῳ περικάθηται. ~ ΓCVΜΩΔ

ἡ γοητεία* προηγεῖται] οὐδὲ Ζεῦξις ἢ καὶ Παρράσιος οὕτως ἡμῖν διὰ φαρμάκων φιλόσοφον γοητείαν καὶ τερατείαν γράψας διετυπώσατο, ὡς οὗτος ἀπαραλλάκτως διὰ τοῦ προκειμένου Θρασυκλέους θρασύτητά τε καὶ μιαρίαν ἠθῶν ψευδοσόφων ἀνδρῶν ὡς ἐπὶ πίνακος ἐναργῶς τῷ λόγῳ ἀπηκριβώσατο. ~ VΔ