Scholia in Odysseam

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Odysseam, Volumes 1-2. Dindorf, Wilhelm, editor. Oxford: Clarendon Press, 1855.

Τὰ περὶ τὸν Αἴολον ἀπαγγέλλει τὸν τῶν ἀνέμων φύλακα, ὡς ἔδω- κεν Ὀδυσσεῖ ἐν ἀσκῷ ἀνέμους. λύσαντες δὲ οἱ ἑταῖροι κοιμωμένου Ὀδυσσέως ὑπονοστοῦσι πρὸς Αἴολον. καὶ ὡς εἰς Λαιστρυγονίαν ἀφί- κοντο, ἔνθα ἕνδεκα ναῦς ἀπώλεσε. καὶ ὅσα ἔπαθε παρὰ Κίρκῃ μετα- μορφωσάσῆ αὐτοῦ τοὺς ἑταίρους εἰς σῦς καὶ πάλιν ἄνδρας ποιησάσῃ. καὶ ὅπως αὐτὸς ταύτην διέφυγε παρʼ Ἑρμοῦ φάρμακον λαβὼν τὸ μῶλυ καὶ παρʼ αὐτῇ τὸν ἐνιαυτὸν ἔμεινεν. Q.

Ὅτι Ὀδυσσεὺς διηγεῖται πῶς Αἴολος αὐτὸν ἐξέπεμψεν εἰς τὴν πατρίδα οὔριον ἄνεμον δοὺς τὸν ζέφυρον καὶ τοὺς ἄλλους ἀνέμους ἐγκαθείρξας ἀσκῷ. λυθέντος δὲ καὶ τοῦ ἀσκοῦ ὑπὸ τῶν ἑταίρων· εἶ- ναι γὰρ χρυσὸν ἐνόμιζον· καὶ παλινδρομήσας εἰς τὴν Αἰολίαν οὐ προσ- ιεμένου αὐτὸν τοῦ Αἰόλου ἐκεῖθεν ἀποπλέων εἰς Λαιστρυγόνας ἀφι- κνεῖται, καὶ τὰς ἕνδεκα τῶν νεῶν ἀπολέσας ἐνταῦθα μιᾷ εἰς Αἰαίαν τὴν νῆσον παραγίνεται. καὶ σὺν Εὐρυλόχῳ τοὺς ἡμίσεας τῶν ἑταί- ρων κλήρῳ λαχόντας ἐκπέμπει πευσομένους τίνες οἱ κατοικοῦντες. μεταμορφωθέντων δὲ ἐκείνων εἰς σύας ὑπὸ τῆς Κίρκης πλὴν Εὐρυλό- χον αὐτὸς ἐπὶ τὴν ζήτησιν ἐλθὼν οὐδὲν ἐβλάβη ὑπὸ τῶν φαρμάκων διὰ τοῦ φαρμάκου οὗ εἰλήφει παρὰ Ἑρμοῦ. τὴν δὲ ἀρχαίαν φύσιν [*](9. περιττὸν Buttm. pro περίττωσεν. τὴν om. Eustathius. 29. ἐπὶ H. et Eustathius p. 1643. 30. εἰλήφει H. εἰλήφθη Q. )

443
τῶν ἑταίρων λαβόντων ἐνιαυτὸν παραμείνας παρὰ τῇ Κίρκη ἀποπεμ- φθῆναι δεηθεὶς εἰς Ἅιθην πέμπεται περὶ τοῦ νόστου πευσόμενος Τει- ρεσίου. Q.

Ἀφηγεῖται ἐνταῦθα Ὀδυσσεὺς πῶς παρεγένετο εἰς Αἰολίαν νῆσον, ἐν ἡ κατῴκει Αἴολος, καὶ ἀσκῷ βοείῳ δήσας τοὺς ἀνέμους δέδωκε, μόνον ζέφυρον ἐάσας ἔξω, μετὰ τὸ φιλοξενίσαι αὐτόν. καὶ ὅπως νομίσαντες οἱ αὐτοῦ ἑταῖροι θησαυρὸν εἶναι λύουσι τὸν ἀσκὸν, καὶ πάλιν ἀντιπνευσάντων ἀνέμων αὐτοῦ κοιμωμένου μετὰ ἐννέα ἡμέρας καὶ νύκτας πλέοντες εἰς Αἰολίαν παραγίνονται. οὓς ἰδὼν Αἴολος μετ᾿ αἰσχύνης ἀπεδίωξεν εἰπὼν οὐ δίκαιον εἶναι οὓς οἱ θεοὶ μυσάττονται, τούτοις βοηθεῖν. διηγεῖται δὲ καὶ περὶ τῆς Κίρκης καὶ ὅπως ἐθη- ριοποίησε τοὺς αὐτοῦ ἑταίρους. ὕστερον αὐτὸς Ὀδυσσεὺς παρʼ ἑρμοῦ τὸ μῶλυ λαβὼν καὶ ἀπελθὼν πρὸς Κίρκην οὐ μόνον ὅτι δοῦσα αὐτῷ μαγικὴν τροφὴν καὶ φαγόντα οὐκέτʼ ἐθηριοποίησεν, ἀλλὰ καὶ αὐτὸς τὸ ξίφος ἐπὶ ταύτην ἄρας ἔπεισε ταύτην ἐπιστρέψαι τοὺς αὐτοῦ ἑταίρους ἀπὸ χοίρων εἰς ἀνθρώπους· ὅθεν κἀκείνη θαυμάσασα αὐτὸν καὶ γνοῦσʼ Ὀδυσσέα εἶναι κατέχει αὐτὸν καὶ πάντας τοὺς αὐτοῦ ἑταίρους ἐν τῷ οἴκῳ αὐτῆς τρέφουσα ἐπὶ χρόνον, συγκοιμωμένου αὐτῇ Ὀδυσσέως. διηγεῖται δὲ καὶ πῶς βουλῇ τῆς Κίρκης ἀπέχονται ὠκεανὸν μαντευσόμενοι περὶ τῆς ἐπανόδου αὐτῶν. P.

διὸ τοὺς τόπους ἀπλῶς λέγει “Κυκλώπων δʼ ἐς γαῖαν” (106.), Αἰολίην ῥʼ ἐς νῆσον” (κ, 1.), ποῦ δέ εἰσιν αὗται ἢ ποῦ κείμεναι οὐκ- έτι διασαφεῖ. πληθυντικοῖς δὲ ῥήμασι κέχρηται διὰ τὴν τῶν ἑταί- ρων συμπαρουσίαν. Q.

1. Αἰολίην δʼ ἐς νῆσον] Αἰολίαι νῆσοι πρὸς τῇ Σικελίᾳ ζ´, Αἰόλη ἡ κατὰ τὸν πορθμὸν Στρογγύλη, Διδύμη, Ἱερὰ, Ἱκεσία, Λιπάρα, Ἐρι- κώδης, Φοινικώδης. Q

οὐ τὰς Αἰόλου νήσους νῦν λεγομένας, ἀλλά τινα ἄλλην ἐκτετο- [*](5. Αἰολίαν] αἰολίην P. intactum reliqui διό, quod Buttm. 17. ἑταίρους Struvius pro ἐρίηρας. in διὰ τί mutat. 22—25. Hoc scholion in Q. ad- 26. Cf. p. 444, 4. 449. 3. et scriptum ad ι. 564. huc rettulit schol. Apoll. R. 3, 42. BUTTM. Buttmannus. Videtur fragmentum 29. Cf. schol. ad v. 20. esse scholii longioris: quamobrem )

444
πισμένην νῆσον λέγει. οἱ δὲ λέγοντες περὶ Σικελίαν καὶ Ἰταλίαν πεπλανῆσθαι τὸν Ὀδυσσέα Λωτοφάγους μὲν λέγουσι τοὺς νῦν Ἀκρα- γαντίνους, οἱ δὲ τοὺς Καμαριναίους, Κύκλωπας δὲ τοὺς Λεοντίνους. B.Q.V. τὰς δὲ Αἰόλου νήσους τήν τε κατὰ τὸν πορθμὸν Στρογγύ- λην καὶ τὰς λοιπὰς ἓξ, Διδύμην, Ἱερὰν, Ἱκεσίαν, Λιπάραν, Ἐρικοῦσ- σαν, Φοινικοῦσσαν. τινὲς δὲ ταύτας τὰς νήσους ἐν τῷ Τυρρηνικῷ πε- λάγει κεῖσθαι λέγουσιν. V.

