Scholia in Lucianum

Scholia in Lucianum

Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.

Ἰκαρομένιππος ὁ προκείμενος ἐπιγέγραπται λόγος διὰ μὲν τὸ πτηνὸν ⸢εἰσάγεσθαι τὸν τῷ δράματι⸣ ὑποκείμενον εἰς Ἴκαρον τὸν Δαιδάλου ὑποφερόμενος, διὰ ⸢δὲ τὸ μεγα⸣λόπραγμον καὶ περίεργον καὶ φασματῶδες εἰς Μένιππον τὸν Κυνικὸν φιλόσοφον ἁρμοζόμενος, ὃς Πατάρων ὑπάρχων τῆς Λυκίας καὶ τὴν Ἀντισθένους δόξαν ὑποποιούμενος γενναῖος ἦν καὶ συγκεκροτημένος τὸ σῶμα καὶ οὐκ ἀδόκιμος οὐδὲ τὴν ὄψιν ὅσα πρὸς ὥραν εὐπρόσωπον ὑποφέρεται καὶ οὕτως ὥστε, εἰ πίστις ὕπεστι Φιλοστράτῳ τῷ Τυρίῳ τὸν Ἀπολλωνίου τοῦ Τυανέως ἀναγράφοντι βίον [4, 25], καὶ ὑπὸ Ἐμπούσης ἐρασθῆναι κατὰ Κόρινθον τῆς Πελοποννήσου· καὶ ἀπὸ τούτου ἐπεὶ περιέτυχεν Ἀπολλωνίῳ τῷ προειρημένῳ γόητι ἀνθρώπῳ, ὅμοιος, φασίν, ὁμοίῳ συνήφθη καὶ τὸ τοῦ βίου λοιπὸν δυσαποσπάστως ἔσχηκε τούτου τερατείαις τε συνευκαιρῶν καὶ πρὸς μηδὲν ὑγιοῦς διανοίας τὴν σχολὴν ἀποδιατρίβων. διὸ καὶ ὁ παρὼν Λουκιανὸς φασματολογῆσαι τοῦτο δὴ τὸ σύνηθες αὐτῷ προῃρημένος καὶ ὑπερνέφελα τερατεύσασθαι συζεύγνυσι τούτῳ τὸν Ἴκαρον, λίνον λίνῳ συνάπτων, ὡς οἱ παροιμιαζόμενοι φάσκουσιν. ~ ⸢V⸣φΔΩ

σταθμός*] μονή. ~ ΓVΦΩ

παρασάγγαι*] μέτρον ἐστὶ Περσικόν, ἔχει στάδια λ′. τὰ δὲ ζ′ στάδιά εἰσι μίλιον ἕν. ~ ΓΩΔ

— ] ὁ παρασάγγης μέτρον ἐστὶ παρ’ Αἰγυπτίοις, μεθ’ οὗ μετροῦσι διὰ τὴν τοῦ Νείλου ἐπίκλυσιν τὴν γῆν, ἔχον σταδίους τριάκοντα. ὁμοίως δὲ καὶ ὁ σχοῖνος ξ′. ὁ δὲ στάδιος ἔχει πόδας χ′. τὸ δὲ ὄνομα τὸ παρασάγγης τοῦτο εὕρηται πολλάκις ἐν τῇ Ἀναβάσει τοῦ Κύρου. ~ Δ

— ] μέτρον Περσικὸν ὁ παρασάγγης, ὁδοῦ στάδιοι λ′. τὸ δὲ στάδιον ὀργυιαὶ ρ′, ὥσπερ καὶ τὸ πλέθρον ποδῶν ἑκατόν. τὸ δὲ μίλιον στάδια ζ′· τινὲς δὲ τῶν ἀρχαιοτέρων δέκα βούλονται σταδίων τὸ μίλιον εἶναι· Στράβων δὲ ὁ γεωγράφος [VΙΙ 7, 4 p. 322] η′, ἄλλοι δὲ ζς′′. ~ VφΩ

