Scholia in Odysseam

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Odysseam, Volumes 1-2. Dindorf, Wilhelm, editor. Oxford: Clarendon Press, 1855.

ΤΗΣ μεγάλης διηγήσεως ἀρχὴν περιέγει ἡ ῥαψῳδία αὕτο, ὡς ἀποπλεύσας ἐξ Ἰλίου Ὀδυσσεὺς πρῶτον μὲν τῇ Κικόνων παρέβαλε γῇ, καὶ μίαν αὐτῶν τὴν ἐπὶ θάλασσαν ἐπόρθησε πόλιν, Ἴσμαρον κα- λουμένην, ἔπειτα δὲ Μάλεον παραπλέων Λακωνικῆς ἀκρωτήριον ὑπὸ σφοδροῦ πνεύματος ἐξηνέχθη περῶν μέγα πέλαγος καὶ τῇ τῶν Λωτο- φάγων παρέβαλε γῇ, καὶ ἐντεῦθεν ἀποπλεύσας τῇ Κυκλωπίᾳ τὸν μὲν ἄλλον στόλον εἴασε πρὸς τῇ νήσῳ καθορμοῦντας. καὶ τέλος ἔσχεν ἐνταῦθα ἡ ῥαψῳδία. H. Q.

Ἀρχὴ τῶν Ὀδυσσέως διηγημάτων, ἐν οἷς φησι πεπολεμηκέναι τοῖς Κίκοσι καὶ πρὸς τοὺς Λωτοφάγους παραγενέσθαι· καὶ ὅτι ἐτύφλωσε τὸν Κύκλωπα Πολύφημον, καὶ ὡς ἐκεῖνος κατέφαγεν αὐτοῦ ἓξ ἑταί- ρους ἀπὸ δώδεκα συνελθόντων. E.Q.P.

2. Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν] τὸν εὐεργέτην ἐπαινεῖ· σύμφορον γὰρ τῷ δεομένῳ. τὸ μὲν δὴ κρεῖον τῆς βασιλείας ἔπαινος, τὸ δὲ ἀριδείκετε τοῦ κατὰ μορφὴν ἀξιώματος. τὸ δὲ ἀπλοῦν ἀντὶ [*](7. τὴν ἐπὶ] τῶν ἐπὶ H. 14.—17. Habet Eust. p. 1611. 8. παραπλέων] παραπλέοντα H. Q. 15. καὶ ὅτι—συνελθόντων] καὶ πρὸς Λακωνικῆς] ἰωνικῆς H. Q. Correxit τὸν Κύκλωπα Πολύφημον πορευθῆναι καὶ Struvius ex schol. ad v. 80. τοῦτον φαγόντα ἓξ ἤδη αὐτοῦ ἑταίρους 10. παρέβαλε] παρέβαλλε H. ἐκτυφλῶσαι V. et Eustathius. Κυκλωπίᾳ] κυκλωπείᾳ Q. 20. τὸ δὲ] τοῦτο δὲ Buttm.)

404
παραγώγου τοῦ ἀριδεικοτάτον. καὶ ἡ γενικὴ κεῖται ἀντὶ δοτικῆς. H. Q. ἀντὶ τοῦ λαοῖς. H ἅμα μὲν καὶ ὡς εὐεργέτην ἐπαινεῖ σύμφο- ρον τῷ δεομένῳ, ἃμα δὲ καταστοχαζόμενος τῆς προαιρέσεως τοῦ βασι- λέως· αὐτὸς γὰρ ἂν ἦν τῆς πομπῆς ἡγούμενος. ἔδει οὖν τὴν βασι- λείαν καὶ τὴν τοῦ σώματος ὑπεροχὴν αὐτῷ μαρτυρῆσαι ὑπὲρ τοῦ εὐφραίνεσθαι. τὸ οὖν “κρεῖον” ἀντὶ τοῦ κράτιστε καὶ βασιλικώτατε. οἱ δὲ ἄγαν ἀσπαστικέ. T.

4. θεοῖς ἐναλίγκιος αὐδήν] ἄστροις. κατὰ γὰρ Πυθαγόραν μουσι- κῶς καὶ κατὰ ἐναρμόνιον κίνησιν κινοῦνται. P.

5. οὐ γὰρ ἔγωγέ τί φημι] προσχαρίζεται εἰς τὰ τοιαῦτα τοῖς Φαίαξιν Ὀδυσσεὺς εἰδὼς αὐτῶν τὸ ἡδυπαθές. ἐγκαλοῦσι δὲ τῷ Ὀδυσ- σεῖ φιληδονίαν, λέγοντες τὴν ἀπόλαυσιν τέλος ἡγούμενον τοῦ βίου διὰ τούτων. ἁρμόζεται δὲ τοῖς ἤθεσιν αὐτῶν ἀκούσας παρὰ τοῦ Ἀλ- κινόου “ἀεὶ δʼ ἡμῖν δαίς τε φίλη κίθαρίς τε χοροί τε.” οἱ δὲ ἀπὸ τοῦ καιροῦ· συμπόσιον γὰρ τότε παρῆν. οἱ δὲ ἀπὸ τῆς λέξεως. καὶ τούτων οἱ μὲν ὅτι εὐφροσύνη τῆς ἡδονῆς τῷ φρονεῖν διαφέρει, οἱ δὲ ὅτι τέλος ἐπὶ οὐσίας ἢ τάξεως ἢ συμπληρώσεως· ἀκουστέον δὲ, τῶν πρὸς εὐωχίαν. Q. ἀπρεπὲς τέλος ὁρίζειν τροφὴν καὶ ἀπόλαυσιν. λύεται δʼ ἀπὸ τοῦ προσώπου. πρὸς οὓς γάρ φησιν, αὐτοὶ ἦσαν φάσκοντες “αἰεὶ δʼ ἡμῖν ——— τῶν πρὸς εὐωχίαν (ut Q.). H.

Ἄλλως. ταῦτα ἁρμοζόμενος τῷ καιρῷ λέγει. οὐ τοῦ παντὸς δὲ βίου τὴν ἡδονὴν τέλος εἴρηκεν, ἀλλὰ συμποσίου τινός. Q. V.

τέλος χαριέστερον] τὸ τελεώτατον καὶ ἄριστον. T.

6. ἢ ὅταν εὐφροσύνη] οὐ πάντως ἀποδεχόμενος τὸν τοιοῦτον βίον ἐπαινεῖ, ἀλλὰ ἁρμόζεται κατὰ τὸν παρόντα καιρὸν ὑπὲρ τοῦ τυχεῖν ὧν ἐβούλετο. προσποιεῖται οὖν τὸ ἁβροδίαιτον ἀσπάζεσθαι τῶν Φαι- [*](1. ἀριδεικοτάτου] ἀριδεικωτάτου H. τῆς λέξεως· καὶ τούτων οἱ μὲν ὅτι εὐ- ἀριδικωτάτου Q. φροσύνη τῆς ἡδονῆς τῷ φρονεῖν διαφέρει, 6. εὐφραίνεσθαι Preller. εὐφράναι T. οἱ δὲ ὄτι τέλος (v. 5.) ἐπὶ οὐσίας ἢ τά- 14. οἱ δὲ] Intellige λύουσι vel ἀπο- ξεως ἢ συμπληρώσεως. Ex illis, qui λογοῦνται. BUTTM. Versus 5—8. εὐφροσύνην monebant longe aliud obelis notati in Q. esse quam ἡδονήν et ab ea differre 15. παρῆν] ἦν H. τῷ φρονεῖν, erat, quod ex nostro co- 24. οὐ πάντως] Cf. schol. cod. Q., dice apparet, Seleucus Alexandri- unde intelligitur nonnullos gram- nus, qui dicebat τὴν εὐφροσύνην dici maticos hinc mollitiem Ulvssi cri. ὅτε εὖ φρονοῦμεν, et αὐτάρκειαν quan- minatos esse, quod crimen alii ali- dam prae se ferre Ulvssem, h. e. se ter ab eo removere studebant, οἱ tales voluptates etiam alibi exper- μὲν ἀπὸ τοῦ καιροῦ, quia inter epu- tum esse significare, ἵνα μὴ φαίνη- landum sic loquutus esset, οἱ δὲ ἀπὸ ται κόλαξ. PRELLER. )

405
άκων ἀκηκοώς λέγοντων “αἰεὶ δʼ ἡμῖν δαίς τε φίλη κίθαρίς τε χοροί τε” (θ, 248.). Σέλευκος δὲ τὴν εὐφροσύνην ὅτε εὖ φρονοῦμεν καὶ τὴν αὐτάρκειαν, ἵνα μὴ φαίνηται κόλαξ. T.

7. ἀκουάζονται] ἀκροῶνται. V.

11. τοῦτό τί μοι κάλλιστον] ἐγκλιτέον τὸ τι. H. τοῦτο τὸ τέλος, φησὶ, φαίνεταί μοι καλὸν εἶναι. σοὶ δὲ φαίνεται καλὸν τὸ τὰ ἐμὰ κήδεα εἴρεσθαι. ἡ ἐπί πρὸς τὸ εἴρεσθαι, ἵνʼ ᾖ ἐπιείρεσθαι. B. Q.

12. σοὶ δʼ ἐμὰ κήδεα] ἐπειδὴ μέλλει περὶ πραγμάτων διηγεἵσθαι, ἠθικῶς προκατασκευάζει ὅτι μᾶλλον τῷ ἡμετέρῳ συμποσίῳ ἁρμό- ζει καὶ ἡ τοῦ κιθαρῳδοῦ ἀκρόασις, ἵνα, ἐὰν ὀχληρὸς φαίνηται, τοῖς βιασαμένοις ἀναφέρωσι τὴν αἰτίαν. ἅμα δὲ καὶ προσοχὴν ἐργάζεται, ὅτι πολλὰ ἀπαγγελεῖ παράδοξα. T.

13. ὄφρʼ ἔτι μᾶλλον] ἤδη ὑποβάλλει ὅτι καὶ ἔμπροσθεν, ὅτε ἔκλαιεν, περὶ ἑαυτοῦ ἦν τὰ ᾀδόμενα. T.

ὀδυρόμενος] καὶ μὴν οὐ κλαίει νῦν. ἀλλʼ ἡ σύγκρισις πρὸς τὸ “εἰκὲ δʼ ὅ τι κλαίεις” (θ, 577.). Q.

14. τί πρῶτον] περὶ δυσχερῶν πραγμάτων μέλλων λέγειν προ- ασφαλίζεται, ἵνα, ἐὰν φανῇ τι αὐτῷ ὀχληρὸς, εἰς τὸν βιασάμενον τὸ αἴτιον ᾖ. ἔτι δὲ καὶ προσοχὴν ἐργάζεται τοῖς ἀκροωμένοις. H. Q.

τί πρῶτόν τοι ἔπειτα] ὅσα αὔξει τὴν προσοχὴν, προσδοκίαν ἐμ- ποιῶν, ὅπερ ἐστὶ τεχνικὸν ὡς ἐν προοιμίῳ· δεῖ γὰρ παρὰ τῶν ἀκου- όντων ἑαυτῷ μὲν εὔνοιαν ἐπισπᾶσθαι, τῷ δὲ λόγῳ προσοχὴν, ἵνα τὸν μὲν λέγοντα ἀποδέξωνται, τῶν δὲ πραγμάτων ἐπιθυμήσωσι τὰ λεγό- μενα καὶ μάθωσιν ὅπερ διʼ ὅλου κατώρθωκεν Ὀδυσσεὺς ἑαυτὸν μὲν ἐπαινέσας, τὸ δὲ πλῆθος καὶ τὴν καινότητα τῶν πραγμάτων ἐνδειξά- μενος δηλοῖ τὴν προαίρεσιν καὶ πόθεν παραγίνεται καὶ τί βούλεται, εἶδʼ οὕτως καὶ τὰ μείζονος διηγήσεως ἄρξηται “Ἰλιόθεν με φέ- ρων” (39.). T.

15. οὐ δεῖ στίζειν εἰς τὸ κήδεα, ἀλλʼ ὑφʼ ἓν ἀναγινώσκειν. H.

16. νῦν δʼ ὄνομα] ὅρα μεθʼ ὅσα νῦν ἑαυτὸν δηλοῖ καταμαθὼν πάντα παρὰ τοῖς Φαίαξι· τὸ δὲ “ὄφρα καὶ ὑμεῖς” εἰς τὸ φιλόδοξον τοῦ ἀνδρὸς, καὶ ὑμεῖς καὶ ἄλλοι. T.

17. νηλεὲς ἦμαρ] τὴν ἀνελεήμονα ἡμέραν. H.

[*](2. φρονοῦμεν Prellerus. φρονῶμεν T. not. ad δ. 139. BUTTM. 4. ἀκουάζονται] Sic in antiqq. edd. 18. φανῇ] ἐφάνη Q. In posterioribus ἀκουάζωνται] ἔνιοι, 27. με φέρων] περιφέρων T. ἀκουάζονται. Ἀκροῶνται. Vid supra)
406

18. δώματα ναίων] εἰς ἐπίτασιν, ὅτι καὶ μακρὰν ἀπὼν φιλήσει τοὺς εὐεργέτας. T.

19. εἴμʼ Ὀδυσεὺς] οὗτος ἐκεῖνός εἰμι Ὀδυσσεὺς, περὶ οὗ πρόσθεν ὐκούετε ἐν τῇ ἀοιδῇ. T.

ὃς πᾶσι δόλοισιν] ἐν ἀνθρώποις διὰ τοὺς δόλους ἀπόκειμαι, ἤτοι ἐν τοῖς ἀπάντων στόμασίν εἰμι διὰ τοὺς δόλους. παρεῖται ἡ διά, καὶ ἡ δοτικὴ ἀντὶ αἰτιατικῆς κεῖται· διὰ δόλους γὰρ μέλω. ὅμοιόν ἐστι τῷ “σοὶ πάντες μαχόμεθα” (Il. ε, 875.), τουτέστι διὰ σέ. B.H.Q. πᾶσιν ἀνθρώποις μέλω ἐν δόλοις, ἤτοι ἐν ἐπιμελείᾳ εἰμὶ ὡς δόλοις πρέπων στρατιωτικοῖς. B. ὅστις ἐγὼ ἐν πᾶσι τοῖς ἀνθρώποις διὰ φροντίδος εἰμὶ ποιεῖν δόλους, οἵ μου τὸ κλέος μέχρι τοῦ οὐρανοῦ ἀνή- γαγον. Q.

20. ἀνθρώποισι μέλω] τοῖς ἀνθρώποις ἔνδοξος τυγχάνει, διὰ θόλου καὶ φροντίδος ἀξιούμενος παρʼ αὐτοῖς. ὁ δὲ δέλος ἐπʼ ἀγαθοῦ τέ- τακται ἐνταῦθα, τὸ δὲ “κλέος οὐρανόν” ὑπερβολικῶς, τῇ δόξῃ μέχοι θεῶν ἐφθακέναι τὸ κλέος. T.

καί μευ κλέος οὐρανὸν ἵκει] διὰ δόλους ἔνδοξός εἰμι. ὁ γὰρ δόλος καὶ ἐπὶ ἀγαθοῦ τάσσεται· νῦν δὲ ἐπὶ ἐγκωμίου τοῦτο λέγει. ὑπερ- βολὴ γὰρ δόξης τὸ μέχρι θεῶν ἐφθακέναι τὸ κλέος. ταῦτα δὲ πρὸς σύστασιν ἑαυτοῦ λέγει, ἵνα κατʼ ἀξίαν τιμηθῇ ὑπὸ τῶν Φαιάκων. ἤδη γὰρ καὶ προμεμαρτύρηται ὑπὸ τοῦ κιθαρῳδοῦ. B. Q.

21. ναιετάω δ᾿, Ἰθάκην] ἀναγκαίως προσυνίστησι τὴν πατρίδα πιστὸν καθιστὰς τὸν ἑαυτοῦ πόθον. ἅμα δὲ καὶ χρηστὸν ἦθος ὑπο- φαίνει ὅπως οἵας οὕσης τῆς πατρίδος κήδεσθαι φάσκων. T.

εὐδείελον] ἐπιφανῆ, πρὸς τὴν δείλην κειμένη. καὶ γὰρ ἐπιφέρει “πρὸς ζόφον (v. 26.). εἰ δὲ σημαίνει τὴν εὔκρατον, δασύνεται. T.

Πθάκην εὐδείελον] εὐπεριόριστον. πᾶσαι γὰρ αἱ νῆσοι εὐκατά- ληπτον ἔχουσι τὸν περιορισμὸν ὡς πρὸς τὴν ἤπειρον. ἢ τὴν εὐάερον, εὖ τῆς ἕλης ἔχουσαν. ἔνιοι δέ φασιν εὖ πρὸς τὴν δείλην κειμένην· δείλη γὰρ ἡ δύσις. καὶ γὰρ οὕτως ἔχει τῇ θέσει ὡς πρὸς τὰς ἄλλας νήσους πλησιαζούσας. διὸ καὶ ἐπιφέρει, αὐτὴ δὲ χθαμαλή. B. Q. πρὸς δύσιν τῶν ἄλλων κειμένην. V. ἤτοι ἐπιφανῆ, εὖ πρὸς τὴν δεί- λην κειμένη. εἰ δὲ σημαίνει τὴν εὔκρατον, δασύνεται ἀνάγκῃ. ἕλη [*](11. τοῦ οὐρανοῦ] τὸν οὐρανὸνQ. Quod 27. Compara schol. β, 167. ferri potest addito εἰς. 32. κειμένην Buttm. pro κειμένων. 24. ὅπως οἵας] Haec aut corrupta 33. εὔκρατον Buttm. pro ἄκρατον. aut defecta.)

407
γάρ ἐστιν ἡ τοῦ ἡλίου αὐγὴ, ὅθεν καὶ τὸ εἱληθερεῖν τὸ ἡλίῳ χρῆσθαι. MS. Barnes.

ἐν δʼ ὄρος αὐτῇ] σύνηθες αὐτῷ τὰ ὄρη χωρίζειν τῆς γῆς· προεῖπε γὰρ τὴν Ἰθάκην καὶ ἐπήγαγε περὶ τόῦ ὄρους. H.

22. Νήριτον] ὁ Φιλόξενος Νήϊον αὐτό φησι διὰ τὸ “ἡμεῖς δʼ ἐξ Ἰθάκης ὑπονηίου εἰλήλουθμεν” (γ, 81.). τινὲς δὲ Νήϊον, ὥσπερ ὁ Κράτης, τὸν περὶ τὸν λιμένα τόπον, ἐν ᾧ ἦν συνηρεφὴς τόπος, ἱερὸν Νυμφῶν. ἀφʼ οὗ καὶ τὰς νύμφας κοινῶς Νηϊάδας προσαγορεύεσθαι. H.Q. ἀπὸ τοῦ Νηΐου, “ἱεροῦ νυμφάων, αἳ Νηϊάδες καλέονται” (ν, 104.). Q.

εἰνοσίφυλλον] κινησίφυλλον· ἔνοσις γὰρ ἡ κίνησις. ἐκ δὲ τούτου τὸ καταπνεόμενον δηλοῖ διὰ τὸ ὕψος. H.P.Q.

23. πολλαὶ ναιετάουσι] δηλονότι πολλῶν ἦρχε. T. μάλα σχεδόν] καὶ τοῦτο ὁμοίως· τὸ γὰρ διῃρημένων ἄρχειν οὐ κα- λόν. T.

24. Δουλίχιόν τε Σάμη τε] τὴν Σάμην ἐν ἄλλοις Σάμον λέγει· “οἵ τε Ζάκυνθον ἔχον ἡδʼ οἳ Σάμον ἀμφενέμοντο” (Il. β, 634.). ἐπίτηδες δὲ τῇ Ἰθάκῃ καὶ τὰς ἄλλας συγκατωνόμασε νήσους εἰς αὔξησιν, ἵνα αἴσθοιντο αὐτοῦ οὐκ ὀλίγης ἡγουμένου χώρας. H. Q.

Δουλίχιον μία τῶν ἐχινάδων. P. V.

25. αὐτὴ δὲ χθαμαλὴ] ταπεινή· ἢ κοίλη τὴν θέσιν. πῶς οὖν πανυπερτάτη; ἢ τῇ δόξῃ, ἢ πρώτη τῶν ἄλλων ὡς πρὸς δύσιν. E.Q.V. ὡς πρὸς ὕψος. πανυπερτάτη δὲ ὡς πρὸς σύγκρισιν τῶν κατειλεγμέ- νων, ὅτι ὑπέρκειται ἐκείνη ἐν τοῖς δυτικοῖς μέρεσιν ὑπὲρ πασῶν τῶν παρακειμένων ταπεινότερον. T.

πῶς χθαμαλή; πῶς πανυπερτάτη; ἡ δὲ σύγκρισις ἢ πρὸς τὰς ἄλλας νήσους ποιεῖ αὐτὴν λέγεσθαι χθαμαλὴν, αὐτὴ δὲ κατʼ αὑτὴν μὴ ἀντεξεταζομένη πρὸς Σάμον καὶ Ζάκυνθον ὑψηλή ἐστιν. ἐπὶ δὲ τὸ πρὸς δύσιν αὐτῆς μέρος ὑψηλή ἐστι διὰ τὸ ὄρος, τὸ δὲ πρὸς ἀνα- τολὴν χθαμαλή· εἰκὸς οὖν ἔχειν αὐτὴν ἄμφω. ἢ χθαμαλὴ μὲν διὰ τὴν θέσιν, πανυπερτάτη δὲ διὰ γὴν τῶν οἰκούντων λαμπρότητα· ἐπά- [*](5. ὁ Φιλόξενος] Philoxenus intelli. οἱ δὲ τας διατριβούσας περὶ τὰ νάματα. gitur ὁ ὑπομνηματίζων τὴν Ὀδύσσειαν, 11. κινησίφυλλον om. P.Q. de quo v. ad schol. ξ, 327. ἔνοσις H. ἕνωσις P. Q. 6. ὁ Κράτης Torsonus pro ὁ ἀκρο- 16. ἀμφενεμοντο] ἐνέμοντο H. ἄτης. Quae emendatio contirmatur 20. Cf. Strab. 10.p. 454. BUTTT. verbis Steph. Hyz. Νήϊον· ὄρος Ἰθά- 21. τῶν ἄλλων om. E.Q. κης, ἀφʼ οὗ κατὰ Κράτητα αἱ Νηϊάδες. 29. αὐτὴν] αὐτὸ Q. )

408
γει γὰρ “τρηχεῖα, ἀλλʼ ἀγαθὴ κουροτρόφος.” τὸ δὲ “πρὸς ζόφον” οὐ πρὸς σύγκρισιν τῶν λεχθεισῶν νήσων εἴρηται, ἐπεί ἐστι δυτικω- τέρα ἡ Σικελία. B. Q.

