Scholia in Lucianum

Scholia in Lucianum

Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.

εἶεν: ἔστι καὶ ἀντὶ τοῦ ταῦτα μὲν δὴ οὕτως, ἐπίρρημα ἀφοριστικόν· ἐπὶ γὰρ τοῖς ἤδη εἰρημένοις ἐπιλεγόμενον περιορίζει αὐτά. ἔστι δὲ καὶ παρακελεύσεως ἀντὶ τοῦ ἄγε δή, ὡς ἐνταῦθα. ~ VφM

ὧ* Κλωθοῖ] τρεῖς λέγουσιν εἶναι τὰς Μοίρας, Κλωθώ, Λάχεσιν καὶ Ἄτροπον. ἐνταῦθα οὖν ποιεῖ τὸν Χάρωνα πρὸς μίαν τῶν Μοιρῶν τὴν Κλωθὼ προσδιαλεγόμενον. ~ ΔΓ2CVφΝΟUΩ

—: περισπᾶται, διότι ὡμοφώνησε τῇ δοτικῇ τῶν ἑνικῶν· πᾶσα γὰρ πτῶσις ὁμοφωνήσασα ἑτέρᾳ πτώσει καὶ τὸν τόνον αὐτῆς ἔχει. ~ Ο

ἀναγωγήν*] ἀνάπλουν. ~ ΓVNΟUΔ

ἄντλος*] τὸ ἐν τῇ ἀντλίᾳ ὕδωρ. ~ ΓVφNΟUΩΔ

παρακέκρουσται*] εἴ τι εἶχεν ἐσχισμένον, ὑφάνθη. ~ ΓVφNΟUΩΔ. Addunt VφNΔ: τοῦτο γὰρ σημαίνει καὶ παρὰ τοῖς νῦν ναύταις τὸ παρακέκρουσται. ~

παρακέκρουσται: οὕτω φασὶν ἰδίως τὸ τὴν ὀθόνην τῇ κεραίᾳ συμβαλεῖν Ἀθηναῖοι. ~ Γ2CVωΔ

τετρόπωται*] ἐν τῷ τροπωτῆρι ἐμβέβληται. ~ ΓVφNΔ. Addunt VφΔ: τροπωτὴρ δέ ἐστι λῶρος, εἰς ὃν τὴν κώπην ἐμβάλλουσιν. ~

Ἑρμῆς*] τοῦτον γὰρ λέγουσιν εἰς τὸν Ἅιδην διακομίζειν τὰς τῶν ἀποθανόντων ψυχάς. ~ ΓNUΩΔ

ἀμφὶ βουλυτόν*] περὶ ἑσπέραν, ὅτε τοὺς βόας λύουσιν. ~ ΔVφN

ὁ Πλούτων: ὁ τῶν καταχθονίων βασιλεύς. ~ Δ

ἐμπεπολήκαμεν: ἐκερδάναμεν. ~ Nφ

ἐφήβων*] ἔφηβοι καλοῦνται οἱ ἀπὸ ιη′ ἐτῶν νέοι ἄχρι τῶν εἴκοσι. ~ ΔVφ

ἢ λόγους τινάς: ἐπειδὴ ῥητορικῆς ὁ Ἑρμῆς ἔφορος λέγεται. ~ ΔVφ

κλωπεύει*] λέγεται γὰρ τῶν κλεπτῶν προΐστασθαι ὁ Ἑρμῆς. ~ ΓVφΟUΩΔ

ἐξ ἡμισείας*] τὸν γὰρ Ἑρμῆν καὶ τοῖς ἄνω καὶ τοῖς κάτω συναριθμοῦσι καὶ τοῦτο νῦν διαπαίζει. ~ VΓ2φΟUΩΔ

