Scholia in Lucianum

Scholia in Lucianum

Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.

ὁ καλὸς Μέγιλλος*] οὗτος ὁ Μέγιλλος Κορίνθιος ἦν. ~ ΓVφΟΩΔ. Addunt VφΟ ΩΔ: ὑπερφέρων κάλλει τοὺς κατ’ αὐτόν. ~

ἢ τῷ*] ἢ τίνι, ὅ ἐστι διὰ τίνος. ~ VΔ

Φρύνης* Σιμμίχη] ὀνόματα πορνῶν. ~ ΓVΟΩΔ

πρότερον τέως: παρέλκει ὁπότερον τῶν δύο, ἤτοι τὸ πρότερον ἢ τὸ τέως· ἄμφω γὰρ ταὐτὸ σημαίνει. ~ ΔVφΟΩ

Ἐλευσίνια*] ἑορτὴ ἦν παρὰ τοῖς Ἀθηναίοις τὰ Ἐλευσίνια ἐπιτελουμένη Δήμητρι καὶ Περσεφόνῃ, ἐν ᾗ ἐγίνοντο ἀνόητά τινα τῶν Ἑλλήνων μυστήρια, ἅπερ ὁ Λουκιανὸς συνδιαπαίζει. ~ ΓVφΟΩΔ

δᾳδουχοῦσα: λαμπάδα φέρουσα. ~ ΔV

ἡ Τισιφόνη μία ἐστὶ τῶν Ἐρινύων. Ἐρινύας δὲ λέγουσι θεάς τινας ἐπιτετραμμένας κολάζειν τοὺς πλημμελοῦντας κατὰ τὸν βίον. ~ ΓCVφΟΩΔ

πρὸς* τοῦ πατρός] ἐνορκῶ σε κατὰ τοῦ πατρός, λέγει δὲ τοῦ Διός· πατέρα γὰρ λέγουσι τοῦ Ῥαδαμάνθυος τὸν Δία. ~ VΔ

στιγματίας καλοῦσι τοὺς οἰκέτας τοὺς στιζομένους ὡς ἀχρησίμους. πρὸς τοῦτο οὖν ἀφορῶν ὁ Κυνίσκος ποῦ στιγματίας ἐγενόμην; πρῶτον ἠρώτησεν. ~ ΓCVφΟΩΔ

ὁπόσα ἄν τις ὑμῶν πονηρὰ ἐργάσηται παρὰ τὸν βίον, καθ’ ἕκαστον αὐτῶν ἀφανῆ στίγματα ἐπὶ τῆς ψυχῆς περιφέρει] εἴθε, Λουκιανέ, μὴ διαπαίζοις, ἀλλ’ ὡς ἀληθὲς τοῦτο δοξάζοις. ~ Δ

ὁπόσα* κτλ.] σχόλιον βασιλείου Ἀδάδων. ἄντικρυς, ὧ Λουκιανέ, τοῦτο ἀληθὲς εἴρηκας καὶ λίαν σοφώτατα. οἱ γὰρ μὴ προεκκαθάραντες τὰ πεπλημμελημένα καὶ διὰ μετανοίας καὶ δακρύων ταῦτα ἀπονιψάμενοι σαφῆ γνωρίσματα καὶ τύπους τινὰς περιφέρουσιν, αἱ τούτων ψυχαὶ ὥσπερ τινὰς βαφὰς καὶ μελανώματα ἐκκεκολαμμένα ἔχουσαι καὶ γνώριμα πᾶσιν ὄντα διαδείκνυνται, ὧν τὴν αἰσχύνην μὴ φέρουσαι δεινῶς ὀδυνῶνται ἀνόνητα μεταμελούμεναι, καθὼς

οἱ θειότατοι ἡμῶν πατέρες φασίν, Ἐφραῒμ καὶ Βασίλειος καὶ ὁ λοιπὸς τῶν θείων πατέρων θίασος. ~ Δ

καίτοι* τί τοῦτο κτλ.] φρονίμως αἰνίττεται πάνυ, ὡς ὁ φιλόσοφος εἰ καί τι ἔχει πρῴην ἁμάρτημα, δυνατὸν διὰ τῶν πόνων ἀποκαθᾶραι αὐτό. ~ ΓVφΟΩΔ

ἐξ ὑπαρχῆς*] ἄνωθεν. ~ ΓV

ἐμπολήσας*] κερδάνας, συνάξας. ~ ΓVφΟΔ

μακάρων νήσους λέγουσιν, ἔνθα διάγουσιν αἱ τῶν ἀγαθῶν ἀνδρῶν ψυχαὶ μετὰ θάνατον. ~ VφΔ