26. πρὸς ζόφον] πρὸς τὰ δυτικὰ μέρη. αἱ γὰρ ἄλλαι νῆσοι καὶ Κεφαλληνία ἀνατολικώτεραι αὐτῆς εἰσιν. B.

28. γνῶθι ὅτι καλῶς λέγει καὶ Ἐπίκουρος ὁ φιλόσοφος τῷ ἑαυτοῦ δόγματι ἄριστον τέλος εἶναι πάντων τὴν ἡδονὴν, ἐξ Ὀμήρου τοῦτο λαβὼν, καὶ ἐπὶ πάντων αὐτὸς ἐκτείνας τὴν τῆς ἡδονῆς τελειότητα. H. ἧς γαίης δύναμαι] οὐκ εἶπεν ἐμῆς, ἵνα καθολικώτερος γένηται ὁ λόγος περὶ τῆς τῶν καθʼ ἕκαστον ἀνθρώπων πατρίδος, ὡς καὶ ἐν ἄλ- λοις “ὡς οὐδὲν γλύκιον (34.). καλῶς δὲ ταῦτα πάντα πρὸς τὸν Ἀλκίνοον· ἐνδείκνυται γὰρ ὡς ἔχει σπουδὴν πρὸς τὸ θεάσασθαι τὴν πατρίδα. T.

32. Αἰαίη] ἐξ Αἰαίης νήσου τῆς Τυρρηνίας, ἢ Κολχικῆς. Αἰαία γὰρ πόλις τῆς Κολχίδος. P.Q.V. νῦν δὲ Αἰαία ἐστὶν ἡ τῆς Κίρκης νῆσος ἡ πλησίον τοῦ Ἅιδου οὖσα ἀπὸ τῶν στεναγμάτων τῶν ἐν αὐτῷ, παρὰ τὸ αἲ αἲ θρηνητικὸν ἐπίρρημα. MS. Barnes. Αἰαίη] τοῦ Αἰ- ήτου θυγάτηρ. ἢ ἀπὸ Αἰαίας χώρας τιμωμένη. ἔστι δὲ πόλις Κολ- χίας. E.

33. ἀλλʼ ἐμὸν οὔποτε θυμὸν] ἴσως μὲν κατʼ ἄλλον λογισμὸν οὐκ ἐπείθετο ὁ Ὀδυσσεὺς, εἰδὼς τοὺς ἐρῶντας πάντα μὲν ὑπισχνουμένους. τὸ δὲ τῆς ἀθανασίας ὡς ἀδύνατον ἀνθρώπῳ δοῦναι πρὸς· μέντοι τοὺς Φαίακας οὐχ ὡς ἄπιστον λέγει, ἀλλʼ ὡς καὶ ἀθανασίας καταφρονήσας πόθῳ τῆς πατρίδος· τοῦτο γὰρ εἶχεν αὐτοῦ τοῦ ἤθους τῆς πατρίδος σύστασιν. T.

35. εἴπερ γάρ τις] θαυμαστὺ ἐπίτασις, εἰ καὶ πίονά τις οἶκον ἐν ἀλλοδαπῇ ναίει ἔχων ἀπάνευθε τοκήων. σχεδὸν δὲ πρὸς αὐτοὺς ἀποτείνεται· οὐκ ἂν ἑλοίμην πᾶσαν εὐδαιμονίαν ἀνέχειν ἐνθάδε κατὰ στέρησιν τῆς πατρίδος· καὶ γὰρ ἐπιφέρει . . . . T. γίνεται] κἂν τῆς ἡμῶν πατρίδος ἄλλη τίς ἐστι γαῖα πόρρωθεν πίων καὶ λιπαρὰ, ἀλλʼ οὖν τῆς ἡμῶν πατρίδος γλυκυτέρα ἡμῖν οὐ λογίζεται. Q.

37. εἰ δʼ ἄγε] εἰπὼν, φησὶ, τὸ ὄνομα ἄγε δὴ καὶ τὸν νόστον εἴπω τὸν πολλῶν συμφορῶν καὶ κακῶν πλήρη. Q.

[*](6—8. Hec spectant ad v. 5. tati in Q. Conf. Eustath. p. 1612, 9. 29. Lacunam indicavit Preller. 15. Αἰαία] Αἴα Barnes. us. Nam in T. est ἐπιφέρει τὸ πρῶ- 17. Αἰήτου Buttmann. pro αἰετοῦ. τον etc. (9. 409, 5.) sine ulla de- Versus proximi 33—35. obelis no- fectus nota. )
409

ἐνίψω] ἐρῶ, λέξω. V.

39. Κικόνεσσι] ἡ μὲν χώρα Κικονία (ἔστι δʼ αὐτὴ τῆς Θράκης), ἡ δὲ πόλις Ἴσμαρος. τῷ γὰρ γενικῷ τὸ εἰδικὸν ἐπήγαγεν, ὡς τὸ “ἡ δʼ ἄρα Κύπρον ἵκανεν, εἰς Πάφον” (Od. θ, 362.). πορθεῖ δὲ τοὺς Κίκο- νας ὅτι συνεμάχησαν τοῖς Τρωσί. B. Q. τὸ πρῶτον τῆς πλάνης χωρίον γινωσκόμενον παρέλαβεν ἀξιοπιστίαν τοῖς ἑξῆς παρεχόμενος, ἵνα πᾶν ἴχνος κατὰ πᾶσαν ἀρχὴν ζητήσεως . . . . οἱ δὲ Κίκονες ᾤκουν τὴν νῦν Μαρώνειαν καλουμένην. T.

40. Ἰσμάρῳ] ποταμῷ. ἢ τῇ νῦν καλουμένῃ Μαρωνείᾳ. E.

Ἰσμάρῳ. ἔνθα δʼ ἐγὼ πόλιν ἔπραθον] τότε δὲ ἐγὼ τὴν Ἴσμαρον ἐπόρθησα, πόλιν τῆς Κικονίας, ἢ νῦν Μαρώνεια λέγεται. B.H.Q.V. πόλιν ἔπραθον] ἐπεὶ οἱ Κίκονες τῷ Πριάμῳ συνεμάχησαν. “Κι- κόνων ἡγήτορι Μέντῃ” (Il. ρ, 73.). V. ἐπειδὴ σύμμαχος Εὔφημος ἀρχὸς Κικόνων. T.

42. δασσάμεθʼ] παράγγελμά ἐστι στρατηγικὸν τὰ λάφυρα ἐξ ἴσου διανέμειν. ἡ γὰρ πλεονεξία ὑποτέμνεται τὴν προθυμίαν. ὅθεν καὶ Ἀχιλλεὺς διαλοιδορεῖται Ἀγαμέμνονι. B.H.Q.

ὡς μή τίς μοι ἀτεμβόμενος κίοι ἴσης] ὡς μή τις καταλάβῃ στε- ρισκόμενος τῆς ἰσομοιρίας τῶν μεριζομένων. Q. στερούμενος. καὶ γίνεται ἐκ τοῦ τέμνω τέμβω καὶ μετὰ τοῦ στερητικοῦ ᾱ ἀτέμβω. οἱονεὶ τὸ μὴ μεριζόμενον. T.

43. διερῷ ποδὶ] μεταφορικῶς τῇ νηΐ. οἱ δὲ διερῷ τῷ ὀξεῖ καὶ ταχεῖ. οἱ δὲ τῷ ζῶντι, ἐπεὶ ξηροὶ οἱ ἀποθανόντες. καὶ γὰρ ἑτέρωθι “διερὸς βροτός” (Od. ζ, 201.) φησίν. P.Q.V. οἱ δὲ τῇ κώπῃ. οἱ δὲ τῷ διερῷ ἐκ τῆς θαλάσσης πρὶν ξηρανθῆναι τὴν ἐκ τῆς βάσεως ὑγρασίαν. λέγει δὲ τὸν ἱδρῶτα. Q. V. τῇ νηΐ· καὶ γὰρ ἄλλως ἵπ- πους τὰς ναῦς. οἱ δὲ διʼ ὑγροῦ καὶ ζῶν, πρὶν ὑπὸ πολεμίους γενέσθαι· καὶ γὰρ ξηροὶ οἱ νεκροὶ, καὶ διερὸς βροτὸς ( Od. ζ, 201.) ὁ ζῶν. ἄλλοι δὲ τοῖς σκεύεσι καὶ τῷ ἱστίῳ ἀπὸ τοῦ πλοῦ. πάντα δὲ στρατηγικῶς· οὐδὲ γὰρ ἔδει ἐνδιατρίβειν πολεμίᾳ γῇ. κατηγοροῦσι δὲ τῆς μονῆς [*](11. πόλιν τῆς Κικονίας om. B. Q. 8. p. 351. e. cum Eustathio ad Od. Μαρώνεια (μαραθὼν V.)] Vid. Eu- ι, 198. p. 1623, 49. 53 ═ p. 347. stath. p. 1615, 9. Steph. Bbz. v. 28. 34. ubi pro καταληφθῇ ed. Rom. Ἵσμαρος et Μαρώνεια. Nomen post habet καταλυφθῇ, scr. κατακαλυφθῇ. habuit a Marone Euanthis filio, PORSON. qui erat Bacchi: vid. infra schol. λέγεται] καλεῖται H. ad 197. Suid. v. Ἰσμαρικὸς οἶνος. 15. ἐστι H. ἦν B. Q. BARNES. Cf. Athen. 1. p. 33. d. 26. ὑγρασίαν] ὑγρότητα Q. )

410
τοῦ Ὀδυσσέως, αὐτοῦ βοῶντος . . . . T. Ἄλλως. διερῷ ποδὶ, ἤτοι τῷ πηδαλίῳ, ἵνʼ ᾖ ἀπὸ μέρους τοῖς πλοίοις. ἢ ἀντὶ τοῦ παραχρῆμα πρὶν τὴν νοτίδα τοῦ ἱδρῶτος ξηρανθῆναι, ἣν ἔχομεν ἐκ τῶν ἀγώνων τοῦ πολέμου. B. Q.

44. τοὶ δὲ μέγα νήπιοι] ἐναντία, φησὶ, λέγει ἑαυτῷ ὁ Ὅμηρος. ἐν μὲν γὰρ Ἰλιάδι παράγει τὸν Ὀδυσσέα τύπτοντα καὶ τοὺς μηδὲν αὐτῷ προσήκοντας τῶν στρατιωτῶν· “ὃν δʼ αὖ δήμου τʼ ἄνδρα ἴδοι βοόωντά τʼ ἐφεύροι, τὸν σκήπτρῳ ἐλάσασκε παραστάς” (Il. β, 198. 199. 189.). καὶ ταῦτα ποιῶν ἔπειθεν. ἐνταῦθα δὲ οὐδὲ τῶν ἰδίων ἄρχειν δύναται, οὐ γὰρ αὐτῷ πείθονται ἀποπλεῖν. στρατηγοῦ δέ ἐστι κακοῦ τὸ καταφρονεῖσθαι. οὔτε οὖν λέγειν δεινὸς ἦν (ἔπειθε γὰρ ἄν) οὔτε δόξῃ μέγας, ἐδέδιε γάρ. οὔτε μὴν χρηστὸς, ᾐροῦντο γάρ. ἐροῦ- μεν οὖν ὅτι εὐθὺς ἀπὸ τῆς νίκης ὄντες οἱ ἑταῖροι ἐγαυρίων τῇ τύχ. τοιαῦτα δέ τινα καὶ Ἀγαμέμνων πέπονθεν. ἠναντιοῦντο γὰρ αὐτᾷ πολλάκις Ἕλληνες. παραδέδωκε δὲ ἡ ἱστορία ὅτι καὶ Ἀλεξάνδρῳ Μακεδόνι δεύτερον ἀπόστασιν ἐποίησαν οἱ ἴδιοι αὐτοῦ στρατιῶται. Q.

47. Κίκονες Κικόνεσσι γεγώνευν] πῶς οἱ ἀπολλύμενοι Κίκονες βοᾶν εἶχον, φαμὲν ὅτι ἐν τῷ πορθεῖσθαι ἐβόων, ἤκουσαν δὲ οἱ γείτο- νες οἱ τὴν ἤπειρον οἰκοῦντες, ὅ ἐστι μεσόγειοι. οἱ γὰρ πορθηθέντες παραθαλάσσιοι ἤσαν. B. Q.

48. ἐπισημαίνονται δὲ ἐν Ἰλιάδι γείτονα μὴ ὠνομάσθαι, ἐν δὲ Ὀδυσσείᾳ νῦν δὲ κἀκεῖ “ὣς οἱ μὲν δαίνυντο γείτονες ἠδὲ ἔται Μενε- λάου·” ἴσως δὲ οὐδὲ ἐπῆλθεν αὐτῷ χρεία ἐν Ἰλιάδι, ἐνταῦθα δὲ περι- έστη καιρός. H.

51. ὅσα φύλλα καὶ ἄνθεα γίνεται ὥρῃ] καὶ ἐπὶ τῶν Ἑλλήνων ἐν Ἰλιάδι (β, 467.) “ἔσταν δʼ ἐν λειμῶνι Σκαμάνδρου ἀνθεμόεντι μυρίοι, ὅσσα τε φύλλα καὶ ἄνθεα γίνεται ὥρῃ.” δόξειεν ἄν τις ἐλάττωσιν εἶναι ἐκ τοῦ ἐπαγομένου τὰ ἄνθεα· ἐλάττω γὰρ τὰ ἄνθη τῶν φύλ- λων. οὐκ ἔστι δέ. οὐ γὰρ τοῦ πλήθους παραστατικὰ παρείληπται ἄμφω, ὥσπερ ἐπὶ τῶν φύλλων καὶ τῆς ψάμμου “λίην γὰρ φύλλοισιν ἐοικότες ἢ ψαμάθοισιν” (Il. β, 800.)· ἐπίτασις γάρ ἐστι κατὰ τὸ ἐπενηνεγμένον· ἀλλὰ τὰ μὲν φύλλα παρίστησι τὸ πλῆθος, τὰ δὲ ἄνθη [*](1. Lacunam, quae nulla est in T., νάστασιν recte, ut videtur, Struius. indicavit Prellerus. 22. νῦν δὲ κάκεῖ ὣς] Haec sic fere 14. ἠναντιοῦντο] ἐναντιοῦντο Q. in ordinem redigenda collato Eu- 15. Addi ὅτι. stathio p. 1615, 25. ἐνταῦθα κεῖται, 16, δεύτερον ἀπόστασιν] ὕστερον ἐπα- καὶ, ὃς —. )

411
τὴν τοῦ πλήθους ποικιλίαν ἔν τε τῇ καθοπλίσει καὶ τῇ ἄλλῃ ἀμφι- έσει, τῶν Θρμκῶν μάλιστα, ὧν εἰσιν οἱ Κίκονες, ταῖς χροιαῖς ποικιλ- λόντων τὴν ἀμφίεσιν. Q.

54. στησάμενοι δʼ ἐμάχοντο] ἀναγκαίως καὶ τοῦτο, ἵνα μὴ ἀπώ- λεια ἔτι ῥᾳδία γένηται τοῖς ἐκ μιᾶς νηὸς φεύγειν βουλομένοις. T.

56. ὄφρα μὲν ἠὼς ἦν] τὸ ἀπὸ πρωίας μέχρι ὥρας Ϛ´ διάστημα. Q.

57. ἀλεξόμενοι] τουτέστιν ἀλέξοντες, ἀλλήλοις προσβοηθοῦντες. T. ἀμυνόμενοι ἢ ἐκκλίνοντες. V.

58. βουλυτόνδε] τὸν καιρὸν ἐν ᾧ οἱ βόες λύονται τῶν ἔργων. Q. V. ὁ ἥλιος μὲν ἐτράπετο ἡνίκα οἱ βόες λύονται. λέγει δὲ τὴν κλίσιν τῆς ἡμέρας, ἑβδόμην ὥραν. T.

59. κλῖναν] κλιθῆναι ἠνάγκασαν, ἢ ἐτράπησαν. T.

60. ἓξ δʼ ἀφʼ ἑκάστης νηὸς] τὸ πλῆθος τῶν ἀπολομένων εἶπεν ἑκάστην εἰς ναῦν ἀνδρῶν. καὶ δῆλον γὰρ ὅτι ἐπεμέρισεν ἐκ τῶν περι- σεσωσμένων τοῖς ἀποβεβληκόσι τινὰς ὑπὲρ τοῦ ἐν ἑκάστῃ τὸν ἴσον διαμένειν ἀριθμόν. T.

ἓξ δʼ ἀμʼ ἑκάστης] πολλοὶ κατηγόρουν τοῦ ἀπιθάνου, ὧν εἴς ἐστι καὶ Ζωΐλος. ἄτοπον γὰρ ἡγοῦνται μήτε πλέονας μήτε ἐλάττους ἀνῃρῆσθαι ἀφʼ ἑκάστης νηὸς, ἀλλʼ ἴσους ὡς ἀπὸ τοῦ ἐπιτάγματος. χρὴ δὲ τὰ πλάσματα πιθανὰ εἶναι. λύει δὲ ὁ Κράτης οὕτως. βού- λεται Ὅμηρος ἑβδομήκοντα δύο ἀπολωλότας σημᾶναι. πεζὸν μὲν τὸ φάναι, ἀπώλοντο οἱ ἑβδομήκοντα δύο καὶ σχεδὸν ἀδύνατον εἰπεῖν εἶναι ποιητικὸν διὰ τὸ μέτρον. δώδεκα γὰρ νεῶν οὐσῶν καὶ ἀπολομένων ἑβδομήκοντα δύο, εἴτε ἐκ μιᾶς νεὼς ἁπάντων εἴτε ἐκ πλειόνων, μηκέτι εἶναι τὸν ἀριθμὸν τῶν στρατιωτῶν πλήρη ἐν ἑκάστῳ πλοίῳ. ὅτε γὰρ ἔμελλον ἀποπλεῖν, τότε ἐξ ὀνόματος καλῶν πάντας καὶ εὑρὼν τοὺς λείποντας, ἀναγκαίως ἐμέρισεν εἰς τὰς ναῦς ἐξ ἴσης. ἐνέλιπον δὲ ἓξ εἰς ἑκάστην ναῦν ἐρέται. H. Q. οβ΄ ἀπολωλότας βουλὴ τῷ Ὁμήρῳ σημᾶναι. πεζὸν οὖν τὸ φάναι, ἀπώλοντο οἱ οβ´, καὶ σχεδὸν ἀδύνατον εἰπεῖν ποιητικῶς διὰ τὸ μέτρον. B.

62. ἔνθεν δὲ προτέρω πλέομεν] ἀντὶ τοῦ εἰς τοὔμπροσθεν· καὶ ἑξῆς [*](1. ἀμφιέσει —χροιαῖς — ἀμφίεσιν] pro ἀπώλλοντο et ἀπολλωμένων, quæ ἀμφιέσσει — χροίαις — ἀμφίεσσιν Q. etiam, ex ἀπώλλυντο et ἀπολλυμένων Recte idem ad ζ, 103. ubi idem corrupta esse possunt. Sed illud scholion legitur loco alieno. probabilius: conf. schol. κ, 208. 19. ἴσους ὡς ἀπὸ J. G. Schneide- λ, 51. Eodem vitio ἀπολλομένων in rus apud Buttm. pro ἴσως ἀπό. T. p. 411, 12., in H. p. 412, 6. 20. 22. ἀπώλοντο—ἀπολομένων scripsi καὶ σχεδὸν—ἑβδομήκοντα δύο om. Q. )

412
ὁμοίως “οὐδʼ ἄρα μοι προτέρω νῆες κίον.” οὐχ ὡς κατεχομένων τῶν νεῶν κατʼ ἐμποδισμὸν τινὸς δαίμονος, ἀλλʼ ὅτι ἐγὼ οὐκ εἴασα τὰς ναῦς πλεῦσαι, πρὶν κατὰ τὸ ἀρχαῖον ἔθος ἀνακαλέσασθαι τοὺς ἑταίρους. ᾤοντο γὰρ τοὺς ἐν ἀλλοδαπῇ γῇ ἀποθνήσκοντας δεῖν καλεῖν, ἵνα μετά- γωσιν αὐτοὺς εἰς τὴν πατρίδα. οὕτω καὶ Ἀθηναῖοι κενοτάφιον ποι- οῦντες τῶν ἐν τῇ θαλάττῃ ἀπολομένων ἔστησαν παρὰ τὸν αἰγιαλὸν, καὶ ἐφώνουν τρίτον αὐτῶν τὰ ὀνόματα, καὶ οὕτως ἀνεχώρουν· τὸ δὲ ἑξῆς οὕτως, πλέομεν ἀκαχήμενοι ἦτορ φίλους ὀλέσαντες ἑταίρους, ἄσμενοι ἀπὸ θανάτου. H.

63. ἄσμενοι] ἀκαχήμενοι διὰ τοὺς ἀπολωλότας, ἄσμενοι διὰ τὸ σεσῶσθαι αὐτούς. T.

64. οὐδʼ ἄρα μοι προτέρω] οἷον οὐ πρότερον ἀνήχθημεν πρὶν τὰ νομιζόμενα τοῖς ἑταίροις ποιῆσαι παλαιῷ θεσμῷ κρατοῦντες. ἐν πο- λέμῳ γὰρ ἀποθανόντας εἰς τρὶς ἀνακαλεῖν, τουτέστιν ἵνα μή τις πολ- λάκις ἐμπνέων ὡς νεκρὸς ἀπολειφθείη. οὐ μέντοι προαπέστημεν ἐμ- βάντες, ἀλλὰ προσεκαρτεροῦμεν ἕκαστον ἀναβοῶντες, εἰ δυνάμεθά τινα τῶν ἀπολελειμμένων σῶσαι καὶ μὴ ἀπολείπειν ἐν τῇ πολεμίᾳ. καὶ ἐν Ἰλιάδι (μ, 122.) “ἀλλ᾿ ἀναπεπταμένας ἔχον ἀνέρες.” φαίνε- ται δὲ διὰ τοῦτο τὸ φιλέταιρον τοῦ Ὀδυσσέως. T.

65. τρὶς ἕκαστον] τῶν ἀπολομένων ἐν ξένῃ γῇ τὰς ψυχὰς εὐχαῖς τισὶν ἐπεκαλοῦντο ἀποπλέοντες οἱ φίλοι εἰς τὴν ἐκείνων πατρίδα, καὶ ἐδόκουν κατάγειν αὐτοὺς πρὸς τοὺς οἰκείους. H.