ἀσφόδελος: εἶδος βοτάνης. ~ ΔVφ. Addit Δ: ἐδωδίμου. ~

χοαί*] τὸ ἐπιχεόμενον τοῖς ἀποθανοῦσι μελίκρατον. ~ ΓCVφOUΩΔ

πόπανα: εἶδος πλακοῦντος. ~ ΔVφ

ἐναγίσματα: τὰ προσφερόμενα τοῖς νεκροῖς εἰς τιμὴν θύματα. ~ ΔVφ

ἀμβροσία: τὸ τῶν θεῶν βρῶμα. ~ ΔV

νέκταρ: τὸ τῶν θεῶν πόμα. ~ ΔV

βάδην*] ἠρέμα παραγενομένου. σημαίνει δὲ καὶ τὸ θᾶττον καὶ τὸ ταχέως. ~ Δ

αἰπόλιον: αἰγῶν ἀγέλην. ~ Δ

σοβῶν*] κομπάζων, διώκων. ~ ΔVφ

δεδεμένον*] τὸν τύραννον λέγει Μεγαπένθην. ~ ΓVΟUΩΔ

γελῶντα*] Μικύλλον πένητα. ~ ΓVUΩΔ. Addit Δ: τὸν σκυτοτόμον. ~

πήραν ἐξημμένον*] τὸν Κυνίσκον, ὅ ἐστι Κυνικὸν φιλόσοφον. ~ ΓVΟUΩΔ

ἐξημμένον: βαστάζοντα. ~ ΔV

κεκονιμένον*] κονιορτοῦ πεπληρωμένον. ~ VφΔ

λειπόνεως; ὁ καταλιμπάνων τὴν ναῦν. ~ Δ

ἀνακωκύει] ὁ Κωκυτὸς φωνῆς ἐστι μίμημα. λέγουσι δὲ καὶ Ἀλίβαντα πάλαι τινὰ εἶναι ποταμὸν ἀπὸ τοῦ ἅπαντα κατα5 ξηραίνειν καὶ μὴ λιβάδα ἔχειν. ~ Δ

νήματος*] λέγουσι γάρ, ὡς ἐν ἀτράκτῳ στρέφει ἡ Κλωθὼ νῆμα τῆς ἑκάστου ζωῆς ὡς συμπληροῦσθαι τὸν τῆς ζωῆς ἑκάστου χρόνον τῷ νήματι. ~ ΓVφΟUΩΔ

Ἄτροπός ἐστι μία τῶν Μοιρῶν ἡ τὰ γινόμενα μὴ συγχωροῦσα τρέπεσθαι. διὸ καὶ ταύτην λέγουσι παραδιδόναι τοὺς ἀποθνῄσκοντας τῷ Ἑρμῇ. ~ ΓVφΟUΩΔ

ἀντερείδων: ἀντιβαίνων. ~ ΔV

εὐάγωγος: εὐχερής. ~ ΔV

στόμιον*] ἐν Ταινάρῳ ἀκρωτηρίῳ τῆς Λακωνικῆς λέγουσιν εἶναι τὸ στόμιον, ἀφ’ οὗ τοὺς νεκροὺς ἐπὶ τὸν Ἅιδην κατέρχεσθαι. ~ ΓVφΟUΩΔ

ἀπαριθμοῦντος*] ἀριθμοῦντος. ~ ΓVΟUΩ. Addit V: μετροῦντος. ~

Αἰακῷ*] ὁ Αἰακὸς υἱὸς λέγεται τοῦ Διός, καὶ τοῦτον, ὥς φασιν, ἐπέστησεν τοῖς καταχθονίοις ἐπισκοπεῖν. ΓVΟUΩΔ

λαθών] ἀγνοηθείς. ~ V

ἐνέδει*] ἐνέλιπεν. ~ ΓVφΟUΩΔ

τῷ λογισμῷ*] τῷ ἀριθμῷ. ~ ΓVΟUΩΔ. Addit V (cf. K): λογαριασμῷ. ~

ἅλις σοι: ἀρκεταί. ~ ΔV

παραλελόγισται: παρηρίθμησεν. ~ ΔVφ

συνείς] νοήσας. ~ V

αὐθαίρετος: ἐξ ἰδίας γνώμης. ~ ΔV

ὕσπληγος*] ἀφετηρίας. ~ ΓVUΩΔ

ὀλιγωρίαν] ῥᾳθυμίαν. ~ V

διαμέλλομεν] βραδύνομεν. ~ V

ἀποβάθραν*] οὕτω καλεῖται ὁ τῆς νεὼς τόπος, δι’ οὗ ἐπὶ τὴν γῆν ἐξερχόμεθα ἢ εἰσερχόμεθα. ~ ΓCVφΟUΩΔ

