Scholia in Odysseam

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Odysseam, Volumes 1-2. Dindorf, Wilhelm, editor. Oxford: Clarendon Press, 1855.

Γενομένης μάχης Ὀδυσσέως πρὸς ἕτερον πτωχὸν ἐλθόντα πρὸς τοὺς μνηστῆρας, Πηνελόπη λαμβάνει δῶρα παρὰ τῶν μνηστήρων. καὶ κοινολογία γίνεται ἐν τοῖς ἑξῆς Ὀδυσσέως πρὸς Εὐρύμαχον περί τινος ἄλλου ἐν τῷ συμποσίῳ. H.P.Q.

Ὀδυσσέως καὶ Ἴρου πάλη, καὶ ἐξέλευσις Πηνελόπης πρός τοὺς [*](1. δείελον] Apud Eustath. p. est. BUTTM. 1832. extr. legitur δειελίην, quod 5. δειλινὴν Buttm. pro δείλην. indicium esse censeo veræ scrip- ἔνιοι H. οἱ B. turæ hujus δειελίην αἰτοῦσιν. Ope- 6. ἐπὶ θρόνου ἔνθεν (ὅθεν M.) ἀνέ- rarii enim homines cibum sibi de- στη] Hoc in textu habet M. bitum non mendicant, sed poscunt, 12. αἰγανέῃσιν] αἰγανέοισιν H. ideoque ab opere cessant. Quod 14. κατάστημα om. V. autem Valckenarius (ad Callim. 18. Πηνελόπη] πηνελόπης H. Eleg. fragm. p. 295.) corrigebat 19. γίνεται om. H. ἔχουσι, id necessarium fortasse non )

653
μνηστῆρας ἐπιπληττούσης Τηλεμάχῳ περὶ τῆς τοῦ ξένου καταξενίας καὶ δωροδοκία τῶν μνηστήρων τῇ προειρημένῃ. καὶ ἀποπειρᾶται δὲ τῶν θεραπαινίδων Ὀδυσσεύς. P. Q.

Ὀδυσσέως καὶ Ἴρου πυγμὴ γίνεται. φαίνεται δὲ καὶ Πηνελόπη τοῖς μνηστῆρσι καὶ παρʼ αὐτῶν δῶρα λαμβάνει. γίνεται δὲ καί τις κοινολογία ἐν τοῖς ἑξῆς Ὀδυσσέως πρὸς Εὐρύμαχον. V.

1. πτωχὸς πανδήμιος] ὁ διʼ ὅλης τῆς πόλεως ἐπαιτῶν. B.H.Q. πανδήμιος] ὁ κατὰ τὸν δῆμον ἐπαιτῶν καὶ διʼ ὅλης τῆς πόλεως ἐπιών. V.

2. γαστέρι μάργῃ] γαστριμαργίᾳ, ἀπληστίᾳ. H. [οὐδεὶς οὔτε γραμματικῶν οὕτε ῥητόρων ἐμνημόνευσεν· Ἀριστοτέλης δὲ ἐν τῷ περὶ ζῴων μέμνηται ζῴου μάργου, λέγων ὅτι γεννᾶται ἀπὸ σήψεως μεταξὺ γῆς καὶ ὕδατος. καὶ ἀφʼ οὗ γεννηθῇ οὐ παύεται γαιηφαγοῦν ἕως οὗ ἐκτρυπήσῃ τὴν γῆν καὶ εἰς τὴν ἐπιφάνειαν ἔλθῃ, καὶ ἐλθὸν θνήσκει τρεῖς ἡμέρας· καὶ ἔρχεται νέφος μετὰ βροντῆς καὶ βρέχει ἐπάνω αὐτοῦ καὶ ἀναζῇ μηκέτι γαιηφαγοῦν. ἐκ τούτου οἶμαι τοὺς ἀρχαίους φιλοσόφους ὁρμηθέντας τοὺς πολυφάγους γαστριμάργους καλέσαι. δύναται δέ τις εὐσεβῶς καὶ κατὰ θεωρίαν ἐκλαβεῖν τὰ εἰρημένα. πᾶν γὰρ πάθος ἀπὸ σήψεως γεννᾶται, καὶ ἐπὰν γεννηθῇ, οὐ παύεται ἐσθίον τὴν ὑποστήσασαν καρδίαν, ἕως ἂν διὰ τῆς γνωστι- κῆς ἕξεως εἰς φανέρωσιν ἀληθείας ἔλθῃ, καὶ ἐλθὸν θνήσκει ταῖς τρισὶ [*](1. περὶ] ἐπὶ P. manifestum est et planissime o- καταξενίας] Vocabulum suspec- stendunt quae in ine dicuntur de tum. ἁγίου πνεύματος σταλαγμοῖς. 2. δωροδοκία Buttm. pro δωροδο- 14. γαιηφαγοῦν] γηῖφαγοῦν Etym. κίας. hic et infra. 5-7. Legitur apud Eustathium 15. ἐκτρυπήσς] ἐκτρυπήσει H. 16. μετὰ βροντῆς] βροχῆς Etym.. 8. ὁ δι᾿] ὁ om. H. omisso μετά. 11—14. οὐδεὶς—ὕδατος] Haec pars 17. οἶμαι—ὁρμηθέντας—καλέσαι] acholii est etiam in Vind. 133. To. οἱ μετὰ—ὁρμηθέντες —ἐκάλεσαν Ε. tum scholion legitur in Etym. M. tym. 9. 222, 5. levi cum scripturae di. 21. ἐσθίον ex Etym. correxi pro versitate. Seclusi autem hanc an- ἐσθίειν. notationem, quam scholiis Home- 22. ἀληθείας om. Etym. ricis temere illatam esse et per se )

654
δυνάμεσι τῆς ψυχῆς. καὶ οὕτως ἡ χάρις τοῦ ἁγίου πνεύματος διὰ νέφους σταλαγμοὺς δίδωσι γνώσεως, καὶ ζωοποιεῖ οὐ κατὰ τὴν προ- τέραν ἐμπαθῆ ζωὴν, ἀλλὰ κατὰ τὴν ἐνάρετον καὶ θεῷ οἰκείαν. H.Q.]

3. ἀζηχὲς] διηνεκὲς, ἀδιάλειπτον. V. πολλά. MS. Barnes.

5. Ἀρναῖος] ἢ ὅτι προβατώδης, ἢ παρὰ τὸ ἄρνυσθαι, ὅ ἐστι λαμ- θάνειν· ἢ ἀραῖος· ηὔχοντο γὰρ αὐτοῦ οἱ γονεῖς γεννηθῆναι· καὶ πλεο- νασμῷ τοῦ ν ἀρναῖος. B. γέγονε τὸ ὄνομα παρὰ τὴν ἀρὰν ἀραῖος, καὶ πλεονασμῷ τοῦ ν ἀρναῖος, ὁ εὐκταῖος τῇ μητρὶ γενόμενος· ἢ παρὰ τὸ ἄρνυσθαι τὸ λαμβάνειν ὡς πτωχὸς, ἵνʼ ᾖ ὄνομα πτωχῷ πρέπον· ἢ ἀπὸ τῶν ἀρνῶν, ἵνʼ ᾖ ὁ βληχώδης καὶ ἠλίθιος. Q.

6. ἐκ γενετῆς] ἐκ γενεῆς, διχῶς. H.

Ἶρος] ἀπὸ τοῦ Ἴρις ἡ ἄγγελος τῶν θεῶν. B. Ἶρος παρὰ τὸ εἴρω τὸ λέγω, ὁ τὰς ἀγγελίας κομίζων· λέγει γὰρ, οὕνεκʼ ἀπαγγελίας. Q. παρὰ τὸ εἴρειν. V.

8. διώκετο] ἐδίωκεν. V. παθητικὸν ἀντὶ τοῦ ἐνεργητικοῦ. B.H.

11. ἐπιλλίζουσιν] διανεύουσι τοῖς ὀφθαλμοῖς. ἶλλοι γὰρ οἱ ὀφθαλ- μοὶ, ἀπὸ τοῦ εἰλεῖσθαι, ὅθεν τὸ δενδίλλων. B.Q. ἐπιλλίζουσιν διὰ δύο λλ. H.

15. ἐκ παντὸς τὸ ἀνενόχλητον αὐτοῦ δηλοῖ. H. δαιμόνιε] διʼ ἔργων σε οὐ κακοποιῶ. οὔτʼ ἀγορεύω, οὔτε κακολογῶ σε, οὔτε τινα φθονέω δόμεναι, καὶ πόλλʼ ἀνελόντα, οὐ φθονῶ σοι. H.Q.

17. οὐδὸς δʼ ἀμφοτέρους ὅδε χείσεται] χωρήσει, ἔνθεν καὶ χειὰ ἡ κατάδυσις τῶν ὄφεων. B.Q.V. Δημήτριος δέ φησιν ὅτι ἀττικίζων ὁ ποιητὴς ἀντὶ τοῦ δέξεται χείσεται εἶπεν. B. Q. Vind. 133.

οὐ στενοχωρήσει. οὐδέ τί σε χρὴ ἀλλοτρίων φθονεῖν· οὐ γὰρ ἀπὸ τῶν σῶν λήψομαι. Q.

