Scholia in Lucianum

Scholia in Lucianum

Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.

διάτορον*] ὀξύτονον. ~ ΓV

ἄυπνος*] Αἰήτης ὁ τῶν Κόλχων βασιλεὺς εἶχε δέρμα προβάτου χρυσοῦν καὶ τοῦτο δράκων παρεφύλαττεν ἄυπνος. ~ ΓVΩΔ. cf. φ

— ] εἰς τὸ αὐτό. τὸ χρυσόμαλλόν φησι δέρος, ὃ Φρίξου

μὲν ἦν τοῦ Ἀθάμαντος παιδὸς τοῦ παιδαγωγοῦ, ὃς Κριὸς ὠνόμαστο, δορά, τυθέντος δὲ κατὰ τὴν Κολχίδα γῆν καὶ ἐκδαρέντος. καὶ ἐπεί, ὡς ὁ μῦθος, χρυσόμαλλον εἶχε τὸ δέρος, δεδόσθαι εἰς φυλακὴν ὑπὸ δρακόντων φυλασσόμενον. ἐφ’ ὃ ὕστερον Ἰάσων μετὰ τῶν ἄλλων Ἀργοναυτῶν ἀποσταλεὶς ἐφ’ ᾧτε κομίσασθαι καὶ πρὸς τὸ Ἄργος ἀποκαταστῆσαι, εἶτα Μηδείας τῆς θυγατρὸς μὲν Αἰήτου τοῦ βασιλεύοντος τῶν τόπων ἀδελφῆς δὲ Ἀψύρτου, ὃς ἐπεπίστευτο τὴν φυλακὴν τοῦ δέρους, διὰ τὸν πρὸς Ἰάσονα αὐτῆς ἔρωτα δόλῳ μὲν τὸν πατέρα μετελθούσης, Ἄψυρτον δὲ τὸν ἀδελφὸν ἀποκτεινάσης καὶ οὕτως συνεργησάσης Ἰάσονι αὐτό τε τὸ δέρος ληφθῆναι καὶ πρὸς τὸ Ἄργος διασωθῆναι. ~ VΔ. Addit Δ: ἡ ἱστορία παρ’ Ἀπολλωνίῳ ἐν Ἀργοναυτικοῖς. ~

νῦν γάρ μοι πράγματα* κτλ.] ἐὰν θελήσω, φησίν, κρατῆσαί σε νῦν, δυσχερανῶ· πηδῶν γὰρ ἐν τῇ σκοτίᾳ δύνῃ διαφυγεῖν. ~ ΓVΩ

φθάνων] ἀντὶ τοῦ προλαμβάνων. ~ Δ

πρὸ ὁδοῦ ἔσῃ: τὸ ἐν τῇ συνηθείᾳ προκόψας ἔσῃ ἐν τῷ ἔργῳ τοῦ τροφὴν ὠνήσασθαι πεπορικὼς ἑαυτῷ. ~ VΓφΔ. Addunt V et (cf. ann.) Δ: τοῦτο δὲ τὸ πρὸ ὁδοῦ παροιμιῶδές ἐστι λεγόμενον ἐπὶ τῶν ὥσπερ τι προτέλειον ἐκτελουμένων τῶν μετὰ ταῦτα γινομένων, συμβαλλόμενον μέντοι τοῖς μετὰ ταῦτα, εἰ καὶ κατὰ πάρεργον, ὥσπερ καὶ εἰ, οἷς ὁδεύειν πρόκειται, ἐπιτελεσθείη τι τῶν συνενεγκεῖν ἐχόντων τι τῇ ὁδῷ· παρ’ ὃ καὶ πρὸ ὁδοῦ εἴρηται. ὁ δὲ νοῦς πρὸτοῦ

ὀφειλομένου ἔργου ἔσῃ τοῦτο κατὰ πάρεργον πεπονηκώς, ὅ σοι τυχὸν τὴν ἀναγκαίαν τροφὴν ἐκπορίσοι. καὶ Πλάτων ἐν Συμποσίῳ [174D] σύν τε δύ’ ἐρχομένω πρὸ ὁδοῦ βουλευσόμεθα, ὅτι ἐροῦμεν. ἀλλ’ ἴωμεν. ~

