Scholia in Lucianum

Scholia in Lucianum

Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.

δικαστηρίῳ* κτλ.] ἀλλὰ τὸ ἀδιαφορεῖν, β⸤έλτι⸥στε, περὶ τὴν τῶν προσαγομένων ⸤λῆψιν⸥ οὐκ οἶδα εἰ μείζονά τ⸤ινι κατα⸥λείποι πλεονεξίας ὑ⸤περβολὴν⸥ ἀδιακρίτως ἐκ παντὸς συ⸤λλέγειν⸥ καὶ προσδέχεσθαι βουλομένῳ, ⸤ἄλλως τε⸥ καὶ τοῦ θεοῦ τοῦτο ἀποθεσπ⸤ίζοντος⸥, δι’ ὧν φησι τῷ τὴν πολύζ⸤ωον προ⸥σάγοντι θυσίαν ἐξ αν⸤οσίων δὲ⸥ εὔαδέ μοι χόνδρος ἀπ⸤οφοι⸥βάσαντος ἀγακλυ⸤τοῦ⸥ Ἑρμιονῆος. ~ Δ⸤Β⸥

τὸ δὲ ἱερὸν κτλ.] τὸ ἀναγκαῖον καὶ χρειῶδες ἀντέταξε τῷ δικαίῳ καὶ τὸ συμφορώτερον τῷ ἀσυμφόρῳ. ~ ΔNΩ2

τῶν σοφῶν κτλ.] οὕτω καὶ Φωκυλίδης [v. 88 Bergk. P. L. ed. ΙV] φησὶ

τὴν ⸢σο⸣φίην σοφὸς ⸢ε⸣ὐθύνει, ⸢τέ⸣χνας δ’ ὁμότεχνος.
~ Β⸢V⸣φΝΩ

Πύρρον] τὸν Ἠπειρώτην λέγει. ~ B

περίνοια*] τέχνη μηχανική. ~ VΜ

εἰσιόντα δὲ τοῦτον κτλ.] σημείωσαι. ~ V