[*](2. σταλαγμοὺς addidi ex Etym. esse) ποτε μήτηρ ἐκ γενετῆς” παρὰ γνώσεως H. et Etym. γνῶσιν Q. τὴν ἀρὰν, ἀραῖος, καὶ πλεονασμῷ τοῦ ν 3. ἐνάρετον] In ἐπʼ ἀρετῇ corrup- ὁ εὐκταῖος τῇ μητρὶ γενόμενος. οὕτως tum in libris pluribus Etym. Ἡρωδιανὸς ἐν τῇ ἀνωμάλῳ προσῳδία. 5. προβατώδης Buttm. pro παρα- Ἀσκληπιάδης δὲ ὁ Μυρλεανὸς, ἐν τῷ βατώδης. ὑπομνήματι τῆς Ὀδυσσείας, παρὰ τὸ 7. γέγονε—] Ex antiquioris scho- ἄρνυσθαι, ὅ ἐστι λαμβάνειν, ὡς πτωχόν· liastæ annotatione excerpta sunt ἵνʼ ᾖ πεποιημένον ὄνομα πτωχῷ πρέπον. quæ leguntur in Etym. p. 146, 11. ἢ ἀπὸ τοῦ (corr. τῶν) ἀρνῶν, ἵν᾿ ᾖ ὁ βλη- καὶ ὁ ποιητὴς, Ἀρναῖος ὄνομ᾿ ἔσκε· τὸ χώδης καὶ ἠλίθιος. γὰρ θέτο οἱ (οἱ om. libri duo: ex τὴν ἀρὰν] τὸ ἀρὰν B. quo patet ποτε ex πότνια corruptum 20. οὐ κ.] οὐ om. Q. )
655

18. ἀλλοτρίων φθονέειν] οὕτως ἡ σύνταξις, οὐ χρή σε φθονεῖν μοι τῶν ἀλλοτρίων. B.H.Q. μέλλουσι δὲ οἱ θεοὶ εὐδαιμονίαν ἡμῖν πα- ρέχειν. ἄδηλον γὰρ τὸ τῆς τύχης ῥεῦμα. B. Q.

19. ὄλβον δὲ θεοὶ μέλλουσιν ὀπάζειν] ἐοίκασι δὲ οἱ θεοὶ δωρητικοὶ εἶναι εὐδαιμονίας, ὥστε οὐ φαίνονται ἡμῖν ἵλεω. Q. V.

21. μή σε, γέρων] ὅλον συνῆπται τὸ νόημα οὕτως, μήπως σε αἵ. ματος πληρώσω, καὶ πλέον ἡσυχίαν ἐμαυτῷ ποιήσω αὔριον. εἰ γὰρ σὺ πληγείης, οὐκέτι ἐνταῦθα ἥξεις, καὶ εὑρίσκομαι ἐκτὸς ὣν μάχῃε, σοῦ μηκέτι ἐλθόντος. B. Q.

27. γρηῒ καμινοῖ] τῇ καμινοκαυστρίᾳ, τῇ φρυττούσῃ τὰς κριθὰς πρὸς τὸ ποιῆσαι ἄλευρα. οὕτως Ἀρίσταρχος καὶ Ἡρωδιανός. ὃ Ἀττικοὶ κοδομεύειν φασίν. ὁ δὲ Κομανὸς τῇ καμούσῃ τὰς ἶνας διὰ τὸ γῆρας. B.H.Q. Vind. 133. Καὶ ἄλλως. γρηὶ καμινοῖ, καμι- νευτρίᾳ, παραπλησίως κατὰ τὸ εἶδος καὶ τὴν ἐσθῆτα. ῥυπαρὰ γὰρ ἐφόρει. B.H.Q. καμινευτρίᾳ, φρυγούσῃ κριθάς. ἔστι δὲ ἡ εὐθεῖα καμινώ. V.

ἐν πολλοῖς, γρηῒ καμινῶ. H.

28. χαμαὶ δʼ ἐκ πάντας] σχεδὸν πᾶσαι, χαμαὶ δέ κε πάντας. H.

τοὺς ὀδόντας ἐκκόψω. H.

29. ληϊβοτείρης] τῆς κατεσθιούσης τὸ λήιον, ὅ ἐστι τὸ σιτοφόρον χωρίον. ἐὰν γὰρ εὑρεθῇ σῦς ἀλλότριον σπόριμον πεδίον βοσκομένη, ἐξοδοντίζεται. V. νόμος ἦν, ὡς ἐὰν εὑρεθῇ σὔς ἀλλότριον σπόριμον πεδίον βοσκομένη, ἐξωδοντίζετο. Q. ὡς χοίρου λήϊον βοσκομένης. εἴ που γὰρ εὑρίσκετο εἰς ἀλλότριον χυρίον χοἴρος, τοῦ τοἔπασχεν ὑπὸ τῶν δεσποτῶν τοῦ. χωρίου κατεχομένη. οὗτος δὲ ὁ νόμος παρὰ Κυ- πρίοις. B.H.

30. ἐπιγνώωσι δὲ ἀντὶ τοῦ θεάσωνται. V.

33. πανθυμαδὸν ὀκριόωντο] μετὰ παντὸς θυμοῦ ἐτραχύνοντο, ἠγρι- [*](4. δωρητικοὶ] δωτικοὶ V. καμινεύτριαν, ἤτοι φρύττουσαν κριθὰς 5. εὐδαιμονίας] εὐνοίας Q. πρὸς εὐχερεστέραν ἀλευροποιΐαν. ὥστε—ἵλεω om. Q. ὃ Ἀττικοὶ κοδομεύειν Buttm. pro ὁ 11. ἄλευρα] ἄλευρον Vind. (ὁ om. B. Q.) Ἀττικὸς οἰκοδομεύειν. Ἀρίσταρχος καὶ ὁ (ὁ omisi) Ἡρω- 12. Κομανὸς Eustathius. Scribe- διανὸς Vindob. ἀριστοφάνης καὶ ἡρώδης batur Κόμανος. B.H.Q. Veram scripturam suo in διὰ τὸ γῆρας] ἀπὸ τοῦ γήρως Vind. libro habuit Eustatt. p. 1835. 40. 13. γρηῒ] γυνὴ B. Q. τὸ δὲ καμινοῖ διὰ τὸ ἐπιφαινόμενον μέ- 17. γρηῒ] γρηοῖ H. λαν ὡς οἷον ἔκ τινος ἀσβόλης. Ἀρίσταρ- καμινῶ] Sic H. χος δὲ καὶ Ἡρωδιανὸς καμινώ φασι τὴν 23. βοσκομένης H. βοσκομένου B. )

656
αίνοντο. καὶ λίθον ὀκριόεντά φησι τὸν τραχὺν καὶ οἷον ἄκρα ἔχοντα, καὶ ἀκριόεντα. B.H.Q. πανθυμαδὸν] ἐκθύμως, πάσῃ τῇ ψυχῇ, ἄγαν ὀργίλως. ὀκριόωντο] ἐτραχύνοντο, διεφέροντο, διεπληκτίζοντο. V.

41. κακοείμονας] κακὰ ἱμάτια περιβεβλημένους. H.

43. ἀγήνορες] νῦν οἱ ἄγαν ἀνδρεῖοι. Q. V.

44. γαστέρες] οἰκεῖον τὸ ἆθλον τοῖς διὰ γαστέρα ἁμιλλωμένοις. ἐν πυρὶ δὲ ἀντὶ τοῦ παρὰ πυρί. οὕτως Ἀρίσταρχος. ὁ δὲ Ἀριστο- φάνης ἐν πυρὶ, ἐν τῷ καταφωτιζομένῳ τόπῳ, ὡς ἐν Ἰλιάδι (ι, 206.) “αὐτὰρ ὅγε κρεῖον μέγα κάββαλεν ἐν πυρὸς αὐγῇ.” B. Q. προση- κόντως γαστέρα πρὸς βρῶσιν τίθησι τῷ νικήσαντι. καὶ οὗτοι γὰρ διὰ τὴν γαστέρα ἐμάχοντο. Vind. 133. γαστέρες αἵδʼ αἰγῶν] τὰς φύσκας λέγει. οἰκεῖον δὲ τὸ ἆθλον τοῖς διὰ γαστέρα δυστυχοῦσιν. V. αἵθε δεικτικῶς, ἐν μέσῳ γὰρ τῷ ἀνδρῶνι τὸ πῦρ. H.

48. εὐλογώτατα πρὸ τῆς μνηστηροκτονίας τὸν Ἷρον ὑπεξάγει ὁ ποιητής. H.

50. ἥνδανε] ἤρεσκε. V.

56. ἤρα] τὸ ἐντελὲς ἐπίηρα. B. ἐπίηρα ἐστὶ τὸ ἐντελὲς, καὶ ἐν Ἰλιάδι “μητρὶ φίλῃ ἐπίηρα,ʼ ὁ μεσολαβήσας τῷ ὀνόματι εἶπεν. H.

57. ἀτασθάλλων] ἐνυβρίζων με ὑπερηφάνως ἢ ἀδικῶν με. B.H.Q.

58. ἐπώμνυον] ἐπώμνυον, οὐκ ἀπώμνυον. B.H. ἀπώμνυον] γρ. ἐπώμνυον. Vind. 133.