ἀνεγρόμενος*] ἀνεγειρόμενος. ~ Γ

Ζεῦ τεράστιε*] εἰώθεσαν οἱ ἀρχαῖοι ἀπὸ τῶν πραγμάτων τὸν Δία καλεῖν, οἷον δεχόμενοι ξένον ἐκάλουν Δία ξένιον. οὕτω καὶ ἐνταῦθα καλεῖ τὸν Δία τεράστιον τὸν ἀποδιώκοντα τὰ τέρατα. τέρας δὲ λέγει τὸ ἀνθρωπίνῃ φωνῇ τὸν ἀλεκτρυόνα χρήσασθαι. ~ ΓVΔ

ἀλεξίκακε: ὁ ἀποδιώκων τὰ κακά. ~ ΓCΔ. Addunt ΓΔ : ἀλεξίκακος δὲ ὁ Ἡρακλῆς ὡς πολλὰ τῶν ἐν τῷ κόσμῳ κακῶν ἰασάμενος. ~

ἀποτρόπαιον] ὃ ἀποτρέπεταί τις. ~ ΓVΔ

Ἀργοῦς τρόπις*] τὰ κατὰ τοῦ πλοίου. Ἀργὼ δὲ ἐστι τὸ πλοῖον, ἐν ᾧ Ἰάσων ἔπλευσεν· τούτου δέ, ὡς λέγουσιν, ἡ τρόπις ἐλάλει. ~ ΓVΔ, cf. φ

φηγὸς* ἐν Δωδώνῃ] μαντεῖον λέγουσι τοῦ Διὸς ἐν Δωδώνῃ, ὅπου φηγὸς ἤτοι δρῦς, εἰς ἣν ἐμαντεύοντο. ~ ΓVΔ

ἑρπούσας*] παρ’ Ὁμήρῳ [μ 395] ταῦτα ἐπὶ τῶν Ἡλίου βοῶν ἐν Ὀδυσσείᾳ, οὓς οἱ ἑταῖροι τοῦ Ὀδυσσέως σφάξαντες ἐθοινῶντο. ~ Δ

οὐ χαλεπῶς*] οὐ δυσχερῶς. ~ ΓV

ἐχεμυθήσειν*] σιωπήσειν, φυλάξαι τὸ μυστήριον. ~ ΓVΔ

ὡς Ἀλεκτρυών τις κτλ.] κατὰ κοινοῦ τὸ ὥς, ἵν’ ᾖ οὕτως καὶ ὡς ξυμπίνοι καὶ ὡς ξυγκωμάζοι καὶ ὡς κοινωνοίη τῶν ἐρωτικῶν. ~ ΔVΟ

ἀπίοι παρὰ τὴν Ἀφροδίτην κτλ.] λέγεται, ὅτι ἡ Ἀφρο

δίτη τὸν Ἥφαιστον εἶχεν ἄνδρα καὶ ὁ Ἄρης ταύτην ἐμοίχευεν. ~ ΓVΟΩΔ

λαθόντα*] ἀγνοηθέντα. ~ ΓV

οὐδὲν* ὄφελος] τὸ ἑξῆς· καίτοι οὐδὲν ὄφελος· τί γὰρ μετὰ τὸ γενέσθαι τὴν προδοσίαν, εἰ βοᾶτε, ὄφελος; ~ ΔV

4 ἐκτράπεζον*] ἔξω τῆς τραπέζης. ~ ΓVΔ

Εὔφορβος*] οὗτος εἷς ἦν τῶν Τρώων, ὅστις καὶ πρῶτος δόρατι τὸν Πάτροκλον ἔπληξεν. ~ ΓVΟΩΔ

Μνησάρχου* παῖ] Μνήσαρχος πατὴρ ἦν Πυθαγόρου. καλῶς οὖν παίζων Μνησάρχου παῖδα τὸν Ἀλεκτρυόνα ἐκάλεσεν. ~ ΓVφΟΩΔ

ἀντὶ δὲ Σαμίου* Ταναγραῖος] Σάμος νῆσος ἦν, ὅθεν ὁ Πυθαγόρας, Τάναγρα δὲ πόλις Βοιωτίας, ὅθεν ὁ Μίκυλλος. ~ ΓVφΟΩΔ

Ταναγραῖος*] γράφεται Ταναγρικός. ἐν Τανάγρᾳ τὰ τῆς ὑποθέσεως. ἡ δὲ Τάναγρα πόλις Βοιωτική. ~ Δ