2. Αἴολος Ἱπποτάδης] Δευκαλίων, ἐφʼ οὗ ὁ κατακλυσμὸς γέγονε, Προμηθέως μὲν ἦν υἱὸς, μητρὸς δὲ, ὡς οἱ πλεῖστοι λέγουσι, Κλυμένης, ὡς δὲ Ἡσίοδος Προνοής, ὡς δὲ Ἀκουσίλαος Ἡσιόνης τῆς Ὠκεανοῦ καὶ Προμηθέως. ἔγημε δὲ Πύρραν τὴν Ἐπιμηθέως καὶ Πανδώρας τῆς ἀντὶ τοῦ πυρὸς δοθείσης τῷ Ἐπιμηθεῖ εἰς γυναῖκα. γίνονται δὲ τῷ Δευκαλίωνι θυγατέρες μὲν δύο Πρωτογένεια καὶ Μελάνθεια, υἱοὶ δὲ Ἀμφικτύων καὶ Ἕλλην. οἱ δὲ λέγουσιν ὅτι Ἕλλην γόνῳ μὲν ἦν Διὸς, λόγῳ δὲ Δευκαλίωνος. ἐξ οὗ Ἕλληνος Αἴολος πατὴρ Κρηθέως, Ἀθάμαντος, Σισύφου. ἄλλος δέ ἐστιν ὁ Ἱππότου παῖς· ὁ δὲ Ἱππό- της υἱὸς Μίμαντος. τρεῖς γὰρ Αἰόλους φασὶ γεγενῆσθαι, πρῶτον τὸν τοῦ Ἕλληνος, δεύτερον τὸν ἐξ Ἱππότου καὶ Μελανίππης, τρίτον τὸν ἐκ Ποσειδῶνος καὶ Ἄρνης. πρὸς τοῦτον δέ φησιν ὁ Ἀσκληπιάδης τὸν Ὀδυσσέα ἐλθεῖν τὸν ἐκ Ποσειδῶνος. φυλάσσει δ Ὅμηρος τὸ εἰπεῖν ἐξ Ἱππότου. Q. Αἴολοι δύο, οὗτος μὲν Ἱππότου τοῦ Μίμαν- τος, ἕτερος δὲ Ελληνος, ὃς ἦν Διὸς, οὗ καὶ Ἡσίοδος μέμνηται. V.

[Αἴολος ὁ Ἱππότου ἐν Ῥηγίῳ τῆς Ἰταλίας ὢν μὲν ἀστρονομικώτα- [*](1. οἱ δὲ] τινὲς δὲ P., omisso λέ- (Juppiter) ἀντὶ πυρὸς δώσω κακόν. 15. Αἴολος—Ἱππότου παῖς] αἴολος. χοντες. 6. Φοινικοῦσσαν] Non bene hic ἄλλος δέ ἐστιν ὁ ἕλληνος παῖς, πατὴρ δὲ inserta legebantur haec: τινὲς δὲ κρηθέως (κριθέως Q.), ἀθάμαντος, σισύ- ἀλληγοροῦντες — προστασσόμενοι, quæ φου H. Q. Correxit Buttm. collata vid. infra ad v. 6. BUTTM. Eustathii annotatione. 9. οἱ addidi. 20 τὸν Ὀδυσσέα ἐλθεῖν addidit 10. Προνόης correxi pro πρυνόης Buttm. quod est in H., vel πρυνείος, quod τὸ] τῷ Q. habet Q. et in Πρυλείης mutandum 22. Ἕλληνος Ernestius pro Ἕλλην. videbatur Welckero in libro de 23. Αἴολος—] Sumtum hoc scho- Trilogia Æschvlea p. 12. lium usque ad vocem Αἰολίδαο e 11. καὶ 1. Welckerus pro τοῦ 1. Txetzæ Comm. ad Lycophr. 738. Πανδώρας τῆς—δοθείσης Buttm. pro BUTTM. Dno similia additamen- Πανδώραν τὴν—δοθεῖσαν. to notabimus infra ad 305. Sunt 12. ἀντὶ H. ἀπὸ Q. Correxit autem haec omnia in P. scripta a etiam Heinrichius apud Buttmann. manu recentiore. collato Hesiodo Op. 57. τοῖς δʼ ἐγώ μὲν] βασιλεῦς Tzetzes. )

445
τος καὶ πολύπειρος ἐφρόντισε μᾶλλον εἰδέναι περὶ τῶν ἀνέμων χάριν τῶν ναυτιλλομένων καὶ προλέγειν, ὡς εἰ τυχὸν ἐν ταύρῳ ἄστρῳ πλεύ- σειαν μέχρι τοῦδε ζέφυρος αὐτοῖς ἔσεται πνέων ἄνεμος, εἰ ἐν δύσει κυνὸς τοιόσδε, καὶ ἐν τῇ ἀνατολῇ αὐτοῦ ἕτερος. καὶ τούτου ἕνεκα ἐμυθεύσαντο αὐτὸν εἶναι δεσπότην ἀνέμων. ὁμοίως δὲ καὶ τὸν Αμα- κλείδην καὶ Πρωτοκλῆ καὶ Πρωτοκρέοντα, ὡς φησιν Ὀρφεύς. οὕτως οὖν ἔφασαν αὐτοὺς δεσπότας εἶναι ἀνέμων, ὡς καὶ δέειν ἀσκῷ ὃν ἄν βούλοιντο αὐτῶν, τοὺς δʼ ἄλλους ἐᾶν πνεῖν. οὕτω γοῦν φασι καὶ τὸν Αἴολον τοῦτον τοὺς ἄλλους ἀνέμους ἐν τῷ ἀσκῷ καταδήσαντα δοῦναι τῷ Ὀδυσσεῖ, ζέφυρον δὲ μόνον ἐᾶσαι ὡς αὐτῷ χρειωδέστατον καὶ φο- ρόν. ἐγὼ δὲ καὶ τὸν ἀσκὸν δέχομαι. φασὶ γὰρ οἱ μηχανικοὶ καὶ τὰ ἀρρητουργικὰ γράφοντες ὡς ἐάν τις δελφῖνα ποιήσῃ ἀσκὸν, ἐκδείρας αὐτὸν καὶ ἔχων παρʼ ἑαυτῷ, ποιήσει ὃν ἂν βούλοιτο πνεῖν ἄνεμον. καὶ ἴσως καὶ οὗτος ὁ Αἴολος ἦν ἂν καὶ μαγικώτατος. τούτου δὲ τοῦ Αἰόλου υἱὸς Ἰόκαστος, ὃς τὸ Ῥήγιον ἔκτισεν, ὥς φησι Καλλίμαχος “Ῥήγιον ἄστυ λιπὼν Ἰοκάστου Αἰολίδαο.” ὁ γὰρ Ὀδυσσεὺς τοὺς ἐναντίους ἀνέμους ἐγκεκλεισμένους ἔχων ἐν τῷ ἀσκῷ, μόνῳ δὲ ναυ- τιλλόμενος τῷ ζεφύρῳ ἐννέα νυχθήμερα πλεύσας τῷ δεκάτῳ τὴν αὐ- τοῦ πατρίδα καὶ πυρπολοῦντάς τινας θεασάμενος κοπιάσας, ὡς ἀεὶ τὸν πόδα τῆς νηὸς ἔχων, ἐκαθεύδησεν. οἱ φίλοι δὲ τούτου λύουσι τὸν ἀσκὸν χρυσίον νομίσαντες ἔχειν. ἐκχυθέντων δὲ τῶν ἀνέμων καὶ ἀν- τιπνόως ταραξάντων τὸ πέλαγος πάλιν εἰς τὴν Αἰολίαν ἀνεπόρευσεν ἄκων τοῖς ἀνέμοις φορούμενος. P.]