63. θείνῃ] γρ. δείρῃ. Vind. 56.

64. ξεινοδόκος] ὁ τοὺς ξενοὺς ὑποδεχόμενος, διὰ τοῦ κ ἀντὶ τοῦ χ. ὡς ἱστοδόκος, ἢ ἀπὸ τοῦ δέχεσθαι. H.

ἐκὶ δʼ αἰνεῖτον] συγκατατίθενται. V. συντίθενται δὲ κελεύσει μου ὁ Ἀντίνοος καὶ Εὐρύμαχος. H. Q.

67. ζώσατο] περιεζώσατο μὲν τοῖς ῥάκεσι τὰ αἰδοῖα, ἢ περὶ τὰ αἰδοῖα ἐζώσατο. B. Q.

70. μέλεʼ ἤλδανε] ψιλῶς ἀπὸ τοῦ ἀλδαίνω. καὶ Αἰολεῖς ἄλματα καλοῦσι τοὺς κλάδους, οἷον ἀλδήματα καὶ αὐξήματα. B. Q.

73. ἄιρος] Ἶρος ὀνομασθείς. ἐπίσπαστον] ἑκούσιον, ἀπὸ τῶν ὀρνί- θων τῶν δελεαζομένων καὶ ἐπισπωμένων ἑαυτοῖς τὸν ὄλεθρον. V.

[*](1. φοσι om. H. 12. φύσκας] Cf. Eustath. p. 1837. 11. ἐμάχοντο] Addit Vind. verba 13. acholii superioris ἐν πυρὶ δὲ ἀντὶ τοῦ 26. Ἀντίνοος] ἀντίνους H. Q. περὶ (sic) — — ὁ δὲ ἀριστο (cetera 31. ὀνομασθείς] ἐπὶ κακῷ addit non comparent.) Barnes. Sic Apoll. Lex. s. v. ἄῖρος. )
657

ἄϊρος ἐπίσπαστον] ὁ μηκέτι ἐν ζωῇ ἐσόμενος, ὁ μηκέτι ἐσόμενος Ἷρος. τὸ δὲ, ἐπίσπαστον, αὐθαίρετον, ὃ αὐτὸς ἑαυτῷ ἐπεσπάσατο. B.H. ἕξει] γρ. ἄξει. H.

74. ἐπιγουνίδα] τὸν ἐπάνω τοῦ γόνατος τόπον. ἀπὸ δὲ μέρους τὸ πᾶν σῶμα φησίν. εἰ γὰρ τὸ ὀστῶδες μέρος εὔσαρκον, πῶς οὐκ ἂν καὶ τὰ ἄλλα; B.Q.

75. ὠρίνετο] κατεταράσσετο, οὐκ ὠργίζετο. H.

76. ἀλλὰ καὶ ὡς δρηστῆρες] ἀπλῶς. οὐ γὰρ ἐπὶ τῶν μαγείρων. “οὗτοι δῶμα κάτα δρηστῆρες ἔασιν” (Od. κ, 349. τ, 345.). Q. δρηστῆρες] οὐ πάντες δοῦλοι, ἀλλʼ ἴσως θεράποντες, ὃ καὶ ἄμει- νον. H.

77. ὅμοιον τῷ “Ἕκτορί τʼ αὐτῷ θυμὸς ἐνὶ στήθεσσι πάτασσε.” (Il. η. 216.). H.

79. νῦν μὲν μήτʼ εἴης] ἀντὶ τοῦ ἀποθάνοις νῦν. μήτε γένοιο, ἀντὶ τοῦ μηδὲ ἐν παλιγγενεσίᾳ ἔλθοις τὸ δεύτερον. B.

βουγάῖε] μεγάλως ἐπαιρόμενε, βοῶν ἔργα ποιῶν. V. ἀκουστέον ὑπερμεγέθη ἔχων βοείαν ἀσπίδα, ἐπὶ τοῦ Αἴαντος, ὅταν λέγῃ “ὦ Αἶαν ἁμαρτοεπὲς βουγάιε (Il. ν, 824.), ὡς εἰ ἔλεγεν. ὁ γαίων ἐπὶ τῇ ἀσπίδι, ὡς “κύδεῖ γαίων (Il. α, 405.). ἐπὶ δὲ τοῦ Ἴρου χαριεντι- ζόμενός φησι, διὰ τὸ μέγεθος, ὡς ὑπερμεγέθη ἀνέχοντος ἀσπίδα. λέγει δὲ, μὴ εἴης μέγας, μηδὲ γένοιο· ὅμοιον τῷ “ἦ μάλα Ἶρος ἄῖρος” (73.), ἀπαγγέλλων ὅτε πού τις ἀνώγοι (7.). τοῦτο ὅμοιον καὶ τῷ “οὕτω γάρ κεν δή μοι ἐῦκλείη τʼ ἀρετή τε εἴη ἐπʼ ἀνθρώπους ἅμα τʼ αὐτίκα καὶ μετέπειτα (Od. ξ, 402.). τοῦτο γὰρ ταυτὸν τῷ εἴης καὶ γένοιο. H. Q. βουγάῖε] ἐπὶ μὲν τοῦ Αἴαντος, ἐπὶ τῇ βοῒ γαίων, ὅ ἐστι τῇ ἀσπίδι· νῦν δὲ χαριεντιζόμενος ἐπὶ τῷ γαυριῶντι τῇ ἀναισθη- σίᾳ φησί. B. Q.

84. πέμψω σʼ Ἤπειρόνδε] Ἤπειρος χώρα ἐστὶν ἐναντίον τῆς Ἰθά- κης οὕτως ἰδικῶς λεγομένη. B. Q.

85. εἰς Ἕχετον βασιλῆα] Ἔχετος ἦν μὲν υἱὸς Βουχέτου, ἀφʼ οὗ καὶ ἐν Σικελίᾳ πόλις Βούχετος καλεῖται. Σικελῶν δὲ τύραννος λέγε- [*](1. ὁ μ. ἐν ζ.—ἐσόμενος Ἶρος H. οὐκ- 28. χώρα] χωρίον B. ἐτι ἐν ζῶσιν ἐσόμενος ἰρος B. 30. In V. ed. ant. hoc quidem 2. τὸ δὲ ἐπίσπαστον om. H. acholium ad calcem libri rejectum, 4. ἐπιγουνίδα] Conf. ad ρ, 225. alterum, quod ordine tertium ex- 7. οὐκ] καὶ ? hibemus, suo loco positum est. 17. ἔχων Buttm. pro ἔχειν. BUTTM. 23. δή om. Q. 31. ἐν Σικελίᾳ πόλις Βούχετος] Epi- )

685
ται. τοῦτον τοὺς μὲν ἐγχωρίους κατὰ πάντα τρόπον σίνεσθαι, τοὺς δὲ ξένους ἀναιρεῖν λωβώμενον· τοσαύτην δὲ κακίαν ἔχειν ὡς καὶ τοὺς μακρὰν οἰκοῦντας ὅτε θέλοιεν σφόδρα τινὰ τιμωρῆσαι καὶ ξένῳ περι- βαλεῖν θανάτῳ ἐκπέμπειν αὐτῷ. πολλὰς γὰρ μηχανὰς ἐξευρεῖν τοῦ- τον αἰκίας. ὅθεν τὸν λαὸν οὐχ ὑπομένειν τὴν πικρὰν ταύτην τυραν- νίδα, λίθοις δὲ αὐτὸν ἀνελεῖν. ἡ ἱστορία παρὰ Μνασέᾳ καὶ Μαρ- σύᾳ. Q. V. οὗτος Ἠπείρου βασιλεὺς Εὐχήνορος καὶ Φλογέας υἱὸς. ὃς τὴν θυγατέρα Μετώπην ἢ Ἄμφισσαν ὑπὸ Αἰχμοδίκου φθαρεῖσαν πηρώσας ἠνάγκασεν ἀλήθειν κριθὰς σιδηρᾶς, τότε φήσας ἀποδώσειν αὐτῇ τὰς ὄψεις ὅταν ἀλήσῃ τὰς κριθάς. τὸν δὲ Αἰχμόδικον ὡς ἐπὶ ἑστίαν καλέσας ἠκρωτηρίασε. καὶ εἰς ὠμότητα τραπεὶς μισθὸν ἐλάμ- βανεν ὑπὲρ τοῦ ἀκρωτηριάζειν τοὺς ἐπὶ τούτῳ πεμπομένους αὐτῷ ξένους. ὕστερον μέντοι μανεὶς ἐνεφορήθη τῶν ἰδίων σαρκῶν. τινὲς δέ φασιν ὅτι ἐπʼ αὐτοῦ Ὁμήρου ἦν ὁ Ἔχετος· ἐπειδὴ δὲ ἐπλημμέλησεν εἰς αὐτὸν, ἐμνήσθη αὐτοῦ ὡσανεὶ παλαιοῦ τινος ἀδίκου. H.Q. Ἕχε- τος βασιλεὺς ἦν τῆς πείρου, Εὐχήνορος παῖς, ὠμὸς καὶ ἀπότομος. ὃς καὶ τὴν θυγατέρα Μετώπην ἢ Ἄμφισσαν ὑπὸ Αἰχμοδίκου φθα- ρεῖσαν πηρώσας ἠνάγκαζε σιδηρᾶς ἀλεῖν κριθὰς, λέγων τότε ἀποδά- σειν τὰς ὄψεις, ὅτε ἀλέσει τὰς κριθάς. τὸν δὲ Αἰχμόδικον ἐπὶ ἑστί- ασιν καλέσας ἠκρωτηρίασε καὶ τὰ αἰδοῖα αὐτοῦ ἀπέκοψεν. ὕστερον μέντοι μανεὶς καὶ τῶν ἰδίων ἐμφορηθεὶς σαρκῶν ἀπέσβη. V.