εὐαγρίας*] καλῆς ἄγρας. ~ ΓVφΔ

ὀμφακίας*] ἀνεψήτους, ὅ ἐστι μικρούς. ~ ΓVφΟUΩΔ. Addit Ο: ἀώρους. ~

τὰ πρὸ Εὐκλείδου νῦν ἐξετάζουσαν: παροιμία. — ἐν τῷ Πελοποννησιακῷ πολέμῳ οἱ Λακεδαιμόνιοι τῶν Ἀθηναίων περιγενόμενοι τριάκοντα τυράννους ἔστησαν παρ’ αὐτοῖς, οἵτινες παραλαβόντες τινὰς τῶν πολιτῶν μετὰ ταῦτα κακῶς ἐκέχρηντο τοῖς λοιποῖς. καταλυθέντων οὖν τῶν τυράννων καὶ γενομένου μετ’ αὐτοὺς Εὐκλείδου ἄρχοντος, ἵνα μὴ μνησικακήσωσιν ἀλλήλοις οἱ πολῖται, συνθήκας ἐποίησαν ὥστε τὰ πρὸ Εὐκλείδου ἄκυρα εἶναι. τοῦτο οὖν λέγει νῦν ὅτι τῶν πάνυ γερόντων ἀναζητῆσαι τὸν βίον οὐ βούλομαι. ~ CΓVφΟUΩΔ

βεβυσμένοι*] πεφραγμένοι. ~ ΓVUΩΔ

ἀράμενον*] κουφίσαντα. ~ ΔV

τακεροί*] τακέντες. ~ ΓVΩΔ

καθ’ ὥραν τετρυγημένοι*] ἡψημένοι ἐν τῷ δέοντι καιρῷ. ~ ΓVΟΔ

6 τυμπάνου*] τύμπανόν ἐστι ξύλον, ἐν ᾧ τοὺς καταδίκους ἐφόνευον. ~ ΓVφΟUΩΔ

7 Ἑκαίῃς* τὸ δεῖπνον κτλ.] ὡς ἔοικεν, ἐν τῷ τῆς Ἑκάτης δείπνῳ ταῦτα παρατιθέναι εἰώθεσαν. ἡ δὲ Ἑκάτη μία ἐστὶ τῶν παρ’ Ἕλλησι θεῶν. ~ ΓVφUΩΔ

τὰ ἐκ τῶν καθαρσίων ὠά*] ἐν οἷς καθῄροντο. ~ ΓVφΩΔ

ὅλον μοι τὸν ἄτρακτον* ἐπέκλωσας] ἀντὶ τοῦ ὅλον τὸν ἄτρακτον ἐπ’ ἐμοὶ ἔκλωσας. ~ ΓVΘΩ

ἐπίβαινε*] τουτέστιν ἄνελθε εἰς τὸ πλοῖον. ~ ΓVφΔ

ἡμιτελὴς γὰρ ὁ δόμος] εἰς Πρωτεσίλαον ἀποσκώπτει. ~ VφUΩΔ. Addit Δ: οὗ καὶ Ὅμηρος [Β 701] κατὰ ταὐτὰ μέμνηται. ~

ἄραρεν*] ἔδοξεν. ~ ΓVUΔ

ἐπιβιώσεται] ἐπιζήσεται. ~ V

πρός*] πρὸς τούτοις. ~ Γ

— ] καὶ ἐν τούτοις. ~ V

ἐξήκει*] ἀντὶ τοῦ παρῆλθεν. οὕτω καὶ τοῦ ἐξήκοντός φαμεν χρόνου ἀντὶ τοῦ παρελθόντος. ~ ΓVφUΩΔ

ἐπισήμου*] ἐσφραγισμένου. ~ ΓVφΩΔ

ἀπέφθου*] εὐρύζου. ~ ΓVφ

εὔγνωμον*] εὔλογον. ~ ΓVUΩΔ

εἰς τοσοῦτον] ἐπὶ τοσοῦτον. ~ Vφ

ὑπάγωμαι*] ὑποτάξω. ~ ΓVφUΩΔ

Ἄντανδρον] ὄνομα κύριον. ~ V

ἐγκαταλεγήσεται] συγκαταριθμήσεται. ~ VφΔ

τίς* γὰρ ἦν σοι φίλος] δι’ ἑνὸς τούτου πᾶσαν τὴν τῶν τυράννων ἐμφανίζει οὐδένειαν καὶ ὅπως οὐδεὶς φίλος ἀλλὰ κόλακες πάντες αὐτῶν τὸν καιρὸν ἐξωνούμενοι. ~ VφUΩΔ

