Scholia in Lucianum

Scholia in Lucianum

Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.

ὅτι Ἀλέξανδρος ἐν τῷ Κύδνῳ λουσάμενος οὐ μικρῶς ἠρρώστησεν, ὥς φησιν Ἀρριανός [Anab. II 4, 7]. ~ VφOΩ

Κύδνῳ*] ⸤ποταμὸς⸥ Ταρσοῦ τῆς ⸤Κιλικί⸥ας. ~ ⸤B⸥K

— ] ποταμὸς Ταρσοῦ. ~ Γ

— ] Στράβων ὁ γεωγράφος [XIV 673] ἱστορεῖ περὶ τούτου τοῦ ποταμοῦ Κύδνου, ὅτι διὰ ψυχρότητα τὰ πλατυνευροῦντα τῶν ζῴων ἰᾶται ἐμβαίνοντα τῷ ῥείθρῳ τούτου καὶ ἐγχρονίζοντα. ~ BVφMOΩ

νησιώτῃ μειρακίῳ] τὸν Ὀδυσσέως Τηλέμαχον λέγει. ~ B

μεστὸς κτλ.] ὡραῖον. ~ Γ

Φαίδρου] ἐν τῷ Φαίδρῳ τ⸤οῦ⸥ Πλάτωνος ταῦτα, ὅπου φησὶ [230 Β]

νὴ τὴν Ἣραν, καλὴ ἡ καταγωγή· ἥ τε γὰρ πλάτανος ἀμφιλαφὴς καὶ ἑξῆς
. ~ Β

καὶ οὐκ ᾐσχύνετο κτλ.] φορτικῶς ἄγαν, ἐμπαθέστατε, διεμνημόνευσας τοῦ ἀνδρός. ~ B

Ἀρσακίδαις* Ἀρσακίδας τοὺς Περσῶν φησι βασιλεῖς ὡς ἀπὸ Ἀρσάκου τοῦ παλαιτάτου τὰς γονὰς ἕλκοντας. ~ VBCφMOS

εἰ ἐπαινέσονται κτλ.] σημείωσαι. ~ Γ

σώφρονι κτλ.] σημείωσαι. ~ Γ

τοίχων γράμματα*] τὰς γραφάς φησιν ἤτοι τὰς ζωγραφίας, ἐφ’ αἷς ἀνθέων καὶ φυτῶν μιμήματα εἴργασται καὶ εἴ τι τοιοῦτο ἄλλο. ~ BVφMΩ

— ] ὅτι γραφὰς καὶ τὰς ζωγραφίας ἐκάλουν. ~ C

ὁμοίους κτλ.] σημείωσαι. ~ Γ

φωτὶ κτλ.] σημείωσαι. ~ Γ

Δημόδοκος κτλ.] ⸤μου⸥σικοὶ παλαιοὶ περιφανεῖς. ~ ⸤Β⸥

— ] ὀνόματα μουσικῶν τε καὶ μελῳδῶν. ~ φ

παντελῶς τυφλὸς κτλ.] σημείωσαι. ~ Γ

Γοργόνων* κάλλος] σημείωσαι, ὅτι αἱ Γοργόναι κάλλει καὶ εὐμορφίᾳ ἐξιστῶσαι οἱονεὶ ἀπελίθουν τοὺς ἀνθρώπους. ~ VBCφΩ

ὦτα γὰρ κτλ.] Κανδαύλου λόγος πρὸς Γύγην [Her. I 8]. ~ B

θεραπεία*] τουτέστιν οἱ θεράποντες, οἱ ὑπηρέται, οἱ δοῦλοι. ~ ΟU

ἐκπεπληγμένοι] μεταβατικὸν τὸ ἐκπλήττομαι, οἷον ἐκπλήττομαί σε ἀντὶ τοῦ θαυμάζω σε. ~ U

τῆς ἀντίθυρος: ὡς ἀπὸ τῆς εὐθείας τῆς ἡ ἀντίθυρ. ~ BCφUΩ

ὅτι Ὠρίων εἰς Χίον παραγενόμενος πρὸς Οἰνοπίωνα τὴν γυναῖκα αὐτοῦ Μερόπην ἐβιάσατο. αὐτὸς δὲ χαλεπήνας ἐτύφλωσεν αὐτὸν καὶ ἀπέλυσεν. ὁ δὲ ἦλθεν εἰς Λῆμνον

πρὸς Ἥφαιστον, ὃς ἐλεήσας αὐτὸν δέδωκε τούτῳ ὁδηγὸν Κηδαλίωνα, ἕνα τῶν θεραπόντων αὐτοῦ· καὶ οὕτως ὑπ’ αὐτοῦ ὁδηγούμενος ἦλθε πρὸς ἀνατολὰς καὶ συνέμιξε τῷ Ἡλίῳ καὶ ὑγιάσθη. ~ Vat. 942