πρίν τινα] ἀρχαῖον ἔθος ἦν τῶν ἐπὶ ξένης ἀπολλυμένων τὰς ψυχὰς ἐκ τρίτου ἀνακαλεῖν. τοῦτο δὲ ἐγίνετο ἵνα εἴ τις ὑπολίποιτο ἐν τῷ πεδίῳ προσέλθοι. Q. ἀρχαῖον ἔθος τῶν ἐπὶ ξένης ἀπολλυμένων τὰς ψυχὰς ἀνακαλεῖν τρίτον τοὺς περιλειφθέντας, ἐπὰν ἀπίωσιν οἴκαδε. ἢ ἵνα καὶ εἴ τις ἀπολίποιτο ἐν τῷ πεδίῳ προσέλθοι. V.

68. λαίλαπι θεσπεσίη] ἐλλείπει ἡ σύν πρόθεσις, σὺν λαίλαπι. λαῖλαψ δὲ ὁ μεθʼ ὑετοῦ σφοδρὸς ἄνεμος. προκατασκευάζει δὲ τὴν ἐσομένην πλάνην καὶ τὴν ἀπόρριψιν τὴν εἰς τοὺς Λωτοφάγους καὶ ἐξ ἐπιβουλῆς τῶν θεῶν γεγενῆσθαι τὸν χειμῶνα. T.

[*](7. τρίτον] Corrigendum τρὶς hic scholiis v. 62. 65. et in scholio proximo. 14. τρὶς] τρεῖς T. Idem vitium 13. κπατοπυντες—ἀνακαλεῖν] Verba apud Eustath. p. 1614, 50. non integra. In κρατοῦντες Prelle. 20. ἀπολομένων] ἀπολλυμένων Eu- rus Cratetis nomen latere conjicit, stath. p. 1614. extr. qui nominatur in scholio v. 60. 26. ἀπίωσιν Barnes. pro ἐπίωσιν. De sensu verborum constat ex 27. εἴ τις Buttm. pro ἔτι. )
413

69. ὀρώρει δʼ οὐρανόθεν νύξ] ἐπιφώνημα ῥητορικόν. P. ἤτοι σκό- τος. νύκτα δὲ οὐδέποτε ἐξ Ὀλύμπου ἐρεῖ γεγονέναι ὁ ποιητής. φαίνε- ται τὴν νύκτα· “ὖμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ὖλθενν.” H.

73. προερύσσαμεν] προερέσσαμεν διὰ τοῦ ε Ἀρίσταρχος. M.

79. καί νύ κεν ἀσκηθὴς] τηρεῖ ὡς . . . . μικρὸν τῇ σωτηρίᾳ τοῦ Ὀδυσσέως. καὶ γὰρ ἔμπροσθεν ἀπὸ Καλυψοῦς πλέοντι τῆς γῆς τὸ ναυάγιον ἐπιγίνεται, καὶ ἑξῆς ἤδη τὴν Ἰθάκην ὁρῶντι, ὅτε παρʼ Αἰόλου πλεύσαντι ἐπέθεντο οἱ ἑταῖροι. T.

80. Μάλειαν] νῦν ἑνικῶς Μάλειαν, ἑτέρωθι δὲ πληθυντικῶς· “ἅλ’ ὅτε δή ῥα ἔμελλε Μαλειάων ὄρος αἰπὺ ἵξεσθαιι” (Od. δ, 514.). ἔστι δὲ ἀκρωτήριον τῆς Λακωνικῆς. B.E.Q. ἀκρωτήριον τῆς Λακωνικῆς λίαν ἐπικίνδυνον. ὅθεν ἡ παροιμία “Μαλέαν δὲ κάμψας ἐπιλαθοῦ τῶν οἴκαδε.ʼ MS. Barnes.

81. παρέπλαγξεν δὲ Κυθήρων] τῆς Λακωνικῆς πόλεως· ὡς ἐκεῖ ἐν Κυθήροις αὐτοῦ βουλομένου καταχθῆναι. νησύδριον δὲ πρὸ τῆς Λα- κωνικῆς. Καὶ ἄλλως. ἀνέμου ὄντος σφοδροῦ ἀπὸ τῆς περὶ Μάλειαν καὶ Κύθηρα θαλάττης εἰς τὴν Λιβύην ἀπηνέχθην, ὅπου ἦσαν οἱ Λω- τοφάγοι. Q. ἀναγκαίως πρόσκειται, ἵνα μὴ ζητῶμεν. εἴπερ Μά- λειαν ὑπερέβαλε, πῶς τοῦτʼ ἠδύνατο οὐδὲ τῶν Κυθήρων προσδραμὼν, τοῦ μεταξὺ ὄντος πόρου; αἰτίους οὖν φησὶ γὰρ, Βορέας καὶ κῦμα καὶ ῥοῦς ἔνθεν ἀπὸ τῆς περὶ τὰ Κύθηρα θαλάσσης ἀπέσπασεν ἡμᾶς. πιθανῶς, ἵνα τὴν ἔξω πλάνην πορίσηται. T.

84. γαίης Λωτοφάγων] τοὺς Λωτοφάγους ἐν Λιβύῃ ὑποτίθενται εἶναι οἱ νεώτεροι. μέχρι δὲ νῦν Αἰγύπτιοι βοτάνην ξηραίνοντες ἀλοῦσι καὶ πέττοντες ἐσθίουσιν. Q. λωτός ἐστι βοτάνη εὔοδμος. ἔνιοι δὲ μυρόλωτον λέγουσι βρῶμα. P. Q.

οἵτ᾿ ἄνθινον εἶδαρ ἔδουσιν] ἴδιον εἶπεν, ὡς τοιούτου ὄντος τοῦ λωτοῦ οἷον ἄνθους τινός· οὐ γὰρ εἶπε δένδρου τινὸς καρπὸν ἢ σπέρμα, ἀλλʼ ἄνθινον. εἶδαρ δὲ βρῶμα. T.

88. προίειν] προέπεμπον. V.

[*](2. ὁ ποιητής—νύκτα] Verba non psisse scholiasten νησύδριον δέ.” integra. BUTIM. 4. Ἀρίσταρχος] ἀρίων M., ut supra 17. Κύθηρα correxi pro Κύθηραν. aliquoties. Correctum ex Eusta- 18. ζητῶμεν Prellerus. ζητῶν T. thio p. 1615, 57. ubi male προερέ- 19. πῶς τοῦτ᾿ Prellerus. οὐκ T. 20. Inter οὖν et φησὶ (φασὶ T.) σαμεν. 11. ἀκρωτήριον] νῆσος B. Q. aliquid excidit. οὖν φησίν· ὁ γὰρ Prel. 15. νησύδριον δὲ] ἢ συνέδριον δὲ Q. lerus. “Quamvis sat magna sit insula 26. βρῶμα om. P. Cvthera, ne dubites tamen scri-)
414

89. σῖτον ἔδοντες] ἵνα ἀπροσδόκητόν τι ἐπαγάγῃ· οὐ γὰρ ἦσαν σῖτον ἔδοντες. ἐπηκολούθει τῇ παραθέσει τοῦ λωτοῦ ὄλεθρος, ὥστε καὶ ἡ εὔνοια καὶ ἡ φιλανθρωπία τὸν ὄλεθρον περιεῖλε τῶν εὐτυχούντων ὑπὸ ἡδονῶν τοῦ ἐδέσματος. T.

ἐκ τοῦ Ἡρακλείτου. καθόλου δὲ τὴν Ὀδυσσέως πλάνην εἴ τις ἀκριβῶς ἐθέλει σκοπεῖν, ἠλληγορημένην εὑρήσει. πάσης γὰρ ἀρετῆς καθάπερ ὄργανόν τι τὸν Ὀδυσσέα παραστησάμενος ἑαυτῷ διὰ τοῦτο πεφιλοσόφηκεν, ἐπειδήπερ τὰς ἐκνεμομένας τὸν ἀνθρώπινον βίον ἤχθηρε κακίας, ἡδονὴν μέν γε τὸ Λωτοφάγων χωρίον, ξένης γεωργὸν ἀπολαύσεως, ἣν Ὀδυσσεὺς ἐγκρατῶς παρέπλευσε, τὸν δʼ ἄγριον ἑκά- στου θυμὸν ὡσπερεὶ καυτηρίῳ τῇ παραινέσει τῶν λόγων ἐπήρωσε. Κύκλωψ δὲ οὗτος ὠνόμασται ὁ τοὺς λογισμοὺς ὑπολωπῶν. T.

90. κήρυκα] ὁ κῆρυξ ἔμφασιν εἶχε βασιλικῆς καὶ δημοσίας πρεσ- βείας. Q. τρίτατον κήρυκα, ἵνα μὴ εὐεπιχείρητοι ὦσι διὰ τὸν κή- ρνκα. P. V.

92. οὐδʼ ἄρα Λωτοφάγοι] δίκαιοι ὄντες ἄνδρες βίᾳ τινι οὐ κατεῖ- χον, ἀλλὰ πειθοῖ. τὸ δὲ “μήδοντο” δηλοῖ ὅτι οὐχ ἑκούσιος ἦν ἐκείνων ὁ γενόμενος ὄλεθρος. καὶ γὰρ οἱ Λωτοφάγοι δίκαιοι ὄντες βίᾳ οὐδένα κατεῖχον, ἀλλὰ τῷ λόγῳ μόνῳ ἔθελγον. Q.

97. νόστου τε λαθέσθαι] ἀκολούθως τῇ φύσει, ὡς ἐπὶ ἀλόγων ζῴων, οὐχ ὡς μέντοι τοῦ λωτοῦ λήθην ἐμποιοῦντος, ἀλλὰ διὰ τὴν ἡδονὴν καταφρονούντων τοῦ νόστου. ὅμοιον δέ ἐστι τῷ “λάθοντο δὲ θούριδος ἀλκῆς” (Il. ο, 322.). οὐ γὰρ ἐπελάθοντο, ἀλλὰ κατημέλησαν. H. Q.

98. τοὺς μὲν ἐγὼν ἐπὶ νῆας ἄγον] διδάσκει ὅτι οὐ χρὴ ὑπεριδεῖν ἑταίρους κινδυνεύοντας, ὥσπερ καὶ ἐν τοῖς ἑξῆς πρὸς τοὺς ἐκθηριω- θέντας ὑπὸ Κίρκης μόνος τολμᾷ καὶ ἔρχεται. ἐγκράτειαν δὲ σημαί- νει αὐτοῦ, εἰ μηδὲ τὴν ἀρχὴν ἥψατο τοιαύτης ἡδονῆς, ἢ καὶ γευσάμε- νος ἀπέστη καὶ οὐκ ἐνικήθη τῆς ἰδίας φύσεως. H. Q.

106. Κυκλώπων δʼ ἐς γαῖαν] ζητεῖ Ἀριστοτέλης πῶς ὁ Κύκλωψ ὁ Πολύφημος μήτε πατρὸς ὢν Κύκλωπος, Ποσειδῶνος γὰρ ἦν, μήτε μητρὸς, Κύκλωψ ἐγένετο. αὐτὸς δὲ ἑτέρῳ μύθῳ ἐπιλύεται. καὶ γὰρ ἐκ Βορέου ἵπποι γίνονται, καὶ ἐκ Ποσειδῶνος καὶ τῆς Μεδούσης ὁ Πήγασος ἵππος. τί δʼ ἄτοπον ἐκ Ποσειδῶνος τὸν ἄγριον τοῦτον γε- [*](2. παραθέσει Prellerus. θέσει T. 20. φύσει Buttm. pro φωνῇ. 5. Ἡρακλείτον] Alleg. c. 70. 21. λωτοῦ addidit Buttm. 14. ἵνα μὴ εὐεπιχείρητος] Cf. schol. 22. καταφρονούντων H. καταφρο- κ, 102. νοῦντες Q.)

415
γονέναι; ὥσπερ καὶ τὰ ἄλλα ἐξ αὐτοῦ ἀναλόγως τῇ θαλάσσῃ ἄγρια γεννᾶται ἢ τερατώδη ἢ παρηλλαγμένα. γελοίως δʼ αὐτοὺς ἀτυμολο- γεῖ Ἡσίοδος “Κύκλωπες δʼ ὄνομ᾿ ἤσαν ἐπώνυμον, οὕνεκʼ ἄρω σφέων κυκλοτερὴς ὀφθαλμὸς ἕεις ἐνέκειτο μετώπῳ.” ὁ δ᾿ Ὅμηρος φαίνεται φύσιν αὐτῶν λέγων· εἰ γὰρ ἦν τι τοιοῦτον, ὥσπερ τὰς ἄλλας ἰδιότη- τας τῶν ὀφθέντων ἔγραψεν ἐπʼ αὐτοῦ Κύκλωπος, τὸ μέγεθος, τὴν ὠμό- τητα, οὕτω κἂν τὸ περὶ ὀφθαλμοῦ ἔγραψε. φησὶ δὲ ὁ Φιλόξενος ὅτι ἐπλάνησε τὸν Ἡσίοδον τὸ τὸν ἕνα ὀφθαλμὸν τυφλωθέντα μηκέτι ὁρᾶν. οὔτε δὲ περὶ πάντων τῶν Κυκλώπων εἶπε τοῦτο Ὅμηρος, εἰκός τε τὸν Πολύφημον κατά τινα ἄλλην αἰτίαν τὸν ἕτερον τῶν ὀφθαλμῶν ἀπο- λωλεκέναι πρὸ τῆς Ὀδυσσέως ἀφίξεως. οἱ δὲ ἀντιλέγοντες τούτῳ φασὶν, εἰ δύο εἶχεν ὀφθαλμοὺς καὶ τὸν ἕνα Ὀδυσσεὺς ἐτύφλωσε, πῶς συμφωνήσει τὸ ὑπʼ αὐτοῦ λεγόμενον, “Κύκλωψ, εἰ καί τίς σε καταχθονίων ἀνθρώπων ὀφθαλμοῦ εἴρηται ἀεικελίην ἀλαωτύν” (502.); οὐκ εἶπεν ὀφθαλμῶν. ἔτι δὲ καὶ τὸ προκείμενον παρὰ τοῦ Κύκλωπος, ὅτι δύναταί μου ὁ Ποσειδῶν ἰάσασθαι τὸν ὀφθαλμόν. εἰ γὰρ ἦν ἑτερό- φθαλμος ἤδη ὑπάρχων, ἔλεγεν ἂν αὐτῷ Ὀδυσσεὺς, καὶ πῶς τὸν ἕτε- ρον οὐκ ἐθεράπευσεν; ἀλλʼ εἶπεν “ὡς οὐκ ὀφθαλμόν γʼ ἰήσεται οὐδʼ ἐνοσίχθων (525.). διʼ αὐτοῦ δὲ τούτου ἀπολογοῦνται περὶ τοῦ εἶναι αὐτὸν διόφθαλμον, διὰ τοῦ εἰπεῖν, εἰ τὸν πρῶτον πηρωθέντα ὀφθαλμὸν οὐκ ἐθεράπευσεν, οὐδὲ τοῦτον ἰάσεται. H. Q.

Κυκλώπων] ἐν Σικελίᾳ ὑποτίθενται οἱ νεώτεροι τοὺς Κύκλωπας. πάντες μὲν οἱ Κύκλωπες ἀγαθοί εἰσι καὶ θεοὺς τιμῶντες, χωρὶς τοῦ Πολυφήμου, ὅστις ἦν ἡγεμών αὐτῶν· ἀφʼ οὗ καὶ τοὺς Κύκλωπας ὑπερφιάλους λέγει. H.

ὑπερφιάλων, ἀθεμίστων] ἢ τῶν μεγαλοφυῶν τῷ σώματι, τῶν δι- σήμων γὰρ ἡ λέξις, ἀθεμίστων δὲ τῶν νόμοις μὴ χρωμένων· φησὶ γὰρ “θεμιστεύει δὲ ἕκαστος παίδων ἡδʼ ἀλόχων.” εἰ γὰρ ἦν ἀθεμί- στων ἀντὶ τοῦ ἀδίκων, πῶς λέγει “οἵ ῥα θεοῖσι πεποιθότες;” εἰ δ᾿ εἴπῃ τις, καὶ πῶς ὁ Πολύφημός φησιν “οὐ Κύκλωπες Διὸς αἰγιό- χου ἀλέγουσι.” (275.) σκοπείτω τὸ πρόσωπον, ὅτι Πολυφήμου ἐστὶ [*](3. Ἡσίοδος] Theog. 144— Gud. p. 352, 44. ubi qua: de Cy- ὄνομʼ ἦσαν] οὔνομʼ ἦσαν H. ὖσαν οὔ. clope dicuntur comparanda cum νεμ᾿ (sic) Q.: unde Maius ἔσαν οὔ- annotatione scholiastæ. νομʼ. 5. γὰρ] γοῦν Buttm. 4. ἔεις (sic) ἐνέκειτο H. εἴς ἐνέκει- 7. κὰν Buttm. pro καί. το τῷ Q. Recte scriptum in Etym. 10. ἀπολωλεκέναι H. ἀπολωλέναι Q. )

416
τοῦ ὠμοφάγου καὶ θηριώδους. καὶ Ἡσίοδος “ἰχθύσι μὲν καὶ θηρσὶ καὶ οἰωνοῖσι πετεινοῖς ἔσθειν ἀλλήλους, ἐπεὶ οὐ δίκη ἐστὶν ἐν αὐτοῖς, ἀνθρώποισι δʼ ἔδωκε δίκην.” ὥστε Πολύφημον μόνον λέγει ὑπερή- φανον καὶ ἄδικον, τοὺς δὲ λοιποὺς πάντας Κύκλωπας εὐσεβεῖς καὶ δικαίους καὶ πεποιθότας τοῖς θεοῖς, ὅθεν καὶ ἀνῆκεν αὐτοῖς αὐτομάτως ἡ γῆ τοὺς καρπούς. H. πῶς ὑπερφιάλους καὶ ἀθεμίστους καὶ πα- ρανόμους εἰπὼν τοὺς Κύκλωπας ἄφθονα παρὰ θεῶν αὐτοῖς ὑπάρχειν λέγει τὰ ἀγαθά; ῥητέον οὖν ὅτι ὑπερφιάλους μὲν διὰ τὴν ὑπεροχὴν τοῦ σώματος, ἀθεμίστους δὲ τοὺς μὴ νόμῳ χρωμένους ἐγγράφῳ διὰ τὸ ἕκαστον ἴδιον ἄρχεσθαι· “θεμιστεύει δὲ ἕκαστος παίδων ἠδʼ ἀλόχου” (115), ὅπερ ἀνομίας σημεῖον. Ἀντισθένης δέ φησιν ὅτι μόνον τὸν Πολύφημον εἶναι ἄδικον· καὶ γὰρ οὗτος τοῦ Διὸς ὑπερόπτης ἐστίν. οὐκοῦν οἱ λοιποὶ δίκαιοι· διὰ τοῦτο γὰρ καὶ τὴν γῆν αὐτοῖς τὰ πάντα ἀναδιδόναι αὐτόματον, καὶ τὸ μὴ ἐργάζεσθαι αὐτὴν δίκαιον ἔργον ἐστίν. ἀλλʼ ἔμπροσθεν βιαίως βιαίους, “οἵ σφεας σινέσκοντο” (Od. ζ, 6). ὥσπερ καὶ τοὺς Γίγαντας· “ὅσπερ ὑπερθύμοισι Γιγάν- τεσσιν βασίλευεν” (Od. η, 59), ὡσπερ καὶ τοὺς Φαίακας βλαπτο- μένους ὑπʼ αὐτῶν μεταναστῆναι. T. δίκαιοι οὗτοι πλὴν Πολυφή- μου. ὅθεν τὸ μὲν ὑπερφιάλων, νῦν μεγάλων, τὸ δὲ θεμίστων, μὴ ἐχόντων χρείαν νόμων διὰ τὸ θεμιστεύειν ἕκαστον παίδων ἠδ᾿ ἀλόχων. πῶς οὖν ἠδίκουν τοὺς Φαίακας καὶ ἐλύπουν (ζ, 5. 6.); διὰ τὸ ἀνό- μοιον τῆς πολιτείας. V. et ex parte B.

107. οἵ ῥα θεοῖσι πεποιθότες] φασὶ γὰρ ὅτι διὰ τὸ εὔκρατον τῶν ἀέρων προνοοῦσιν αὐτῶν οἱ θεοὶ ὡς ἀπογόνων, “ἐπεί σφισιν ἐγγύθεν εἰσίν,” ἢ ὡς δικαίων. μόνος γὰρ ἄδικος ὁ Πολύφημος. ἀπάνευθε γὰρ ὢν ἀθεμίστια ᾔδη καὶ οἶος ποιμαίνεσκε, τῶν δʼ ἄλλων ἕκαστος θεμι- στεύει παίδων ἡδʼ ἀλόχων. ὅθεν μηδὲ τὸ σπήλαιον ἀνοίξαντες πολυ- πραγμονοῦσι τί πέπονθε καὶ μαντείαις χρῶνται καὶ θεοὺς νομίζουσι. “ἀλλὰ σύγʼ εὔχεο πατρὶ Ποσειδάωνι ἄνακτι” (v. 412). T.

111. ἐριστάφυλον] ἐκ τελείου καρποῦ τῆς σταφυλῆς γινόμενον. [*](1. Ἡσίοδος] Op. 277. letus. ὅπως τοῦ διὸς εἴποτε T. 3. δʼ ἔδωκε] δὲ δέδωκε H. 14. ἐργάζεσθαι Prellerus. ἄζεσθαι ὥστε Πολύφημον—] Hanc Ari. T. starchi sententiam fuisse discimus 15. βιαίως delendum aut in εἶπε ex Apollonii Lex. s. v. ἀθεμίστων. mutandum. 8. Addidi λέγει. 20. χρείαν—ἀλόχων] νόμους, φύσει 12. οὗτος τοῦ Διὸς ὑπερόπτης Prel- δὲ δικαίων B.)

417
P. V. τὸν ἐκ τελείου καὶ εὐτραφοῦς σταφυλῆς γινόμενον. καὶ γὰρ ἀγρία ἄμπελος μικρὰν φέρει τὴν σταφυλήν. T.

καί σφιν Διὸς ὄμβρος ἀέξει] πλουτίζει, ἀέξει αὐτὰ αὐτοῖς, ἤτοι τοῖς Κύκλωψι, ἢ αὐτοῖς τοῖς πράγμασι. P.

112. βουληφόροι] εἰς ἃς αἱ βουλαὶ ἀναφέρονται ἵνα ἐπιτελεσθῶσι. P.V.

οὔτε θέμιστες] ἀθεμίστους λέγει οὐχ ὡς ἀδίκους, ἀλλʼ ὡς μὴ θέμιδος ἤτοι νόμου χρῄζοντας εἰς εὕρεσιν τοῦ καλοῦ. ἤσαν γὰρ ἀγα- θοί. Q.

θεμιστεύει] κατὰ τὸ δίκαιον, ὅσιον βασιλεύει. T.