ἐπεὶ τάχιστά με: ἔθος Ἀττικοῖς οὕτω χρῆσθαι ἐπὶ τῶν ἀνυπερθέτως καὶ παρευθὺς γινομένων. ἀντὶ τοῦ εἰπεῖν ‛ἐπεὶ ἀπέθανον, εὐθὺς τοῦτο εἴργασται’ εἶπεν ἐπεὶ τάχιστά με ἀποθανόντα εἶδεν, ὡς καὶ ἀλλαχοῦ ἐπεὶ τάχιστά μοι ἐξεγένετο, τόδε καὶ τόδε ἔπραξα· ἀντὶ γὰρ τοῦ ἅμα τῷ γενέσθαι εὐθὺς ἔπραξα. ~ Γ2VφUΩΔ

Γλυκέριον*] ὑποκοριστικὸν τῆς Γλυκερίας Ἀθηναίων ἔθει·

αὐτοὶ γὰρ τὰ θηλυκὰ ὀνόματα οὕτως ὑποκορίζονται τὴν Εὐφημίαν Εὐφήμιον λέγοντες καὶ τὴν Εὐπραξίαν Εὐπράξιον. ~ Γ2CVφUΩΔ

—: Ἀττικὰ ὑποκορίσματα, ἅπερ ὡς ἐπίπαν εἰσὶν ἑταιρικά, Ἀπφίδιον, Φιλίτιον, Ψυχίδιον, Στρούθιον, Ἐρώτιον, Πώλιον, Χρυσάριον καὶ πάντα, ὅσα τῇ τῶν οὐδετέρων φωνῇ κατὰ θήλεος γένους κατηγορεῖται, ὧν ὁ χαρακτὴρ ἄνωθεν ἐμμένει Ἀττικός· μεμένηκε δὲ νῦν καὶ τῇ ἡμετέρᾳ χρήσει ἡ Φανίον, ἡ Ἁβρότιον, ἅπερ καὶ μέχρι τῶν ἑνικῶν μόνον κλίνεται. ~ V

ἐπισπασάμενος* τὴν θύραν] ἐπισύρας, ἀσφαλισάμενος. ~ ΓCVΟΩΔ

ἐσπόδει*] ὑβριστικῶς ἠφροδισίαζεν. ~ ΓCVΟΩΔ

ἐνέτεινας*] ἐπήγαγες. ~ ΓVφ

καὶ κατὰ κόρρης] καὶ κατὰ τῆς κεφαλῆς. ~ V

πλατὺ χρεμψάμενος] τὸν ἐν στόματι συναγαγὼν πτύελον. ~ V

ἐνεπιμπράμην*] ἐκαιόμην, ἐμαινόμην. ~ ΓVΟΩΔ

εἰ*] ἀντὶ τοῦ εἴθε εὐκτικοῦ ἐπιρρήματος. ~

ὧν* εἰ λαβοίμην] καὶ τοῦτο δραματικὸν τὸ μὴ συντελεῖν ἐᾶσθαι τὸν λόγον ἀλλ’ ὑποτέμνεσθαι ἐνδεοῦς ἔτι ὄντος, ὡς καὶ ἐν τῷ βίῳ πολλάκις εἴωθε γίνεσθαι ὑπὸ μειζόνων κωλυομένου τοῦ λόγου. ~ Γ2VΟUΩΔ, cf. C

— ] ὅτι τὰ κατ’ ἔλλειψιν γινόμενα τῶν διηγήσεων, οἷον τὸ ἀνακόπτειν τὸν λόγον πρὶν πέρας ἐπιθεῖναι τῷ πράγματι, δραματικά εἰσιν ἤγουν μὴ συντελεῖν κτλ. (cf. lin. 20) ~ C

