Scholia in Lucianum

Scholia in Lucianum

Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.

μάτην λύκος χανών] παροιμία ἐπὶ τῶν ἐλπιζόντων τι καὶ παρ’ ἐλπίδας πραττόντων. ~ ΓVΦΔ

πότος παροξυτόνως μὲν σημαίνει τὸ συμπόσιον, ὀξυτόνως δὲ αὐτὸ τὸ πόμα καὶ τὸ πίνειν δηλοῖ. ~ Δ

φιλοτησίας*] φιλοτησίαν προπίνειν ἐστίν, ἡνίκα τις ἐν ἀρίστῳ ἀπὸ τῆς δοθείσης αὐτῷ φιάλης πιὼν μέρος τὸ λοιπὸν παράσχῃ φίλῳ καὶ τὴν φιάλην χαρισάμενος. ~ ΓVφΩΔ

τῆς Ἀργολικῆς ἐκείνης μείρακος] τῆς Δανάης τοῦ Ἀκρισίου. ~ VΩ

Ἀκρισίου*] ὁ Ἀκρίσιος βασιλεὺς ὢν τοῦ Ἄργους ἔλαβε χρησμόν, ὅτι ὁ γενόμενος ἀπὸ τῆς θυγατρὸς αὐτοῦ Δανάης φονεύσει αὐτόν, καὶ διὰ τοῦτο φοβηθεὶς ἀπέκλεισεν αὐτὴν

ἐν χαλκῷ οἴκῳ. καὶ ὁ Ζεὺς ἐρασθεὶς αὐτῆς μετεβλήθη εἰς χρυσὸν καὶ ἔφθειρεν αὐτὴν εἰσελθὼν διὰ τοῦ δώματος. ~ ΓVΦΩΔ

ἔτνος*] πισσάριον. ~ ΔΓV

τοῖς Κρονίοις*] ἐν τῇ ἑορτῇ τοῦ Κρόνου. ~ VΓφΟΩΔ

τόμους*] τμήματα. ~ ΓVφΟΩ

ἀλλᾶντος*] λοκανίκου. ~ ΓVφΔ

ἁλουργῆ] πορφυρᾶ. ~ ΓVφΟΩ

ὑσγινοβαφῆ*] ὕσγινόν ἐστιν ἄνθος ἐοικὸς ὑακίνθῳ βαθύτερον. ~ ΓCVφΩΔ. Addunt CVφΩΔ: ἴσως δὲ τὰ ἀπὸ χοιρείων αἱμάτων βαπτόμενα. ~

τοῖς πολλοῖς*] πολλοὺς πλειστάκις καλοῦσι τοὺς μὴ φρονίμους ἀλλὰ ἀνοήτους. ~ Δ

ἄοικος ἑστώς*] πρὸ τούτου, φησίν, εἰς τὸ σῶμα τοῦ Πυθαγόρου ἐπλανώμην οἶκον ζητῶν, ὅ ἐστι σῶμα, ἕως ὅτε Μνήσαρχος ὁ πατὴρ ὁ ἐμὸς ἔκτισέ μοι οἶκον, τουτέστιν ἔσπειρέ με. ~ ΓVΩΔ

ὧ τάν*] ὦ ἑταῖρε. ~ ΓVΩ

— ] σημαίνει τὸ ἑταῖρε καὶ γίνεται παρὰ τὸ ἔτης, ὅ σημαίνει τὸν συγγενῆ, κασίγνητοί τε ἔται τε [Hom. Π456]. ἐξ αὐτοῦ γίνεται ἐτητάν, ὡς μέγιστος μεγιστάν, καὶ ἐν συγκοπῇ ἐτάν καὶ κλητικῶς ὦ ἐτάν καὶ ἀποβολῇ τοῦ ε̄ 〈ὦ〉 τάν. ~ Δ

ἐν Βάκτροις*] χώρα Περσική. ~ ΓV

Αἴαντα κτλ. ] ὅρα, οἷά φησιν, εἰ καὶ ὡς περισύρων τὰ τοῦ Ὁμήρου καὶ ἐν σχήματι παιδιᾶς, ἀλλ’ ὅμως ἐναντία τοῖς ἐκείνῳ συγγραφεῖσι καὶ παραδοθεῖσιν ἡμῖν καὶ μάλιστα περὶ τῆς Τροίας, ὅτι πρῴην ὑφ’ Ἡρακλέους κατεσχέθη ἡ Τροία. ~ φ