115. οὐδʼ ἀλλήλων ἀλέγουσι] οὐ φροντίζουσιν ἀλλήλων ὅσον ἕνεκεν ὑποταγῆς. ἕκαστος γὰρ αὐτοκράτωρ ἐστὶ καὶ οὐχ ὑποτάσσε- ται τῷ ἑτέρῳ. ἔπειτα τοῦ Πολυφήμου κράζοντος ἦλθον πάντες. Q.

116. νῆσος ἔπειτα λάχεια] Ζηνόδοτος, τὴν βραχεῖαν, γράφων διὰ τοῦ ε, ἐλάχεια. οἱ δὲ τὴν εὔσκαφον, οἱ δὲ τὴν εὔγειον, τὴν λαχαί- νεσθαι καὶ σκάπτεσθαι δυναμένην. H. Q. λάχεια] ἢ τὸ τῆς νήσου ὄνομα γνωσθὲν ἐκ Κίρκης Ὀδυσσεῖ ἢ ἡ εὔγειος, ἡ ἐπιτηδεία εἰς τὸ λαχαίνεσθαι ἤτοι σκάπτεσθαι, ὅθεν καὶ τὸ λάχανον. ἢ ἐλάχεια, ἵνα ὥσπερ λιγὺς λίγεια οὕτω καὶ ἐλαχὺς ἐλάχεια, ἡ ἐλαχίστη. P. λάχεια, ἀπὸ τοῦ λαχαίνω. οὕτως ἀναγνωστέον, ἵνʼ ᾖ εὔγεως, εὔσκαφος, παρὰ τὸ δύνασθαι αὐτὴν λαχαίνεσθαι καὶ σκάπτεσθαι. E.

εὐάροτος γῆ. H. Q.

οἰκονομικῶς δὲ εἰς ταύτην νύκτωρ κατήχθησαν, ἵνα μὴ ἀπόλωνται πάντες. Q. V.

παρὲκ λιμένος τετάνυσται] τοῦ ἐν αὐτῇ· ἡ γὰρ τῶν Κυκλώπων χώρα ἀλίμενος, “ἀλλά μοι εἴφʼ ὅπη ἔσχες, ἤ που ἐπʼ ἐσχατιῆς” (279.). ὑπευλήσατο δὲ τοιαύτην νῆσον, ἵνα μὴ πάσαις καθορμίσωνται ταῖς ναυσίν. T.

[*](14. λάχεια] λαχεῖα Q. lium pertinuerint haec ἡ γ . . γράφων correxi pro γράφει. BUTTM. Scripsi ἢ ἡ εὔγειος, ἡ. 15. ἐλάχεια] Haec scriptura Conf. Eustath. p. 1619, 31., He- quum Zenodoto tribuatur, non sych. et Etym. M. s. v. Λάχεια. dubitandum quin vulgata hic ut 19. λίγεια] Vid. Gramm. m. alibi plerumque, ubi lectio Zeno- ampl. §. 62. Obs. 3. c. not. dotea diserte memoratur, probata BUTTM. fuerit Aristarcho. 20. λάχεια] λαχεῖα E. 17. ἡ γ . . . ἢ] Paucae litterae cul- 23. κατήχθησαν] κατηνέχθησαν V. tro interceptæ: ita tamen ut du- 25. τοῦ Prellerus. τὸ T. bium etiam sit an ad hoc scho- 27. ὑπευλήσατο corruptum. )
418

119. ἀπερύκοι] ἀπείργοι, κωλύοι. V.

124. μηκάδας] ἤτοι μηκωμένας, ἀπὸ τῆς φωνῆς. Q. V. μηκὴ γὰρ λέγεται ἡ τῶν αἰγῶν φωνή. ἢ ἀπὸ τοῦ ἐπὶ τὰ μήκη κίειν, ὅ ἐστι πορεύεσθαι. V.

125. νέες πάρα μιλτοπάρῃοι] μιλτωτὰς παρειὰς ἔχουσαι, τουτέστι πρῴας κεχρισμένας. μίλτος δέ ἐστι πηλὸς ῥουσιώδης. E.Q.V.

126. κάμοιεν] κατασκευάσαιεν. V.

127. αἵ κεν τελέοιεν] ἅστινας τὰς νῆας οἱ ναυτικοὶ κατεσκεύα- σαν, ἵνα τὰ πρὸς ἕκαστον καιρὸν ἐπιτήδεια φέρωσιν. Q.

128. οἷά τε πολλὰ] ἔλλειψιν ἔχει προθέσεως, ἵνα λέγῃ, διʼ οἷα πολλὰ αἴτια καὶ πράγματα ἐπʼ ἀλλήλους περῶσιν ἄνθρωποι. P.

130. οἵτινες οἱ ναυπηγοὶ τοῖς Κύκλωψι τὴν νῆσον κατεσκεύασαν. H. αὐτοὶ οἱ κατοικοῦντες τὴν νῆσον ἔκαμνον, τουτέστιν ἐξημέρουν γεωργήσαντες. T.

135. ἀμῷεν] γρ. ἀμμοῷεν. H.

ἐπʼ οὖδας] γρ. ὑπʼ οὖδας. H.

136. πείσματος] ἀπογείου σχοινίου ᾧ πείθεται ἡ ναῦς. P. V.

137. εὐνὰς] ἀγκύρας. εὐνὰς λέγει τὰ τῶν πλοίων σιδηρᾶ ἀγκύρια διὰ τὸ εὐνάζεσθαι ὑπὸ τούτων τὰ πλοῖα καὶ ἠρεμεῖν. Q.

138. ἀλλʼ ἐπικέλσαντας] ἐποκείλαντας. Gl. H. ἀλλʼ ἐπιψαύ- σαντας ἐν τοῖς τοιούτοις λιμέσι τὰ πλοῖα μεῖναι χρόνον ἀβλαβῆ, ἕως οὗ ὁ τῶν ναυτῶν θυμὸς ἐποτρύνῃ αὐτὰς πρὸς τὸν πλοῦν. Q. ἐπιψαύσαντας τῇ γῇ. ἀπὸ τοῦ κέλλειν, ὅθεν καὶ ὁ κόλπος. P.

142. καί τις θεὸς ἡγεμόνευεν] ἵνα μὴ τῇ τῶν Κυκλώπων προσορ- μίσαντες γῇ τὰς ναῦς ἀπολέσωμεν. T.

143. νύκτα διʼ ὀρφναίην] εἰς τὴν νύκτα τὴν σκοτεινήν. τὸ γὰρ διά ἀντὶ τοῦ εἰς ἐκληπτέον. Q.

144. ἀὴρ] ἀορασία, ἢ ἀχλύς. H. παρὰ] οὕτως, περὶ νηυσίν. H.

145. χωρὶς τοῦ ν τὸ οὐρανόθεν. H.

147. ποτὶ χέρσον] πρὸς τὴν γῆν. V.

148. τὸ κέλσαι καὶ τὸ ἐπικέλσαι ἐν λιμένι στῆναί ἐστι, P.

151. ἀποβρίξαντες] ἀποβρίξαι ἐστὶ τὸ ἐπὶ τῇ βορᾷ καὶ τροφῇ [*](2. μηκὴ] μήκη V. 15. ἀμμοῶεν] Sic H. Voluit aut 6. ῥουσιώδης] ῥούσιος E.: quam usi- ἀμμῷεν vel ἀμόῳεν. lata forma est, cuius exempla v. 33. ἐστὶ τὸ ἐπὶ—τροφῇ] κυρίως τὸ apud Ducangium. ἀπὸ τῆς βορρᾶς καὶ τροφῆς P. )

419
κοιμηθῆναι. H.P.Q. βρίζειν τὸ βαρὺ ἵζειν. ὅθεν ἐν Ἰλιάδι (δ, 223.) ἐπὶ ἀμελείας· ἢ τὸ μετὰ βορὰν ἵζειν, ὡς ἐνταῦθα. P. ἐπὶ τοῦ ἀπο- νυστάζοντος τίθησι τὴν λέξιν, οὐκ ἐπὶ τοῦ βαθέως ὑπνῶσαι· καὶ ἐν Ἰλιὰδι “ἔνθʼ οὐκ ἂν βρίζοντα” (δ, 223), ἤγουν νυστάζοντα. T.

153. ἐδινεύμεσθα] περιηρχόμεθα, ἀνεστρεφόμεθα. V.

154. ὦσαν δὲ νύμφαι] ὅμοιόν ἐστι τῷ “οὐδʼ ἄρ’ ἀπʼ ἀσφάραγον μελίη τάμε·” τὰ γὰρ συμβεβηκότα ὡς αἴτια λαμβάνει. γέγονε δὲ ἀφορμὴ τοῦ ζητῆσαι αὐτοὺς καὶ τὴν τῶν Κυκλώπων χώραν τὸ εὑρεῖν εὐτυχῆ ἄγραν, καθὸ καὶ οἱ ἑταῖροι συνεβούλευον, “τυρῶν αἰνυμένους ἰέναι πάλιν.” H.

Διὸς αἰγιόχοιο] ἀπὸ τοῦ ἔχειν τὰς καταιγίδας. ἢ ὀχηθεὶς ὑπὸ τῆς αἰγός. E.

155. ὀρεσκῴους] τὰς ἐν τῷ ὄρει διατριβούσας. H.

156. αἰγανέας δολιχαύλους] ἀκόντια μακρὰ ὁλοσιδήρους αὐλοὺς ἔχοντα, τουτέστι τὰ σιδήρια. P. ἀκόντια ἐπιμήκεις τοὺς αὐλοὺς ἔχοντα, ἤτοι τὰ σιδήρια. E.V. αὐλός ἐστι τὸ σιδήριον εἰς ὃ ἐμ- βάλλεται τὸ ξύλον· δηλοῖ δὲ τἀς μακροσιδήρους. H. μακρὰς ἢ ἐπὶ δολιχὸν διήκουσας, δολιχοδρόμους, ἢ τὰς μακρὸν αὐλὸν ἐχούσας. αὐλὸς δὲ τὸ κοῖλον τῆς ἐπιδορατίδος, εἰς ὃ ἐντίθεται τοῦ ξύλου τὸ ἄκρον. T.

161. ἐς ἠέλιον καταδύντα] πρὸ τοῦ καταδῦναι ἥλιον. ἀντὶ γὰρ ἀπαρεμφάτου ἐγκλίσεως νῦν τὴν μετοχὴν ἔλαβεν. Q.

165. ἠφύσαμεν] ἠντλήσαμεν. Q.

166. ἐλεύσσομεν] ἄνω τὸ ἐλεύσσομεν ἐπὶ μὲν τῆς γαίας καὶ τοῦ καπνοῦ κοινόν· ἐπὶ δὲ τοῦ φθόγγου ὑπακουστέον τὸ ἠκούομεν, ὡς τὸ “καρπαλίμως οἶνον δὲ μελίφρονα οἰνίζεσθε, σῖτον δʼ ἐκ μεγάρων” (Il. θ, 505.). ἐπὶ τοῦ σίτου δεῖ ὑπακούειν τὸ φέρετε. Q.

167. καπνόν τʼ αὐτῶν τε φθογγὴν οἰῶν τε καὶ αἰγῶν] σπονδεῖος ὅλος ὁ στίχος. E.

διὰ τί οὐκ ἤκουον οἱ ἑταῖροι τοῦ Ὀδυσσέως οἱ ἐν τῇ νηὶ βοῶντος τοῦ Κύκλωπος; καίτοι Ὀδυσσεὺς ἀπὸ τῆς νήσου φησὶ πόρρωθεν ἀκούειν “αὐτῶν τε φθογγὴν ὀίων τε καὶ αἰγῶν” (ι, 167). ῥητέον οὖν [*](6. ἀπʼ ἀσφάραγον] ἀποσφάραγον H. 24. καὶ τοῦ Buttm. pro κατὰ τοῦ. 15. ἐπιμήκεις] ἐπιμήκη E. 28. σπονδεῖος ὅλος ὁ στίχος] Hoc 16. ἤτοι τὰ σιδήρια] ἐστι τὸν σί- qui scripsit τε post οἰῶν omittere debuit. δηρον V.)

420
ὅτι ἀσήμους φθόγγους συμμίκτους οἷόν τε ἦν πόρρωθεν ἀκούειν. ὁ δὲ Κύκλωψ εἴς ὢν ἐβόα ἐν τῷ ἀγρῷ. T.

[168. ἦμος: ἡνίκα. τὸ ἦμος ψιλοῦται παρὰ ἴωσι καὶ οὐχ ὑπο- τάσσει, παρὰ δὲ Ἀττικοῖς ὑποτάσσει καὶ δασύνεται. καὶ ὁ ὅτε καὶ ὁ κεν ὑποτάσσει παρὰ τοῖς Ἀττικοῖς. καὶ τὰ δεύτερα πρόσωπα διφθόγγῳ γράφεται, πάσομαι πάσει· ὄψομαι ὄψει· καὶ τὰ ὅμοια.

173. εἰκότως αὐτοῦ ἀπέρχεται σὺν τοῖς ἑαυτοῦ ἑταίροις, μηκέτι πιστεύων διὰ τὸ πρὸς τοὺς Λωτοφάγους σύμπτωμα, καὶ τὴν παρά Κίκοσιν ἀπείθειαν, μή πως πάλιν ὑποφερόμενοι τινὶ κέρδει κινδυνεύου- σιν. H.

174. τῶνδʼ ἀνδρῶν πειρήσομαι] ἀνάγκῃ δὲ φιλόπονος ἅπαντα ἦν οὐ μόνον διὰ τὸ φιλιστορεῖν, ἀλλὰ διὰ τὴν ἄγνοιαν τῆς πατρίδος ἔρευναν ποιούμενος. T.

177. ἀνὰ νηὸς ἔβην] ἰδίως εἶπεν ἀντὶ τοῦ ἀνὰ τὴν ναῦν ἔβη. H.

182. ἔνθα δʼ ἐπʼ ἐσχατιῇ] ὑπογράφων τὰ κατὰ τὸν τόπον ἐπιση- μαίνεται τὸ ἐπʼ ἐσχατιᾶς εἶναι τὸ σπήλαιον. τοῦτο δὲ συνέφερε καὶ πρὸς τὸ εὐχείρωτον αὐτοῖς εἶναι τὸν ἐνοικοῦντα, ἅμα τε καὶ φυγὴ εὐχερὴς πλησίον τοῦ ἄντρου τῆς νεῶς ὡρμισμένης. H. Q. ἵνα πρῶ- τον τῷ Πολυφήμῳ ἐντύχῃ καὶ πειραθεὶς αὐτοῦ μηδὲ ἡ ναῦς ὁρμί- ζουσα ὀφθῇ· τοὺς γὰρ ἄλλους πόρρω φησὶν οἰκεῖν, ὡς εἴ γε τοῖς ἄλλοις πρῶτον ἐνέτυχε, οὐκ ἂν αὐτὸν εἴασαν παρελθεῖν, ἀλλὰ καὶ ἐμήνυσαν τὴν ὠμότητα τοῦ Πολυφήμου. T.

183. δάφνῃσι κατηρεφὲς] κατεσκιασμένον. P.Q.V. πεπυκνωμέ- νον. καὶ εἴρηται ἀπὸ τοῦ ὀρόφου, ὅ ἐστιν ἐπεστεγασμένον, ἄλλης ἐπʼ ἄλλῃ δάφνης οὔσης. T.

184. μῆλʼ ὄϊές τε] ἐπειδὴ διάφορά εἰσιν ὀνόματα τοῖς προβάτοις, γενικά τε καὶ εἰδικὰ, καὶ αὐτὰ διάφορα πρόβατά τε καὶ ἄρνες ἢ αἶγες, διαφόροις ἐνταῦθα ἐχρήσατο τοῖς ὀνόμασι μῆλά τε ταῦτα εἰπὼν καὶ ὄιας. Q. προτάξας τὸ γένος ἐπήνεγκε τὸ εἶδος. V.

[*](3—7. Scriptum hoc scholium a tem ἐσχατιῇ vel ῆς ex H. refert: manu longe diversa, abs qua pauca ἐσχατιῆς citat schol. marg.” nullius fere pretii, e. g. excerpta 19. ἄντρου] ἄντλου H. quædam e Tzetzæ comm. ad Lv- 24. κατεσκιασμένον Barnes. pro cophr., exarata sunt. BUTTM. κατεσκευασμένον. 17. ἐσχατιᾶς] Pors. ob varieta-)
421

ἰαύεσκον] διέτριβον, ἢ ἐκοιμῶντο, ἢ ἐβόων, ἢ διενυκτέρευον. Q. ἐβόων, διενυκτέρευον, διέτριβον. P.

185. ὑψηλὴ] οἰκονομικῶς, ἵνα μὴ ἑξῆς βοῶντος ὑπομείνωσιν, ἀλλʼ ὥσπερ ἀφοσιωσάμενοι ἀπέλθωσι. Q.

δέδμητο] οὕτως Ἀρίσταρχος. ὁ δὲ Ἀριστοφάνης, βέβλητο. H. κατωρυχέεσσι] τοῖς ἐν τῇ γῇ ἐνωρυγμένοις καὶ ἐμβεβλημένοις, τεθεμελιωμένοις. P.

186. πίτυσσιν] ἐκ διαστήματος τῶν δένδρων πεφυκότων, τὸ με- ταξὺ τῶν λίθων πληρούντων. T.

187. ἔνθα δʼ ἀνὴρ] εἰκότως προσυνίστησι τὸ μέγεθος, ἵνα ἀξιόπι- στος φανῇ τὰ δύο σώματα σιτούμενος. πλείστας δὲ παραβολὰς ποιεῖται τοῦ μεγέθους αὐτοῦ. διὸ καὶ ὄρει ἄνθρωπον εἴκασεν ὡς ὑπερ- βάλλοντα παντὸς ζῴου μέγεθος, καὶ οὐδʼ ὄρει ἁπλῶς, ἀλλὰ ῥίῳ ὑλήεντι, ὅ ἐστιν ὄρει τῷ ὑψηλοτέρῳ καὶ τούτῳ ὑλήεντι. τοῦτο δέ ἐστιν ὑπερ- βολὴ ὑπερβολῆς. Q.

ἐνίαυε] διέτριβε, ἐνηυλίζετο. T.

189. ἀθεμίστια λέγων τὰ ἐστερημένα τῆς θέμιδος, ἤγουν τῆς θείας δίκης, ἄδικα. H.

195. αὐτὰρ ἐγῶ κρίνας ἑτάρων] χωρίσας καὶ ἐπιλεξάμενος τοὺς ἀρίστους. διὰ τί δώδεκα; καὶ γὰρ ἀλίγοι, ἵνα μὴ δοκῇ ὡς ἐπὶ λῃ- στείαν ἥκειν· ἐλάττους δὲ πάλιν οὐκ ἦγεν, ἵνα μὴ εὐκαταφρόνητος εἶναι δόξῃ· ἀλλʼ οὐδὲ ὅπλα ἐπιφέρεται, ἵνα μὴ ὡς πολέμιος εἶναι δοκῇ. αὐτὸς δὲ παρέστη καὶ οὐ προπέμπει, ἵνα μὴ φαίνηται δειλὸς τοῖς Φαίαξι. τὸν δὲ ἀσκὸν οἰκεῖον ἐφόδιον λαμβάνει, τὸν οἶνον, πρὸς ποιμενικοὺς καὶ ἀγρίους ἄνδρας. διὰ τί οὖν κινεῖ τὸν Ὀδυσσέα πρὸς τὸ μὴ πεισθῆναι τοῖς ἑταίροις συμβουλεύουσι φυγεῖν; ὅτι γενόμε- νος ἐν τῷ σπηλαίῳ οὐδεμίαν βίου θηριώδους ὑπόνοιαν ἔλαβε. T.

196. ἀσκὸν ἔχον] εἰκότως καὶ πρὸς ποιμένας ἀπιὼν ἄλφιτα καὶ οἶνον βαστάζει. εἶχε δὲ καὶ τὸν οἰκεῖον λόγον πρὸς πειθὼ, ἵνα διὰ τῶν λόγων καταπλήξῃ, ἢ τῷ οἴνῳ καταπραΰνῃ. H. Q.

197. ἔδωκε Μάρων] Μάρων Εὐάνθους υἱὸς, ὁ δὲ Εὐάνθης υἱὸς Διονύσου. γυνὴ Μάρωνος Οἰδέρκη, ὡς Πορφύριος. H. Q.

198. ἱερεὺς Ἀπόλλωνος] ταῦτα σημειοῦνταί τινες πρὸς τὸ μὴ [*](1. ἐβόων] ἐβοῶντο Q. 29. ἵνα—καταπλήξη] ἵν᾿ ἢ διὰ λά- 5. βέβλητο] κέκμητο Nauckius γους καταπληκτικοὺς Q. Aristoph. p. 40. 32. οἰδέρκη H. οἱδερὴ Q. 11. φανῇ τὰ Buttm. pro φανῆται.)

422
παραδιδόναι Ὅμηρον Διόνυσον οἴνου εὑρετὴν, τὸν δὲ Μάρωνα οὐ Διο- νύσου, ἀλλ᾿ Ἀπόλλωνος ἱερέα, διʼ ὅλης τῆς ποιήσεως οἴνου μνημο- νεύων. ἡ δʼ ἀπότασις πρὸς Ἡσίοδον λέγοντα τὸν Μάρωνα εἶναι Οἰ- νοπίωνος τοῦ Διονύσου. H. Q.

199. σὺν παισὶ] σὺν παιδί, Ἀρίσταρχος καὶ Ἀριστοφάνης. H. περισχόμεθα] ὅτι περιεσώσαμεν αὐτὸν καὶ τὴν αὐτοῦ γυναῖκα σὺν τῷ παιδὶ αὐτοῦ. H. Q. περιεσώσαμεν, ἐφυλάξαμεν. H.

200. ἁζόμενοι] σεβόμενοι, ἐντρεπόμενοι διὰ τὸ εἶναι ἱερέα Ἀπόλ- λωνος. H.

ᾤκει γὰρ ἐν ἄλσει Φοίβου Ἀπόλλωνος] παιδευτικῶς· δεῖ γὰρ φεί- σασθαι τοῦ ἱερέως διὰ τὴν ἱερωσύνην. Q.

202. ἀκολούθως τῷ οἴνῳ καὶ εἰκότως τὰ ἑπτὰ τάλαντα τοῦ εὐερ- γέος χρυσοῦ φιάλαι τινὲς ἤσαν καὶ ἱερὰ πώματα. H.

χρυσοῦ] διὰ τούτου καὶ τὸ τίμιον δηλοῖ· οὔπω γὰρ ἐδόκει παρὰ τοῖς παλαιοῖς τὸ ἀργὸν χρυσίον τίμιον εἶναι. ἀναγκαίως δὲ μετὰ τῶν τοιούτων δώρων ἀπαριθμεῖται καὶ ὁ οἶνος, ὅτι ὡς ἐφάμιλλος αὐ- τοῖς ἐδόθη. Q.