3. πλωτῇ ἐνὶ νήσῳ] ἔνιοι μὲν τὴν ἐμπλεομένην, οἷον τὴν ἐν πλεο- μένοις τόποις κειμένην νῆσον, ἢ ἐπιθετικῶς λέγει τὴν Αἰολίαν. ὁ δὲ Ἀρίσταρχος πλωτῇ ἀντὶ τοῦ φορητῇ, οἷον περιφερομένῃ, ὡς ποτὲ [*](1. περὶ Τzetzes. παρὰ P. 16. ὁ γὰρ—] Quae hinc sequun- 2. ὡς τυχὸν ἐν] εἰ ἐν Tzetzes, unde tur aliunde excerpta et ab hoc scholio aliena spectant ad argu- εἱ addidi. 3. ἕσεται πνέων Tzetzes. ἔσεσθαι mentum hujus libri. BUTTM. πλέων P. 24. ἔνιοι] ἐνίοτε V. 6. Πρωτοκρέοντα Tzetzes. Πρωκρέ- οἷον] οἱ δὲ H. Q. οντα P. 24 ἔνιοι] ἐνίοτε V. 25. νῆσον] νήσους Q. ad sequentia Ὀρψεὺς] Vid. fr. Orph. 53. e relatum. Suid. v. τριτοπάτορες et Etym. M. ἡ ἐπιθετικῶς—Αἰολίην om. V. p. 768. 1. BUTTM. ἢ ἐπιθετικῶς H. δὲ ἐπιθετικῶς Q. T. 15. Καλλίμαχος] Vid. fr. 202. ex Αἰολίαν H. T. αἰολίην Q. V. hoc Tzetzæ loco et ad Lycophr 45. 26. πλωτῇ om. H. ἀντὶ τοῦ addidi ex T. BUTTM.)

446
μὲν ἐν τοῖς δεξιοῖς μέρεσι, ποτὲ δὲ ἐν τοῖς ἀριστεροῖς ὁρᾶσθαι, οἷον δή τι καὶ περὶ τὴν Δῆλον ἱστορεῖ Πίνδαρος λέγων οὕτως “ἦν γὰρ τὸ πάροιθε φορητὰ κυμάτεσσι Δᾶλος παντοδαπῶν τʼ ἀνέμων ῥιπαῖς.” ἐν δὲ ἄλλῳ, προσπλεομένῃ ὑπʼ ἀνθρώπων, ἢ περιφερομένῃ ὑπὸ τῆς θα- λάσσης. ἄμεινον δὲ τὸ πρότερον· εἰ γὰρ ἐπέπλει τῇ θαλάσσῃ, οὐκ ἂν οὐδὲ ἐκ δευτέρου αὐτὴν εὗρεν ὁ Ὀδυσσεύς. ἢ περιρρεομένῃ. H. M. Q.T.V. Ἄλλως. ἐν πλεομένοις τόποις κειμένῃ ὅτι εἰσὶ νῆσοι πλη- σίον ἠπείρου κείμεναι τὸ πρὸς τῇ ἠπείρῳ μέρος ἔχουσαι ὑφάλων πετρῶν πλῆρες, αἳ οὐ δύνανται περιπλέεσθαι. ὁ δὲ Ἀρίσταρχος περι- φορητῇ· οἰκειότερον γάρ φησι μὴ ἐρριζῶσθαι τῶν ἀνέμων νῆσον. Q.

πλωτῇ] οἱ μὲν μυθικῶς ἀπέδοσαν τὸ ἐπιπλέουσαν τῇ θαλάσσῃ· καὶ ἴσως τερατεύεται, ἵνα μὴ ζητῶμεν πῶς κεῖται. οἱ δὲ πλεομένην καὶ ἐν πλωτοῖς οὖσαν τόποις, ἐπειδὴ τὰ ἄλλα πρόσθε χωρία κακόξενα. οἱ δὲ τὴν προσορμιστὴν, ἀλλʼ οὐκ ἀμιχθαλόεσσαν. T.

4. χάλκεον] ἰσχυρόν. ἀπρόσβατον γάρ ἐστι διὰ τὴν περὶ αὐτὸ λειότητα. V.

χάλκεον ἄρρηκτον] λείπει τὸ ἐστίν. πῶς ἄρρηκτον; ὅτι πέτρα περιτρέχει τὴν πόλιν περιβολῆς τάξιν ἐπέχουσα. B. Q.

λισσὴ δὲ πέτρη] περιτρέχει τὴν πόλιν περιβόλου δίκην ἐπέχουσα. T.

5. τοῦ καὶ δώδεκα παῖδες] καὶ τοῦτο εἰς εὐδαιμονίαν, ὅταν πάντων ἀπολαύωσι τῶν τέκνων. εὐδαίμων γὰρ τῷ μὴ ὑπὸ πολλῶν ἐξουσίαν δοῦναι τὰς θυγατέρας, ὃ καὶ περὶ τὴν Πριάμου οἴκησιν ἑωρῶμεν. ὑπὸ φιλοτεκνίας γὰρ παρʼ ἑαυτῷ ἀνέλαβε τοὺς ἄνδρας τῶν θυγατέ- ρων. Q. εὐδαιμονίας σημεῖον, ἔκ τε τῶν ἐναντίων ὅτι Τηλέμαχος ὀδύρεται τὴν μονογένειαν τοῦ οἴκου· “μοῦνον Λαέρτην Ἀρκείσιος υἱόν ἔτικτεν” (π, 118.). T.

6. ἓξ μὲν θυγατέρες] Αἴολος Τηλεπάτραν τὴν Λαιστρυγόνου γή- [*](P. 445, 26. περιφερομένῃ] παραφε- liasta ex praecedentibus verbis Tin. ρομένῃ T. Et παραφερομένην dixit Eu- dari supplevisse videatur. stathius p. 1644, 52. qui addit ἡ τʼ addidi ex editionibus Strabo- συνεχείᾳ σεισμῶν ἢ ἄλλως ὁπωσοῦν. nis, cujus codices id omittunt. ὡς H. et Eustathius. ἔστε Q. T. 4. ὐπʼ ἀ.] ὑπὸ τῶν ἀ. H. Q., non P. 446, 2. Πίνδαρος] Fragm. 58. Eustathius. Proximum τῆς om. T. 3. φορητὰ] φορητὴ T. 6. ὁ addidi ex H. et Eustathio. Δᾶλος H.M. et Eustathius. ἁλὸς 7. Ἄλλως] Hoc quoque scholion T. (qui κυματέσσιν). δῆλος Q. Δᾶλος, verbis leviter mutatis excerpsit quod hoc loco positum metro ad- Eustathius. versatur, non habet Strabo haec 27. Gyraldus de Diis Synt. 5. de verba atterens 10. p. 485., ut scho- Æolo: “Legimus in Graecis com- )

447
μας ἐγέννησε θυγατέρας ἓξ καὶ ταύταις ἴσους υἱούς. εἰσὶ δὲ τοῖς μὲν ἄρρεσιν ὀνόματα Ἰόκαστος, Ξοῦθος, Φάλακρος, Χρύσιππος, Φερήμων, Ἀνδροκλῆς, ταῖς δὲ παρθένοις Ἴφη, Αἰόλη, Περίβοια, Δία, Ἀστυ- κράτεια, Ἡφαιστία. ὁ δὲ Εὐριπίδης ἑτέρως ἱστορεῖ. H. Q.

Ἄλλως. τινὲς ἀλληγοροῦντες Αἴολον μὲν λέγουσι τὸν ἐνιαυτὸν, δώδεκα δὲ παῖδας τοὺς μῆνας. τινὲς δὲ ὅτι παρετήρησεν, ἀστρολο- γίας ἔμπειρος ὢν, ἡλίου ὄντος ἐν ταύρῳ ζέφυρον πνεῦσαι. οἱ δὲ ἄνε- μοι πνέουσιν ἐνίοτε καὶ καθʼ ἑαυτοὺς. ὡς καὶ πολλοί· καὶ γὰρ ἡμεῖς δίχα βασιλικοῦ προστασσόμενοι προστάγματος. H.Q.V.

