Scholia in Lucianum

Scholia in Lucianum

Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.

πρόξενος — ἰδιόξενος*] ⸤πρόξενος καὶ ἰδιόξενος καὶ ἀστόξενος ταύτῃ διαφέρει· πρόξενος⸥ μὲν γὰρ ὁ φανερῶς π⸤όλεώς τινός τισι⸥ πολίταις κατὰ τρόπον ⸤ξένας, ἰδιόξενος⸥ δὲ ὁ ἰδίως ἑνὶ ξένος, ⸤ἀστόξενος δὲ⸥ ὁ κοινῇ πᾶσι τοῖς ἐ⸤κ τῆς πόλεως⸥ ξένος, ὁποῖοί ποτ’ ⸤ἂν ὦσι τὸ ἦ⸥θος. οἱ μέντοι νεώ⸤τεροι τῶν ῥητόρων⸥ προξένους καλοῦσι ⸤τοὺς παραιτίους⸥ τινὸς πράξεως ⸢τισι γ⸤ινομένους⸣⸥· καὶ ἴσως ἀπὸ τοῦ καὶ τοὺς προξ⸤ένους συσπου⸥δάζειν τοῖς, ὧν εἰσι ⸤πρόξενοι⸥, τὰ παραίτια τῶν καταθυμ⸤ίων καὶ ἐκ⸥πορίζειν ἐπὶ τὸ ῥᾷστον πρ⸤οά⸥γοντας, εἰ καὶ ἐπὶ τῶν χειρόνων παρείληπται, καὶ τούτῳ κατ⸢αχρησά⸣μ⸤ένων⸥ οὕτω λοιπὸν τῶν μὴ κεκριμ⸤ένως⸥ τῇ χρήσει προσεχόντων. ἕτεροι δὲ προξένους ⸤μέν φασι⸥ τοὺς κατὰ δόγμα πολιτικὸν π⸤ροστά⸥τας ὅλων πόλεων γινομένους, ἰδ⸤ιοξέ⸥νους δὲ τοὺς ἐκ πλείονος χρόνου ἢ⸥ ἐκ πατέρων παραδοχῆς τηροῦν⸤τας ὁ⸥μόνοιαν, κἂν πολὺ ταῖς ⸤πατρί⸥σιν ἀπέχωσιν· ὃ φαίν⸤ονται⸥ καὶ σφραγῖδας ἀλλήλοις δεικ⸤νύν⸥τες καὶ σύμβολά τινα ποιού⸤μενοι⸥, ἵνα, οὓς ἂν πέμπωσιν ⸤ἀ⸥γνῶτας οἷον υἱοὺς ἢ οἰκ⸤είους⸥, προσδέχωνται ἅτεροι δ⸤ιὰ τὰ⸥ σύμβολα. φασὶ

δὲ καὶ δορυξ⸤ένους⸥ οὗτοι τοὺς κατὰ πόλεμον ἀλλ⸤ήλους⸥ φιλοποιησαμένους, ὡς Δ⸤ιο⸥μήδης Γλαῦκον [Hom. Ζ232sq.]· ξένους δὲ ⸤ἀπλῶς⸥ τοὺς ἐξ ἑτέρας πόλεως παρεπι⸤δη⸥μοῦντας, ἐάν τε ἀγνῶτες ⸤ὦσιν⸥ ἐάν τε ἐγνωσμένοι, τοὺς δὲ ἰ⸤δί⸢ως⸥⸣ ξένους τινός, οὓς ἐν οἰκί⸤ᾳ τις⸥ ὑποδέξαιτο καὶ συμπ⸤ράξει⸥έ τι τῶν χρησίμων ἢ μη⸤νύ⸥σειε τῶν ἀπορου⸢μένων⸣. ~ ⸤B⸥C⸢V⸣MΝUΩΔ

— ] πρόξενος ὁ ὅλης πόλεως ξένος, ἰδιόξενος δὲ ὁ ἰδίᾳ καθ’ αὑτὸν ξένος ὤν. ~ CMSU

δικαστηρίῳ* κτλ.] ἀλλὰ τὸ ἀδιαφορεῖν, β⸤έλτι⸥στε, περὶ τὴν τῶν προσαγομένων ⸤λῆψιν⸥ οὐκ οἶδα εἰ μείζονά τ⸤ινι κατα⸥λείποι πλεονεξίας ὑ⸤περβολὴν⸥ ἀδιακρίτως ἐκ παντὸς συ⸤λλέγειν⸥ καὶ προσδέχεσθαι βουλομένῳ, ⸤ἄλλως τε⸥ καὶ τοῦ θεοῦ τοῦτο ἀποθεσπ⸤ίζοντος⸥, δι’ ὧν φησι τῷ τὴν πολύζ⸤ωον προ⸥σάγοντι θυσίαν ἐξ αν⸤οσίων δὲ⸥ εὔαδέ μοι χόνδρος ἀπ⸤οφοι⸥βάσαντος ἀγακλυ⸤τοῦ⸥ Ἑρμιονῆος. ~ Δ⸤Β⸥

τὸ δὲ ἱερὸν κτλ.] τὸ ἀναγκαῖον καὶ χρειῶδες ἀντέταξε τῷ δικαίῳ καὶ τὸ συμφορώτερον τῷ ἀσυμφόρῳ. ~ ΔNΩ2