205. ἀκηράσιον] ἤτοι καλὸν καὶ ἀδιάφθαρτον, ἢ ἀκέραιον, ἄκρα- τον, καθαρώτατον. H. ἀκέραιον δὲ καὶ ἀδιάφθορον, ὑπερβολικῶς. οἱ δὲ ἀμιγῆ πρὸς ἕτερον ἢ δύναμιν ἔχοντα, παραμεῖναι δυνάμενον. ἀπο- δίδωσι δὲ αὐτοῦ καὶ τὴν δύναμιν διὰ τῶν ἑξῆς. T.

209. ἓν δέπας] τοῦτο προῳκονόμησεν, ἵνα μὴ ζητῶμεν πῶς ὁ τηλι- κοῦτος ἐκορέσθη. H.Q.V.

211. οὔτοι ἀποσχέσθαι φίλον ἦεν] ἀποσχέσθαι τοῦ οἴνου οὐκ ἦν προσφιλὲς τῷ πίνοντι, διὸ καίπερ ὕδωρ ἔχων καλὸν ἦν. H. Q. οὐδὲ σοὶ, φησὶ, τῷ πάντων ἡδύτατον κεκτημένῳ οἶνον, ὦ Ἀλκίνοε. H.

213. αὐτίκα γάρ μοι ὀΐσατο] εἰκάζει ἐκ τοῦ μεγέθους τοῦ σπη- λαίου μέγαν τινὰ καὶ ἄγριον εἶναι ἐκ τοῦ ἐπʼ ἐσχατιὰν οἰκεῖν. διὰ τί οὖν οὐκ ἐπείθετο τοῖς ἑταίροις; ἄδικον αὐτῷ ἐδόκει εἶναι μηδὲν ἀδι. κήσαντα. καὶ ἄλλως δὲ, ὡς ἔφην, ἡμερώτερον ἔβλεπε . . . . πάνυ ἐφο- βεῖτο. καὶ συνέσει. . . . καὶ εἰ ἄγριος ἦν, ἀλλʼ οὐκ ᾤετο ἀνθρωποφά- γον εἶναι. T.

216. οὐδέ μιν ἔνδον] γρ. οὐδέ τινʼ ἔνδον. H.

218. ἐλθόντες δʼ εἰς ἄντρον] ἦν ἐκ τῆς εὐταξίας τῆς κατὰ τὸ ἄν. [*](3. τὸν Μάρωνα Porsonus pro τὸν 22. τηλικοῦτος H. τοιοῦτος Q. δὲ Μάρωνα. τοσοῦτος V. Οἰνοπίωνος] οἴνου πίονος H. 25. καίπερ H. καθάπερ Q. )

423
τρον καὶ τῆς τῶν σκευῶν διακοσμήσεως τὸ τοῦ δεσπότου ἦθος στο- χάσασθαι, οὐδὲν τῆς ἀγριότητος ὑποφαῖνον. Q.

219. ταρσοὶ] ταρσοὶ μὲν πλεκτοὶ καλαθίσκοι, ἐν οἷς τυροκομοῦσι καὶ ἐκτυποῦνται οἱ τυροί. λέγονται δὲ καὶ τάλαροι καὶ ψυγοὶ, ἤτοι ψυκτῆρες, διότι ἐν αὐτοῖς τὸ γάλα ψύχεται. ἐστὶ δὲ ἀγγεῖα πλεκτά. ταρσοὶ δὲ λέγονται παρὰ τὸ τέρσαι, ὅ ἐστι ξηρᾶναι. H.P.Q.V.

στείνοντο δὲ σηκοί] ἐστενοχωροῦντο αἱ μάνδραι καὶ τὰ περίβολα, ἐν οἷς ἐγκεκλεισμένα εἰσὶ τὰ θρέμματα. P.Q.V. ἢ αἱ καταδύσεις τῶν θρεμμάτων. P. V.

220 διακεκριμέναι] ἄνω ἰδίως ἀρσενικὰ προτάξας κατʼ ἐπικρά- τειαν τοῦ θηλυκοῦ ἐπήνεγκε τὸ “διακεκριμέναι δὲ ἕκασται.” H. Q.

221. ἔρχατο] ψιλωτέον τὸ ἔρχατο. ἀπὸ γὰρ τοῦ εἶρκτο ἐστὶ κατὰ Ἰωνικὸν ὑπερσυντελικὸν παθητικῶς γενόμενον. H.

χωρὶς μὲν πρόγονοι] πρόγονοι αἱ προγεγενημέναι καὶ παλαιότεραι. μέτασσαι αἱ γεγενημέναι μέσαι τῇ ἡλικίᾳ. αἱ δὲ νεώταται ἀπὸ τῆς ἔρσης ὠνομάσθησαν ἔρσαι, οἷον νεογναὶ καὶ ἁπαλαὶ καὶ δροσώ- δεις. ὀρρὸς δέ ἐστι τὸ ὑδατῶδες τοῦ γάλακτος. εἰπὼν δὲ πάντα τὰ ἀκολουθοῦντα τῷ ὁλοκλήρῳ ποιμένι περὶ κυνῶν οὐδὲν εἶπε. τοῦτο δὲ συμφερόντως πρὸς τὴν ὑπόθεσιν. οὐδὲ γὰρ ἂν ἐσώθη Ὀδυσσεὺς διὰ τὴν ὑλακὴν τῶν κυνῶν. ἅμα καὶ ἄθηρον τὴν χώραν διὰ τοῦτο ὑποτί- θεται. Q.

μέτασσαι] μεσήλικες. Gl. H. αἱ ἐπιγενόμεναι τοῖς προγόνοις, αἱ μεθηλικέστεραι. E.

πρόγονοι] προγενέστεραι, παλαιότεραι ἢ μεταγενέστεραι τῇ ἡλι- [*](2. ὑποφαῖνον correxi pro ὑποφαί- ibi genus expressum. BUTTM. προτάξας H. τάξας Q. 3. ταρσοὶ—ἐν οἷς H. ταρσὸς μὲν 11. ἐπήνεγκε Buttm. pro ἐξήνεγκε. πλεκτὸς καλαθίσκος, ἐν εἶς Q. οἱ κα- 24. Nonnulla ex his habet P. λαθίσκοι ἐν οἷς P. V. BUTTM. 4. ψυγοὶ] ψυχοὶ P. ψυγχοὶ Q. Apparet istud μεταγενέστεραι ne- 5. ψύχεται] ψύγεται H.P.V. scio quo errore transpositum, ac, ἐστὶ] εἰσὶ H. Q. deleto ἤ, post μέτασσαι inseren- 8. ἐγκεκλεισμένα εἰσὶ] συγκέκλει- dum esse. Ita respondent sibi προγενέστεραι, μεταγενέστεραι, ωεογναί, σται. V. 10. ἰδίως H. ἡδέως Q. et similiter παλαιότεραι τῇ ἡλικίᾳ, με- ἀρσενικὰ τάξας] Nimirum mascu- σήλικες, ἐνδεεῖς τῇ ἡλικίᾳ. Hesych. linam proprie vocem ἄρνες esse πρόγονοι, οἱ πρωτόγονοι ἄρνες, οἱ δὲ μετʼ statuens, superius illud ἀρνῶν mas- αὐτοὺς μέτασσαι. ἔρσαι δὲ ἀπαλοὶ, καὶ culine a poeta adhibitum dicit; τῷ ἔαρι γενόμενοι. BUTTM. suaviter; quoniam scilicet nullum)

424
κίᾳ. μέτασσαι] μέσαι, μεσήλικες. ἔρσαι] αἱ νεογναὶ καὶ ἁπαλαὶ καὶ δροσώδεις ἀπὸ τῆς ἔρσης, ἢ ἐνδεεῖς τῇ ἡλικίᾳ. νὰον] νῦν ἀντὶ τοῦ περιερρέοντο καὶ κατερρέοντο. ἢ ἐπεπλήρωντο. ἢ ᾤκουν. ὀρῷ] τῷ διεφθορότι γάλακτι, ἢ τῇ ὑποστάθμῃ τοῦ γάλακτος. ὀρὸς γὰρ λέγε- ται ἡ τοῦ γάλακτος ὑδατώδης ὑπόστασις. V.

νᾶον] Ἀρίσταρχος, ναῖον. τινὲς δὲ, νᾶον. οἱ δὲ ναῖον. H.

222. ἄγγεα πάντα] λέγει τὸ ὑδατῶδες καὶ ἀφρῶδες τοῦ γά- λακτος. “νᾶον” δὲ ῥεῖ. καὶ γὰρ τὸ ὕδωρ νᾶμα λέγει· περιέρρει οὖν, φησὶ, τῷ ἀφρῷ τὰ ἀγγεῖα πάντα πλήρη ὄντα. T.

223. γαυλοί] νῦν μὲν ὀξυτόνως τὸ γαυλοί, ἐπὶ δὲ τοῦ πλοίου βαρυτόνως. γαυλοὶ δὲ τὰ ἀμόλγια, γαλοί τινες ὄντες. ἤτοι ἀγγεῖα ποιμενικὰ σκαφοειδῆ, εἰς ἃ οἱ ποιμένες ἀμέλγοντες δέχονται τὸ γάλα. εὐθετοῦσι δὲ καὶ εἰς τυροῦ ἀπόθεσιν. Q.V. ποιμενικὰ ἀγγεῖα γα- λακτοδόχα, ὅθεν εὐλόγως ἐπισυνάπτει τὸ “ἐνάμελγεν·” πᾶν δὲ τὸ κοῖλον γαυλὸν ἐκάλουν. ἔλεγον δὲ οὕτω καὶ Φοινικικὸν πλοῖον. πῶς δὲ ἔχει ποιμενικὰ ἀγγεῖα μήτε τεκτόνων ὄντων μήτε λιθοξόων; τί δὲ καὶ κισσύβιον; ἴσως ἀγροικότερον ἑαυτῷ κατεσκεύασεν. T.

τοῖσιν] ἐν οἷς. V.

225. τυρῶν αἰνυμένους] ὅσον ἕκαστος ἐδύνατο φέρειν βάρος τῶν εὑρεθέντων τυρῶν, τοσοῦτον ἐκέλευόν με, φησὶν, οἱ ἑταῖροι ἀποφέρειν. ἐκ τούτων δὲ ἡ δικαιοσύνη τῶν Κυκλώπων δήλη, ἐκ τοῦ ἀμελῶς εὑρε- θῆναι τὸ σπήλαιον πλῆρες ὂν τυρῶν τε καὶ θρεμμάτων. ᾔδει γὰρ ὁ Κύκλωψ ὅτι οὐδεὶς ὑφαιρήσεται τῶν ἐπιχωρίων. T.

228. ἀλλʼ ἐγὼ οὐ πιθόμην] ἔδει μὲν πεισθέντα τοῖς ἑταίροις εὐθὺς ἀποτρέχειν. ὅτι δὲ ἐν τούτοις ἀσυνέτως ἔπραξεν αὐτὸς ὁμολογεῖ. H. Q.

229. ὄφρ᾿ αὐτὸν] ἄλογον εἰπόντα λογίσασθαι τὸν ἀφιξόμενον ἄγριον εἶναι τοιαῦτα προσδοκᾶν παρʼ αὐτοῦ. ἡ δὲ λύσις ἐκ τῆς λέξεως. προληπτικῷ γὰρ τρόπῳ χρῆται, ἃ μετὰ ταῦτα ἔγνω ταῦτα ἐν ἀρχῇ τιθείς. H.Q.T. ὑπὲρ φιλοτιμίας ἰδεῖν αὐτὸν θέλει φιλιστο- ρῶν. οὕτω γοῦν καὶ ἐν Ἅιδου· “ἀλλά μοι ἤθελε θυμὸς τῶν ἄλλων ψυχάς (Od. λ, 566.). T.

[*]( Verba οἱ δὲ ναῖον supernaca- ἄμελγεν. BUTTM. 24. ἔδει μὲν—ἀποτρέχειν H. ἔδειξε 12. σκαφοειδῆ om. Q. μέντοι—ἀποτρέχων Q. 17. ἑαυτῷ Prellerus. ἑαυτὸν T. 29. ἐν ἀρχῇ H. ἐξ ἀρχῆς Q. 18. ἐν οἶς] Nimirum legit τοῖσιν)
425

καὶ εἴ μοι ξείνια δοίη] ποῖον ξένιον ἤλπιζε λαβεῖν παρὰ ἀνθρώπου θησαυροὺς μὴ ἔχοντος, τυροὺς δὲ μόνον καὶ γάλα βλέπων; δεῖ δὲ τὰς κατηγορίας ποιεῖν οὐκ ἐκ τῶν ἀποβάντων· ἄδηλον γὰρ εἰ ἐπιει- κὴς ἦν ἀνήρ· εἰ καὶ πρὸ τῆς πείρας γὰρ λέγει περὶ τοῦ Πολυφήμου, τὰ ἐπίθετα ταῦτα δεινὰ ἄλλοτε ἐπράττετο, εἰ μὴ ἐπὶ τῶν ἔργων οὐκ ἔγνωσται. δεῖ δὲ εἰδέναι ὅτι τὸ ἄδηλον ἐν τῷ βίῳ καὶ τῶν φρονίμων κρεῖττόν ἐστιν, ὅπου ἐν τοῖς τοιούτοις ἐνίοτε καὶ ἄφρονες κατορθοῦ- σιν. Q.

230. ἐρατεινὸς] ἀγαπητὸς, ἐπέραστος, ἡδὺς, προσηνὴς, ἐπιθυμη- τός. H.

231. ἔνθα δὲ πῦρ κήαντες ἐθύσαμεν] ἐθύσαμεν ἀπὸ τῶν τυρῶν. παλαιὸν γὰρ ἔθος τὸ τῶν ἀπαρχῶν θύειν· “ὁ δʼ ἐν πυρὶ βάλλε θυη- λάς.” H. μέλλοντες ἐσθίειν πρότερον ἐθύσαμεν. T.

234. ἵνα οἱ ποτιδόρπιον] ἵνα ἔχῃ πρὸς φῶς δειπνεῖν· ἔνιοι δὲ ἀγνοοῦντες γράφουσιν. Ἄλλως. ἵνʼ αὐτῷ δειπνοῦντι ἐπιδείπνιον φῶς παρείη. H.

235. ἔκτοσθεν δʼ ἄντροιο βαλὼν] δηλονότι τὴν συρφετώδη ὕλην. V.

236. ἀπεσσύμεθα] ἀπεχωρήσαμεν. Q.

240. θυρεὸν μέγαν] τὸν μοχλόλιθον, ἢ τὸν ἐν τῇ διαβάσει σκέ- ποντα καὶ ἀσφαλίζοντα. Q. τὴν πέτραν ἀντίθυρον εἰς ὕψος ἄρας ἐπέθηκεν. πῶς δὲ οὐκ ἄλογον, ὅτε μὲν ἠρημωμένον ἦν τὸ σπήλαιον, ἄθυρον αὐτὸ καταλιπεῖν, ἔνδον δὲ γενόμενον ἐπικλείειν; καὶ τοῦτο πρὸς τὸν μῦθον. ὑπὲρ τοῦ μὴ διαδρᾶναι τοὺς ξένους, ἢ ἵνα μὴ ἐπεισέλθῃ τὰ ἄρσενα. T.

242. τετράκυκλοι] τετράτροχοι. Gl. H.

243. ἠλίβατον] ὑψηλὴν, ἢ ποιοῦσάν τινα ἀλιταίνειν τῆς βάσεως, ἤτοι ἁμαρτάνειν. Q. μόνῳ διαβατὴν, ἢ ἦς ἔστιν ἀλιτεῖν τῆς βά- σεως, ἢ μέγαν, κατωφερῆ, ὥστε μηδὲ λιβάδα δύνασθαι προσμένειν ἐπʼ αὐτῆς. T.

245. ὑπʼ ἔμβρυον κεν] ὑπέθηκεν ἔμβρυον. Ὅμηρος γὰρ ὑπέ- ναντι τῆς συνηθείας βρέφος μὲν λέγει τὸ κατὰ γαστρὸς, ἔμβρυον δὲ τὸ νεογνὸν, ἢ τὸ τέκνον. P. V. ἔμβρυον ἡμεῖς μὲν τὸ ἐν τῇ γαστρὶ [*](5. τὰ ἐπίθετα —ἔγνωσται] Hæc παρείη Q. ἀντὶ τοῦ, ἵνα αὐτῷ δειπνοῦντι non integra. φῶς παρείη V. 15. γράφουσιν] Quid scribunt? 27. διαβατὴν Prellerus. λιοβατεῖν ἵν᾿—παρεὶη] ἵν᾿ αὐτῷ δειπνοῦντι φῶς T. παρείη P. ἵνα αὐτοῦ δειπνοῦντος φῶς 32. ἔμβρυον et μὲν om. Q. )

426
ὁ δὲ ποιητὴς τὸ ἤδη γεγενημένον. H. Q. ὑπέθηκεν, ἔπεμπεν εἰς τὸν γνωστὸν, ἢ εἰς τὸ ἴδιον τέκνον. H. ὑπελθεῖν εἴασεν. οὐ γὰρ ᾔδη τὸ ἑκάστης ἔκγονον. ἰδίως δὲ Ὅμηρος ἔμβρυον λέγει τὸ ἤδη γεγε- νημένον. T.

246. θρέψας] πήξας, τυροποιήσας. 2. πήξας. ἔνθεν καὶ τρο- φολὶς τὸ πεπηγὸς τοῦ γάλακτος. T.

247. πονησάμενος μετέθηκεν] ἐνήργησεν. γράφεται δὲ, ἀμησάμε- νος, ἤτοι συναγαγών. E.

ἀμησάμενος] συναγαγών. καὶ τῶν ὀσπρίων ὁ ἄμητος οὐδέν ἐστιν εἰ μὴ συναγωγή. H. ἀντὶ τοῦ ἅμα συναγαγὼν ἢ ἐξαντλήσας ἢ ἀφε . . . καὶ προσενεγκάμενος. T.

248. ἥμισυ δʼ αὖτʼ ἔστησεν] σταθηρὸν ἀπὸ τοῦ ὀρροῦ ἐποίησεν. H. Q. εἴασεν ἐν τοῖς ἄγγεσιν. V.

249. αἰνυμένῳ] ἐπιθυμοῦντι. Q. V. λαμβάνοντι. V.

258. πονησάμενος] πονηθεὶς τὰ αὑτοῦ ἔργα, ὅ ἐστι περιγενόμενος· τοῦτο γὰρ ὁ πόνος παρὰ τῷ ποιητῇ. T.

τὰ ἃ ἔργα] λαμβάνων τὰ ἴδια ἔργα. H.

252. ὦ ξεῖνοι, τίνες ἐστέ;] οὐδεγ ζητεῖ πῶς ταῖς εἰωθυίαις ὁμι- λίαις χρῆται, εἴπερ ἔξω τυγχάνει τῆς οἰκουμένης ἐπὶ τούτῳ τῷ λόγῳ. καὶ τὰ περὶ τοὺς Φαίακας ἀνασκευάσομεν. εἰκὸς οὖν καὶ ἄλλους πεπλανῆσθαι. T.

254. τοί τʼ ἀλόωνται] γρ. μηχανόωνται. H. P.

255. ψυχὰς παρθέμενοι] ἀφειδήσαντες τῆς ἑαυτῶν ζωῆς. Q. ἀλλοδαποῖσι] τοῖς παρʼ αὐτῶν φονευομένοις. H.

257. δεισάντων φθόγγον τε βαρὺν] τὸν ἀπὸ τοῦ ἤχου βαρβα- ρισμόν. ὅλως οὐ τίθησι τὴν λέγουσαν ἐπὶ τῆς ἀδιαρθρώτου φωνῆς καὶ ἀκατασχηματίστου, ὡς καὶ ἐν τοῖς ἔμπροσθεν αὐτῶν τὴν φθογ- γήν. τὸ δὲ σχῆμα ποιητικόν. ἔδει γὰρ εἰπεῖν ἡμῶν δεισάντων. T.

αὐτόν τε πέλωρον] θαυμάσιον καὶ ἄγαν φοβερὸν ἰδεῖν. ἐχρῆν δὲ φάναι, εἴπερ αὐτὸν ἴδη μονόφθαλμον, καὶ τοῦτο αὐτὸ ἐπισημήνασθαι ὑποτάξαντα μόνον ὀφθαλμὸν ἐν τῷ μέσῳ ἔχοντα. T.

[*](1. ὁ δὲ π. τὸ ἤδη γ. H. ὁ δὲ ὅμηρος Aristarcho defensis dixit schol. ad γ, 71. (ubi iidem versus leguntur), 12. ὄρρου Buttm. ὁροῦ H. οὐροῦ cujus verba hoc loco excerpsit Eu- stathius. 18—23. De versibus 253—255. 18. οὐδεγ] Corruptum. Deside- ab Aristophane reprehensis, ab ratur nomen grammatici. )
427

261. ἄλλην ὁδὸν ἄλλα κέλευθα] ἐκ παραλλήλου τὸ αὐτό. τὰ γὰρ δύο ἓν σημαίνουσιν. Q.

262. μητίσασθαι] ἐργάσασθαι. V.

263. λαοὶ δʼ Ἀτρείδεω] ἴσως ἵνα φοβηθῇ ἀνελεῖν αὐτὸν τοῦτό φησι. Q. οἴεται διὰ τοῦ ὀνόματος Ἀγαμέμνονος καὶ τῆς περὶ αὐ- τοῦ δόξης καταπλήξασθαι τὸν πολέμιον, ὅτι ἐπιστροφῆς τεύξονται οἱ ἀπʼ αὐτοῦ πλημμεληθέντες. εἶναι γὰρ αὐτόν ποτε ἐξελευσόμενον. T.

266. κιχανόμενοι] παραγενόμενοι. V.

267. ἱκόμεθα] ἱκέται ἐσμὲν παρὰ τὰ σὰ γούνατα παραγενόμενοι. ἐνόμιζε δὲ αὐτὸν αἰδεῖσθαι τὸν ἱκέσιον Δία· διὸ καὶ ἐπήγαγε “Ζεὺς δʼ ἐπιτιμήτωρ ἱκετάων τε ξείνων τε” ἀντὶ τοῦ τιμωρός. τινὲς δὲ τὸ ἐπιτιμήτωρ ἀντὶ τοῦ, ἐντίμους παρεχόμενος. Q. ἱκετεύομέν σε κα- ταλαβόντες τὸν τόπον τοῦτον, εἰς ὃν ἐξεπέσαμεν ἐπὶ τὰ σὰ γό- νατα. T.