κατὰ τυράννου κτλ.] ὡραῖον. ~ V

καὶ Ῥαδάμανθυς υἷός ἐστιν, ὡς λέγουσι, τοῦ Διός. ἀφω

ρίσθη δὲ παρὰ τοῦ πατρὸς καὶ οὗτος ἐπὶ τῷ ἐκζητεῖν τὰς τῶν τετελευτηκότων πράξεις καὶ τὰς πρὸς ἀξίαν ἐπιτιθέναι δίκας. ~ ΓVΟΩΔ

κἂν ἰδιώτην κτλ.] ὡραῖον. πάνυ εὐκαίρως τὰς τῶν πλουσίων καὶ φιλοζώων φωνὰς μεμίμηται. ~ Γ2

εἴσω* τοῦ ποδός] τουτέστιν ἀπὸ τοῦ ποδός. ~ ΓVφΟΩΔ

ὅπως*] κἀνταῦθα ἐλλείπει τῷ πολλάκις ἡμῖν εἰρημένῳ Ἀθηναίων ἔθει τὸ φρόντιζε. ~ Γ2VφΩΔ

προσεπαττάλευσα*] εἰς πάσσαλον ἔδησα ἢ ἀντὶ τοῦ ἀνεσταύρωσα. ~ ΓCVφΟΩΔ

ἀγαπητή] ἀντὶ τοῦ ἀρκετή, ἐπιπόθητος, ἡδεῖα. ~ Γ2V0Ω

Κύκλωπος*] ὁ Κύκλωψ πρὸς τὸν Ὀδυσσέα ἐν τῷ σπηλαίῳ φησὶν ὅτι χαρίζομαί σοι τοῦτο, ὅτι μετὰ πάντων ὕστερόν σε ἐσθίω [cf. Hom. ι 369]. τοῦτο οὖν καὶ ὁ Μίκυλλός φησιν ὅτι ὅσον ὁ θάνατος γίνεται, τί με ὠφελεῖ τὸ ἀποθανεῖν ὕστερον; ~ ΓVΟΩΔ

πύματον*] ἔσχατον. ~ ΓV

Οὖτιν τὸν Ὀδυσσέα· οὕτω γὰρ ἑαυτὸν ὁ Ὀδυσσεὺς καλεῖ διαπαίζων τὸν Κύκλωπα. ~ ΓVΟΩΔ. Addit Δ: καὶ θέλων ἀπαλλάττεσθαι αὐτοῦ. ~

ἐκ διαμέτρου: τὸ λόγιον ἐπὶ τῶν πάνυ διαφερόντων, εἴληπται δὲ ἀπὸ τοῦ ἐπιπέδου σχήματος τοῦ κύκλου· ἐπ’ ἐκείνου γὰρ πασῶν τῶν τεμνουσῶν αὐτὸν εὐθειῶν μείζων ἡ διὰ τοῦ κέντρου, ἥτις καὶ διάμετρος λέγεται. ἀπὸ τούτου τὰ πάνυ διαφέροντα λέγεται ἐκ διαμέτρου. ~ Γ2Vφ

τὸ καὶ παῖδας ὡραίους πῶς σοι ἐκλέληπται; ἀλλ’ ἐκ τοῦ ἐφεξῆς πάνυ τοῦτο σαφές, βωμολόχε. ~ Δ

οὐ γὰρ οἶδ’ ὅπως] καινοπρεπὲς τοῦτο, οὐκ οἶδα γὰρ ὅπως δέον εἰπεῖν, ὁ δὲ οὐ γὰρ οἶδ’ ὅπως εἴρηκεν. ~ CVΟΩΔ