οὐδὲν μελλήσας] οὐκ ἀναμείνας. ~ ΓV

Πυθαγόρειόν ἐστι τοῦτο τὸ δόγμα ἴσον τὸ φαγεῖν κυάμους τῷ φαγεῖν τὴν κεφαλὴν τοῦ πατρός. ~ ΓVΔ

5 οὐκ ἀπόρρητος*] οὐκ ἀπηγορευμένη. ~ ΔΓV

οὐκ οἶδα, ὁπότερον ἂν ἑλοίμην] καλῶς γε σὺ ποιῶν· ἄμφω γὰρ τερατώδη καὶ εἰς φάσμα ψιλὸν ἀποτελοῦντα. ~ Δ

ἀναπεμπάζῃ*] τὰ προθεωρηθέντα ἀναμιμνῄσκῃ. ~ ΓVΦΔ

6 δεινόν*] μέγαν, θαυμαστόν. ~ ΓV

ὑπὲρ τὰ ἐσκαμμένα* ἤδη πηδᾷ] Φάυλλός τις ἐγένετο, ὅστις ἐπήδα πολλά. τῶν οὖν πρὸ αὐτοῦ σκαπτόντων πεν τήκοντα πόδας καὶ τούτους πηδώντων ὁ Φάυλλος ὑπὲρ τοὺς ν′ πάνυ ἐπήδησεν. ἐκράτησεν οὖν ἡ παροιμία ἐπὶ

τῶν ὑπὲρ τὸ ὡρισμένον τι ποιούντων ὑπὲρ τὰ ἐσκαμμένα πηδᾶν. ~ ΓVΦΩΔ

μελιχρός*] ἡδύς. ~ ΓV

ἀποψήσῃ*] ἀπομάξῃ. ~ ΓVΟ

ἐλεφαντίνων*] λέγει Ὅμηρος [τ 562] διὰ μὲν τῶν ἐλεφαντίνων πυλῶν τοὺς ψευδεῖς ὀνείρους ἔρχεσθαι, διὰ δὲ τῶν κερατίνων τοὺς ἀληθεῖς. ~ VΓΦ

τυφλός*] ἱστοροῦσιν Ὅμηρον οἱ μὲν καὶ ἀπὸ γενεᾶς τυφλὸν καὶ τὸ σύμπτωμα ὄνομα τούτῳ γενέσθαι ὁμήρους καλούντων Δωριέων τοὺς τυφλούς. Ἡρόδοτος [c. 3 et 13, Biogr., ed. Westermann, p. 2 et 6] μέντοι τὸν Ὁμήρου γράφων βίον οὐκ ἀπὸ γενέσεως τυφλὸν αὐτὸν ἱστορεῖ, ἀλλὰ πολλὴν ἀλώμενον γῆν ἱστορίας χάριν γενέσθαι κατὰ τὴν Ἀττικὴν κἀκεῖ νοσήσαντα χαλεπῶς ὑπὸ τῆς νόσου τὴν ὄψιν ἀποβαλεῖν. ~ VCΦΟΩΔ. Addit C: οἱ δὲ Βαβυλώνιον λέγουσιν αὐτὸν καὶ ὁμηρεύσαντα ἤγουν πρεσβεύσαντα πρὸς Ἀθηναίους οὕτω κληθῆναι. ~

Μίδα*] λέγεται, ὅτι Μίδας πάνυ ὢν φιλόχρυσος ηὔξατο πᾶν πρᾶγμα, οὗ ἂν ἅψηται, χρυσοῦν γίνεσθαι. φασὶ δέ, ὅτι καὶ ἀπὸ τούτου ἀπέθανεν· καὶ αὐτὴ γὰρ ἡ τροφή, ἧς ἥπτετο, χρυσῆ ἐγίγνετο. ~ ΓVΦΟΩ

πολύ: χυδαῖον γὰρ τὸ πολύ. ~ VΔ

ἄριστον* μὲν ὕδωρ κτλ.] ἡ σύνταξις οὕτως· ἄριστον μὲν τὸ ὕδωρ, ὁ δὲ χρυσὸς καθάπερ τὸ πῦρ ἐν νυκτὶ διαπρέπει κατὰ τὴν ἐξοχὴν τοῦ πλούτου. ~ ΓVΦΟΩΔ

Εὐκράτης] οὗτος ὁ Εὐκράτης παρ’ Ἀθηναίοις ἦν πλούσιος. ~ ΓVφΔ

ὑποβεβρεγμένος] ἀντὶ τοῦ μεθύων. ~ VΦΔ