7. ἔνθʼ ὅγε θυγατέρας πόρεν υἱάσιν] ἀρχαῖον ἔθος τὸ συνοικίζειν ἀδελφούς. καὶ ὁ Ζεὺς ἀδελφῇ οὔσῃ συνοικεῖ τῇ Ἥρᾳ. (Il. δ, 60.) μεγίστη γὰρ εὐδαιμονία καθʼ Ὅμηρον ἡ ὁμοφροσύνη. ὅταν οὖν τῷ τῆς συνοικήσεως ἐπιτερπεῖ προσυπάρχῃ τι φυσικὸν φιλοστοργίας πάθος ἐκ γένους καὶ συνανατροφῆς παιδικῆς, διπλασιάζεται εὔνοια. B. Q. ἀρχαῖον ἔθος, ὡς Ἀρχῖνος ἐν Θεσσαλικοῖς. πρῶτα δὲ Αἴολον ὁμομητρίας κόρας ἀδελφοῖς συνοικίσαι. T.

10. κνισῆεν] ἤτοι εὔοσμον, ἢ κνίσης μέτοχον διὰ τὸ πλῆθος τῶν θυομένων. H.Q.V.

[*](mentariis, Æolum uxorem habu- raclitum est, τὸ μὲν εὔκαρπον καὶ γό- isse Teleporam Læstrygionem, quam νιμον τῶν τὸ θέρος ἐμπιπλάντων μηνῶν quidam Leopatram vocant; ex qua θηλεία γονῇ προσείκασε, τὸ δὲ στερρὸν liberos duodecim” etc. Sequuntur καὶ πεπηγὸς τῶν χειμερίαν ἠρρένωσεν. nomina iliorum: unde hic quaedam Similiter, etsi verbis diversis, Eu- correxi. Gvraldus scholia Home- stath. p. 1644, 63. rica manu scripta ante oculos ha- 9. πρ. προστάγματος H. et T. in- buerit, an alibi haec etiam legantur, fra p. 448. προστάγματος π. Q. nescio. BUTTM. 10 Facile in hoc scholio agno- 2. Ἰόκαστος] ἰοκάστης Q., si recte scas hominem Alexandrinum regi- legit Maius. Correxi ex scholio bus suis adulantem. BUTTM. v. 2. 13. προσυπάρχῃ τι] προσυπάρχον τι Φάλακρος] φαλακρός Q. Q. Correxi ex H. qui προσυπάρχει 3. ἴφη H. ἔφη Q. Iphthe apud τι. προσυπάρχη τὸ Struvius. Gvraldum. 14. συνανατροφῆς Struvius pro ἀστυκράτεια H. ἀρτικρώτειρα Q. συναναστροφῆς. 4. ἡφαιστά H. ἡφαίστεια Q. 15. Ἀρχῖνος correxi pro Ἀρχίνου. ἑτέρως] ἑτέρους H. Θεσσαλικοῖς] Duobus hujus ope- 5. τινὲς] Heraclitus Alleg. c. 71. ris fragmentis ab Muellero memo- p. 140. ratis in Fragm. Histor. vol. 4. p. 6. τοὺς μῆνας] ἄρρενας μὲν τοὺς χει- 317. nunc tertium hoc accedit. μερινοὺς, θηλείας δὲ τοὺς καλοκαιρίους 16. συνοικίσαι correxi pro συνοι- addit Q. Quod recentioris scho. κῆσαι. Recte συνοικίζειν supra l. 10. liastæ additamentum esse arguit 18. θυομένων H. φυομένων Q. V. adjectivum καλοκαιρίους. Apud He- )
448

περιστεναχίζεται] περιηχεῖται ἐκ τοῦ λαοῦ. Q.

στεναχίζεται] χορείαις ἢ ᾠδαῖς. τὸ δὲ κνισσῆεν οὐ τὴν εὐδαι- μονίαν μόνην σημαίνει τοῦ Αἰόλου, ἀλλὰ καὶ τὸ εὐσεβὲς τὸ εἰς τοὺς θεοὺς καὶ τὸ εἰς ἀλλήλους ὁμοφρονεῖν. T.

12. τρητοῖσι λέχεσσι] ῥητορικῶς δευτέρῳ προοιμίῳ ἐχρήσατο. τρητοῖσι δὲ τοῖς καλῶς κατεσκευασμένοις ἢ τετορνευμένοις. H.

13. καὶ δώματα καλά] γρ. καὶ τείχεα μακρά. H.

15. Ἴλιον] περὶ τῆς Ἰλίου, περὶ τῶν νεῶν τῶν Ἀργείων, περὶ τοῦ νόστου τῶν Ἀχαιῶν. συντόμως ἑκατέρων τῶν ποιήσεων τὴν ὑπόθεσιν ἐδήλωσε. B.H.

19. δῶκε δέ μοι ἀσκὸν] διὰ τὸ στερρὸν καὶ ἀρραγὲς τοιοῦτον ἀσκὸν δέδωκεν. B.

ἐννεώροιο] ἐνναετοῦς. H. V.

20. ἔνθα δὲ βυκτάων ἀνέμων] τῶν ἀθρόως πνεόντων ἢ ἰσχυρῶς, καὶ πληρούντων τὰ ἱστία. λέγονται δὲ οὕτως ἐκ τοῦ ἄγειν βοήν. Q.

βυκτάων] μεγάλως φυσώντων. ὠνοματοπεποίηται δὲ ἀπὸ τοῦ ἤχου τοῦ γενομένου, ἢ ἀπὸ τοῦ ταράττειν ἐκ βυθοῦ τὴν θάλασσαν. T.

διὰ τί οὐκ αὐτὸς κατέχει τοὺς ἀνέμους, μόνον κελεύσας Ζέφυ- ρον πνεῖν; ἐπεὶ καὶ δίχα τοῦ κλεῖσαι τὸν ἀσκὸν ἐδύνατο κελεῦσαι τῷ Ζεφύρῳ ἅτε δὴ τὴν ἐξουσίαν λαβὼν παρὰ τοῦ Διός. πῶς δʼ αὐτὸς καὶ ἐν Ἰλιάδι ὑποστησάμενος τοὺς ἀνέμους ἐν Θρᾴκῃ οἰκεῖν παρʼ Αἰόλῳ φησίν; εἴληπται μὲν τὸ πλάσμα πρὸς τὸν καιρὸν, διὸ οὐ δεῖ ζητεῖν τὰ τοιαῦτα· ἀνεύθυνα τὰ τῶν μύθων. οἱ δὲ εἰπόντες δαίμονας οἰκεῖν ἐν Θρᾴκῃ αὐτεξουσίους ὄντας, τῶν δὲ πνοῶν τὸν Αἴολον κρατεῖν. οἱ δὲ ἐμπειρίαν ἔχειν τὸν Αἴολον πνευμάτων μεταβολῆς, καὶ διὰ τοῦτο κατέχειν τὸν Ὀδυσσέα μηνὸς ἡμέραν ἕως οὗ εὕρῃ τὸν ἐπίφορον πρὸς Ἰθάκην. τινὲς δὲ ὅτι παρέστησεν ἀστρολογίας ἔμπειρος ὢν ὁ Ὀδυσσεὺς ἡλίου ὄντος ἐν ταύρῳ Ζέφυρον πνεῦσαι. οἱ δὲ ἄνεμοι πνέουσιν ἐνίοτε καὶ καθʼ ἑαυτοὺς, ὡς καὶ πολλοί· καὶ γὰρ ἡμεῖς δίχα βασιλικοῦ προστασσόμενοι προστάγματος. τινὲς δὲ τὰς νήσους ταύ- τας ἐν τῷ Τυρρηνικῷ πελάγει κεῖσθαι λέγουσιν, ἕτεροι δὲ ἐκτετο- [*](8. περὶ τῶν—Ἀχαιῶν om. B. δὲ ἄνεμοι—εἰς βυθὸν κατάγω. 9. συντόμως H. ἐπιτόμως B. 22. διὸ Prellerus. διότι T. 14. ἀθρόως πνεόντων est etiam in 23. ἀνεύθυνα—εἰπόντες] Fortasse B., addita annotatione ex Eusta- ἀνεύθυνα γὰρ—εἶπον. thio transcripta p. 1646, 24. βύλται 26. κατέχειν] κατέχει T. )