ὑποξενίζοντας*] ξένως καὶ ἀγνώστως διαλεγομένους. ~ ΓVΩΔ

λογίζομαι*] ἀριθμῶ. ~ ΓΩΔ

ὅλους*] ὁλοκλήρους. ~ ΓVΩ

διοπετὴς πάρεστιν ἐξ οὐρανοῦ*] ἀπὸ τοῦ οὐρανοῦ πεσών. ~ ΓVΩ

πέρα* πίστεως] ὑπὲρ τὴν πίστιν. ~ ΓVΦΩ

Φρυγί *] ὁ Γανυμήδης ἦν Φρὺξ μειρακίσκος εὐπρεπής. τούτου ἠράσθη ὁ Ζεὺς καὶ μεταβληθεὶς εἰς ἀετὸν ἥρπασεν αὐτὸν πιγκέρνην. ~ ΓVΦΩ. Addit V (om. πιγκ.): καὶ ἐποίησεν αὐτὸν οἰνοχόον. ~

— ] ὁ Γ. — ἥρπασε καὶ πεποίηκε πιγκέρνην ἀναγαγὼν ἐν τῷ οὐρανῷ. ~ Δ

προσφερές*] ὅμοιον. ~ ΓV

ἄνοδον οὔτε κτλ.] ὡραῖον. ~ Γ

παιδικά*] ἐρώμενον. ΓVφ

Ἰκάριον*] ὁ Ἴκαρος υἱὸς ἦν τοῦ Δαιδάλου. ὅτε οὖν ἐπέτοντο αὐτὸς καὶ ὁ πατήρ, ὡς παῖς ὁ Ἴκαρος ἀνελθὼν εἰς

ὕψος τοῦ κηροῦ λυθέντος τῶν πτερῶν εἰς τὴν θάλασσαν ἔπεσε καὶ ἀπ’ αὐτοῦ ἐκλήθη Ἰκάριον πέλαγος. ~ ΓVΦΩΔ. Addit Δ : διὰ τὸ ἐν τῷ τοιούτῳ πελάγει τὸν Ἴκαρον ἀποπνιγῆναι. ~

— ] ὁ γὰρ Δαίδαλος μικρὸν ἐπετάσθη διάστημα, οὗτος δὲ καὶ εἰς αὐτὸν ἔφη ἀναβεβηκέναι τὸν οὐρανόν. ~ ΓVΩΔ

τὰ ὠκύπτερα*] τὰ ἄκρα τῶν πτερῶν τὰ εἰς ὀξὺ καταλήγοντα. ~ ΓVΦΩΔ

αὐταῖς ὠλέναις*] σὺν αὐταῖς ὠλέναις. ὠλένας δὲ λέγουσι καὶ τοὺς ὤμους. ~ ΓVΦΩΔ

ἀστεῖον*] ἡδύ. ~ ΓΔ

τὰ κατὰ τὸν βίον γελοῖα κτλ.] σχόλιον ασιλείου Ἀδάδων. τὰ περὶ τὸν βίον, ὦ Λουκιανέ, ὀρθῶς καὶ ἀληθῶς εἴρηκας στηλιτεύσας τὸ ἄστατον αὐτοῦ καὶ ἀνώμαλον, οὐ μὴν καὶ τὰ περὶ τοῦ κόσμου καὶ τῆς τούτου κατασκευῆς· ἄθεος γὰρ ὢν καλῶς ἀγνοεῖς τὸν πεποιηκότα καὶ τὴν αἰτίαν τῆς παρεισάξεως αὐτοῦ. ~ Δ