ἀνεπίγραφος*] μηδεμίαν γραφὴν ἢ στίγμα ἔχων. ~ ΓVφΟΩΔ

τύραννον*] εἴρηται τύραννος ἀπὸ τῶν Τυρρηνῶν τῶν βιαίων καὶ λῃστῶν γενομένων ἐξ ἀρχῆς, ὥς φησι Φιλόχορος [fr. 5. F. Η. G. I p. 384 Müller]. Τυρρηνοὶ γὰρ ὀλίγον τινὰ χρόνον οἰκήσαντες ἐν ταῖς Ἀθήναις ὤφθησαν ἐπανιστάμενοι τῇ πόλει. καὶ πολλοὶ μὲν αὐτῶν ἀπώλοντο ὑπὸ τῶν Ἀθηναίων, ἄλλοι δὲ ἐκφυγόντες Λῆμνον καὶ Ἴμβρον ᾤκησαν. χρόνῳ δὲ ὕστερον ἀπὸ ταύτης τῆς αἰτίας ἐχθρωδῶς διακείμενοι τοῖς Ἀθηναίοις ὥρμησαν εἰς πλοῖα καὶ κατασχόντες Βραύρωνα τῆς Ἀττικῆς ἥρπασαν παρθένους ἀρκτευομένας τῇ θεῷ τοῖς Βραυρωνίοις· αἷς συνῴκησαν. οἱ οὖν ἐν Ἀθήνησι ῥήτορες ὡς ἐν δημοκρατίᾳ πολιτευόμενοι ἔθος ἔχουσι τοὺς βασιλέας τυράννους καλεῖν ἀντὶ τῆς παρ’ αὐτοῖς γενομένης βίας τῶν Τυρρηνῶν. ~ Δ

πρόβαλ’ αὐτόν] πρὸ τῶν ἄλλων βάλε, προσάγαγε. ~ VΔ

κἀκ τοῦ λόγου κτλ.] ὡραῖον. ~ ΓV

ἐμπαροινῶν] ἐνυβρίζων. ~ VΔ

ἀσκαρδαμυκτί*] μὴ μύων τοὺς ὀφθαλμούς. ~ ΔV

καινουργόν*] τὸ ἐπινοοῦν ξένα. ~ ΔV

ἄλλως*] μάτην, ὡς ἔτυχεν. ~ ΔΓV

κενή*] ψευδής. ~ ΓV

σὺ ἡ Κλίνη* λέγε] καὶ τοῦτο πρὸς πλείονα τῶν Ἑλλήνων ἐποίησε καταγέλωτα· ἐπειδὴ γὰρ ἐκεῖνοι καὶ τὰ φυτὰ λέγουσιν ἔμψυχα, ἐπίτηδες οὕτως ἐμπαίζων λύχνον καὶ κλίνην μαρτυροῦντας παρήγαγεν. ~ ΓVφΟΩΔ

τὰ μεθ’ ἡμέραν*] τὰ ἐν τῇ ἡμέρᾳ. ~ ΓV

ὑπερπεπαικότα*] ὑπερβαλλόμενον. ~ ΓVφΟΩΔ

Πυριφλεγέθοντα*] ποταμὸν πυρὸς λέγουσι τοῦτον ἐν τοῖς καταχθονίοις. ~ ΓVφΟΩΔ

Κερβέρῳ*] κύων ἐστὶν ὁ Κέρβερος τρεῖς ἔχων, ὡς λέγουσι, κεφαλάς, φύλαξ τοῦ Ἅιδου. ~ ΓVΟΔ

χάριν* εἴσομαι] ἀντὶ τοῦ εὐχαριστήσω· τὸ γὰρ εὐχαριστῶ παρὰ τοῖς ἀρχαίοις οὐ λέγεται. ~ VΦΔ

ἀναπεμπαζόμενος*] ἀναλογιζόμενος. ΔΓV

Τάνταλον*] λέγουσι γὰρ οἱ Ἕλληνες, ὅτι ὁ Τάνταλος ἄνθρωπος ὢν ἠξιώθη γενέσθαι τοῖς θεοῖς ὁμοτράπεζος. καὶ ἀκούων τὰ λαλούμενα παρ’ αὐτῶν κατερχόμενος ἔλεγε τοῖς ἀνθρώποις καὶ διὰ τοῦτο οἱ θεοὶ ὀργισθέντες κολάζουσιν αὐτὸν ἐν τῷ Ἅιδῃ· θεωρῶν γὰρ δένδρα πεπληρωμένα καρπῶν καὶ ποταμοὺς παραρρέοντας οὐδενὸς αὐτῶν δύναται γεύσασθαι· αὐτοῦ γὰρ προσιόντος ἐκεῖνα φεύγουσιν. ~ ΓVφΟΩΔ