449
πισμένην νῆσον λέγουσιν. οἱ δὲ λέγοντες περὶ Σικελίαν πεπλανῆσθαι τὸν Ὀδυσσέα Λωτοφάγους μὲν λέγουσι τοὺς νῦν Ἀκραγαντίνους, οἱ δὲ τοὺς Καμαριναίους, Κύκλωπας δὲ τοὺς Λεοντίνους, τὰς δʼ Αἰόλου νήσους τήν τε κατὰ τὸν πορθμὸν Στρογγύλην καὶ τὰς λοιπὰς ἓξ, Δι- δύμην, Ἱερὰν, Ἱκεσίαν, Λιπάραν, Ἐρικώδη, Φοινικώδη. T.

κέλευθα] Ἰωνικῶς τὰς κελεύθους κέλευθα εἶπε. H.

21. κεῖνον γὰρ] προσφιλὴς γὰρ λίαν τοῖς θεοῖς Αἴολος. Q.

23. μέρμιθι] σχοινίῳ ἤτοι σύρματι ἀργυρῷ. B. μέρμιθι φαεινῇ] προῳκονόμησεν, ἵνα τῷ δεσμῷ ἀπατηθῶσιν οἱ ἑταῖροι. καὶ γὰρ οὐδὲ ἐκ τῆς κουφότητος ἦν γνωρίσαι. προσεδέδετο γάρ. V.

24. ἀργυρέῃ] ἵνα μὴ ἐκεῖνοι δυνηθῶσι βαστάξαντες αἰσθέσθαι τῆς κουφότητος, ἀπατηθῶσί τε τῇ ἀργυρέᾳ μέρμιθι. B. οἰκονομικῶς, ἵνʼ ἐκ τούτου ὑπονοήσωσι χρυσὸν ἤ τι τοιοῦτον ἐν τῷ ἀσκῷ ἐκ τῆς πολυ- τελείας τοῦ δεσμοῦ. T.

26. οὐδʼ ἄρʼ ἔμελλεν ἐκτελέειν] οὐκ ἔμελλεν δὲ ἐς πέρας ἄγειν ταύτην τὴν βουλήν. B.Q.

ἐκτελέσειν] πληρώσειν. V.

29. πατρὶς ἄρουρα] οὐ τὴν οἰκείαν πατρίδα φησὶν, ἀλλὰ ἀπλῶς τὴν γῆν, ὡς κοινὴν οὖσαν πατρίδα. H.

30. πυρπολέοντας] ἀντὶ τοῦ πυρσεύοντας ὅ ἐστι πῦρ καίοντας, ἢ περὶ πῦρ ἀναστρεφομένους. B.Q.V.

ἐγγὺς ἐόντες] ἐόντες ἡμεῖς. H.

31. ὕπνος ἐπέλλαβε] γρ. ἐπήλυθε. P.

γλυκὺς ὕπνος] οὐ κατηγορεῖται ὡς φίλυπνος, ὅτι γὰρ ἠγρύπνησε νυκτός. κοιμᾶται οὖν ἵνα μὴ ὅτε δεῖ τοὺς οἰκείους ἀσπάσασθαι τοῦτο ποιῇ. οὐδὲ γὰρ ἐδεδίει οὔριον ἔχων πνεῦμα καὶ τὴν πατρίδα ὁρῶν. T.

32. πόδα νηὸς] τὸν μεταγωγὸν τοῦ κέρατος κάλων· ἢ τὸ πηδά- λιον. Q. V.

οὐδέ τῳ ἄλλῳ] οὐδὲ ἄλλῳ τινὶ τῶν ἐμῶν φίλων τὸ πηδάλιον ἐνε- χείρισα. H.

34. οἱ δʼ ἕταροι] διὰ τί οὐ προεῖπεν αὐτοῖς; ἐπειδὴ οὐκ ἤλπιζεν [*](1. οἱ δὲ λέγοντες—Φοινικώδη] Conf. correctore M. in textu. ἐπέβαλλε schol. v. 1. p. 444, 1. ες 23. ἐγγὺς ἐόντας] ἐγγὺς ἐόντας H. γρ. ἐπήλυθε] Delevi quod in P. 24. ἐπέλλαβε] Sic etiam H. et a praecedit γρ. ἔλαβε. )

450
ὑπονοήσαντας ὡς κακουργῆσαι. καὶ γὰρ τῶν ἐν Ἰσμάρῳ λαφύρων τὴν ἴσην μοῖραν ἔδωκε καὶ τῶν ἀγρίων αἰγῶν καὶ τὰ περὶ Κύκλω- πας. T. ἐβάσκαινον γὰρ τὸ πολυτελὲς τοῦ δεσμοῦ εἰς ὑποψίαν λαμβάνοντες. ἴσως οὖν τὸ πολυτελὲς τοῦ δεσμοῦ ἠπάτησεν αὐ- τούς. H.

35. καί μʼ ἔφασαν] πόθεν τεκμηράμενοι, ὁ γὰρ ἀσκὸς κοῦφος ἅτε πλήρης ἀνέμων. λύεται δʼ ἐκ τῆς λέξεως· πρόκειται γὰρ ὡς ἐλέγετο περὶ τοῦ Αἰόλου αὐτοῦ “νηῒ δʼ ἐνὶ γλαφυρῇ κατέδει μέρ- μιθι φαεινῇ, ἀργυρέῃ (23). διὰ τοῦτο οὖν ἐβάσκηναν ὅ τε δεσμὸς πολυτελὴς αὐτοῖς ὑποψίαν ἐδίδω. T. πῶς ἄγοντες αὐτὸν εἰς τὴν ναῦν οὐκ ᾔσθοντο κοῦφον ὄντα; ἀλλʼ ἐν νηὶ κατέδει μέρμιθι ἀργυ- ρέῃ. H.

38. καὶ τίμιός ἐστιν] γράφεται, καὶ τιμῆς, ἤτοι τιμήεις. B.

39. ὅτεων] διχῶς, ὅτεων καὶ ὁτεων. ἐκράτησε δὲ ὅτεων προπαροξυ- τόνως. Q.

καὶ γαῖαν ἵκηται] γρ. καὶ δώμαθʼ ἵτηται. H.

41. ληίδος] ὅτι διῃρημένως ἀναγνωστέον. βούλεται γὰρ λέγειν στρατιωτικῆς λείας, ὡς ὅτε “οὕνεκά με στερέσαι τῆς ληίδος ἤθελε πάσης Τρωϊάδος” (Od. ν, 262.). Q.

ἐκτελέσαντες] Ζηνόδοτος, ἐκτελέοντες. H.

42. οἴκαδε νισσόμεθα] γράφεται, οἴκαδʼ ἐνεισόμεθα. Q. ωεισό- μεθα] ἀπελευσόμεθα. V.

43. τάδʼ ἔδωκεν] οὕτως Ἀρίσταρχος· ἄλλοι δὲ, τὰ δέδωκε, καὶ, τά γʼ ἔδωκε. καὶ, τάγε δῶκεν, Ἡρωδιανός. H.

44. ὅττι τάδʼ ἐστίν] τί εἰσι καὶ κατὰ τὴν ποσότητα. ὅθεν καὶ ἐπεξηγήσατο, ὅσσος τις χρυσὸς καὶ ἄργυρος ἀσκῷ ἔνεστιν. Q.