καθάπερ ἰξῷ τινι προσέχεται τοῖς τοιούτοις ἡ ψυχὴ κτλ.] σχόλιον Βασιλείου Ἀδάδων. ἐνταῦθα αἰνίττεται τὴν τῆς ψυχῆς μετὰ τοῦ σώματος γενομένην συμφυίαν καὶ τὸ δυσαπόσπαστον αὐτῆς καὶ ὀδυνηρὸν καὶ σχετικόν, ὃ πρὸς τὸ σῶμα κέκτηται· οὐ φέρει γὰρ ῥᾳδίως ὑπαναχωρεῖν ἐκ τούτου διὰ τὴν ἄνωθεν ἐκ τοῦ δημιουργοῦ ταμιευθεῖσαν συμπλοκὴν ἐν ἀλλήλοις καὶ μάλιστα, εἰ τύχοι καὶ ἐγκλήμασιν ἁμαρτημάτων περικεῖσθαι· ὥσπερ γὰρ τότε δείματά τινα δεδιῶσα τοῖς ἔνδον ἐναποκρύπτεται ἀναβαλλομένη τὴν πρόοδον, αἱ δὲ τούτων ἐκτὸς εὐθύμως τούτων ἀφίστανται ἅτε κοῦφοι καὶ τῶν τοιούτων φόρτων ἀπηλλαγμέναι καὶ πρὸς τὴν ἄνοδον ἐπιτήδειαι. ~ Δ

προσέχεται*] κρατεῖται. ~ ΓVφΟΩ

προστετηκυῖα*] προστακεῖσα, ἐπιθυμητικῶς ἔχουσα. ~ ΓCVφΟΩ

δυσέρωτες: οἱ πάνυ ἐρῶντες. ~ ΔVφ

καταλιπαρῶν: ἀντὶ τοῦ παρακαλῶν. ~ Δ

οὐ συνοικίαν: τὰ νῦν ἐνοικικὰ λεγόμενα. ~ CVφΟΩΔ

εὔζωνος*] ὁ ταχὺ καὶ ὀξέως βαδίζων. ~ ΓVφΟΩδ

κρηπῖδα*] ὑπόδημα. ~ ΓVΔ

εὐθὺς κτλ.*] ἔοικεν ἀπό γε τῶν παρόντων ἐξαίφνης Μίκυλλος ἀποθανεῖν. ~ Δ

μελαντηρίαν*] τὸ τῶν καλιγαρίων μέλαν. ~ Γ

ἐς τὸ πρόσω*] τουτέστιν οὐχ ὥσπερ οἱ πλούσιοι εἰς τὰ ὀπίσω ἐθεώρουν ὡς ἐπιθυμῶν τοῦ φωτός. ~ VΓΟΩΔ

κατόπιν] ὄπισθεν. ~ Γ

τὸ δὲ μέγιστον*] τὸ ἰσχυρότερον. ~ Δ

ἐς τὸ ἔμπαλιν*] τουτέστιν ἐναντία τοῖς γινομένοις ἐν τῇ ζωῇ. ~ VΓΟΩΔ

ἡ κνῖσα*] ὁ καπνός. ~ ΓV

ἀπέκναιέ με*] ἐφόνευέ με. ~ ΓVΩΔ

— ] ἀντὶ τοῦ νωθρότερόν με ἐς τὸ ζῆν διετίθει. ἢ ὅτι τρόπον τινὰ ἐκέντει καὶ ἤμυσσεν καὶ πονηρῶς ἔχειν ἐποίει. ἢ ἀντὶ τοῦ ἀπώλλυεν ἢ διέφθειρεν· οὕτω γὰρ Πλάτων [Reip. III 406 B] χρῆται τῷ ῥήματι τούτῳ. ~ V

ὅλῳ πήχει* βασιλικῷ] ἀντὶ τοῦ μέτρῳ μεγάλῳ. ὁ γὰρ βασιλικὸς πῆχυς ἔχει ὑπὲρ τὸν ἰδιωτικὸν καὶ κοινὸν τρεῖς δακτύλους. ~ ΓVφΟΩΔ

ἐξυπτιάζων*] ἀντὶ τοῦ τείνων τὸν τράχηλον καὶ τὸ στῆθος προβαλλόμενος ἅμα καὶ τοὺς ἰδίους ὤμους περισκοπούμενος, ὅ ἐστι γαυριῶν καὶ ὑπερηφάνως περιπατῶν. ~ ΓCVφΟΩΔ

ἐτέθηπειν*] ἐθαύμαζον. ~ ΓV

τῶν ἐν τῇ Λακωνικῇ θαλάττῃ κοχλίδων] σημείωσαι, ὅτι ἡ Λακωνικὴ κόχλος τῶν ἄλλων εὐδοκιμωτέρα. ἢ ὅτι ἐκεῖ πρῶτον παρὰ τῆς κυνὸς εὕρηται τὸ ἐπιτήδευμα τοῦτο. ~ CVφΩΔ