89. ἄναγον] Ἴωνες τὸ ἄγειν ἀνάγειν λέγουσιν. “οἱ δέ τοι εἰς Ἑλίκην τε καὶ Αἰγὰς δῶρʼ ἀνάγουσιʼ (Il. θ, 203.). B.H.Q.

91. ἐλάσει] πλήξει βαλών. V.

95. ἀνασχομένω] ἀνασχόμενοι. ἔστι δὲ ἀντὶ τοῦ ἀνασχομένων. Η. ἀνασχομένω] ἀνατείναντες. V.

98. μακὼν] ἐπὶ ἀνθρωπείας φωνῆς. B.

ἡ Αἰολὶς, χανών. H.

[*](rotica haec urbs fuit, non Sicula, 1838. extr. φληγυίας H. Q. Φλογίας nec Βούχετος appellata est, sed Bού. Hesych. Φλεγέας Eudocia p. 163. χετα vel Βουχέτιον. Dixi de ea in 8. Αἰχμοδίου Eustathius et Eudo- Thesauro vol.2.p. 382. 383. Scbo. cia. Αἰχμοδόκου H. Q. In Αἰχμόδημος liastae errorem notarunt Buttm. et corruptum apud schol. Aphthonii Ebert. Dissert. Sic. vol. 1. p. 109. in Walzii Rhet. vol. 2. p. 48. 473. qui aliorum scriptorum de Echeto 9. ἀλήθειν H. et Eustathius. ἀλεῖν narrationes collegit. 7. Εὐχήνορος] Αὐχήνορος apud He. 10. αὐτῆ] αὐτῆς H. sycm. s. v. Ἔχετος. Αἰχμόδικον] Iterum Αἰχμοδόκον H. Q. Φλογέας correxi ex Eustatio p. 22. δέ τοι] δʼ ἔτι H. )
659

σὺν δʼ ἤλασʼ ὀδόντας] συνέκρουσε. B.Q.V.

100. γέλω ἔκθανον] ὑπὸ γέλωτος ἀπέθανον. Gl. H. διεχύθησαν τῷ γέλωτι τερπόμενοι. H.

101. εἷλκε διʼ ἐκ προθύροιο] διὰ τοῦ προθύρου τοῦ ἀνδρῶνος εἷλκεν αὐτὸν, ἕως ὅτε κατέλαβε τὴν αὐλὴν, ὅπου εἰσὶν αἱ θύραι τῆς αἰθού- σης. B. Q.

102. αἰθούσης] αἴθου ?? παρὰ τὸ καθῆσθαι ἐκ τῆς αὐλῆς. H. ποτὶ ἑρκίον αὐλῆς] εἰς τὸ περίφραγμα τῆς αὐλῆς, ἀντὶ τοῦ τῷ περιεχομένῳ τόπῳ τῆς αὐλῆς. B. Q.

105. ἐνταυθοῖ] ἐνταῦθα, ἐν τούτῳ τῷ τόπῳ. H.

106. εἶναι] ἀντὶ τοῦ ἔσο. Q.

107. ἐπαύρῃ] ἐπαύρομαι, ἐπαύρῃ, ἀντὶ τοῦ εὕρῃς. B.H.Q. γρ. ἄλλο πάθῃσθα. H.

111. δεικανόωντʼ ἐπέεσσιν] ἤγουν ἐδεξιοῦντο, παρὰ τὸ δείκνυμι. MS. Barnes.

115. 116. οὗτοι οἱ β’ ἐκ τῶν ἄνωθεν μετήχθησαν· ἐκεῖ μὲν γὰρ προτρέπων φοβεῖ, ἐνταῦθα δὲ ἀπάνθρωπον τελέως τὸ ἡμιονήπια τελεῖν· διὸ περιγράφονται. H.

115. ἀνάξομεν Ἤπειρόνδε] ἀναχθῆναι ποιήσομεν. B.Q.V. νῆσος γὰρ ἡ Ἰθάκη. B.Q. ἀπαγάγωμεν. V.

123. ἀτὰρ μὲν νῦν γε] νῦν δὲ δή γε· ὁ γὰρ μέν ἀντὶ τοῦ δή. H.

128. ἐπητῇ] παρὰ τὸ ἔπος. περισπωμένως, ἀντὶ τοῦ λογίῳ. B. H.Q. ἐπητῇ] δεινῷ εἰπεῖν, ἢ λογίῳ, παρὰ τὰ ἔπη. V.

130. ἀκιδνότερον] ὑπομονητικώτερον. B. Q.

132. οἷον οὐκ ἀνέξεσθαι, ἀλλʼ αὐτὸν ἐξάξειν· οὕτως Ἀριστοφά- νης. H.

133. ἀρετὴν] εὐδαιμονίαν, τὴν ὑπὸ θεῶν εὐπραξίαν. H.

ὄφρ’ ἀρετὴν παρέχωσι] νῦν, τοῖς ἀγαθοῖς παρέχουσιν εὐδαιμονίαν· ὁμοίως τῷ “ἀρετῶσι δὲ λαοί.ʼ (Od. τ, 114.). Q. V.

134. τελέουσι] ποιοῦσιν, ἐπιφέρουσιν. V.

136. τοῖος γὰρ νόος ἐστὶν] οἱ μὲν φιλόσοφοι ἐκδέχονται ὅτι οἷον ἂν ᾖ τὸ κατάστημα τοῦ ἀέρος, τοιαύτην καὶ τὴν ἡμέραν διατελοῦσιν [*](5. αἰθούσνς] αὐλῆς B. 17. ἡμιονέπια] Corruptum. 12. ἐπαύρομαι, ἐπαύρῃ om. B. Q. 22. παρὰ τὸ ἔπος om. B. Q. 13. ἄλλο πάθῃσθα] Ex Il. ω, 551. 28. παρέχουσιν] παρέχουσαν Q. )

600.
οἱ ἄνθρωποι· ὁ δὲ ποιητὴς λέγει, ὁποῖα ἂν ᾖ τὰ προσπίπτοντα, τού- τοις ἐξομοιούμεθα. B.Q.V. ὁποῖον γὰρ ἐπάγει ἦμαρ ὁ Ζεὺς τοῖς ἀνθρώποις, τοιοῦτός ἐστιν ὁ νοῦς αὐτῶν, ἐν μὲν ταῖς εὐτυχίαις ἐπαι- ρόμενος, ἐν δὲ ταῖς δυστυχίαις ταπεινούμενος πρὸς τὰς ἐφʼ ἡμέραν τύχας. B.H.Q.

138. ἔμελλον] ἐῴκειν, ἐδόκουν. Q. ἐῴκειν, ἐνομιζόμην. V.

140. πατρί τʼ ἐμῷ πίσυνος] θαρρῶν τῇ προστασίᾳ τοῦ πατρὸς καὶ τῶν ἀδελφῶν. Q.

142. ἀλλʼ ὅγε σιγῇ] ἡσυχῆ, ἐγκρατῶς, μήτε ἐπαιρόμενος, μήτε ἄγαν ὀδυρόμενος. δῶρα δὲ θεῶν ἀπλῶς τὰ διδόμενα ὁποῖα τύχη ὄντα. B.

143. οἷ᾿ ὁρόω μνηστῆρας] θαυμαστικῶς τὸ οἷα. ἡρέμα ταῦτα πρὸς τὸν Ἀμφίνομον φησί. Q.

150. καὶ κεῖνον] πλήρης ὁ καί. H.

154. ἐμφαίνει τὸν ἐπιμελῶς ἀκούσαντα διὰ τοῦ νευστάζων. H. ὄσσετο] προεμηνύετο. Q.

160. πετάσειε] ἐκπλήξειεν. V. ἀναστήσει πρὸς ἐπιθυμίαν. B. γρ. θέλξειε. Vind. 50. 56.

οὐκ ἀλαζονικῶς δὲ πρόσεισιν ἡ Πηνελόπη, ἀλλʼ ὅπως μὴ βιασθῇ προνοουμένη καὶ ἐλπιδοποιοῦσα τὸ δοκεῖν τινι συνοικῆσαι. Q. V.

162. μᾶλλον πρὸς πόσιος] ἵνʼ ἐκπλαγεὶς τῷ κάλλει αὐτῆς Ὀδυσ- σεὺς μᾶλλον κατὰ τῶν μνηστήρων ἐπιρρωσθείη. B. Q.

163. ἀχρεῖον] ἄκαιρον μηδενὸς προκειμένου, οὐ χρειῶδες, οὐδὲ πρὸς χρείαν ἁρμοζόμενον. B.H.Q. οἷον οὐκ ἐκ σπουδῆς. V.