45. ὅσσος τις χρυσός] οὐ γὰρ βαστάσαντες ἔλυσαν, ἀλλὰ κεί- μενον· ἐν γὰρ κοίλῃ νηὶ κατέθηκεν ὁ Αἴολος. T.

51. ἀποφθίμην] ἀποφθαρείην, ἀναιρεθείην. V.

52. ἦ ἀέκων] ὁ δεύτερος ῇ περισπασθήσεται. H.

55. αὖις ἐπʼ Αἰολίην] ἐφʼ ἣν καὶ οἱ ἄνεμοι κατὰ πρόσταγμα ὑπέστρεφον πρὸς Αἰολίην. Q.

[*](18. στρατιωτικῆς Buttm. pro ἐρω- scriptura annotata est τάδʼ ἔδωκε, τάδε δῶκε, τάγε δῶκε, ταγ᾿ ἔδωκε. 23. In textu M. habet τάγʼ 32. Αἰολίην] Fort. Αἴολον. BUTT- ἔδωκε, sed in margine quadruplex MANNUS. )
451

56. ἐπʼ ἠπείρου βῆμεν] ὅτι τὴν νῆσον ἤπειρον εἶπε κατὰ τὴν διαί- ρεσιν τοῦ ὑγροῦ, ὡς εἰ ἔλεγεν ἐπὶ τὴν γῆν ἔβημεν. B.Q.T.

60. βῆν εἰς Αἰόλου κλυτὰ δώματα, τὸν δʼ ἐκίχανον] ὁ στίχος σφηκώδης. σφηκῶδες δέ ἐστι τὸ ἐλλεῖπον ἐν μέσῳ τοῦ στίχου χρό- νου, ὡς ἐνταῦθα. χρῄζει γὰρ ὁ δεύτερος ποὺς χρόνου. τὸ γὰρ αιο τροχαῖός ἐστιν. ἀλλὰ τὸ ο μονόχρονον ὡς δίχρονον λαμβάνομεν. H. Q. ὁ στίχος λαγαρός ἐστιν. B. Vind.

62. ἐλθόντες δʼ ἀνὰ δώματʼ ἐπὶ σταθμοῖσιν] γρ. πρὸς δῶμα παρὰ σταθμοῖσιν. H.

64. ἔχραε] ἐβάρησε, μετὰ βλάβης ἐπέθετο. H. μετὰ βλάβης ἐπῆλθε καὶ κακῶς. T. μανικῶς ἐπέθετο. V.

65. ὄφρ’ ἂν ἵκηαι] γρ. καὶ ὄφρ᾿ ἀφίκοιο. N.

69. ἀλλʼ ἀκέσασθε, ὦ Αἴολε καὶ οἱ σὺν αὐτῷ παῖδες. H. ὀρθοτονητέον τὴνὑμῖν. τὸ δὲ ἐν οὐ σημαίνει τὸ ἔνεστι. H.

70. μαλακοῖσι καθαπτόμενος ἐπέεσσι] Ζηνόδοτος, μαλακοῖσιν ἀμειβόμενος, γράφει. καὶ ἔστι χαριεστάτη ἡ γραφή· οὐ καθάπτεται γὰρ αὐτὸν, ἀλλʼ ἱκετεύει. H. καθικνούμενος, ὀνειδίζων, ἐπιπλήττων. Gl. H. οὐχ ὅτι ἐπιπλήττει, ἀλλὰ καταπραΰνων καὶ ὑποπείθων. T.

72. ἔρρʼ ἐκ νήσου] καὶ πῶς ἤμελλεν ἀπὸ Φαιάκων τυχεῖν κομιδῆς ταῦτα καθʼ ἑαυτοῦ λέγων; ἀλλʼ ἀπέδειξε τοὺς ἑταίρους αἰτίους ὄν- τας· ἐλεεινότερον οὖν ἑαυτὸν ἀποδείκνυσιν. H. T.

ἔρρʼ] μετὰ φθορᾶς ἀναχώρει. Q.

73. κομιζέμεν] ἐπιμελεῖν. κακῶς δέ φησι ταῦτα πρὸς τὸν Ἀλ- κίνοον ἐκφέρειν, ὡς θέμις καὶ αὐτὸν διαβάλλειν. ἀλλʼ Ὀδυσσεὺς ἡγεῖται ὡς οὐκ ἰδίου ὄντος τοῦ ἁμαρτήματος, ἀλλὰ τῶν ἑταί- ρων. T.

75. ἔρρʼ, ἐπεὶ ἀθανάτοισιν] γρ. ἔρρε ἐπεὶ ἄρα θεῷ ἀπεχθόμενος τέδʼ ἱκάνεις. P.

77. ἀκαχήμενοι] διὰ τί ἀκαχήμενοι: ἐπὶ τῇ ἡμῶν αὐτῶν μα- ταιότητι, ὅτι οὐκέτι ἐφαίνετο πομπή. ματίῃ δὲ (79.) ματαιότητι, [*](1. ὅτι om. B. Q. ὄντας om. T. τὴν διαίρεσιν] τὴν om. Q. 23. ἐπιμελεῖν] ἐπιμελεῖσθαι Prel- 6. ο μονόχρονον H. ὁμόχρονον Q. lerus. 12. ὄφρ᾿ ἂν ἵκηαι] Sic etiam in 27. 28. Hanc verba sedulo de- textu a m. prima. tersa (ut commode tamen legi pos- ἀφίκοιο] ἵκοιο N. sint) relictis tantum τόδʼ ἱκάνεις 19. ἀπὸ] ὑπὸ T. propter mendum in textu τόνδʼ. 20. ἀπέδειξε T. ἐπέδειξε H. BUTTM. )

452
φρενοβλαβείᾳ, ματαιολογίᾳ, ματαιοπραγίᾳ. γίνεται δὲ ἀπὸ τοῦ ματῶ ματία, ὡς ἁμαρτῶ ἁμαρτία. ἔστι δὲ Ὁμηρικόν. B.Q.

78. ὑπηρεσία ἡ δουλεία, ὑπειρεσία δὲ ἡ κωπηλασία. P.

79. ἡμετέρῃ ματίῃ] ἐπὶ τῇ ἡμῶν ματαιότητι οὐκέτι ἐφαίνετο ἡ πομπή. τὸ δὲ “ματίῃ” ματαιότητι καὶ ἁμαρτίᾳ. συμπαθῶς δὲ ἑαυτὸν παρέλαβε διὰ τὸ κοιμηθῆναι. T. εὐγνωμόνως καὶ ἑαυτὸν παρα- λαμβάνει εἰς τὴν ἁμαρτίαν, ὅτι ἀφύπνωσεν. ἢ ὅτι προσαγωγόν ἐστι τὸ μὴ ἀλαζονεύεσθαι, ὅτι αὐτὸς μὲν διεπράξατο τὴν σωτηρίαν παρʼ Αἰόλου, ἐκεῖνοι δὲ ἐξήμαρτον λύσαντες τὸν ἀσκόν. H.Q.T.

81. Λάμου αἰπὺ πτολίεθρον] ἀπὸ τοῦ βασιλεύσαντος Λαιστρυγό- νων Λάμου τοῦ Ποσειδῶνος παιδός. ἢ ὄνομα Λαιστρυγόνος. Q. V. Ἄλλως. περιφραστικῶς τὴν Λάμον, ὡς καὶ “Ἰλίου ἐξαλάπαξε πόλιν” (Il. ε, 642.), τὴν Ἴλιον. καὶ αὐτὴ μὲν καλεῖται Λάμος, οἱ δὲ ἐνοικοῦντες Λαιστρυγόνες. B.Q. περιφραστικῶς τὴν Λάμον, ὡς καὶ “Ἰλίου ἐξαλάπαξε πόλιν,” ἵνα αὐτὴ μὲν καλῆται Λάμος, οἱ δὲ ἐνοικοῦντες Λαιστρυγόνες. ἀλλʼ ἐπιφέρει “τηλέπυλον Λαιστρυγο- νίην,” τὸ μὲν ὄνομα τῆς πόλεως, ὅ ἐστι Λαιστρυγονία, Λάμου δὲ πτολίεθρον ἀπό τινος βασιλέως Λάμου, ὡς καὶ Πύλον Μηλῆος τὴν Πύλον φησίν. T.