εἴ τι πόροις ξεινήϊον] ὅπως παράσχοις ξεινήιον, ἤγουν δῶρον τὸ κοινὸν πᾶσιν, οἷον τροφήν. H. καὶ τί ξένιον ἤλπιζεν; προβάτου δορὰν ἴσως. ἀλλὰ τὸν εἰς τοὺς ξένους καθήκοντα ἔλεον πρεπόντως ἀποπεπλανημένον ἔξω τῆς οἰκουμένης διὰ τοῦ ἀγνοεῖν καὶ παραπεμ- φθπηναι βούλεσθαι διὰ τῆς μηνύσεως τὸν τόπον. τοῦτο γὰρ καὶ εἰκὸς διανοούμενος οὐκ ἐπείσθη τοῖς ἑταίροις ὥστε φεύγειν, ἀλλὰ τῷ κιν- δύνῳ προσεβάλλετο μαθεῖν ἀξιῶν ὁποίῳ πλῷ τεύξεται τοῦ νόστου. T.

270. Ζεὺς δʼ ἐπιτιμήτωρ] βοηθὸς, τῆς τιμῆς ἐπόπτης. E.

273. βαρυντέον τὸν η. διαζευκτικὸς γάρ ἐστι· οὐ γὰρ ἐρωτᾷ, ἀλλʼ ἀποφαίνεται ὅτι ἢ διʼ ἀπειρίαν ὡς ἂν μακρόθεν ἐληλυθὼς τὰ Κυκλώπων ἀγνοεῖς. H.

ἢ τηλόθεν εἰλήλουθας] διαζευκτικὸς ὁ ἤ· οὐ γὰρ ἐρωτᾶ, ἀλλʼ ἀποφαίνεται ὅτι διʼ ἀφροσύνην ἢ διʼ ἀπειρίαν τὸ πόρρω ἥκειν ἀγνοεῖ. T.

274. ἀλέασθαι] ἐκφυγεῖν, φροντίδα ποιεῖν. E.

275 Διὸς αἰγιόχου ἀλέγουσιν] τὸ ἴδιον ἁμάρτημα ἑαυτοῦ ὁ Πο- λύφημος κοινὸν ποιεῖται· ὅτι γὰρ οἱ ἄλλοι Κύκλωπες οὐκ ἦσαν ἄθεοι, φησὶ “νοῦσον δʼ οὔπως ἐστὶ Διὸς μεγάλου ἀλεύασθαι.” H. Q. ἀσεβὴς ὢν ὁ Πολύφημος διαβάλλει καὶ τοὺς λοιπούς. ὅτι γὰρ [*](3. μητίσασθαι] Sic ed. ant. Re. 139. BUTTM. cent. ita, μητιάασθαι] ἔνιοι, μητί- 17. Lacunam indicavit Prellerus. σασθαι, ἐργάσασθαι. Vid. not. ad δ, )

428
ἐκεῖνοι οὐκ ἦσαν ἄθεοι παρίστησιν ὁ ποιητὴς λέγων “νοῦσόν γʼ οὔπως ἐστι Διὸς μεγάλου ἀλέασθαι” (411.). V.

276. πολὺ φέρτεροί εἰμεν] διὰ τούτων κινεῖ τὸν ἀκροατὴν, ἵνα μισήσωμεν τὸν Κύκλωπα τῆς ἀσεβείας καὶ ἐφησθῶμεν αὐτῷ κο- λασθέντι. ἐπιτείνεται δὲ αὐτῶν ἀσέβεια. οὐ γὰρ ἀγνοοῦντες θεοὺς φαίνονται, ἀλλὰ καταφρονοῦντες αὐτῶν διʼ ἀλαζονείαν. ἀμέλει δὲ τοῖς τὰ τοιαῦτα εἰς θεοὺς ἀπορρίψασι μετὰ τὴν τύφλωσιν θεοῖς εὔχε- ται. H. Q.

φέρτερον τὸ κρεῖσσον λέγει ποιήσας τοὔνομα ἀπὸ τοῦ μᾶλλον φέρειν δύνασθαι τὰ προσπίπτοντα. τούτοις οὖν ἐν εἴδει καὶ ὁπλότε- ρος ὁ φέρειν μᾶλλον ὅπλον δυνάμενος. καὶ ἀντιφέρει ὁ ἐξ ἐναντίας τῷ φέροντι ἀντιφέρων τὸ ἴσον. τὸ δὲ αὐτὸ καὶ ἰσοφαρίζει λέγει, ἤτοι ἀπὸ τῶν φερόντων ἐναντία ὅπλα ἢ καὶ ἀπὸ τῶν ὑποζυγίων “ἥλικες ἰσοφόροι” (Od. α, 373.). H.Q.

277. τινὲς ἄχθος φασί. τινὲς ἔχθος ἀντὶ τοῦ ἔχθραν. H.

278. εἰ μὴ θυμός με κελεύει] πανούργως ἄγαν ἐλπίδα αὐτῷ ὑπο- βάλλει φιλανθρωπίας οἰόμενος διὰ τούτου προάξειν αὐτὸν ἐπὶ τὴν ἀλήθειαν περὶ τῆς νεώς. διόπερ οὐδὲ ἥψατο τῶν ἑταίρων ἄχρι μάθῃ πόσοι εἰσὶν οἱ συνακολουθήσαντες αὐτῷ. οὐκ ἠκρίβωσε δὲ τὸ τῆς πονηρίας διὰ τὴν ἀκρίβειαν τῆς ἐρωτήσεως. τί γὰρ ἦν χρήσιμον ἵνα μάθῃ, H.Q.

279. εἰπὲ ποῦ κατέσχες καὶ ἥδρασας τὴν ταχυτάτην νῆα. H.

280. περισπαστέον τὸν δεύτερον η. τινὲς δὲ ὤξυναν. H.

281. εἰς δὲ τὸ ὣς φάτο στικτέον. ἦθος γὰρ ἐμποιεῖ τὰ ἐπιφερό- μενα. H.

282. ἄψορρον] πάλιν οὐχ ἁπλῶς, ἀλλʼ ὀπισθόρμητον τὸ ἀνάπαλιν τῆς ἀληθείας. H. οὐκέτι ἀπλῶς, ἀλλʼ ἐναντία λέγων οἷς προεῖπεν· στοχάζεται γὰρ τοῦ βουλήματος καὶ τῆς συνέσεως τὸ ἄγριον. T. ταχέως, ἀντιστρόφως τῇ ἀληθείᾳ. E.

283. νῆα] νέα μέν μοι, οὕτως Ἀρίσταρχος. H. νέα μέν μοι κατέαξε] ὡς ἀντιδιδοὺς τὴν ψυχὴν ὑπὲρ τῶν ἑταίρων. [*](1. νοῦσόν γʼ ex Homero correc. 20. ἵνα] ἐὰν Buttm. tum pro νοῦσον ἄγʼ. 21. μάθῃ] μάθω H. 4. μισήσωμεν H. μισήσωσι Q. 30. νῆα] Sic etiam M. in textu. 12. τὸ ἴσον H. τῷ ἴσῳ Q. Idem ἔαξε, superscripto a m. rec. 18. περὶ Buttm. pro ἐπί. κατ.)

429
ἀπογνοὺς γὰρ τὸ καθʼ αὑτὸν ὅμως οὐ προδίδωσι τοὺς ἑταίρους τοὺς ἐν τῇ νηΐ. T.

284. πρὸς πέτρῃσι βαλὼν] πιθανῶς, ἵνα μὴ ἐπιζητήσῃ πόθεν ἐσθῆτα ἔχει καὶ ἄλφιτα καὶ οἶνον. T.

285. προσπελάσας] προσεγγίσας, ἀντὶ τοῦ προσρήξας. V.

289. σὺν δὲ δύω μάρψας] σὺν δύο ἡμῶν μάρψας. τὴν τῆς ἰσχύος ὑπερβολὴν ἐκ τούτου δηλοῖ. T.

290. κόψε] συνέτριψε. V.

291. μελειστὶ] κατὰ μέλος. V. εἰς μέλη διασπαράξας, οὐ διὰ τέχνης ἢ σιδήρου. T.

292. ἤσθιε δʼ ὥστε λέων] ἐμφαντικώτατα τῇ παραβολῇ ἐχρή- σατο. παρατετηρημένον δʼ ἐπὶ τῶν λεόντων ἐστὶ τὸ ἐσθίειν τὸ μέλος ἐκεῖνο οὗ δράττεται, τοὺς δὲ κύνας ἀπʼ ἄλλων ἐπʼ ἄλλο μεταπηδᾶν. διὸ καὶ κύνων μέλπηθρα. H. Q.

ὥστε λέων] πρὸς πάντα ἐμφερῶς τῇ εἰκόνι, πρὸς τὴν ἀνθρωποφα- γίαν, πρὸς τὴν ὠμοφαγίαν, καὶ τὸ ἄπληστον τῆς βορᾶς. καὶ τετή- ρηται ὅτι λέων, ἐὰν ἅψῃ μέλους, ἕως τέλους ἐσθίει αὐτὸ, κύων δὲ μεταβαίνει, ὅθεν ἐπʼ ἐκείνου καὶ ἀλλαχοῦ κυνῶν μέλπηθρα (Il. ρ, 255). T.

οὐδʼ ἀπέλειπεν] διὰ τοῦτο οὐδὲ ἐκ λειψάνου τινὸς μένοντος ἐπέγνω τὴν ὠμότητα αὐτοῦ Ὀδυσσεύς. Q. V.

294. ἡμεῖς δὲ κλαίοντες] τίς γὰρ ἄλλη σωτηρίας ἐλπὶς ἦν; ση- μαίνει δὲ διʼ αὐτῶν τὴν ἑαυτοῦ εὐσέβειαν. ὑπερφυῶς τὸ “μεγάλην ἐμπλήσατο νηδύν.” Q. οὐδεμία γὰρ ἄλλη καταφυγὴ τοῖς εἰς τοιαύ- την ἀπορίαν ἀφιγμένοις. T.

295. οὐκ εἶπε δεδιότες, ἀλλʼ ἀμηχανοῦντες ὑπὲρ τῶν ἑταίρων. H.

296. ἐπλήσατο] ἐπλήρωσεν, ἐκόρεσεν. V.

297. ἀνδρόμεα κρέʼ ἔδων] εἰς ἔμφασιν τοῖς παρατατικοῖς κέχρη- ται ἀδιαλείπτως ἐσθίοντος καὶ πίνοντος. καὶ τὸ “ἀνδρόμεα” μεῖζον τοῦ ἀνθρώπεια. καὶ τὸ “κεῖτο” ἐμφαντικῶς. οὐ γὰρ ἂν ἐκ προνοίας ἀνεκλίθη, ἀλλὰ κατηναγκασμένην ἀνατροπὴν σημαίνει τὸ ῥῆμα. Q. ἐπʼ ἄκρητον γάλα] ἀπαραμιγὲς ἔχον καὶ ὀρρῶδες καὶ τὸ τυρῶδες καὶ τὸ ἐλαιῶδες. H.

[*](5. προσρήξας codex Barnes. pro κώτατον \. 23. εὐσέβειαν Buttm. collato προρρήξας. 11. ἐμφαντικώτατα H. ἐμφαντι- schol. v. 317. pro ἀσέβειαν. )
430

298.τανυσσάμενος] ἐκταθείς. ἐμφαντικῶς δὲ ἐδήλωσε τὸ μέγε- θος. V.

300. ξίφος ὀξὺ] διὰ τί μὴ ἔλαβεν ἐξ αὐτῶν ὁ Κύκλωψ τὰ ξίφη καὶ ἀπεγύμνωσεν αὐτούς; τῆς ἐπιβουλῆς ἴσως ἔλαθεν αὐτὸν πρὸς τὴν βορὰν ἐπειγόμενον. Q.

301. ὅθι φρένες ἧπαρ ἔχουσιν] ὅπου αἱ φρένες τὸ ἧπαρ συνέχου- σιν. φρένες δὲ λέγονται ὁ ὑμὴν ὁ σκέπων τὴν καρδίαν καὶ τὸ ἧπαρ. Q.

302. χεῖρʼ ἐπιμασσάμενος] ἐπισπάσας τὴν χεῖρα. μαιμῶ γὰρ τὸ προθυμῶ. H. ἐφαψάμενος χειρὶ τὸ πλῆρες. Gl. H.

θυμὸς] νῦν λογισμός. V.

303. αὐτοῦ γὰρ ἀπωλόμεθα] ἐφθάρημεν ἂν πάντως εἰ τὴν βου- λὴν ἢν ἐβουλευσάμην ἐπλήρωσα, δηλαδὴ τὴν διὰ ξίφους σφαγὴν τοῦ Κύκλωπος. Q. ἀπωλέσθημεν ἂν πάντως, εἰ τὴν βουλὴν ἢν ἐβου- λευσάμην ἐπλήρωσα δηλαδή. H.

308. καὶ τότε πῦρ ἀνέκαιε] οἰκονομικῶς δὲ, ἵνα πυρωθῇ ὁ δαλός. τὸ δὲ “κλυτὰ μῆλα” καταχρηστικῶς οἱ ἀγαθοὶ καὶ εὐτραφεῖς. T.

311. σὺν δʼ ὅγε δʼ οὖτε δύω μάρψας] ζητεῖ Ἀριστοτέλης πῶς ὁ Κύκλωψ Πολύφημος μήτε πατρὸς ὢν Κύκλωπος (Ποσειδῶνος γὰρ ἦν) μήτε μητρὸς αὐτός Κύκλωψ ἐγένετο. ἑτέρῳ μύθῳ ἐπιλύεται. καὶ γὰρ ἐκ Βορέου ἵπποι γίνονται καὶ ἐκ Ποσειδῶνος καὶ τῆς Με- δούσης ὁ Πήγασος ἵππος. τί δὲ ἄτοπον ἐκ Ποσειδῶνος τὸν ἄγριον τοῦτον γεγονέναι, ὥσπερ καὶ τὰ ἄλλα τὰ ἐξ αὐτοῦ ἀνὰ λόγον τῇ θα- λάττῃ ἄγρια γεννᾶται ἢ τερατώδη ἢ παρηλλαγμένα. T.

315. πολλῇ δὲ ῥοίζῳ] ἐμφαντικῶς πρὸς τὸ μέγεθος, εἴ γε ὅλην ποίμνην ῥοιζήσας ἐξάγει πρὸς τὸ ὄρος. τὸ γὰρ σύριγγι χρήσασθαι ποιμαίνοντα ἡμέρου ποιμένος. H. Q. ῥοίζῳ] ἀσήμῳ φωνῇ, συριγμῷ. P.V.

317. εἴ πως τισαίμην] μεγαλοψύχως οὐχ ὑπὲρ σωτηρίας ἑαυτοῦ, ἀλλʼ ὑπὲρ ἐκδικήσεως τῶν ἀπολωλότων σκέπτεται. καὶ τοῦτο δὲ εἰς τὴν εὐσέβειαν τοῦ ἀνδρὸς ὅρα, τὸ μηδὲ ἐν τοῖς ἐσχάτοις ὄντα ἀπογι- νώσκειν θεοῦ βοηθοῦ. H. Q.

[*](14. ἀπωλέσθημεν] ἀπελάσθημεν H. Femininum ῥοῖζος ex hoc loco an- 25. ῥοίζῳ] In B. annotatum, Ἰωνι- notavit Photius Lex. p. 491, 6. κὸν ὅσπερ ἡ ῥοῖζος, οὕτω παρά τισι καὶ 32. θεοῦ βοηθοῦ H. βοηθείας Q. ἡ λιμός, ex Eustathio p. 1631, 2.)
431

320. χλωρὸν] ἵνα μὴ ἐπὶ τῆς χρείας θραύσῃ. “ἐλαΐνεον” δὲ ἐπεὶ τὸ τοιοῦτον δέχεται τὴν θερμότητα καὶ ταχέως ἐκπυροῦται. T.

322. νηὸς ἐεικοσόροιο] ὑπὸ εἴκοσι κωπῶν ἐρεσσομένης, εἰκοσακώπου, ἢ εἴκοσι χιλιαδῶν. H. τὴν ὑπὸ εἴκοσι ἐρετῶν ἐρεσσομένην. E.Q. ἐχούσης εἴκοσι κώπας. P.

325. ὄργυιαν] ἐκτεταμένων τῶν χειρῶν τὸ διάστημα ὄργυια λέγε- ται. Q. V.

326. ἀποξῦναι] ἀπολεπίσαι. P. τὰ ἄκρα καὶ ὀξέα ἀφελεῖν καὶ ὃ μάλιστα κύκλωθεν. T.

327. ἐθόωσα] ἐπώξυνα. ἐκ τοῦ συνωνύμου τὸ ὁμώνυμον. ὁ τρόπος μετάληψις. P.

328. ἐπυράκτεον] ἐπύρουν εἰς τὸ δαλὸν ποιῆσαι. P. V.

329. ὑπὸ κόπρῳ] Ἀριστοφάνης, ὑπὸ κόπρου· ὡς ὑπὸ κόλπου, ὑπὸ μάλης δέ τι φέρει. H.

330. ἤλιθα] χύδην, παρὰ τὸ ἅλις· ἢ ἀθρόως, δαψιλῶς. V.

331. πεπαλάχθαι] Ἀρίσταρχος πεπαλάσθαι. H. M.

κλήρῳ πεπαλάχθαι] καὶ ἐν Ἰλιάδι “κλήρῳ νῦν πεπάλαχθε.” καὶ ἴσως διὰ χειρός. κακῶς δέ φασιν ἐπιτρέπειν τῇ ἐκ τοῦ κλήρου τύχῃ τὸ πρᾶγμα δὲ . . . ἑλέσθαι τοὺς ἐπιτηδείους. ἀλλʼ οὐδεὶς ἂν τοιοῦτον πρᾶγμα ἑκουσίως ὑπέστη. τὸ δὲ ἐπιλέξασθαι καταγινωσκόντων ἦν τῶν λοιπῶν. πρὸ καιροῦ δὲ ὁ κλῆρος· οὐ γὰρ ἐν ταῖς χρείαις ἕκαστα δεῖ πράττειν. T.

333. τρῖψαι ἐν ὀφθαλμῷ] πῶς οὐκ ἐδεδίει τοὺς ἐκγόνους Ποσει- δῶνος Φαίακας, τὴν πήρωσιν λέγων Κύκλωπος; Ἀριστοτέλης οὖν φησιν ὅτι ᾔδει ἐχθροὺς ὄντας αὐτοῖς, “οἳ σφέας σινέσκοντο (ζ, 6.). M. Q.

ἐν ὀφθαλμῷ] ἐπʼ ὀφθαλμῷ διὰ τοῦ π Ἀρίσταρχος. M.

[*](3. ὃ μάλιστα κύκλωθεν] ὅτι μάλιστα per ο, alibi sæpe ἀρίων) M. Idem κυκλοῦν Prellerus. πεπλάσθαι, H. vero πεπλᾶσθαι. Vera 13. ὑπὸ κόπρου] Eustat. p. 1631, scriptura apud Eustathium est p. 36. ὑπὸ κόπρου τινὲς γράφουσιν Ἀττι- 1631, 14. et Apollon. Lex. Hom. κώτερον etc. s. v. πάλος. ὑπὸ μάλης] ὑπομάλης H. 23. ἐδεδίει] ἐδέδιε Q. 15. Hoc scholion (ἁβρὸν scripto 24. πήρωσιν] πύρωσιν H. pro ἀθρόως) est etiam in cod. Am- 25. ὅτι M. ὡς Q. brosiano B. ut suspicor vel E.: ᾔδει] ἔδει Q. Conf. schol. ad v. nam Maius siglam omisit. 345. 16. Ἀρίσταρχος π.] π. ἀρίον (sic 27. Ἀρίσταρχος] Iterum ἀρίον in M. )
432

γλυκὺς ὕπνος ἱκάνει] καλῶς νυκτὸς ἐπιτίθεται, ἵνα μὴ τύχῃ βοη- θείας· φίλυπνοι γὰρ οἱ ἀγροῖκοι διὰ τὸν μεθʼ ἡμέραν πόνον. H.

335. ὅρα ὅτι αὐτομάτως καὶ δίχα δισταγμοῦ ἑαυτὸν ἐπιδίδωσι πρὸς τοὺς κινδύνους. H.

339. ἢ τι ὀϊσάμενος] οἰκονομικῶς, ἵνα καὶ οἱ ἄρσενες δυνηθῶσι διασῶσαι καὶ ἐξαγαγεῖν τοὺς ἑταίρους. Q. τοῦτο ὑπολαβὼν ἀφʼ ἑαυτοῦ, τὸ βαλεῖν ἐντὸς πάντα τὰ μῆλα. ἢ καὶ ὁ θεὸς ἐμβαλεῖν ἐκέλευσε. B.

344. νῦν ἀνακεφαλαιοῦται πάλιν τὰ πρὸ ὀλίγου πεφασμένα εἰς μνήμην τῶν ἀκροατῶν. διὰ τοῦτο δὶς περὶ τῶν βρωθέντων δύο φίλων τοῦ Ὀδυσσέως φησὶ καὶ πάλιν. H. δεῖπνον] γρ. δόρπον. H.

345. διὰ τί Ὀδυσσεὺς πρὸς τοὺς Φαίακας ἔλεγεν ὅτι τὸν Κύ- κλωπα ἐτύφλωσε Ποσειδῶνος υἱὸν ὄντα, οὖσι καὶ αὐτοῖς ἀπογόνοις Ποσειδῶνος; λύων οὖν Ἀριστοτέλης φησὶν ὅτι ἥδει ἐχθροὺς αὐτοὺς ὄντας τοῦ Κύκλωπος. ἐκβληθέντας γάρ φησιν ὑπὸ τῶν Κυκλώπων ἐλθεῖν ἐπὶ τὴν Σχερίαν· (ζ, 4.)

  • οἳ πρὶν μέν ποτʼ ἔναιον ἐν εὐρυχόρῳ Ὑπερείῃ
  • ἀγχοῦ Κυκλώπων, ἀνδρῶν ὑπερηνορεόντων,
  • οἵ σφεας σινέσκοντο, βίῃφι δὲ φέρτεροι ἦσαν·
  • ἔνθεν ἀναστήσας ἄγε Ναυσίθοος θεοειδὴς,
  • εἷκεν δὲ Σχερίῃ, ἑκὰς ἀνδρῶν ἀλφηστάων. H. T.
  • 345. καὶ τότʼ ἐγὼ Κύκλωπα] ὅρα τὴν εὐτολμίαν. οὐ γὰρ μόνον τὸ κινδυνωδέστατον ὁρῶν τῶν ἑταίρων οὐ φρίττει, ἀλλὰ καὶ πλησίον προσέρχεται καὶ διαλέγεσθαι τολμᾷ. αὐτὸν ἀπὸ πάσης ἐπιθέ- σεως πλανήσειν ἔμελλεν ἐπιφανείς. οὐχ ὡς πρόσκειται, ἀλλʼ ἀπλῶς ἔφη. T.