166. συμβουλεύσαιμι γὰρ ἂν τῷ παιδὶ ἔπος τὸ κέρδιον εἴη. H.

167. ἐπαινεῖν] συντίθεσθαι. V.

ἐπαινεῖν] γρ. ὁμιλεῖν. M.

βάζουσι] εἰς κενὸν λαλοῦσι. Q.

[*](2. ὁποῖον H. ποῖον B. Q. 19. 20. In H. est οὐκ ἀλαζονικῶς ἐπάγει] ἐπαγάγει Maii editio. πρόσεισιν, ἀλλʼ ἐλπιοῦσα (corr. ἐλπιδο- 3. ἐπαιρόμενος (συνεξαιρόμενος Eu- ποιοῦσα, quo verbo utitur schol. in- stath. p. 1840, 51.)—ταπεινούμενος] fra v. 261. ἐλπιδοκοπήσασα est ap. ἐπαιρόμενοι—ταπεινούμενοι H. Eustath. p.1841, 48.) αὐτοὺς, ἵνα μὴ 4. ἡμέραν H. μέρα B. Q. δοκῇ φεύγειν αὐτῶν τὴν συντυχίαν. 6. Ad ἔρεξα v. 138. in H. anno- 20. τὸ] τῷ V. tatum γρ. ἔρεζα (?) 23. οὐ χρειῶδες] οὐ χρειώδη H. ἀ- 14. πλήρης ὁ καί] Observatio sæ- χριῶδες B. Q. pius repetita. Vid. ad α, 175. 24. ἁρμοζόμενον] ἁρμοζομένῳ H. 15. διὰ τοῦ] διὰ τὸ H. )
661

φρονέουσι] βουλεύονται, ἐννοοῦσι. V.

168. ὅμοιον τῷ “ἔσθλʼ ἀγορεύοντες, κακὰ δὲ φρεσὶ βυσσοδόμευον” (Od. ρ. 66.). H.

172. ἐπιχρίσασα παρειάς] ἐλαίῳ λιτῷ ἢ σκευαστῷ. B.

174. ἄκριτον αἰεί] ἀδιαλείπτως, ἀδιαχωρίστως. H.

176. ἠρῶ] γρ. ἤρω. Vind. 133.

178. παραύδα] ἔξω τοῦ δέοντος λέγει ἢ κρύπτει. Q.

κηδομένῃ] μετὰ τοῦ ι, ἀντὶ τοῦ κηδευούσῃ πρὸς τὸ χ. H.

179. ἀλοιφῇ] ἐλαίῳ. H. V.

180. ἀγλαΐην] νῦν ἀντὶ τοῦ καλλωπισμόν. H.

182. ἀνώχθει] γρ. ἄνωχθι. H.

184. οὐ κεῖσʼ εἰμι] τὸ πλῆρες, ἐκεῖσε εἶμι. τινὲς δὲ, εἴσειμ’. ἄμεινον δὲ τὸ πρῶτον. H.

186. ἀγγελέουσα] λέγουσα. V.

νέεσθαι] γρ. ἔσεσθαι. H.

192. κάλλει] νῦν τὰ μύρα. V. μυθικῶς θείῳ τινὶ χρίσματι. Q.

193. Κυθέρεια] ἢ ἀπὸ τοῦ κεύθειν ἢ ἀπὸ τοῦ κύειν ἔρωτα. B.

194. ἱμερόεντα] γρ. ἐρόεντα. Vind. 56.

195. πάσσονα] παχυτέραν πρὸς ἀναλογίαν τοῦ μήκους. H.

196. πριστοῦ] γρ. λευκοῦ. M.

197. δῖα θεάων] Ζηνόδοτος γράφει, δῖʼ Ἀφροδίτη. H. Vind. 133.

199. φθόγγῳ ἐπερχόμεναι] σὺν φθόγγῳ, οὐ σιωπῇ βαδίζουσαι πρὸς αὐτήν. B. μετὰ φωνῆς ἐπιοῦσαι. V.

200. ἀπομόρξατο] ὃ συνήθως οἱ διυπνισθέντες ποιοῦσιν. H.

201. αἰνοπαθῆ] τὴν δεινοπαθῆ. H.

204. φθινύθω] φθείρω. V.

212. ἔθελχθεν] ἠλλοιώθησαν. Q.V.

ἔρῳ δʼ ἄρα θυμὸν ἔθελχθεν] γράφεται, ἔρως δʼ ἄρα θυμὸν ἔθελγεν. B. M.

216. κέρδεʼ] κέρδεα νῦν τὰ βουλεύματα. B. συνέσεις. V.

[*](2. βυσσοδόμευον] βυσσοδομεύουσιν H. hic versus est illatus, μίσγεσθαι μνητ 8. Lemma κηδομένῃ præfixit Cra. στῆρσιν ὑπερφιάλοισιν ἀνάγκῃ. merus. Nam sic, non κηδομένη, le- 21. δῖʼ Ἀφροδίτη] Prava correctio, gisse scholiastam apparet ex ver- quæ si placuit Zenodoto, non huic bis μετὰ τοῦ ι. demum versui, sed jam v. 190, ad- πρὸς τὸ χ] Fort. πρὸς τὸ χρῶτʼ ἀπο- hiberi debebat: unde probabilis νίπτεσθαι etc. Duentxeri conqectura est hanc an- 12. Post v. 184. in Vind. 133. notationem ad v. 190. referentis. )
662

ἐνώμας] ἐκίνεις. ἀντὶ τοῦ ἐνενόεις. V.

217. νῦν δʼ ὅτε] τὸ ἑξῆς, νῦν δʼ ὅτε δὴ μέγας ἐσσὶ, οὐκέτι φρένες εἰσὶν, ὡς τὸν ξεῖνον ἔασας. B. Q.

221. οἷον δὴ] θαυμαστικῶς τὸ οἷον δή. B.

223. πῶς νῦν] τὸ ἑξῆς, πῶς εἰς τὸ μετέπειτά σοι αἶσχος λώβη τε πέλοιτο, εἴ τι ὁ ξεῖνος πάθοι ῥυστακτύος ἐξ ἀλεγεινῆς; τὸ γὰρ νῦν μέλλοντός ἐστι χρόνου, τὸ δὲ πῶς θαυμαστικὸν μετὰ ἤθους. B. H. Q. ἐν μεταξυλογίαις θαυμαστικῶς, καὶ τοιοῦτος ὁ στίχος. πῶς ἀντὶ τοῦ ποδαπῶς, ὁποίως μετέπειτα· οὕτως εἴ τι ὁ ξεῖνος πάθοι. H.

224. ῥυστακτύος] ἑλκυσμοῦ, αἰκισμοῦ. κήδεται δὲ αὐτοῦ παρ’ Εὐμαίου μαθοῦσα ὑπάρχειν αὐτὸν Ὀδυσσέως ἑταῖρον. Q.

227. κεχολῶσθαι] τὸ ἑξῆς, τὸ μὲν κεχολῶσθαί σε. ὁ δὲ νοῦς, διὰ τοῦτο μὲν ὀργίζεσθαι οὐ μέμφομαί σοι, οὐκ εἰμὶ δὲ ἀνόητος ὡς σὺ φῆς, ἀλλὰ νοῶν τὰ καθέκαστα. B. Q.

229. πάρος δʼ ἔτι νήπιος ἦα] γράφεται, μέγας δέ κε νήπιος εἴην. ὁ δέ ἀντὶ τοῦ γάρ· μέγας γὰρ ἀνόητος εἴην, εἰ μὴ νοῶ ἐσθλά τε καὶ τὰ χέρεια. μέγας δὲ, ἤτοι μέγας ὢν τῇ ἡλικίᾳ. ἢ δύναται καὶ ἐπι- τάσεως εἶναι μέγας μωρὸς ἀντὶ τοῦ πάνυ ἀνόητος, ὡς καὶ ἐν τῇ συνηθεία. ὅθεν καὶ ἐπίρρημα μέγα ἀντὶ τοῦ μεγάλως. H. Q.

ἠθέτει καὶ Ἀρίσταρχος. H.

233. οὐ μέντοι ξείνου] οὐ κατὰ τὴν βούλησιν τῶν μνηστήρων, οὐδὲ ὡς ἐπεθύμουν αὐτοὶ ἀπέβη τὰ τῆς μάχης. ὁ γὰρ Ὀδυσσεὺς κρείσ- σων ἐγένετο, ἐκείνων βουλομένων τὸν Ἶρον νικῆσαι. B.H.Q.

μῶλος] νῦν πυγμή. B.

234. ὁ δέ ἀντὶ τοῦ γάρ. H.

235. αἲ γὰρ, Ζεῦ] ταῦτα σιωπῇ Τηλέμαχος πρὸς τὴν μητέρα φησὶ πρὸς τῇ παραστάδι παρεστηκώς. H. Q.

238. λελῦντο] προπερισπωμένως τὸ λελῦντο· τὸ δὲ νῦν τὸ τέ- λος. H.

λέλυτο] γρ. λῦτο, et γρ. λελῦτο. Vind. 133.