82. τηλέπυλον] μεγάλην. τῶν γὰρ τοιούτων πολὺ διεστᾶσιν αἱ πύλαι. τινὲς δὲ κύριον τὸ Τηλέπυλον ἐξεδέξαντο. οἱ δὲ τηλέπυλόν φασι μακρόπυλον, οὐ τῷ διαστήματι, ἀλλὰ τῷ πλάτει τῆς πύλης ἢ τῷ μήκει. V. πόρρω ἀλλήλων καὶ διασταδὸν τὰς πύλας ἔχουσαν· ἢ μακρόπυλον. B.Q.T.

Λαιστρυγονίην] τὴν τῶν Λαιστρυγόνων. Λαιστρυγόνες δὲ οἱ τὴν Λάμον οἰκοῦντες. V. τὴν Λαιστρυγονίην οἱ νεώτεροι Σικελίαν φασί. H.

ποιμένα ποιμὴν] τὸν βουκόλον ὁ τῶν μήλων νομεὺς, διὰ τὸ πολλὰ εἶναι τὰ πρόβατα. B. καταχρηστικῶς εἴρηκε ποιμένα καὶ τὸν βου- κολον. V.

ὅθι ποιμένα] ὁμωνύμως τῷ γένει τὸ εἶδος εἶπεν, ἀντὶ τοῦ νομεὺς [*](6. ἀγνωμόνως —ἀφύπνωσεν] Hæc 10. Λαιστρυγόνων Buttm. pro Λαι- verba habet Q., omissa reliqua στρυγόνος. scholii parte. 12. ὡς καὶ—ἐξαλάπαξε] καὶ—ἐξα- εὐγνωμόνως H. T. ἀγνωμόνως Q. λαπάξαι B. Q. Correxi ex scholio καὶ ἑαυτὸν H. καὶ om. Q. T. proximo. 7. ἢ ὅτι προσαγογόν—τὸν ἀσκόν om. 15. καλῆται] καλεῖται T. Q.)

453
νομέα, ἤτοι ἔνθα οἱ νομεῖς ἀλλήλους προσφθέγγονται διὰ τὸ πλησίον εἶναι τὰς νομάς. ἢ μᾶλλον τοῦ διαστήματος τὸ ἀπεναντίον τῶν πυ- λῶν μέτρον ἀπέχειν, καὶ οὕτως τὴν φωνὴν ἀκούεσθαι τοῦ τε εἰσε- λαύνοντος καὶ τοῦ ἐξελαύνοντος, ὥσπερ ποτʼ ἔχει καὶ αὐτῷ “ὅσον τε γέγωνε βοήσας” (ι, 473.). B.Q.

83. ἠπύει] προσαγορεύει, φωνεῖ. Q.

84. ἄοκνος] γρ. ἄϋπνος. N.

85. τὸν μὲν βουκολέων] κατὰ μὲν τὸν καιρὸν τῆς νυκτὸς βουκο- λέων, διὰ τὸν οἶστρον, ὅς ἐστι πολέμιος τοῖς βουσὶ, κατὰ δὲ τῆς ἡμέρας βόσκων πρόβατα. δύναται οὖν τις, φησὶ, . . . ἐκεῖ λαμβά- νειν δύο μισθοὺς, ἐπειδὴ τῆς ἡμέρας καὶ τῆς νυκτὸς αἱ νομαὶ ἐγγύς εἰσι καὶ οὐ πόρρω. B.

86. ἐγγὺς γὰρ νυκτός] τοῦτο λέγει ὅτι νυκτὸς μὲν βουκολοῦσι διὰ τοὺς μύωπας, οἵτινες ἐν ἡμέρᾳ τοὺς ταύρους ἐνοχλοῦσιν. H. τῆς ἡμέρας ἡ ὁδὸς ἐγγὺς εἶναι πέφυκε τῆς νυκτός. τοῦτο δὲ ἔφη ὡς μὴ τῆς ἡμέρας ἀφισταμένης τῆς νυκτὸς, ἀλλὰ τῇ παρελεύσει αὐτῆς εἰσέρχεσθαι νύκτα ἐν ἀκαρεῖ. Ἄλλως. πλησίον γὰρ τῆς πόλεώς εἰσιν αἱ νυκτεριναί τε καὶ ἑωθιναὶ νομαὶ, καὶ τοσοῦτον πλησιάζουσιν ὡς τὸν ἐξελαύνοντα τῆς πόλεως ἀκούειν τῶν ἐν ἀγροῖς. Ἄλλως. Κράτης βραχείας αὐτοῦ ὑποτίθεται τὰς νύκτας. καὶ γάρ φησιν αὐτοὺς εἶναι περὶ τὴν κεφαλὴν τοῦ δράκοντος, περὶ ἧς Ἄρατός φησι “κείνη που κεφαλὴ τῇ νείσεται ᾗχί περ ἄκραι μίσγονται δύσιές τε καὶ ἀντολαὶ ἀλλήλῃσιν.” ὅθεν σύνεγγυς οὐσῶν τῶν ἀνατολῶν ταῖς δύσεσι λέγειν τὸν ποιητὴν “ἐγγὺς γὰρ νυκτός τε” καὶ τὰ ἑξῆς. παρὰ τὸ πλησιάζειν τᾶς τῆς νυκτὸς κελεύθους ταῖς τοῦ ἤματος κε- λεύθοις, ἢ τὴν νύκτα ἐγγὺς τετάχθαι τῆς ἡμέρας βραχυτάτην οὖ- σαν. τὸν οὖν καθεύδειν παραιτούμενον διπλοῦς μισθοὺς λαμβάνειν, ἢ τὸν ἐν ὕπνῳ τὸ τῆς ἡμέρας πολὺ καταχρώμενον. H.Q.

αἱ νυκτεριναὶ καὶ ἡμεριναὶ νομαὶ ἐγγύς εἰσι τῆς πόλεως. φασὶ δὲ τοὺς Λαιστρυγόνας κατεσχηκέναι τὴν τῶν Λεοντίνων περὶ Σικελίαν [*](1. νομέα Buttm. pro νομός. plevi ex annotatione simili Eusta- πλησίον] σύνεγγυς V. thii p. 1648, 42. 3. ἀκούεσθαι] ἐξακούεσθαι V. par- 16. παρελεύσει H. παρακελεύσει Q. tem hujus scholii exhibens ὅπου οἱ 19. τῶν Buttm. pro τοῖς. νομεῖς ἀλλήλους —ἐξελαύνοντες. 21. Ἄρατος] 61. ubi Cratetis 8. νυκτὸς—πολέμιος—βόσκων] Tria sententiam memorat scholiasta. hæc vocabula obliterata in B. sup- 25. ταῖς—κελεύθοις om. Q. )

454
χώραν, ἐν ᾗ γεννᾶσθαι πολλὴν μύωπα καὶ τὸν οἶστρον, ὥστε τὰ μὲν λάσια τῇ ἡμέρᾳ νέμεσθαι, τὰ δὲ ψιλὰ τῇ νυκτί. καὶ οὕτως τὸν δυνάμενον ἀγρυπνεῖν δύο μισθοὺς ἀποφέρεσθαι. Κράτης δέ φησι κατὰ τὴν τοῦ δράκοντος αὐτοὺς κατηστερίσθαι κεφαλὴν, περὶ ἧς Ἄρατος λέγει “κείνη που κεφαλὴ τῇ νείσεται ᾗχί περ ἄκραι μίσγονται δύ- σιές τε καὶ ἀντολαὶ ἀλλήλῃσιν.” ὥστε πλείω μὲν εἶναι τὴν ἡμέραν, ὀλίγην δὲ τὴν νύκτα, ὡς ἀνάπαλιν παρὰ τοῖς Κιμμερίοις. εἴ τις οὖν δύναται διαγρυπνεῖν, διττοὺς κομίζεται μισθούς. H.V. ὅτι τὰ ἔν- νομα περὶ τὴν πόλιν διὰ τὸ ἀγεώργητα εἶναι τὰ προάστεια, εἶναι δὲ ταῖς ἄλλαις πόλεσιν ἐν ὄρεσι καὶ πόρρω. διὰ τοῦτο οὐ δύναταί τις δύο μισθοὺς ἆραι. T.