    346. κισσύβιον] ποιμενικὸν ποτήριον. τοῦτο δὲ εὕρηται καὶ παρὰ τῷ συβώτῃ Εὐμαίῳ. Q. ἤτοι ἐκ κισσίνου ξύλου κατεσκευασμένον, ἢ ὄνομα ποτηρίου, ὡς Θηρίκλειον, παρὰ τὸ ἐκεῖσε κεῖσθαι τὴν πόσιν, ἢ ἔχον κισσὸν ἔξωθεν. H.P.Q.V.

    347. τῆ] ἀντὶ τοῦ λάβε. τὸ δὲ τῆ πόθεν κανονίζεται; ἐκ τοῦ τάω τῶ, ὡς ζάω ζῶ. τὸ δὲ δεύτερον τῆς, τὸ δὲ τρίτον τῆ. P.

    [*](3. δισταγμοῦ Struvius. λαγμοῦ H. 38. ἤτοι ἐκ] ἄλλως. κισσύβιον υοι- 13. καὶ αὐτοῖς om. H. μενικὸν ποτήριον ἢ ἐς Q. 14. Ποσειδῶνος] τοῦ ποσειδῶνος T. 29. ὄνομα] ὤνομα κύριον V. οὖν et φησὶν om. T. ὡς Θηρίκλειον—τὴν πόσιν om. P. V. 21. ἀνδρῶν] ἄλλων H. T. 30. ἔχον] ἔχοντος Q. 24. Lacunam indicavit Prellerus. 32. τῆ] Conf. schol. θ, 477. )
    433

    πίε οἶνον] τὸ “πίε οἶνον” ὡς πρὸς τὸ “ἐπεὶ φάγες.” συγγένηται δὲ τὸ τοῦ βρώματος εἶδος, ἐπεὶ οὐχ ὡς αἴτιον πρόκειται. Q.

    348. οἷόν τε ποτὸν τόδε νηῦς ἐκεκεύθει] ἀξιοπίστως ἐνίστησιν ἑαυ- τὸν, ἐπὶ τῇ πρόσθεν εὐδαιμονίᾳ προσποιούμενος ἐπελπίζειν σωτηρίας παρ᾿ αὐτοῦ τεύξεσθαι, ὅπερ ἀφῄρει πᾶσαν ἐπιθέσεως ὑπόνοιαν. T.

    350. ἀνεκτῶς] οὐκ οἰκείως, φησὶν, ἔλεγχος οὐδὲ ἀκολούθως τοῖς προκειμένοις . . . βλασφημεῖ δὲ ὡς φαινόμενος. T.

    353. δέκτο] ἐξεδέξατο τὸ ποτήριον ἐξ ἐμοῦ. H. οὐδὲν ὑπονοή- σας ἐδέξατο ὑπὸ τῆς εὐωδίας κρατηθεὶς, ἢν προῳκονόμησεν ὁ ποιη- τῆς. T.

    *** πιὼν ὁ τηλικοῦτος οὐ κεκράτηται, ἀλλʼ ἐστὶν ἀήθης τοῦ οἴ- νοῦ τοῦ τοιούτου. ἀλλὰ καὶ τὸ κισσύβιον μέγιστον. T.

    ἥσατο] δασύνεται τὸ ἥσατο· ἔστι γὰρ ἀπὸ τοῦ ἥδω ἔμαθεν δὲ ὅτι ἥσθη ἀπὸ τοῦ δεύτερον αἰτῆσαι, καὶ διὰ τοῦ μηδέπω γάλακτος πεπωκέναι ἐπὶ τῇ τροφῇ. πιθανὰ οὖν ταῦτα, ἵνα πολλάκις αἰτήσας μεθυσθῇ. Q.

    ἥσατο] εἰς ἡδονὴν αὐτὸ ἔσχεν. H. Q.

    [356. ἵνα τοι δῶ ξείνιον: εἰρωνεία τοῦτο· ἢ καὶ ἀληθὲς, ὅτι πιὼν δῶρον ἔδωκε τῷ Ὀδυσσεῖ τὴν οἰκείαν τύφλωσιν ἐν ᾗ καὶ ἐχάρη ὁ Ὀδυσσεύς. B.]

    357. Κυκλώπεσσι φέρει] αὐξάνει τοῖς Κύκλωψιν. H.

    360. αὐτὰρ οἶ] γρ. αὐτάρ οἱ. H.

    364. ὄνομα κλυτόν] κλυτὸν οὐκ ἔνδοξον, ἀλλʼ ἐξ οὗ καλοῦμαι, ὅ ἐστιν ἐπώνυμον, ὡς καὶ Ἴβυκος “κλυτὸς ὄρθροςʼ ὁ καλούμενος. Q.

    365. σὺ δέ μοι δὸς ξείνιον] δαιμονίως, ἵνα μηδὲν ὑπονοήσῃ τῆς περὶ τὸ ὄνομα πλάνης. οὐ γὰρ ἀληθῶς καὶ ξένια ᾔτει, εἰδὼς ὅτι μὴ λήψεται, οὔτις πιθανῶς λέγων ὅτι ὑπέστη . . . . T.

    366. Οὖτις ἔμοιγʼ ὄνομα] προπερισπαστέον νῦν τὸ ὄνομα. ἐπὶ δὲ τοῦ “οὔτις με κτείνει” (408.), παροξυντέον· ὡς δύο γὰρ μέρη λόγου παραλαμβάνεται. Q.

    [*](1. ἐπεὶ φάγες H. φαγεῖν Q. Duplex scriptura, altera vulgata ὡς συγγένηται corruptum. ἔφατʼ· αὐτάρ οἱ—, altera eaque recta 15. ἴνα] Vid. not. ad α, 13. ὡς φάτʼ· ἀτάρ οἱ—. BUTTM. 24. κλυτὸς ὄρθρος] Vide Etym. M. 18—20. Scholion ex Eustathii s. v. ἠώς, BUTTM. verbis p. 1032, 46. compositum, ut 28. προπερισπαστέον Buttm. pro πε- videtur. πισπαστέον 21. αὐτάρ οἱ] Hoc non differt ab τὸ ὄνομα] τὸ Οὖτις Struvius. eo quod H. in textu habet αὐτὰρ οἷ. )
    434

    372. ἀποδοχμώσας] εἰς πλάγιον ποιήσας. T. πλαγιάσας· δόχμιον γὰρ τὸ πλάγιον. B.P.V.

    373. πανδαμάτωρ] ἐπιθετικῶς ὁ ὕπνος ὁ πάντας δαμάζων καὶ θεοὺς καὶ ἀνθρώπους. V.

    φάρυγος] συνεκδοχικῶς τοῦ στόματος. φάρυγγα γὰρ καλοῦσι τὴν ἔνδον ἀχάνειαν τοῦ στόματος, εἰς ἣν ἀνήκει τὰ δύο στόματα, τό τε τοῦ οἰσοφάγου καὶ τὸ τοῦ λάρυγγος. καὶ οἰσοφάγος μὲν λέγεται, ὥς φασιν οἱ τῶν ἰατρῶν παῖδες, τὸ δεχόμενον τὰ σιτία, ἤτοι ὁ στόμαχος, λάρυγξ δὲ αὐτὸ τὸ ἀποτελοῦν τὴν ἠχήν. H. Q. καλῶς φάρυγγα λέ- γει τὸ ἀπὸ τοῦ βρόχθου ἕως τοῦ στόματος τῆς κοιλίας. στόμαχον δʼ ὅταν λέγῃ, τὸν λαιμὸν λέγει. “ἦ, καὶ ἀπὸ στομάχους ἀρνῶν τάμε” (Il. γ, 292.). T.

    374. ψωμοί] τὰ λεπτὰ κόμματα τῶν ἀνδρομέων κρεῶν. ὅθεν καὶ ψωμὸς ἄρτου παρʼ Ἡσιόδῳ βλωμός. οὐ καλῶς δὲ ἐχρήσατο ὁ Ὅμη- ρος τῇ λέξει ἐπὶ κρεῶν. B.

    376. εἴπως] ὅπως, ἵνα. V.

    379. διεφαίνετο] διαφανὴς ἦν ὅτι πεπύρωτο. H. V.

    383. ὁ Κύκλω κατὰ μὲν Ὅμηρον οὐκ ἦν μονόφθαλμος φύσει, ἀλλὰ κατά τινα συντυχίαν τὸν ἕτερον τῶν ὀφθαλμῶν ἀποβεβλήκει. δύο γὰρ ὀφρύας εἶχε· φησὶ γὰρ “πάντα δέ οἱ βλέφαρʼ ἀμφὶ καὶ ὀφρύας εὗσεν αϋτμή” (389.). M.

    ἐνείρυσαν] γρ. ἐνέρεισαν. H.

    ἐρεισθείς] γρ. ἀερθείς. H. ἐρεισθείς Ἀρίσταρχος. M.

    384. τρυπῷ] ἀντὶ τοῦ τρυπᾷ, ἀπὸ τοῦ τρυπῷμι, εὐκτικῶς. B.

    385. ὑποσείουσιν] τὸ πλῆρές ἐστι, τρύπανον. H. V.

    386. τὸ δὲ τρέχει] κυκλοτερῶς κινεῖται. δαιμονίως δὲ τῇ ἐμ- βάσει τοῦ ὀφθαλμοῦ τὸ μέγεθος καὶ τὸ βάθος . . . παρέστησεν· οὐ γὰρ νέον ξύλον. τὸ δὲ “πυριηκέα” ἀκὴν πυρὸς ἔχοντα, τῷ πυρὶ ἠκο- νημένον καὶ ὀξυνόμενον. T.

    [*](1. πλαγιάσας B. πλαγιώσας ceteri. 25. ἐστι om. V. 8. δίχμιον γὰρ τὸ] ἀπὸ τοῦ δόχμιον τρύπανον] τρυπάνιον H. 28. πυριηκέα] In B. scholion est 6. ἀχάνειαν Struvius pro ἀχανίαν. ex Eustathio p. 1035 extr. tran- στόματος H. σώματος Q. scriptum πυριηκὴς δὲ μοχλὸς ὁ οἷον ἠκο- 13. τὰ—βλωμός] Haec ex Eusta- νημένος πυρί. εἰ δὲ καὶ βαρυτόνως γρά- thio p. 1635, 26. compilata. φεται πυριήκης συνηγορεῖται ὑπὸ τοῦ 14. Ἡσιόδῳ] Op. 440. τανυήκους ξίφους καὶ τῶν ὁμοίων. δύνα- 23. ἐρεισθεὶς Ἀρίσταρχος] ἐρισθεὶς ται δὲ πυριήκης εἶναι καὶ ὁ πυρίνην ἔχων ἀρίον M. qui in textu ἀερθείς habet. ἀκὴν, ἀφʼ ἦς ἡ ἀκωκή. )
    435

    387. πυριηκέα ὡς τανυηκέα, ἀντὶ τοῦ ὀξύτητα πυρὸς ἔχοντα. H. Q. πυριεικέα] πεπυρωμένον. V.

    τὸ δὲ ἑλόντες Ἀρίσταρχος ἀντὶ τοῦ ἔχοντες. H.

    388. τὸν δʼ αἷμα] τὸν μοχλὸν λέγει. φασὶ δὲ οἱ ἰατροὶ ὅτι οἱ καιόμενοι αἷμα οὐκ ἀποβάλλουσι φρυττομένων τῶν σαρκῶν. ῥητέον οὖν ὅτι οὐκ ἔφθασεν ἀποφρυγῆναι τὰ ἐν βάθει ἀγγεῖα. B. Q.

    390. σφαραγεῦντο] διετείνοντο, ἐσπαράσσοντο μετὰ ἤχου, ἢ κατε- πονοῦντο. B. P.

    391. ὡς δʼ ὅτʼἀνὴρ] ἀμήχανα ταῦτα εἰς μετάληψιν ὅσα τετόλμη- κεν Ὅμηρος ὁμοιῶν τὰ ὀνόματα τοῖς ὑποκειμένοις. σχεδὸν γὰρ ἐν τῇ φωνῇ πᾶν τὸ τῶν ὀφθαλμῶν πάθος ἐδήλωσε. πῶς δὲ μὴ εὐθὺς πλη- γεὶς ταῖς χερσὶν ἐπελάβετο τῶν περιστρεφόντων τὸν μοχλόν; ἢ ὅτι μακρὰν ἀπέσχον, ἢ ἡ ἐπίθεσις ὀξεῖα, ἢ ὅτι αἱ κινήσεις τῶν μεγά- λων σωμάτων βραδεῖαι. ἢ περιαλγὴς ὢν τῷ πάθει ἐπετετάρακτο, ἢ οὐκ ἐσωφρόνει διὰ τὴν μέθην. εὐρὺ δὲ ἦν καὶ τὸ σπέος, ὥστε μὴ εἶναι ῥᾴδιον συνειλῆσαι εἰς ἕνα τόπον. Q.

    393. φαρμάσσων] στερροποιῶν, στομῶν, στομοποιῶν. V. ἐφορ- μῶν, στομῶν, στερροποιῶν. P. ἤτοι φαρμακῶν καὶ ἐνδυναμῶν. B. σιδήρου τε κράτος ἐστίν] τὸ βάψαι ψυχρῷ τὸν πεπυρωμένον σίδη- ρον· ἰσχυρὸν γὰρ αὐτὸν ποιεῖ. V.

    394. σίζʼ] σίζεν ἀντὶ τοῦ ἐσύριζεν, ἤτοι φωνὴν ἀπετέλει, ὡς ἐπὶ τοῦ βαπτομένου σιδήρου. B. καὶ τοῦτο ὠνοματοπεποίηται ἀπὸ τοῦ κατὰ τὸ λίπος γινομένου σισιλισμοῦ, ὅ ἐστι συνεχείας. H.Q.V.

    [398. ἀλύων: νῦν ἀντὶ τοῦ ἀδημονεῖν, ἐν δὲ τοῖς μετὰ ταῦτα ἀντὶ τοῦ χαίρειν, ὡς τὸ “ἢ ἀλύεις ὅτι Ἶρον ἐνίκησας” (σ, 333.). μέσε γὰρ ἡ λέξις, ὡς καὶ ἡ συμφορὰ καὶ ἡ τύχη καὶ ὁ δαίμων καὶ τὰ ὅμοια. B.]

    399. αὐτὰρ ὁ Κύκλωπας] καίτοι οὐ περὶ αὐτὸν ᾤκουν, ἀλλʼ ἀπά- νευθεν τούτου καὶ ἐφοίτων ἄλλοθεν ἄλλος. λύει δὲ τὴν ἀπορίαν τὸ μέγα βοᾶν αὐτὸν καὶ ἐν ἐρημίᾳ εἶναι καὶ διὰ τοῦτο ἐξακούεσθαι. οὐκ [*](1. πυριηκέα—ἀντὶ] τὸ δὲ πυριήκεα 15. ὥστε Buttm. pro εἴτε. ἀντὶ H. 17. In H. στομῶν, στεροποιῶν, στερ- 3. ἑλόντες—] Eustathius p. 1635, ρῶν. 45. ἑλόντες ἢ ἔχοντες κατὰ Ἀρίσταρ- 23. σισιλισμοῦ codex Barnes. et χον. Videtur Aristarchus non le- Eustathius. σηλισμοῦ H. σειλιγμοῦ gisse ἔχοντες, sed ἑλόντες per ἔχοντες Q. σισιλιγμοῦ Q. V. interpretatus esse. συνεχείας] συνηχείας Barnes. 7. μετὰ ἤχου om. P. 24—27. Ex Eustath. p.1636,22. )

    436
    εἰσῆλθον δὲ ἐν τῷ σπηλαίῳ. τὸ γὰρ εἰσελθεῖν ὄλεθρον τῶν ὄντων ἐποίει, καὶ ἀνῄρει τὴν ὑπόθεσιν τῆς πάσης ὑποθέσεως. B. Q.

    οἱ ῥά μιν ἀμφὶς ᾤκεον] οἵτινες περὶ αὐτὸν δὴ τὸν Κύκλωπα κατῴ- κουν. H.

    400. διʼ ἄκριας] τοὺς μεταξὺ τῶν ἀκρωτηρίων τόπους. Q. V. ἢ τὰς τῶν ὀρῶν ἀκρωρείας. P. V.

    403. Πολύφημε] ἐνταῦθα τὸ ὄνομα ἀπὸ τῶν εἰδότων ἀκούει ὁ Ὀδυσ- σεύς. ὅθεν πρότερον Κύκλωπα ὀνομάζων ὕστερον τοὔνομα λέγει. H. Q. ἀρημένος] βλαπτόμενος. B. βεβλαμμένος. P. V.

    404. νύκτα διʼ ἀμβροσίην] γρ. διʼ ὀρφναίην. H.

    408. Οὖτίς με κτείνει] εἰκότως μέμνηται τοῦ ὀνόματος αὐτοῦ, ἅτε δὴ δεύτερον αὐτὸ ἀκούσας “Οὑτις ἔμοιγʼ ὄνομα, Οὖτιν δέ με κικλήσκουσιν.” H.

    οὐδὲ βίηφιν] καὶ τοῦτο ὡς ὑπερήφανος, ὑπαλγῶν ὡς βίην τινὸς λειπόμενος. H.

    410. εἰ μὲν δὴ μή τίς σε] εἰκότως ὁ Κύκλωψ ἀλγῶν οὐκ ἀντήκου- σεν αὐτῶν λεγόντων, ἐπεὶ ἔλεγεν ἂν εὐθὺς ὅτι καὶ ἄνθρωπος Οὔτις οὕτω λεγόμενος ἔβλαψε. γέγονε δὲ ἐκ τῆς ὁμωνυμίας ἡ ἀπάτη. κἀκεῖνοι δὲ νομίζοντες λῃστὰς εἶναι τοὺς ἐπηρεάζοντας αὐτὸν παραγε- γόνασιν, εὑρόντες δὲ οὐδένα ἀφοσιωσάμενοι ἀνεχώρησαν. Q.

    411. πῶς τοῦ Κύκλωπος προειπόντος “οὐ γὰρ Κύκλωπες Διὸς αἰ- γιόχου ἀλέγονσιν, οὐδὲ θεῶν μακάρων, ἐπειὴ πολὺ φέρτεροί εἰμεν” (275.), πάλιν ἐποίησε τοὺς Κύκλωπας λέγοντας “νοῦσον δʼ οὔπως ἔστι Διὸς μεγάλου ἀλέασθαι, ἀλλὰ σύ γʼ εὔχεο πατρὶ Ποσειδάωνι.” ἐναντίωμα γὰρ φαίνεται μὴ τὰ αὐτὰ περὶ τῶν αὐτῶν λέγοντος. τὸ γὰρ μὴ προσέ- χειν τοῖς θεοῖς κρειττόνων ἦν εἰκότως, τὸ δὲ προσέχειν πάλιν ἡττόνων. λύεται δὲ πάλιν ἐκ προσώπου τῶν λεγόντων. ὅτι μὲν γὰρ οἱ Κύκλω- πές εἰσι πολὺ φέρτεροι τῶν θεῶν ὁ Πολύφημος εἴρηκε πρὸς τὸν Ὀδυσ- σέα, ὅτι δὲ οἱ Κύκλωπες τῶν θεῶν εἰσι κρείττους καὶ ἄλλων οὐδ- εὶς εἴρηκεν. εἰ μὲν οὖν ὁ ποιητὴς ταῦτα εἴρηκεν αὐτὸς, παρὰ τῷ ποιητῇ ἐναντία ἦν. ἐπεὶ δὲ ἄλλος καὶ ἄλλος ἐστὶν ὁ λέγων, σκεπτέον τίνι περιέθηκε τοὺς ἀφρονεστέρους λόγους. δῆλον δὲ ὅτι τῷ Πολυ- φήμρ, ὃς οὐχ ὁμόγνωμος ἦν τοῖς ἄλλοις οὐδὲ ἐν τῇ περὶ θεῶν δόξῃ [*](2. ὑποθέσεως] Hoc pro alio voca- 1636, 47. ἄκριας κατὰ τοὺς παλαιοὺς bulo illatum, librario ad praecedens —ἐπιπορεύεσθαι adscripta in B. ὑπόθισιν aberrante. 7. ὁ Buttm. pro ὡς ὁ. 5. ἄκριας] Eustathii verba p. 18. οὕτω Buttm. pro οὖτος. )

    437
    ὡμολόγει. ἐποιμαίνετο γὰρ, ὥς φησιν ὁ ποιητὴς, “ἀπόπροθεν, οὐδὲ μετʼ ἄλλους πωλεῖτʼ, ἀλλʼ ἀπάνευθεν ἐὼν ἀθεμίστια ᾔδει” (188.). αὐ- τὸς οὖν καὶ περὶ θεῶν τὰ ἀθεμίστια εἰδὼς ἡγεῖτο καὶ τοὺς ἄλλους Κύκλωπας τὰ αὐτὰ δοξάζειν αὐτῷ, οὓς συμβέβηκε βελτίονας ἐκείνου τὴν φύσιν ὄντας μὴ τὰ αὐτὰ γινώσκειν ἐκείνῳ· περὶ γὰρ τούτων ἔφη ὁ ποιητὴς “οἵ ῥα θεοῖσι πεποιθότες ἀθανάτοισιν (107.). T.

    423. περὶ τῆς ἐμῆς ψυχῆς βουλευόμενος. H.

    425. ἄρσενες ὄϊες ἦσαν] Ἀρίσταρχος οἴϊες. τὸ δὲ δασύμαλλοι οἰκεῖον ἐπίθετον ἀπὸ τοῦ κατακρύπτεσθαι ὑπὸ τοῖς ἐρίοις τοὺς ἑταί- ρους. ἁρμοδίως δὲ ἀεὶ κέχρηται τοῖς ἐπιθέτοις ποτὲ μὲν καλλίτριχα λέγων τὰ μῆλα (336.) διὰ τὸ εὐεργὲς τῶν ἐρίων· τῶν γὰρ ἄλλων ζῴων αἱ τρίχες περιτταί· καὶ ἑξῆς τανύποδα (464.) τὰ μῆλα διὰ τὸ περὶ τοὺς πόδας ἰδίωμα. οὕτω δένδρων δρύες ὑψίκομοι (186.), μη- λέαι ἀγλαόκαρποι, συκέαι γλυκεραὶ καὶ ἐλαῖαι τηλεθάουσαι (η, 115. 116.) διὰ τὸ ἀειθαλὲς, ἰτέαι ὀλεσίκαρποι (κ, 510.). ἐπὶ δὲ ζῴων ἵπποι ἀερσίποδες, ἡμίονοι ταλαεργοὶ, κρατερώνυχες ἵπποι, ἀργιόδοντες ὕες. ἐπὶ πτηνῶναἰετὸς ἀγκυλοχείλης, κορῶναι τανύγλωσσοι (ε, 66.).B.H.Q.