[*](6. εἴ τι—πάθοι] ἐάν τι πάθῃ B. Q. 23. νικῆσαι] νικᾶν H. Sequitur autem scholiasta scriptu- 27. παραστάδι H. παραστάτιδι Q. ram librorum meliorum εἴ τι (τοι 28. Eustathius p. 1845, 1. τὸ δὲ M.) ξεῖνος, nom, quod est in aliis, λέλυτο δὲ γυῖα ἑκάστου, ταυτόν ἐστι τῷ εἴ τις ξεῖνος. Utrumque memorat λυθεῖεν, ὁριστικὸν μὲν ὂν, τεθὲν δὲ ἀντὶ Eustathius p. 1844, 46. εὐκτικοῦ. ἴσως δὲ καὶ ἀπὸ τοῦ λελύοιτο 16. εἰ μὴ—χέρεια om. Q. συγκέκοπται. )
663

239. νῦν] γρ. γοῦν. H.

ἐπʼ αὐλίῃσι] γρ. ἐν αὐλείῃσι. H.

246. Ἴασον Ἀργος] Ἴασος βασιλεὺς Πελοποννήσου. Ἀργος οὖν νῦν τὴν Πελοπόννησον λέγει, ἢ καὶ ὅλην τὴν Ἑλλάδα ἀπὸ τοῦ μεσαι- τάτου. Q. V. τὴν Πελοπόννησον, ἀπὸ Ἰάσου τοῦ τῆς Ἰοῦς. πρὸς τὴν αὐτὴν δὲ καὶ Ἀχαικὸν Ἀργος φησὶ, Πελασγικὸν δὲ Ἄργος τὴν Θεσσαλίαν. B.Q.

248. περίεσσι γυναικῶν] ἡ περί ἀντὶ τοῦ περισσότερον, ἤτοι ὑπερ- έχεις τῶν γυναικῶν. B.

249. φρένας ἔνδον ἐΐσας] ἀκλινεῖς. ἀπὸ τῶν ζυγῶν ἡ μεταφορά. ἢ ὁμοίας τῷ κάλλει. B. Q.

253. ᾗεν] σὺν τῷ ι Ἀρίσταρχος καὶ Ἀριστοφάνης, ἀντὶ τοῦ ἦεν. H.

254. τὸν ἐμὸν βίον] τὴν ἐμὴν πολιτείαν, τὴν ἐμὴν ζωήν. Q. ἀμφιπολεύοι] περιπέσοι, περὶ τὸν ἐμὸν βίον πολοῖτο καὶ ἀνα- στρέφοιτο. B. διέποι, θεραπεύοι. V.

257. λιπὼν κατὰ] τινὲς ἀναστρέφουσι τὴν κατά· ἔνιοι δὲ ἀντὶ τῆς ἀπό λέγοντες οὐκ ἀναστρέφουσιν. Q.

258. ἐμὲ χεῖρα] ἀντὶ τοῦ ἐμοῦ χεῖρα, ἢ ἐμὲ προσηύδα. B.

261. καὶ γὰρ Τρῶάς φασι] ἐλπιδοποιεῖ προφανῶς τοὺς μνηστῆρας. ὅτι σὺν τοῖς ἄλλοις εἰκὸς ἀνῃρῆσθαι αὐτόν. Q.V.

263. ἵππων δʼ ὠκυπόρων ἐπιβήτορας] τὸ ἑξῆς, οἵτινες ἐπιβάται τῶν ἵππων διαχωρίζουσι τὴν φιλονεικίαν τοῦ πολέμου, τέμνοντες συν- τόμως τὴν μάχην. B. Q.

265. εἴ κέν μʼ ἀνέσει θεὸς] ἐκ τοῦ θανάτου ἀφήσει, ἢ ἐκ τῆς ἀλ- λοδαπῆς εἰς τὴν πατρίδα ἀναπέμψει καὶ ἀνακομίσει. B.Q. ἀνέ- σει] ἐάσει, ἀναπέμψει. V.

268. ἢ ἔτι] ἀντὶ τοῦ, καὶ ἔτι. B.

269. γενειήσαντα] ἵνα μὴ ὑπὸ πατρῴου ἐξουσίας γένηται ὁ παῖς. Q. Καὶ ἄλλως. ἐν προτρέπει, ἐν τούτῳ ἀποτρέπει· γραῦς γὰρ τότε ἐγένετο. Q. V.

τάδε δὴ νῦν τεχνικῶς. τὸ μὲν γὰρ παντελῶς εἴργειν τὸν γάμον ἐπαχθὲς, τὸ δὲ εἰς ἀνεπιτήδειον ἡλικίαν περιστῆσαι συνετόν. δυσω- πητικὸν δὲ καὶ τὸ τεὸν δῶμα. Q.

[*](12. τοῦ ἦεν] Immo τοῦ ᾔει. 31. τάδε δὴ νῦν] Tria haec verba 19. ἐ. προφανῶς] πιθανῶς ἐ. V. fuisse videntur lemmatis loco e 20. σὺν] ἐν V. versu 271. Sed acholium spectat 30. ἐγένετο] ἐγὶνετο Q. ad v. 269. BUTTM. )
664

272. νὺξ δʼ ἔσται, ὅτε δὴ στυγερὸς γάμος] ἐλπίδα πᾶσαν αὐτοῖς ὑποβάλλει τοῦ γάμου, δεδοικυῖα ἵνα μὴ βιασθῇ. Q.

ἀντιβολήσει] συντελεσθήσεται. ἤδη γὰρ πρὸς αὐτῷ τῷ τέλει εἰμί. V.

273. οὐλομένης] ἀπολλυμένης μᾶλλον ἢ προδούσης τὴν κοίτην τοῦ ἀνδρός. Q. V.

275. οὐχ ἥδε δίκη] ἔθος. ἀντὶ τοῦ, οὐχ οὗτος ὁ τρόπος ὑπῆρχεν τῶν μνηστήρων ἐν τῷ προτέρ χρόνῳ. B. Q.

277. ἐθέλωσι] ἀντὶ τοῦ ἤθελον. καὶ τὰ ἑξῆς οὕτως. H.

279. κούρης] τῆς νύμφης. οὐ μόνον δὲ ἡ παρθένος, ἀλλὰ καὶ ἡ γεγαμημένη κόρη καλεῖται. προσεῖπε δʼ Ὀρέστης Λάκαιναν κόρην, ἐπὶ τῆς Ἑλένης. Q.

282. παρέλκετο] ἀντὶ τοῦ ἐφέλκετο. εὐτελὲς τοῦτο, διὸ καὶ κε- ραύνιον παρέθηκεν Ἀριστοφάνης. H. εἰ μὲν ὑπὸ ἓν παρέλκετο, παρολκὴν ἐλάμβανεν, εἰ δὲ διῃρημένως, παρὰ τούτων ἐλάμβανε, καὶ ἀνεπλήρου τὰ ἀναλώματα. H.Q.V. παρέλκετο] παρέσπα. V.

286. ἐνέγκαι] ἀντὶ τοῦ ἐνεγκεῖν. H.

289. ἐγκλιτικὸν τὸ τῷ. H.

291. πρόεσαν κήρυκα ἕκαστος] ἐνδέχεται καὶ καθʼ ἕκαστον τῶν μνηστήρων κήρυκα εἶναι, ἢ καὶ τὸν αὐτὸν κήρυκα ἀπὸ πλειόνων φθῆναι. Q.

292. περικαλλέα πέπλον] περιβόλαιον τὸ σκέπον τὸν ἀριστερὸν ὦμον ὄπισθεν καὶ ἔμπροσθεν, συνάγον τὰς δύο πτέρυγας εἰς τὴν δεξιὰν πλευρὰν, γυμνὴν ἐῶν τὴν δεξιὰν χεῖρα καὶ τὸν ὦμον. B. Q.

294. κληϊσιν] κατακλεῖσιν, εἰς ἂς καθίεσαν τὰς περόνας. V. ἐῦγνάπτῃς] εὐπεριστρέπτοις, καλῶς ἐπικεκαμμέναις. H.

295. ὅρμον] ἐτυμολογεῖ τὸν ὅρμον παρὰ τὸ εἴρω τὸ συνάπτω, ἔρ- μος, εἱρμός τις ὤν. ὅρμος δέ ἐστιν ὁ κατὰ τοῦ τραχήλου περικείμε- νος χρυσοῦς κόσμος. B. Q.

[*](11. Ὀρέστης] Apud Euripidem τὸ δὲ κεραύνιόν ἐστι μὲν τῶν σπανίως Or. 1437. παρατιθεμένων, δηλοῖ δὲ καὶ αὐτὸ πολ- 13. κεραύνιον] Hujus signi figu- λὰς ζητήσεις πρὸς ταῖς προειρημέναις. ram alii aliam exhibent (v. Osann. ubi vid. Osann. p. 79. In scholiis Anecd. Rom. p. 161.), Isidorus Ο- Homericis nusquam alibi κεραύνιον rig. 1, 20. cum hac explicatione memoratur: vocabulis εὐτελέσι διπλῇ “Ceraunium ponitur quoties multi apposita in Il. λ, 147. versus improbantur nec per singqulos 26. καλῶς ἐπικεκαμμέναις] Hoc est obelantur; κεραυνὸς enim fulmen di- etiam in V. citur.” Anecd. Rom. Osanni p. 4.)
665

297. ἕρματα] δῶρα. V. τῶν ὤτων κόσμον, ὅ ἐστι τὰ ἐνώτια. MS. Barnes.