τοῦ γὰρ ἡλίου ὄντος ἐν θερινῷ τροπικῷ τοὺς ἀρκτῴους ἀνθρώπους μεγίστην τὴν ἡμέραν ἔχειν, καὶ μὴ ἔχειν νύκτα· τὴν γάρ νύκτα μόνον μιᾶς ὥρας διάστημα εἶναι, τουτέστι τὴν ἡμέραν εἶναι κγ΄ ὡρῶν. δῆλον δὲ ὅτι τοῖς βορειοτέροις μεγίστη τῶν νοτιωτέρων ἡμέρα. περὶ τούτων καὶ Ὅμηρος τῶν τόπων μνημονεύει νῦν. φησὶ γάρ ὅτι “τηλέπυλον Λαιστρυγονίην—νομεύων.” . . ὶ γὰρ δύναταί τις δουλεῦ- σαι . . ὰ δύο ἡμέρας. P.

87. ἔνθʼ ἐπεὶ] τότε ἐπειδὴ εἰς λιμένα τὸν ἄξιον θαύματος ἤλθο- μεν, ἐκεῖ ἔσω τὰς ναῦς ὡρμίσαμεν. B.Q.T.

ἐς λιμένα κλυτὸν] εἰρωνικῶς, ἔνθα τοὺς ἑταίρους ἀπώλεσεν. T.

89. ἀκταὶ δὲ προβλῆτες] αἱ προβεβλημέναι ἐν τῇ θαλάσσῃ πέ- τραι καὶ προέχουσαι ἀπὸ τῶν αἰγιαλῶν στενὸν ποιοῦσαι τὸν εἴσπλουν. Q.V.

90. ἐν στόματι] ἐν τῇ εἰσβολῇ τοῦ λιμένος. δασυντέον τὸ ἀραιή. 1.

91. ἀντὶ τοῦ εἰσεῖχον, ὡς μὴ συγχεῖσθαι τὸ ἔνδον. τὸ δὲ ἔχον ἀντὶ τοῦ ἤλαυνον. τὸ δὲ ἑξῆς, τότε ἐπειδὴ εἰς τὸν λιμένα ἤλθομεν τὸν ἄξιον θαύματος, ἐκεῖ ἔσω τὰς νῆας ὡρμίσαμεν. H.

95. αὐτὰρ ἐγὼν] προοικονομεῖ τὸν τρόπον τῆς φυγῆς τοῦ Ὀδυσ- σέως. Q.

97. παιπαλόεσσαν] τραχεῖαν. ἔνθεν κἀν τῇ συνηθείᾳ παιπάλιμον λέγομεν ἄνδρα τὸν τραχὺν καὶ μὴ ἀπλοῦν. V.

[*](1. χώραν, ἐν ᾖ γεννᾶσθαι om. H. schol. Il. ε, 425. 13. τὴν γὰρ νύκτα addidit Buttm. 27. τότε—ὡρμίσαμεν] Hec pars 17. τηλέπυλον] τηλέκλυτον P. qui acholii legitur etiam in T. ex quo in verbis ceteris usque ad νομεύων correxi quod est in H. εἰς τὸν ἄξιον Cum textu vulgato consentit. λιμένα θαύματος ἤλθομεν — ὡρμήσα- 25. δασυντέον τὸ ἀραιή] Hoc pla- μεν. Conf. l. 19. cuisse Aristarcho colligi potest ex )
455

98. οὔτε βοῶν] βοῶν ἔργα ἡ ἠροτριασμένη γῆ, ἀνδρῶν δὲ ἀμπε- λὼν καὶ τὰ τοιαῦτα. B.

100. προΐειν] προέπεμπον. V.

101. σῖτον ἔδοντες] καὶ πῶς ἄγριοι ὄντες ἐχρῶντο τῇ διαίτῃ ἀπὸ τῆς μάζης; T.

102. ἵνα μὴ εὐεπιχείρητοι ὦσι διὰ τὸν κήρυκα. H.T.

103. οἱ δʼ ἴσαν] ἐναντίον ἐστὶ τὸ παριστᾶν τοὺς Λαιστρυγόνας ὠμοφάγους τῷ παραφέρειν ἑαυτοῖς ὕλην. λύοιτο δʼ ἂν ἐκ τοῦ ἔθους· εἰθίσμεθα γὰρ τῇ ὕλῃ καὶ εἰς ἄλλο χρῆσθαι, πρός τε ἀλέαν καὶ εἰς φῶς καὶ κατασκευήν. T.

ᾗπερ ἅμαξαι] τινὲς πιθανῶς γρ. ᾖ κεν ἅ'μαξαι. H.

104. καταγίνεον] κατεβίβαζον. ἔστι δὲ ἀγινεῖν κυρίως μὲν τὸ ἄγειν ἐκ τῆς τοῦ ἄγω παραγωγῆς, νῦν δὲ τὸ καταφέρειν. B.

105. σύμβλητο] ἤρχετο. V.

106. θυγατρὶ ἰφθίμῃ] γενναίᾳ κατὰ τὸ σῶμα. B.

108. Ἀρτακίην] ὄνομα κρήνης. εἶπον δὲ τὸ ὄνομα παρὰ Κίρκης μαθόντες. λέγει γὰρ “οἶδα καὶ αὐτὴ ἠμὲν ὅσʼ ἐν πόντῳ πάθετʼ ἄλγεα ἰχθυόεντι, ἠδʼ ὅσʼ ἀνάρσιοι ἄνδρες” (κ, 457.). ἢ κατὰ τὸ σιωπώ- μενον παρὰ τῶν φυγόντων μαθόντες παρὰ τῆς Κίρκης ἐπύθοντο. H.Q.V.

110. τῶν δʼ εἴη βασιλεὺς] τῶν ἐν τῇ πόλει κατοικούντων. τὸ δὲ οἷσιν Ἀρίσταρχος διὰ τοῦ τ, καὶ τοῖσιν ἀνάσσοι, ἀντὶ τοῦ τίνων. H.

112. τὸ τήν δὲ περισσὸν, σημαίνει δὲ καὶ τὸ ἄρθρον τὸ τήν. H.

113. ἔστυγον] ἐφοβήθησαν, ἐξεπλάγησαν. ἡ γὰρ Στὺξ ἐκ- πληκτική ἐστιν. B.Q.

ἔστυγον αὐτὴν—τοῖσιν ἐμήσατο] τοῖς ἐκ τῶν ἕνδεκα νεῶν· τῶν γὰρ τριῶν πεμφθέντων ἕνα μόνον ἔλαβον, οἱ δὲ ἐσώθησαν εἰς τὴν ναῦν. T.

114. Ἀντιφατῆα] ἀπὸ τῆς Ἀντιφάτους γενικῆς· τὸ δὲ Ἀντιφά- ταο ἀπὸ τῆς Ἀντιφάτης εὐθείας. B.H.

[*](4. καὶ πῶς—μάζης] Haec verba 16. Brevius in T. οἶδε τὸ ὄνομα τῆς T. scholio proximo post τὸν κήρυκα κρήνης παρὰ Κίρκης μαθών. “οἴδα καὶ adjuncta habet. In H. est πῶς γὰρ αὐτὴ ὅσα πάθετʼ ἄλγεα.” ἄγριοι ὄντες ἐχρῶντο τῇ διαίτῃ in fine παρὰ Κίρκης μαθόντες] παρʼ αὐτῆς acholii v. 103. post ᾖ κεν ἅμαξαι. μεμαθηκότες V. 6. εