Scholia in Lucianum

Scholia in Lucianum

Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.

διαβολῶν*] εἰς τὸν Ἰωσὴφ αἰνίττεσθαί μοι δοκεῖ ~ VΟΩΔ

ὁ νεανίας] Βελλεροφόντης. ~ Δ

Θεμιστοκλέα*] ἐχθρὸς ἦν ἀεὶ Θεμιστοκλέους Ἀριστείδης. διὸ καὶ σὺν αὐτῷ πρεσβευτὴς πεμφθεὶς Ἀριστείδης βούλει, φησίν, ἐπὶ τῶν ὁρίων, Θεμιστόκλεις, τὴν ἔχθραν

ἀπολείπωμεν· ἂν γὰρ δοκῇ, πάλιν αὐτὴν ἐπανιόντες ἀναληψόμεθα. ~ ΓCVφMΟSΩΔ

φιλοτιμίας* ὑποκεκνισμένος] τὸ λόγιον τοῦτο τὸ ταύτης ὑποκεκνισμένος ἀντὶ τοῦ διὰ ταύτην διαφθονούμενος αὐτῷ. ~ VφMΟSΩΔ