πόθεν* γὰρ πολέμιος ὤν] ὁ γὰρ Εὔφορβος τῶν Τρώων, ὁ δὲ Ἀχιλλεὺς τῶν Ἑλλήνων. ~ ΔΓ VΩ

σοφιστής*] καθόλου σοφιστὰς ἐκάλουν τοὺς ἀπατῶντας διὰ τῶν λόγων. ~ ΓφΩΔ

οὐδὲν ὑγιὲς κτλ.] ὡραῖον. ~ ΓV

καταγελᾷς μου καὶ σὺ ἐν τῷ μέρει κτλ.] κἂν εἰς μέρος, φησί, καταγελάσω σου, ὅσον κατεγέλασα Κροτωνιατῶν καὶ τῶν ἄλλων. ~ ΓVΦΩΔ

ὁ Τειρεσίας, ὡς λέγουσιν, εἶδε τὴν Ἀθηνᾶν λουομένην, κἀκείνη ὀργισθεῖσα μετέβαλεν αὐτὸν εἰς γυναῖκα. ~ ΓCVΔ

ὁ Καινεὺς πρότερον, ὥς φασιν, γυνὴ ἦν. ἠράσθη ταύτης ὁ Ποσειδῶν, ἡ δὲ οὐκ ἄλλως ἔφη συγγίνεσθαι αὐτῷ, εἰ μὴ ὀμόσῃ αὐτῇ πρότερον ποιήσειν, ὃ βούλεται. ὀμόσαντος δὲ τοῦ Ποσειδῶνος εἶπεν ὅτι ἄνδρα με ποίησον. ὁ δὲ διὰ τὸν ὅρκον ποιήσας οὐκ ἠδυνήθη συγγενέσθαι. ~ ΓCVΦΩΔ

— ] λέγεται τὸν Καινέα ἐκ γυναικὸς εἰς ἄνδρα μεταβαλλόμενον καὶ γενναιότατον γενέσθαι, ὑπὸ Κενταύρων γε μὴν ὀλέσθαι ἐλάταις ἀλοώμενον. ~ VφΩΔ . Addit Δ: ὥς φησιν Ἀπολλώνιος ἐν Ἀργοναυτικοῖς [1, 59]. ~

Τειρεσίᾳ*] ἠμφισβήτησαν ἀλλήλοις ὁ Ζἐὺς καὶ ἡ Ἥρα, τίς τῆς λαγνείας μᾶλλον ὀρέγεται, ἀνὴρ ἢ γυνή, καὶ ἔλαβον δικαστὴν τὸν Τειρεσίαν ὡς ἔμπειρον ὄντα τῶν δύο. ὁ δὲ ἔφη, ὡς ἐνναπλάσιον ἡ γυνὴ τοῦ ἀνδρὸς ὀρέγεται· καὶ ὀργισθεῖσα ἡ Ἥρα ἐτύφλωσεν αὐτόν. ~ ΓCVΦΩΔ. Addit Δ: ὁ δὲ Ζεὺς παρεμυθήσατο τῇ μαντικῇ. ~

συνενεγκοῦσαν*] ἐπὶ συμφέροντι γενομένην. ~ ΓVφΟΩ

Διοσκόρω*] καὶ τοῦτο θαυμαστικῶς ἀναφωνεῖ. τοὺς Διοσκόρους δὲ παραλαμβάνει ὡς σωτῆρας δῆθεν, ὡς ἂν μὴ τῇ μεταβολῇ τῶν βίων ναυάγιον ὑποσταῖεν ὡς οἱ ἀπὸ γῆς πρὸς τὴν θάλασσαν μεταποιούμενοι. ~ VΦΩΔ

ποτνιωμένου] ὀδυρομένου. ~ ΓV

οἰσυίνην*] οἰσυίνη ἡ ἐκ λύγων ἀρχαιοτρόπως πεπλεγμένη, ὁποῖα ἔσθ’ ὅτε καὶ ἐξ Αἰγύπτου κομίζεται κοιτίδια τοιαύτης ἐργασίας. ~ Δ

— ] τὴν ἀπὸ τῆς οἰσύας. οἰσύα δέ ἐστιν ἀκανθώδης βοτάνη, ἀφ’ ἧς πλέκουσι τὰ σχοινία. ~ ΓVΦΩΔ