τὴν αἰτίαν ἔχειν κτλ.] ὡραῖον. ~ ΓV

διᾴξασα] ὁρμήσασα. ~ ΓVΔ

ἀτέκμαρτα*] ἄδηλα. ~ ΓVΔ

ἐνῆν*] δυνατόν. ~ ΓVΔ

ὑψαγόραι*] ὑψηλὰ λέγοντες. ~ ΓVφ

οὐρανογνώμονες*] οὐράνια φρονοῦντες. ~ ΓVφ

μετεωρολέσχης*] περὶ τῶν οὐρανίων φιλοσοφῶν. ~ ΓVφΔ

ἐδέησαν*] οὐκ ἴσχυσαν. ~ ΓVΔ

τερατουργίαν*] ματαιολογίαν. ~ ΓVΔ

χαμαὶ* ἐρχομένων] ἀνθρώπων. ~ ΓV

ἄγνωμον*] ἀνόητον. ~ ΓVΦΔ

μύδρον* — τὸν ἥλιον] σίδηρον πεπυρωμένον. ~ ΓVΦUΩΔ. Addunt UΩ : τοῦτο δὲ εἶπεν ὁ Ἀναξαγόρας ἐπὶ τοῦ ἡλίου· διὸ καὶ οἱ Ἀθηναῖοι ἀνελεῖν ἐπεχείρησαν ὡς ἀσεβήσαντα, διὸ διὸ καὶ οἱ Ἀθηναῖοι ἀνελεῖν ἐπεχείρησαν ὡς ἀσεβήσαντα , εἰ μὴ ὁ φίλος Περικλῆς αὐτὸν ὑπερησπίσατο. ~

εἰ ἐν γειτόνων* ἐστί] εἰ γειτονοῦσιν ἀλλήλοις καὶ πλησιάζουσιν. ~ ΓVΦΩΔ

οἱ δὲ κτλ.] ὅρα τὴν Λουκιανοῦ ἀθεότητα. ~ ΓVΦUΔ, cf. φ ἐτεκταίνετο*] κατεσκεύαζεν. ~ ΓV

περί τε ἰδεῶν] εἰς Πλάτωνα καὶ Ἀριστοτέλην αἰνίττεται. ~ ΓVΦΩΔ

πέρατός τε καὶ ἀπείρου*] δύο γὰρ ταῦτα, τὸ πέρας τε καὶ τὴν ἀπειρίαν, αἴτια εἶναί φασιν οἱ μαθηματικοὶ τῆς τοῦ παντὸς γενέσεως⸣ , τοῦ πέρατος μὲν εἰδοποιοῦντος καὶ ἐπὶ στάσιν ἄγον⸢τος τὰ γινόμενα καὶ περιορίζον⸣τος τος, τῆς δὲ ἀπειρίας ὁδὸν τῇ γενέσει ἐνδιδούσης καὶ ἀναζωπυρούσης ⸢τὸ ἤδη πρὸς παῦ⸣λαν ἀποκλινόμενον καὶ κεκμηκὸς τῶν γινομένων τῇ ἀσθενείᾳ τῆς ὕλης καὶ βίου πάλιν ἄλλου σπέρματα παρεχομένης τῷ ἐνδελεχεῖ τῆς διαδοχῆς καὶ ἀπεράντῳ τῆς κινήσεως. ~ ⸢V⸣Δ

παμπόλλους τινὰς εἶναι τοὺς κόσμους] Δημόκριτον διαπαίζει. ~ ΓφΩΔ

ἕτερος — πόλεμον τῶν ὅλων πατέρα] Ἐμπεδοκλέα μωκᾶται. ~ ΓΦΩΔ. Addunt φΔ: διὰ τὸ νεῖκος. ~

ἀριθμός τις ὁ θεός] Πυθαγόραν λέγει. ~ ΓVΦΩΔ

κατὰ κυνῶν — ἐπώμνυντο] Σωκράτην φησίν. ~ ΓVΦΩΔ

ἑνὶ μόνῳ τὴν τῶν ὅλων ἀρχήν] εἰς Μωσέα ἀποτείνεται τάχα. ~ ΓVΦΩΔ. Addit φ: ὁ ἐπίτριπτος. ~

τὸν μέν τινα πρῶτον θεόν] Ἀριστοτέλην διαγελᾷ. ~ ΓVΦΩΔ

οἱ μὲν ἀσώματόν τι] τὸν Πλάτωνα· καὶ γὰρ αὐτὸς τὸν

θεὸν καὶ τὴν ὕλην ἀσώματον ἔφασκεν ἐξ ἀναλογίας τοῦτο κατασκευάζων. ~ VΦΔ

οἱ δὲ ὡς περὶ σώματος] τοὺς Στωικοὺς λέγει. ~ ΓΦΩΔ

προνοεῖν — οὐ πᾶσιν ἐδόκουν οἱ θεοί] Ἐπικουρείους φησί. ~ ΓVΦΩΔ . Addit Ω: καὶ αὐτὸς τοιοῦτος ὤν. ~

παρηβηκότας*] γεγηρακότας. ~ ΓV

δορυφορήμασιν*] δορυφορήματα καλεῖται παρὰ τοῖς κωμικοῖς τὰ κωφὰ πρόσωπα, ἅτινα συνεξέρχεται μὲν τοῖς κωμῳδοῦσιν, αὐτὰ δὲ οὐδὲν διαλέγεται, καθάπερ οἱ δοῦλοι. ~ ΓCVφΩΔ

ἔνιοι δὲ κτλ. ] διασύρας ταῦτά φησιν. ~ Δ

ὑψιβρεμέταις*] ἐν ὕψει βροντῶσιν, ὅ ἐστιν ὑπερηφάνοις. ~ ΓVφ

ἠυγενείοις*] τοῖς καλὰ γένεια ἔχουσιν. ~ Γ

ἀτεχνῶς*] πάνυ. ~ ΓV

θυμός*] λογισμός. ~ ΓV

ὁ λογοποιὸς* Αἴσωπος κτλ.] ὁ μυθοποιός· πλάττει δὲ μῦθον, ἐν ᾧ τὴν κάμηλον εἰσάγει διαλεγομένην τῷ Διί. ~ ΓVφΩΔ τ

ελαμῶσι*] λώροις. ~ Γ

λαβάς*] κρατήματα. ~ ΓVφ

τὸ χρῆμα*] τὸ πρᾶγμα. ~ Γ

ἀπὸ Πάρνηθος* κτλ.] ὄρη τῆς Ἀττικῆς. ~ ΓVΩΔ

ὑπὲρ* Φολόης κτλ.] ταῦτα Πελοποννήσου ὄρη τῆς Ἀργολικῆς μοίρας. τὸ Ταΰγετον δὲ τῆς Δακωνικῆς ἐν δεξιᾷ τῆς Σπάρτης. ~ VφΩΔ

Ὄλυμπον*] τὸν Μακεδονικὸν Ὄλυμπον λέγει, ὅς ἐπ’ ἀριστερᾷ τοῦ Πηνειοῦ καὶ τῶν Θεσσαλικῶν ἐστι Τεμπῶν, ὄρος ὑψηλὸν καὶ μέγα καὶ μέχρι Πέλλης παρατεῖνον. ~ VφΩΔ

κάμνοντος*] κοπουμένου. ~ ΓV

τῶν ἱπποπόλων*] τῶν περὶ τοὺς ἵππους ἀναστρεφομένων. ~ ΓVφ

Ῥόδιον κολοσσὸν κτλ.] ὁ μὲν κολο⸢σσὸς Ῥόδιος⸣ ἀνδριὰς ἦν χαλκοῦς Ἡλίῳ ἀνακείμενος, καθότι καὶ αὐτὴ ἡ νῆσος Ἡλίῳ ἀνεῖτο, ἑξήκοντα μὲν πηχῶν τὸ ὕψος, ἔργον δὲ Λυσίππου τοῦ ἀγαλματοποιοῦ. ὁ δὲ ἐπὶ τῇ Φάρῳ πύργος πρὸς τῇ ἐπὶ Πηλουσίῳ Αἰγύπτου Ἀλεξανδρείᾳ ᾠκοδόμηται, τετράγωνος, σταδιαῖος τὴν πλευράν, ἐπὶ πολὺ τοῦ ἀέρος ἀνέχων ὡς ἀπὸ ἑκατὸν ὁρᾶσθαι μιλίων. ἀνεστάθη δὲ τοιοῦτος, ἵν’ ᾖ ἡμέρας μὲν σημεῖον τοῖς πλέουσιν, νυκτὸς δὲ πυρσός, πρὸς ὅν οἱ πλέοντες ἀπευθυνόμενοι μὴ ἔχοιεν ἐμπίπτοντες τοῖς τοῦ Παραιτονίου ἕρμασι διαφθείρεσθαι. γέγονε δὲ προστάγματι μὲν Ἀλεξάνδρου τοῦ Φιλίππου καὶ Ὀλυμπιάδος, ἀρχιτεκτονήσαντος δὲ Σωστράτου τοῦ Κνιδίου, ὅς καὶ ἐπέγραψε τῷ πύργῳ ἐπὶ τῶν λίθων Σώστρατος Δεξιφάνους Κνίδιος θεοῖς σωτῆρσιν ὑπὲρ τῶν πλωιζομένων [cf. Luc. De hist. conscr. 62]. ~ ⸢V⸣φΔ

καθάπερ ὁ Λυγκεύς: οὗτος λέγεται ὀξυδερκέστατος εἶναι, ὥστε καὶ τὰ ὑπὸ γῆν βλέπειν. ~ ΓVΩΔ

πλέως*] ἀνάπλεως. ~ ΓV

καπνοδόχης*] καλῶς εἶπεν ’ἐπὶ τῆς καπνοδόκης’ ὡς ἀπολομένῳ διὰ πυρός. ~ ΓVΦΩΔ

μὰ τὸν Ἐνδυμίωνα*] τοῦ Ἐνδυμίωνος ἐρασθεῖσα ἡ Σελήνη συνῆν αὐτῷ καὶ διὰ τοῦτο Ἐμπεδοκλῆς ὡς περὶ τὴν σελήνην διάγων κατὰ τοῦ Ἐνδυμίωνος ὄμνυσιν. ~ ΓVΦΩΔ

μισθοῦ χάριν] φιλοκερδὴς ὁ γραφεύς. ~ Δ

ἀτάρ*] ἀλλὰ δή. ~ ΓV

λημᾶν*] ὀφθαλμιᾶν· λήμη γὰρ ὁ συναγόμενος ἐν τῷ ὀφ

θαλμῷ ῥύπος. ~ ΓVΔ. Addit Δ: ὃν καὶ τζίμπλαν φασὶν οἱ ἀγροικικώτεροι. ~

παρὰ* σοί] ἐν σοί ἐστι, φησί, τὸν ἕνα ὀφθαλμὸν βασιλικὸν κτήσασθαι. ~ ΓVΩΔ

κατ’ ὀλίγον ὑπαπιών*] κατὰ μικρὸν ἀπερχόμενος. ~ ΓVΔ

Πτολεμαῖον*] Πτολεμαῖος ὁ ἐπίκλην Φιλάδελφος Στρατονίκην τὴν ἰδίαν ἀδελφὴν εἶχε γυναῖκα. ~ ΓVΦΩΔ

Λυσιμάχῳ*] ὁ Λυσίμαχος εἷς ἦν τῶν Ἀλεξάνδρου διαδόχων. οὗτος Ἀγαθοκλέα τὸν υἱὸν διαβληθέντα ἐπιβουλεύειν αὐτῷ ἀπέκτεινεν. ~ ΓVΦUΩΔ

κατηλοημένος*] διατεθρυμμένος, τεθερισμένος. ~ ΓVφΩ

— ] συντετριμμένος· ἀλοᾶν γὰρ τὸ συντρίβειν ἢ τύπτειν. ~ VφΔΩ. Addit Δ: ἀφ’ οὗ καὶ πατραλοίας. ~

χαμαιτυπείῳ*] πορνείῳ. ~ ΓV

τερπωλήν*] τέρψιν. ~ ΓV

ἔργον*] δυσχερές. ~ ΓVΩΔ

εἰλαπίναι*] εὐωχίαι, ἄριστοι. ~ ΓV

ἐν γειτόνων* κτλ.] ἑκάστου ἔθνους ἐπιτήδευμα λέγει. ~ ΔV

τὴν Γετικήν*] τὴν τῶν Γετῶν χώραν. οἱ δὲ Γέται ἔθνος βάρβαρον. ~ ΓVUΩΔ. Addunt VUΩΔ : καὶ ἰσχυρόν, ὃ Ῥωμαίων κατεξαναστὰν καὶ μέχρι φόρου ἀπαγωγῆς ταπεινῶσαν Ῥωμαίους ὑπὸ Τραϊανοῦ ὕστερον οὕτως ἐξωλοθρεύθη Δεκεβάλῳ χρώμενον βασιλεῖ, ὥστε τὸ πᾶν ἔθνος εἰς τεσσαράκοντα περιστῆναι ἄνδρας. ~ Addit Δ: ὡς ἱστορεῖ Κρίτων ἐν τοῖς Γετικοῖς [om. Müller F. H. G.]. ~