    427. λύγοισι] λύγος ἐστὶν ἱμαντῶδες φυτόν. ὁ δὲ ἄγνος λέγεται παρʼ Ἀττικοῖς ἀρσενικῶς. B.

    429. σύντρεις αἰνύμενος] ἤτοι συναινύμενος, συλλαμβάνων, συ- ζευγνύων τρεῖς κριοὺς, ὦν ὁ μὲν ἔφερε τὸν ἄνδρα δεδεμένον ὑπὸ τὴν κοιλίαν αὐτοῦ, οἱ δὲ ἕτεροι διεπορεύοντο ἑκατέρωθεν περιφυλάσσοντες καὶ περισώζοντες τοὺς φίλους. B. δυνατὸν καὶ δύο μέρη λόγου λέ- γειν σὺν καὶ τρεῖς, καὶ ἓν μέρος λόγου σύντρεις, ὡς σύνεξ. τούτοις δὲ μόνοις τοῖς δύο ἀριθμοῖς ὑπῆρξε τὸ συντίθεσθαι μετὰ τῆς σύν προθέ- σεως. H.

    434. ἀώτου] ἄνθους τοῦ ἐρίου. λέγει δὲ λαμπροῦ. Q. τοῦ ἄν- θους. λέγει δὲ τοῦ ἐρίου. P. V.

    435. στρεφθεὶς ἐχόμην] συστρέψας τὰς χεῖρας. οὐδὲ γὰρ ἦν τις τοῦ δῆσαι αὐτὸν αὐτοῦ δήσαντος τοὺς ἄλλους. B. Q.

    [*](8. Ἀρίσταρχος οἴϊες] ἀρίσταρχος ??ϊες 16. ἠμιόνοι] ἡμίονες B.H.Q. (voluit οἶες) B. Q., nisi fallit Maii 17. πτηνῶν] πτηνοῦ H. Q. editio. οἴϊες Buttm., ut ediderat αἰετὸς om. B. Q. Barnesius. Qua forma saepius utun- 18. ἄγνος Buttm. pro ἄχνος. tur poetae Alexandrini: v. Ger- 24. τρεῖς—σύντρεις ὡς σύνεξ cor- hard. Lect. Apollon. p. 107. rexi pro τρὶς—συὺν τρὶς ὡς σν.ξυνόμενα. δασύμαλλοι] δασυνόμενον B. Q. δὲ] καὶ H. 9. ἀπὸ τοῦ] πρὸς τὸ H.)
    438

    440. σφαραγεῦντο] ἐβαροῦντο διὰ τὸ πρωΐας μὴ ἀμελχθῆναι. B. διετείνοντο, ἐκπεπλησμένα ἦσαν. οὖθαρ δὲ τὸ γάλα. H. Q.

    442. ὀρθῶν ἑσταότων] κατὰ τὴν οἰκείαν τάξιν βηματούντων καὶ τότε, ὅπερ ὀρθὸν λέγει, οὐ γὰρ πλαγίως ἢ ὑπτίως ἑστώτων ἐψηλάφει. B.

    443. ὑπʼ εἰροπόκων] λέγει τὰ τῶν προβάτων μαλλία. H.

    444. ὕστατος ἀρνειὸς] καὶ τοῦτο εἰς ἀγωνίαν τοῦ ἀκροατοῦ, ἀλλὰ καὶ εἰς τὴν φιλεταιρίαν τοῦ Ὀδυσσέως, ὅτι τὸ αὐτοῦ ἀσφαλὲς ἐν ἑτέρῳ ἔθετο, οὐκ ἀξιώσας διὰ τῶν τριῶν προβάτων ἀσφαλῶς διακο- μισθῆναι. διδάσκει δὲ διὰ πολλῶν οἵους δεῖ εἶναι τοὺς ἄρχοντας διὰ τοὺς ὑποτεταγμένους. Q.

    445. λαχμῷ στεινόμενος] τῇ λαχνώσει, τῇ λασιότητι, τῇ δασύ- τητι τῶν μαλλῶν στενοχωρούμενος. B. Q. λαχμῷ, τῇ δασύτητι τῶν μαλλῶν. γράφεται καὶ λάχνῳ, παρωνύμως τῇ λάχνῃ. H.M.P.V. λαχμὸν λέγει νῦν τὴν ἐκ τῆς λάχνης λασιότητα. οἱ δὲ παλαιοί φασι κάλλιον ἐνταῦθα λάχνῳ κατὰ Ἡρωδιανόν. M.

    454. δαμασσάμενος] δαμάσσας, ἀντὶ τοῦ ἀλλοιώσας. V.

    455. εἶναι ὄλεθρον] γρ. ἔμμενʼ ὄλεθρον. H. P.

    456. εἰ δὴ ὁμοφρονέοις] τὰ αὐτά μοι φρονέοις. H. ὁμόφωνος γέ- νοιο πρὸς τὸ δηλῶσαι τὰ τῶν πολεμίων. δοκεῖ δὲ βουκολικὸν εἶναι τοῖς νεωτέροις τὸ πρὸς κριὸν διαλέγεσθαι. δαιμονίως δὲ ὑπὸ Ὀμήρου πρώτου κατώρθωται τὸ αὐτοῖς τοῖς ζῴοις ὡς φρονοῦσι διαλέγεσθαι, ὡς “Ἕκτωρ, Ξάνθε τε καὶ σὺ Πόδαργε (Il. θ, 185.). Q.

    φωνήεις, λαλῆσαι δυνάμενος· ποτιφωνήεις, ὁμόφωνος. V.

    464. ταναύποδα] τὰ τεταμένοις τοῖς ποσὶ βαδίζοντα, (ἢ ἰσχνό- ποδα,] ἢ τανύποδα. ταναὸν γὰρ τὸ ἐπίμηκες. ἢ τοὐναντίον νεύοντα τοὺς πόδας κατὰ τὸν ἑλιγμὸν τῆς πορείας, οὐκ εἰλοῦντα ὡς οἱ βόες. H. Q. V. ἰσχνόποδα, τεταμένους τοὺς πόδας ἔχοντα. δημῷ δὲ τῷ λίπει· δημὸς γὰρ τὸ λίπος λέγεται. B. Q.

    [*](2. οὖθαρ δὲ τὸ γάλα om. Q. γράφεσθαι λάχνη, ὃ σημαίνει λάχνην 6. ἀλλὰ καὶ] ἀλλὰ δὲ (δὴ Buttm.) (ἴνα σημαίνηται ἢ λάχνη cod. Paris.) 18. ὁμόφωνος Buttm. pro ὁμόφρο- 14. λαχμὸν λέγει—Ἡρωδιανόν] Hoc νος. Spectat ad ποτιφωνήεις. cui in scholion a m. secunda habet M. H. adscriptum ἀντὶ τοῦ ὁμόφωνος. λάχνῳ probavit etiam Seleucus, de 24. τεταμένοις] τεταγμένοις Q. quo Etym. M. p. 558. 24. Λαχμῶ: ἢ ἰσχνόποδα om. H. Q. τῷ δασεῖ τῶν ἐρίων· παρὰ τὸ λίαν ἔχε- 25. τανύποδα] τετανόποδα V. Fort. σθαι. Ἀντίμαχος δὲ τῶν ἵππων τὸν ταναόποὃα. Conf. Apollon. s. v. τα- λακτισμόν· οἷον “λαχμὸν δʼ οὐ δείδιεν νύποδα. ἵππων.” Σέλευκος δὲ ἀξιοῖ διὰ τοῦ ν ταναὸν Barnes. τανὰ H. τανὸνQ.V. )
    439

    468. οὐκ εἴων] κλαίειν. ὑπέρβατον. P.

    οὐκ εἴων] ἀντὶ τοῦ οὐ παρεχώρουν κλαίειν, ἀνανεύων αὐτοὺς διὰ τῶν ὀφρύων μὴ κλαίειν. P. Q.

    469. ἀλλʼ ἐκέλευσα] καὶ τοῦτο διὰ νεύματος. συνεκδοχὴ δὲ ὁ τρόπος. οὐ γὰρ μόνα τὰ πρόβατα, ἀλλὰ καὶ τὰς αἶγας ἐνθέσθαι κελεύει. ἀφʼ ἑνὸς οὖν τὸ ὅλον. B. Q.

    473. ὅσσον τε γέγωνε βοήσας] ὅσον ἐξακούεται φωνὴ ἀνδρός. πότερον τὸ “ἀπῆν” αὐτὸς μόνος, ἢ σὺν τοῖς ἑταίροις; P.

    475. δοκεῖ μὲν φιλονεικότερον ποιεῖν καὶ ἐναλλάττεσθαι· ἀλλὰ τοῦτο πρὸς παραμυθίαν τοῖς ἠδικημένοις παρέπεται. H.

    481. ἧκε δʼ ἀπορρήξας] ἐμφαντικῶς ἄγαν. ἅμα μὲν οὐχ ὁρᾷ ἀνε- λέσθαι ἐπιτήδειον λίθον, ἅμα δὲ καὶ διὰ τὴν ὀργὴν ὅπερ ὁ καιρὸς παραδέδωκεν ἔρριψεν. Q

    483. οὗτος ὁ στίχος συντάσσεται ἀπὸ τοῦ στίχου τοῦ ἀρχομένου “πλημμυρίς” (485.). M.

    οἰήιον] πηδάλιον, παρὰ τὸ οἰακίζειν, ὅ ἐστι κατιθύνειν. B. V. οἰήιον, ἤτοι τὸ ἄκρον τοῦ πηδαλίου. οἰήϊον δὲ λέγεται ἐκ τοῦ οἴειν καὶ κομίζειν τὴν ναῦν. Q.

    484. ἐκλύσθη] ἐκυματίσθη. B. ἐκλυδωνίσθη. V.

    485. τὴν δʼ αἶψ᾿] τὴν δʼ ἄψ, οὕτως. H.

    486. ἡ τῆς θαλάσσης ἐπανάστασις ἢ κλύδων, ὃς ἐγγίσαι ἐποίησε τῇ γῇ. πλημμυρὶς προπαροξύνεται, τινὲς δὲ ὀξυτόνως. H.

    θέμωσε δὲ χέρσον ἱκέσθαι] αἱ Ἀριστάρχου, θέμωσεν. ὁ μὲν Ἀρί- σταρχος ἀποδέδωκεν οὕτως, ἤγγισε δὲ τῇ χέρσῳ· Καλλίστρατος δὲ ἀντὶ τοῦ ἐποίησε, παρὰ τὸ θεῖναι, παραγώγως. Ἄλλως. ἠνάγκασεν, ἐβιάσατο. ἀπὸ τῆς Θέμιδος ἡ μεταφορὰ τῆς καταναγκαζούσης τῷδε τάδε ποιεῖν. H. Q. ἐγγίσαι ἐποίησε τῇ γῇ. V.

    490. προπεσόντες] σφοδρῶς ἐπιπεσόντες καὶ ἐγκείμενοι. V.

    491. πρήσσοντες] Ῥιανὸς, πλήσσοντες. H. Q. ἄπιμεν] ἀφειστήκειμεν. V.

    [*](4. δὲ Buttm. pro γὰρ. thii p. 1640, 49. adscripta sunt, τὸ 14. Conf. schol. ad 540. θέμωσεν οὐ μόνον—τουτέστι ποιῆσαι, 20. ἄψ] Conf. ad θ, 92. αἱ H. αἱ Q. 22. προπαροξύνεται] Eustath. p. θέμωσεν] Hoc si scripsit Aristar- 1Ο40, 56. τὸ πλημυρίς τινὲς τῶν πα- chus, δὲ omittere debuit, quod non λαιῶν προπαροξύνουσι καὶ διʼ ἑνὸς δὲ μ est credibile eum voluisse. γράφουσιν ὡς ἀπὸ τῆς πλήμης. 29. Ῥιανὸς] ἀριανὸς Q. 23. θέμωσε] In B. verba Eusta-)
    440

    πῶς δὲ ἤκουσεν ἔτι Πολύφημος διπλάσιον αὐτοῦ ἀποστάντος; καὶ φαμὲν ὅτι οὐκ ἦν ἴσως πολὺ τὸ διάστημα. ἔτι δὲ καὶ γέγωνε βοήσας. δυνατὸν οὖν ἐπιτείνοντα τὴν βοὴν ἀκουσθῆναι. ἢ τάχα οὐ τὴν διπλασίονα ὁδὸν σημαίνει, ἀλλʼ ὅτε τὸ δεύτερον διεπεραιώθημεν. ἦν δὲ καὶ μεγαλόφωνος Ὀδυσσεὺς, ὡς καὶ ἐν Ἰλιάδι (γ, 221.) “ἀλλ᾿ ὅτε δὴ ὄπα τὴν μεγάλην.” ἄμεινον δὲ εἰπεῖν ὡς τὸ μὲν πρῶτον ἀπὸ τοῦ σπηλαίου ἤκουσεν αὐτοῦ, τὸ δὲ δεύτερον ἀπὸ τῆς θαλάσσης καὶ τοῦ αἰγιαλοῦ. H.Q. πῶς οὖν ἀκούει; προείρηκε γὰρ “ἀλλʼ ὅτε τόσσον ἀπῆν ὅσσον τις γέγωνε βοήσας.” ἤτοι μεγαλόφωνος ὁ Ὀδυσσεὺς, ἢ δὶς ἐπὶ τὸ αὐτὸ μέρος ἀπέσχομεν πάλιν. οὕτως γὰρ ἡ ναῦς ἠνέχθη. V.

    492. καὶ τότʼ ἐγὼ] καὶ τότε δή Ἀρίσταρχος. M.

    495. βέλος] βλῆμα. νῦν γὰρ τὸν βληθέντα λίθον λέγει. V.

    498. σύν κεν ἄραξ᾿] γρ. ἄραξ’. P.

    508. ἔσκε τις ἐνθάδε μάντις] ἐκ τούτου νοητέον ὅτι δεισιδαίμονες οἱ Κύκλωπες, ὅτι ὑπήκουον βουλήμασι θεῶν, καὶ οὐκ ἀπέκτεινον τοὺς προλέγοντας αὐτοῖς τινα παρὰ θεῶν ἐσόμενα. Q.

    509. Τήλεμος Εὐρυμίδης, ὃς μαντοσύνῃ ἐκέκαστο] Εὐρύμου παῖς ὁ Τήλεμος, ὃς τῇ μαντείᾳ ἐκεκόσμητο. H.

    515. ἄκικυς] γρ. ἀεικής. M.

    516. ἀλάωσεν—ἐδαμάσσατο] γρ. ἀλαώσας—ἐδαμάσαο. H. M. ἐτύφλωσας, ἐματαίωσας. H.

    525. οὐκ ὀφθαλμόν γʼ ἰήσεται] μὴ βουλόμενος, οὐ γὰρ μὴ δυνά- μενος. οὐκ ἐβούλετο δὲ Ποσειδῶν τὸν ἴδιον υἱὸν θεραπεῦσα, δίκαιον ἡγούμενος τιμωρεῖσθαι αὐτὸν τῆς πονηρίας. ὁ δὲ νοῦς, οὐδὲ Ποσειδῶν ἰάσεταί σε κακὸν ἐόντα. B.Q.

    διὰ τί ὁ Ὀδυσσεὺς οὕτως ἀνοήτως εἰς τὸν Ποσειδῶνα ὠλιγώρησεν εἰπὼν “ὡς οὐκ ὀφθαλμόν γʼ ἰήσεται οὐδʼ ἐνοσίχθων;” (525.) ἢ διὰ τὸ γινώσκειν ὡς οὐκ ἦν ἰατρὸς ὁ Ποσειδῶν, ἀλλʼ ὁ Ἀπολλων, ἢ ὅτι οὐ θεραπεύσει αὐτὰ διὰ τὴν πονηρίαν αὐτοῦ. M. διὰ τί Ὀδυσσεὺς πρὸς τὸν Κύκλωπα οὕτως ἀνοήτως εἰς τὸν Ποσειδῶνα ὠλιγώρησεν τῷ λόγῳ εἰπὼν “ὡς οὐκ ὀφθαλμόν γʼ ἰήσεται οὐδʼ ἐνοσίχθων” (525.).

    [*](6. δὴ H. δ᾿ Q. est etiam in V. τὴν] τε H. 22 μὴ ante δυνάμενος addidit Stru- 13. γρ. ἄραξ’] Nam in textu antea vius. videtur fuisse ἄῤ ἄξ᾿. BUTTM. 30. πρὸς τὸν Κύκλωπα addit T., 19. γρ. ἀεικής] Εustath. p. 1643. om. H. Q. 7. γράφεται δʼ ἔν τισι καὶ ἀεικής. τῷ λογῷ addit T., om. H. Q. 20. ἀλάωσας cum gl. ἐτύφλασκς )
    441

    Ἀντισθένης μέν φησι διὰ τὸ εἰδέναι ὅτι οὐκ ἦν ἰατρὸς ὁ Ποσειδῶν, ἀλλʼ ὁ Ἀπόλλων, Ἀριστοτέλης δὲ οὐ ὅτι οὐ δυνήσεται, ἀλλʼ ὅτι οὐ βουληθήσεται διὰ τὴν πονηρίαν τοῦ Κύκλωπος. H.Q.T. διὰ τί οὖν ὁ Ποσειδῶν ὠργίσθη, καίτοι μὴ χαλεπαίνων διὰ τὸ ἀπόφθεγμα, ἀλλὰ διὰ τὴν τύφλωσιν, “Κύκλωπος γὰρ κεχόλωται, ὃν ὀφθαλμοῦ ἀλάω- σε” (Od. α, 69.), καὶ παμπονήρου ὄντος καὶ τοὺς ἑταίρους κατε- σθίοντος; λύων δὲ ὁ Ἀριστοτέλης φησὶ μὴ ταυτὸν εἶναι ἐλευθέρῳ πρὸς δοῦλον καὶ δούλῳ πρὸς ἐλεύθερον, οὐδὲ τοῖς ἐγγὺς τῶν θεῶν οὖσι πρὸς τοὺς ἄπωθεν. ὁ δὲ Κύκλωψ ἦν μὲν ζημίας ἄξιος, ἀλλʼ οὐκ Ὀδυσσεῖ κολαστέος, ἀλλὰ τῷ Ποσειδῶνι, εἰ πανταχοῦ νόμιμον τῷ διαφθειρομένῳ βοηθεῖν, τῷ υἱῷ, καὶ ἦρχον ἀδικίας οἱ ἑταῖροι. H.M.T.

    Ἄλλως. πῶς παρὰ Φαίαξιν ἐχθρὸν ἑαυτὸν Ποσειδῶνος λέγει; φαμὲν ὡς ἀπολαβὼν ἤδη τὰ τῆς εὐχῆς καὶ πεπονθὼς ἐλεεινὰ, ἔτι δὲ καὶ τὸ τελευταῖον ναυάγιον διὰ Ἴλιον γενόμενον κα τὰς ἐκείνου βόας ἔπειθεν αὐτὸν ὅτι πέπαυται μὲν Ποσειδῶν εἰς Ἴλιον. H.

    διὰ τὴν τύφλωσιν, ἀλλʼ οὐ διὰ τὰς φωνὰς ταύτας ὠργίσθη ὁ Πο- σειδῶν. τούτων γὰρ ὁ νοῦς, οὐδὲ ὁ Ποσειδῶν ἰάσεται κακὸν ὄντα. V.

    530. δὸς μὴ Ὀδυσσῆα—οἴκαδʼ ἱκέσθαι] ἀντὶ τοῦ μὴ δῷς τὸν Ὀδυσσέα εἰς τὸν ἑαυτοῦ οἶκον ἐλθεῖν. H.

    533. ἐς πατρίδα γαῖαν] πατρίδα, τὴν πατρικήν. οὐ γὰρ οἶδεν ὁ Ὅμηρος τὸ τῆς πατρίδος ὄνομα ἁπλοῦν, ἀλλὰ κτητικόν. B.

    536. ἐκ τῶν ὕστερον ἀποβεβηκότων, ὕστερόν φησιν, ὡς καὶ ἑξῆς δʼ οὐκ ἐμπάζετο ἱερῶν.” H.

    538. περιδινήσας] περιστρέψας. V.

    ἶν᾿ ἀπέλεθρον] δύναμιν πολλήν. V.

    539. μετόπισθε] γρ. προπάροιθε. M.

    [*](4. καίτοι om. M. ita in his scholiis quoque scripturæ χαλεπαίνων post ἀπόφθεγμα M. diversitas est. Sic ἄπωθεν p. 297, 5. ὀφθαλμοῦ] ὀφθαλμὸν T. 10.: sed ἄποθεν p. 300, 13. 321. 6. καὶ παμπονήρου M. καίπερ πο- 16. 339, 24. forma deteriore, de νηροῦ H. T. qua dixi ad Harpocrat. vol. 1. 9. 7. λύων δὲ] καὶ M. xxvii. μὴ ταυτὸν—καὶ δούλῳ] μήτε αὐτὸν ὁ δὲ] ὁ μὲν οὖν M., omisso μὲν —μήτε δούλῳ T. post ἦν. 8. τῶν om. M. 10. Ὀδυσσεῖ] ὁδυσσεὺς T. 9. οὖσι om. M. εἰ πανταχοῦ—ἑταῖροι om. H. ἄπωθεν T. ἄποθεν, H. M. Quæ πανταχοῦ om. M. perpetua ut in aliis scriptoribus, 11. διαφθειρομένη] φθειρομένῳ T. )
    442

    540. τυτθὸν] ἐπὶ τοῦ προτέρου (483.) ἀθετεῖται. πῶς γὰρ ἂν ἔμ- παλιν ἡ ναῦς ἠνέχθη; H.M.Q.V.

    542. θέμωσε] ἀπὸ τοῦ θεσμός, ὁ νόμος καὶ ἡ ἀνάγκη. B.

    546. ἐκέλσαμεν] ὡρμίσαμεν, ἐνεωλκήσαμεν, προσειλκύσαμεν. H.

    550. ἀρνειὸν δʼ ἐμοὶ] ἴσως τὸν σώσαντα ἑαυτὸν ἔλαβε καὶ πάλαι ἐξαίρετον αἶγα εἰς τὴν ἄγραν ἐν τῇ νήσῳ. Q.

    554. ἀλλʼ ὅγε] γρ. ἀλλʼ ἄρα. H.

    565. ἔνθεν δὲ προτέρω] περιπλανηθέντος αὐτοῦ καὶ μὴ εἰδότος ποῦ ἔπεισι. περιττὸν τὸ προτέρω. Q.