εἰς τὸ δύω ὑποστικτέον. δύο γὰρ ἕρματα. B.H.

θεράποντες] ἀντὶ τοῦ θεράπων, ὡς στήθεσι. προεῖπε γὰρ, κήρυκα ἕκαστος. οὐ μέντοι κωλύει ἕνα μὲν ἀπελθεῖν, πλείους δὲ εἶναι τοὺς κομίζοντας. B.Q.

298. τρίγληνα] τρίκορα κόσμια, ἐνώτια, τριόφθαλμα. τὸ δὲ μορό- εντα ἀντὶ τοῦ μετὰ πολλοῦ μόρου καὶ κακοπαθείας κατεσκευασμένα. B.Q.V.

300. ἴσθμιον] ἰσθμὸς ὁ τράχηλος. ἴσθμιον οὖν περιτραχήλιον κόσμον περιπεπλεγμένον, οὐ μέντοι κοσμήματά τινα ἐκκρεμάμενα. B. Q. Καὶ ἄλλως. περιτραχήλιον, ἔνθεν καὶ παρίσθμια. διαφέρει δὲ τοῦ ὅρμου. τὸ μὲν γὰρ προσέχεται τῷ τραχήλῳ, ὁ δὲ ὅρμος κε- χάλασται. ἰσθμὸς δὲ ὁ τράχηλος, ἀπὸ τοῦ εἰσιέναι δι αὐτοῦ τὴν τροφήν. Q. V.

307. λαμπτῆρας] μετεώρους ἐσχάρας, ἢ τοὺς χυτρόποδας, ἐφ’ ὧν ἔκαιον. B.Q.V.

308. ἐπὶ δὲ] γρ. περὶ δέ. H.

κάγκανα] τὰ ξηρὰ, τὰ πρὸς τὸ καίεσθαι ἐπιτήδεια. B.

309. αὖα πάλαι περίκηλα] περισσῶς εἰς τὸ καῦσαι εὔθετα, κήλεον γὰρ τὸ καυστικόν· “ἐν πυρὶ κηλέῳ (Il. σ, 346.). βούλεται οὖν εἶ. πεῖν τὰ πάνυ ξηρά. B. Q.

310. καὶ δαίδας κατέμισγον] κατέμισγον τοῖς ξύλοις, ἵνα ἐκ τῶν δάδων ἀνάπτωνται μᾶλλον. ἢ χωρὶς τῶν ξύλων τὰς ἐσχάρας ἢ ἀνὰ μέ- ρος ἄλλοτε ἄλλη ὑπηρετοῦσα. B. Q. μετέμισγον] συνανεμίγνυον. V. ἀμοιβηδὶς] ἐναλλὰξ, ποτὲ μὲν τὰς δᾷδας, ποτὲ δὲ τὰς ἐσχάρας, ἢ ἀνὰ μέρος. H.

315. ἠλάκατα νῦν ἀντὶ τῶν ἀτράκτων. H.

323. δίδου δʼ ἄρʼ ἀθύρματα θυμῷ] ἡ Μελανθὼ χλιδὰς καὶ παιδιὰς ἐλάμβανεν, ἀλλʼ οὐ συνεχώρει αὐτῇ ἡ Πηνελόπη ἀθύρματα, ἀλλὰ τὰ πρὸς ἡδονὴν αὐτῆς ἔπραττε, δηλονότι νηπία ὑπάρχουσα. ἀθύρματα γάρ εἰσι τὰ τῶν νηπίων παίγνια. B.H.Q.

[*](3. δύο γὰρ ἕρματα om. B. ex Eustath. p. 1847, 48. pro τῷ 7. τρίκορα (τρίκοκκα B.) κόσμια] τὰ ὅρμῳ—προσέρχεται κοροκόσμια conjecit Lobeck. Aglaopb. 16. ἢ τοὺς] καὶ B. Q. 24. ἐσχάρας] δαίδας B. 10. ἰσθμὸς Buttm. pro ἴσθμιον. ἢ ἀνὰ μέρος—ὑ.] Hæc spectant ad 13. τοῦ ὅρμου-προσέχεται correxi ἀμοιβηδίς. )
666

328. χαλκήιον ἐς δόμον ἐλθὼν] εἰς ἐργαστήριον χαλκέως, ὅ φησιν Ἡσίοδος “πὰρ δʼ ἴθι χάλκειον θῶκον.ʼ B.H.Q. χαλκήῖον] χαλ- κέως οἶκον. V.

329. ἐς λέσχην] τόπον ἀθύρωτον, δημόσιον, ἔνθα συνιόντες λόγοις καὶ διηγήμασιν ἀλλήλους ἔτερπον. ὠνόμασται δὲ παρὰ τὸ λέχοε, ἐπεὶ ἐκεῖ ἐκοιμῶντο οἱ πτωχοὶ παρὰ τὸ πῦρ. B. Q. δημόσιον οἴκημα, οἷον λέχην, παρὰ τὸ ἐν αὐτῷ τοὺς μὴ ἔχοντας οἰκήματα λέχη ποιεῖ- σθαι. ἢ παρὰ τὸ λεσχαίνειν ἐν αὐτῷ, ὅ ἐστιν ὁμιλεῖν. Q. V. δημό- σια οἰκήματα. καὶ γὰρ ὅσοι οὐκ ἔχουσιν οἶκον ἐκεῖσε μένουσι. P.

λέχην] γρ. λέσχην. λέσχη παρὰ τὸ λέχος. H.

330. θαρσαλέως πολλοῖσιν] ἀθετοῦνται τρεῖς ὡς ἐκ τῶν ἑξῆς με- τατιθέμενοι καὶ ὅτι ἐνθάδε μηδὲν ἐθρασύνθη. Q.

333. ἢ ἀλύεις] ἀλύεις νῦν ἀντὶ τοῦ χαίρεις, γαυριᾷς. ἔνιοι δὲ, ἐν ἄλῃ καὶ θορύβῳ τῆς διανοίας καθέστηκας, οἷον οὐκ ἔχεις σαυτὸν ὑπὸ πολλῆς χαρᾶς. Q.

334. μή τις τοι] λείπει, φοβοῦ. B.

335. κεκοπὼς διὰ τοῦ φ κεκοφώς. H.

336. φορύξας] μολύνας, αἱμόφυρτόν σε ποιήσας. B. Q.

338. ὄντως τάχα τῷ Τηλεμάχῳ λέγω οἷα ἀγορεύεις, ὦ κύον. H.

339. διαμελεῖστὶ] μεληδὸν, ἵνα σε ἐπὶ τόπῳ διατάμῃ μελε- ῖστί. H.

340. διεπτοίησε] διεσκόρπισε. B.

350. γέλων] γέλωτα, Ἀττικῶς. V.

γέλων δʼ ἄρα τοῖσιν ἔτευξε] γρ. γέλων δʼ ἑτάροισιν ἔτευχεν. H.

351. κελεύει] γρ. ἀνώγει. H.

353. οὐκ ἀθεεὶ] οὐ δίχα προνοίας θεοῦ. B. οὐκ ἄνευ θεοῦ. V.

354. ἔμπης] νῦν ἀντὶ τοῦ ὁμοίως. V.

ἔμπης μοι δοκέει] ὁμοίως μοι δοκεῖ εἶναι τὸ σέλας τῶν δαίδων καὶ τῆς κεφαλῆς αὐτοῦ. B. ἀντὶ τοῦ ὁμοίως, ὡς τὸ “ἔμπης εἰς γαῖάν τε καὶ οὐρανόν.” H.

σέλας] τὸ σέλασμα. H.

[*](2. Ἡσίοδος] Op. 491. textu et in lemmate. πὰρ δʼ ἴθι χάλκειον H. παρὰ δʼ ἴθι, 14. σαυτὸν Buttm. pro αὐτόν. χάλκεον Q. In B. est παρὰ δʼ ἴθι χάλ- 16. φοβοῦ Buttm. pro φοβῆ. κέον οὐδόν, quod illatum ex Theog. 27. ὁμοίως Barnes. (cuqus codex ὅμοιον) pro ὅμως. Cf. schol. ε, 205. 11. θαρσαλέως] θαρσαλέος H. in π, 143.)
667

355. ἐπεὶ οὖ οἱ ἔνι τρίχες οὐδʼ ἠβαιαί] ἡ γὰρ Ἀθηνᾶ “ξανθὰς ἐκ κεφαλῆς ὤλεσε τρίχας (Od. ν, 431.). Q.

357. ξεῖνʼ] τὸ ἑξῆς, ξεῖνε, εἴ σ’ ἀνελοίμην ἀγροῦ ἐπʼ ἐσχατιῆς, ἆρα ἐθελήσεις θητεύειν αἱμασιάς τε λέγων καὶ δένδρεα μακρὰ φυτεύων, μισθὸς δέ τοι ἄρκιος ἔσται. B. Q.

358. ἄρκιος] ἱκανός. V.

359. αἱμασιάς τε] τοὺς ἐκ χαλίκων φραγμοὺς χωρίων. χάλικες δὲ οἱ τεθραυσμένοι καὶ μικροὶ λίθοι· καὶ ἔστιν ἡ εὐθεῖα ὁ χάλιξ τοῦ χάλικος. λέγων δὲ ἀντὶ τοῦ οἰκοδομῶν ἐκ πολλῶν καὶ λογάδων λίθων. B.H.Q.

αἱμασιάς] τοὺς περιβόλους τῶν τοίχων, τοὺς χάλικας. λέγων] οἰκοδομῶν ἐκ συλλέκτων λίθων. V.

361. ἀμφιέσαιμι] τὸ θέμα ἔω τὸ ἐνδύομαι, οὗ ὁ μέσος μέλλων πρῶτος ἔσομαι, καὶ ἐν πλεονασμῷ ἕσσομαι· ὁ εὐκτικὸς ἕσσαιμι. H.

367. ὥρῃ ἐν εἰαρινῇ, ὅτε τʼ ἤματα μακρὰ πέλονται] ζητοῦσι πῶς τὰς ἐαρινὰς ἡμέρας μακρὰς εἶπεν. ὅθεν ἠναγκάσθησάν τινες λέγειν ὅτι ἐαρινὴ τέθεικεν ἀντὶ τοῦ θερινή. ῥητέον δὲ ὅτι ἄλλο ἐστὶ τὸ πέλει καὶ ἄλλο τὸ πέλονται· τὸ μὲν γὰρ σημαίνει τὸ εἶναι, τὸ δὲ τὸ γίνε- σθαι. ἐν δὲ τῷ ἔαρι μακραὶ γίνονται αἱ ἡμέραι, εἰς γένεσιν ἀγόμεναι τῶν μακρῶν. ἔστι δὲ ὅμοιον τῷ “ἥλιος ὃς διὰ γῆς πάντα βλαστάνει βροτοῖς φθίνει τε·” οὕτω γὰρ καὶ τὸ, μακραὶ γίνονται, κατὰ τὴν Ἀττικὴν συνήθειαν ἀκουστέον. Q. πέλονται] ἀντὶ τοῦ γίνονται, πρὸς τὴν παρουσίαν τοῦ θέρους. B.

368. ἐν ποίῃ] τῷ δημητριακῷ χόρτῳ. ἐν σιτοφόρῳ χωρίῳ. Q.

370. ποίη δὲ παρείη] μὴ ἐπιλείποι ὁ θερισμός. B. Q.

371. οἵπερ] γρ. ὥσπερ. H.

372. αἴθωνες] πυρροὶ ἢ μέλανες. B. Q.

373. ἥλικες ἰσοφόροι] ὁμήλικες ἴσως ἕλκοντες καὶ φέροντες. H.

[*](9. λογάδων] μεγάλων H. Soph. Ajac. p. 90. 13. 14. In B. est, ἔω τὸ ἐνδύομαι, 24. ἐν ποίη] Mire Etym. M. p. ὁ μέλλων ἔσω, ὁ μέσος μέλλων, πρῶτος 344, 15. ἐν πύῃ· τινὲς ἐν χόρτῳ. Ἀρί- ἔσομαι. τὸ εὐκτικὸν ἔσαιμμ, ἀμφιέσαι σταρχος ἐν πυροῖς καὶ κριθῇ· πυὸν γὰρ τὸν πυρὸν δίχα τοῦ ρ, ἄλλοι δὲ ἐν καρπῷ. 21. οὔτω—ἀκουστέον] Sententiam Nihil hujusmodi apud Eustath. p. postremae hujus acholii partis in— 18 51, 51. qui ex schol. veteribus tellexerit, opinor, qui verba poetae (ἑρμηνεύοντες οἱ παλαιοί) solam illam allata loco suo inspicere possit. memorat interpretationem ὁ δημη- BUTTM 20. διὰ γῆς] διʼ αὐγῆς Lobeck. ad τριακὸς καρπός. )
668

ἰσοφόροι] παροξυτονητέον τὸ ἰσοφόροι. κατὰ γὰρ ἐνέργειαν ἡ σύν- θεσις. H.

374. τετράγυον] εἴη δὲ τὸ μέλλον ἀροῦσθαι χωρίον τέσσαρας ἔχον γύας. B. Q. τέσσαρας ἔχον γύας. γύον δὲ μέτρον γῆς. V.

375. τῷ κέ μʼ ἴδοις] διὰ τοῦτο ἄν με ἴδοις, διὰ τὸ εἶναι βόας. διηνεκέα ἀντὶ τοῦ διηνεκῶς, ἀπὸ μιᾶς ὁρμῆς. B.H.

ὦλκα] παρὰ τὸ ἕλκεσθαι τὴν ἐπιμήκη αὔλακα. H.

διηνεκέα] τὴν ὑπὸ μιᾶς ὁρμῆς σχιζομένην. P. V.

380. οὐδʼ ἄν μοι] οὐδʼ ἂν φλυαροίης ὀνειδίζων μοι τὴν γαστέρα. B.H.

385. αἶψά κε τοι φυγόντι. οὕτως τὸ ἑξῆς. H.

τὰ θύρετρα φεύγων τις στείνοιτο] οὕτως ταρασσόμενος διὰ τῶν θυρῶν φύγῃς, ὡς δοκεῖν στενοχωρεῖσθαι. V. οὕτως ταραχθήσεσθαι ὡς δοκεῖν τὰς θύρας στενὰς εἶναι. B. Q.

385. στείνοιτο] στενὰ γένοιντο. H.

διʼ ἐκ μεγάροιο, Ῥιανός. H.

καὶ ἐκ προθύροιο] γράφεται, διʼ ἐκ προθύροιο. Q.

389. οἷ] διʼοἷα. H.

394. σφέλας εἵλετο] τὸ ὑποπόδιον, ἢ τὸ βλῆμα τὸ σφῆλαι δυνά- μενον. B. V.

395. καθέζετο] Τηλέμαχον γὰρ οὐχ ἱκανὸν ἐπίκουρον δοκεῖ εἶναι, καὶ προσκρούειν αὐτοῖς διασώζειν πειρώμενον τὸν ξένον. ὁ δὲ Ἀμφί- νομος εἰ καὶ προσέκρουσε τοῖς λοιποῖς, ἐλυσιτέλει τῷ Ὀδυσσεῖ τῷ στασιάζειν πρὸς ἀλλήλους τοὺς μνηστῆρας. Q.

390. ὁ δʼ ἄρʼ οἰνοχόον βάλε χεῖρα] ὅμοιον τῷ. “ὅ δʼ ἐρινεὸν ὀξέι χαλκῷ τάμνε νέους ὅρπηκας” (Il. φ, 38.). H.

397. πρόχοος] ὁ ξέστης. V.

402. μεθέηκεν] ἐποίησεν. V.

πᾶσαι, μετέθηκεν, ἀντὶ τοῦ ἐν ἡμῖν ἔθηκεν. H.

404. ψιλωτέον τὸ ἤδος. H.

406. καὶ οὐκέτι ἐν ἡσυχίᾳ φέρετε τὴν τρυφὴν, ἀλλʼ ἀταξίαν ἐξά- γεσθε. H.

δαιμόνιοι] θαυμάσιοι ἐπὶ κακῷ. H.

[*](6. ἀπὸ] ὑπὸ B. μενος. 9. φλυαροίης H. φησὶ ἀροίης B. 33. θαυμάσιοι ἐπὶ κακῶ] Sic scho- 21. ἐπίκουρον Maius. ἐπίκορον H. Q. liasta iterum ad τ, 71. 22. πειρώμενον Buttm. pro πειρώ- )
669

κεύθετε θυμῷ] ἀντὶ τοῦ, ὑπὸ θυμοῦ, ὡς “Ἀχιλῆϊ δαμασθείςʼ (Ιl. χ, 55.), ὅ ἐστιν ὑπὸ ἀλόγου κινήσεως. οὐ κρατεῖτε τῆς τροφῆς, ἀλλʼ αὕτη μᾶλλον ὑμῶν ἐπικρατεῖ καὶ παρασκευάζει ὑμᾶς ἐξάγεσθαι εἰς ἀταξίας. B.H.Q.

407. βρωτὺν] προπερισπωμένως. H.

409. διώκω δʼ οὔτιν’ ἔγωγε] ἵνα παραμείνωσι καὶ ἀναιρεθῶσιν. V.

410. ἐνδακόντες, ἐμφύντες τοῖς χείλεσι δηκτικῶς. H.

418. ἐπαρξάσθω] ἀπὸ τοῦ πρώτου ἀρξάσθω. V. ἀρχὴν τοῦ δια- νέμειν ἡμῖν ποιήσασθε. H.

420. Ῥιανὸς δὲ, ἐνὶ μεγάροισιν ἕκηλον. H.

Τηλεμάχῳ μελέμεν] ὑπὸ τοῦ Τηλεμάχου ἐπιμελείας ἀξιοῦσθαι. H.

422. ἁδόντα] ἀρέσκοντα. V.

423. Μούλιος ἥρως] ὅτι πάντας ἥρωας ἔλεγον. B.

425. ἐπισταδόν] ἐπιστάμενος. V.