Scholia in Lucianum

Scholia in Lucianum

Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.

Ἄρει* — γῇ] ἢ γὰρ τῷ κατὰ τὰς πολεμικὰς γυμνασίας σχολάζειν τὸ ἀπλεονέκτητον αὐτοῖς περιγίνεται τῶν στοιχείων, ἀφ’ οὗ εὐκρασία, ἧς ἔργον ὑγίεια καὶ πολυζωία· ἢ τῷ πρὸς ἀνατολὰς κεῖσθαι τὴν χώραν τῆς καθ’ ἡμᾶς οἰκουμένης, εἶτα πρώτως ἐπιδημοῦντος ταύτῃ τοῦ ἡλίου καὶ εἰλικρινεῖ τῇ ἀκτῖνι καὶ ἀκραιφνεῖ μηδὲν ἀπὸ τῆς ἑτέρων οἰκήσεως θολῶδες διακονουμένου ἐξ ἀέρος καὶ ἀχλυῶδες αὑτήν τε παρέχεται τῇ θάλψει φυσικῶς οἱονεὶ πεττομένην καὶ εὐκρατοῦσαν καὶ τοῖς ἐνοικοῦσι ταὐτὸ τοῦτο ποριζομένην. ταύτῃ οἱ μὲν τῷ Ἄρει οἱ δὲ τῇ γῇ τὴν αἰτίαν ἀνατιθέασι τῆς μακροβιότητος τῶν Σηρῶν. ~ Δ Vind. 114

κριθίνῳ*] βέλτιστε Λουκιανέ, μακάριοι τῷ παντί, ὡς ἔοικεν, ὄνοι διὰ τὴν κριθοφαγίαν καὶ τῆς εὐαισθησίας καὶ τῆς μακροβιότητος, εἰ μὴ τῷ μυλῶνι καὶ τῇ ἄλλῃ τῶν ἀνθρώ

πων κατετρίβοντο ταλαιπωρίᾳ. τάχα δὲ διὰ τοῦτο ὁ παρὰ συλλαβήν σοι ὁμώνυμος εἰς ὄνον μετέβαλεν, ὅς καὶ πείρᾳ οἰκτίστην ἀποφαίνει καὶ ταλαιπωροτάτην τὴν ὄνων ζωήν. ~ Δ Vind. 114

ἐκτήσατο κτλ.] σημείωσαι. ~ Γ

Σελευκεὺς ἀπὸ Τίγριος] ἔστι γὰρ Σελεύκεια καὶ ἐπὶ Τίγριδι τῷ ποταμῷ. ~ VUΩ

ὑγιεινοῦ κτλ.] σημείωσαι. ~ Γ