κυκεών ἐστι πόμα ἐξ οἴνου καὶ μέλιτος καὶ ἀλφίτων καὶ ὕδατος συγκείμενον. ἐπειδὴ οὖν ἀπὸ πολλῶν λέγει

συγκεῖσθαι τὸν βίον, διὰ τοῦτο αὐτὸν κυκεῶνα ἐκάλεσεν. ~ ΓVΩΔ

καὶ μὴν — ἦν τὰ γινόμενα] ὡραῖον ὅλον. ~ Δ

ἀπῳδά*] ἔξω τῆς ὠδῆς. ~ ΓVΔ

γελοῖα*] γέλοιος γελοίου διαφέρει· γέλοιος μὲν γὰρ ὁ γέλωτος ἄξιος, γελοῖος δὲ ὁ γελωτοποιός. ~ Δ

Σικυώνιον*] Σικυὼν πόλις ἐστὶ πλησίον Κορίνθου. ~ ΓVφΩΔ

Μαραθῶνος*] ὅλοι οὗτοι τόποι εἰσὶ τῆς Ἀττικῆς. ~ Γ

Οἰνόην*] ἡ Οἰνόη περὶ Μαραθῶνα. ~ ΔVφΩ. Addunt VφΩ : Ἀχαρνῆσι δὲ ὡς Ἀθήνησιν· καὶ γὰρ Ἀχαρναὶ ὡς Ἀθῆναι. ~

Κυνοσουρίαν] ἠμφισβήτουν ἀλλήλοις Λακεδαιμόνιοι καὶ Ἀργεῖοι καὶ ἔδοξεν ὡς τετρακοσίους ἀφ’ ἑκατέρου πλευροῦ μάχεσθαι καὶ τοῦ νικῶντος εἶναι τὴν χώραν. μαχομένων δὲ αὐτῶν πλὴν τριῶν, δύο Ἀργείων καὶ ἑνὸς Λακεδαιμονίου, πάντες ἀπώλοντο. ~ ΓCVφΩΔ . Addunt CVφΩΔ

εἶτα δοξάντων Ἀργείων νενικηκέναι καὶ διὰ τοῦτο ἀνακεχωρηκότων ὁ Λακεδαιμόνιος ἐπὶ χώρας μείνας τὸ νενικηκέναι ἐκρίθη, Ἀργείων ὡς φυγόντων κατακριθέντων. ~

φακοῦ*] φακὸς ὁ ὠμός, φακῆ δὲ ἡ ἑψηθεῖσα. ~ ΓVφΩΔ

τὸ Πάγγαιον ὄρος περὶ Φιλίππους ἐστὶ τῆς Μακεδονίας χρυσοῦ μέταλλα ἔχον. ~ CVφΔ

θεῖ*] τρέχει. ~ Γ

ταῖς μυρμηκιαῖς*] τοῖς τῶν μυρμήκων τόποις. ~ ΓVΔ

Μυρμιδόνας*] ὁ Αἰακὸς τοῦ Διὸς ἦν υἱὸς καὶ ἐβασίλευσεν. λέγεται οὖν, ὅτι θεωρῶν τὴν αὑτοῦ χώραν ὀλίγανδρον

οὖσαν ηὔξατο τῷ Διί· ὁ δὲ τοὺς μύρμηκας ἀνθρώπους ἐποίησε καὶ διὰ τοῦτο Μυρμιδόνες κέκληνται. ~ ΓVφΩΔ

αἰγιόχοιο* Διός] λέγεται ὁ Ζεὺς ὑπὸ αἰγὸς τραφῆναι καὶ διὰ τοῦτο δέρμα τῆς αἰγὸς ἀντὶ ἀσπίδος βαστάζει. αἰγίοχος οὖν ὁ αἰγίδα κατέχων. ~ΓV

βαρὺ κτλ.] οὐδὲν βαρὺ τὸ διακονῆσαί σοι, ἐὰν μὴ χρεία ἐστὶ βαστάξαι τί ποτε. ~ ΓVΩΔ

περὶ —τοῦ ἡλίου λίθον* αὐτὸν εἶναι] Ἀναξαγόρας ταῦτα λέγει ὁ φυσικός. ~ ΔVφΩ