ἄγχιστα*] ἐγγύτατα. ~ ΓVΔ. Addunt VΔ: πλέον πάντων πλησιάζων. ~

ἐλογίζετο*] ἠρίθμει. ~ ΔV

συλλέγων τὰ μετ’ ὀλίγον κτλ.] σημείωσαι. ὡραῖον. ~ V

ἀνιμήσηται*] ἀνασπάσῃ. ~ ΓVΩ

ἕωλον*] χθεσινόν. ~ ΓVφΟΩδ

ἀπαγορεύσας*] ἀτονήσας. ~ ΓV

πορθμεῖα λέγει τὸν μισθὸν τὸν ὑπὲρ τοῦ διαπερᾶσαι διδόμενον. ~ ΓVΟΩΔ

εὐπλοῶμεν*] ἐπικελευσμὸς ἢ ἐπίφθεγμα τῶν πλεῖν ἀρχομένων ἤτοι πορθμὸν διαβαλλόντων ἢ εἰς πέλαγος ἀφιέναι μελλόντων τὸ εὐπλοήσωμεν τῇ τύχῃ ὡς ἔοικε τοῦτο ὑποβαλλομένων. ~ V

πρόσκωπος*] ἐπὶ τῇ κώπῃ καθήμενος. ~ ΓVφΟΩΔ

εὐῆρες*] καλῶς κωπηλατοῦν. ~ ΓVΟΩΔ

ἐρετμόν*] κώπην. ~ ΓV

ἔρεττε: κωπηλάτει. ~ Δ

ἦ] ἆρα. ~ ΓV

ὑποκελεῦσαι*] ὡς ἐν τοῖς πλοίοις λέγειν εἰώθασι κελεῦσαι. ~ ΓVφΟΩΔ. Addunt VφΟΩΔ: ᾠδὴν δὲ λέγει ναυτικήν, ἥν ὑποκέλευσμα καλεῖ, διότι ἑνὸς καταρχομένου οἱ ἄλλοι ὑπήκουον τὸ ᾀδόμενον, ὥσπερ καὶ ὅτε τὴν ὀθόνην τῶν πλοίων μετὰ τῆς κεραίας ἐπὶ τὸν ἱστὸν ἀναφέρουσιν. ~

οἴμοι*] διαφόρων ὀδυρμοί. ~ ΓVΔ

σπαθήσει*] τρυφήσει. ~ ΓVΩ. Addit Ω: καταδαπανήσει. ~

οἴμοι] οὐ λύπη ταυτησὶ τῆς οἰμωγῆς σοι, Μίκυλλε, πρόξενος ἀλλὰ τοὐναντίον χαρά· ὑπερβολὴ γὰρ ἡδονῆς καὶ θρῆνόν ποτε ἀποτίκτειν φιλεῖ. ~ Δ

πορθμία*] τὸ ναῦλον· διὰ τοῦ ῑ γράφεται. ~ Δ

καθ’ ὕδατος*, φασίν, ἤδη γράφεις] παροιμία ἐστὶν ἐπὶ τῶν ἀδυνάτοις ἐπιχειρούντων πράγμασιν· τὸ γὰρ καθ’ ὕδατος γράφειν ἀδύνατον. ~ ΓVφΟΩΔ

— ] ὡραῖον. ~ Γ

Σῆρας*] Σῆρές εἰσιν ἔθνος, παρ’ ᾧ γίνεται τὰ Σηρικὰ ἱμάτια· τούτους οὖν, φησί, Σῆρας ὄντας ἄπειμι ἐνεγκεῖν ὀφείλουσα. ἡ δὲ ἀκολουθία τοῦ κειμένου ἀπαιτεῖ Σῆρας νοεῖν αὐτοὺς τοὺς σκώληκας τοὺς ποιοῦντας τὴν μέταξαν. διαπαίζει δὲ ἐν τῷ χωρίῳ τοὺς λέγοντας ἀθανάτους τὰς τῶν ἀλόγων ψυχάς. ~ ΓVφΟΩΔ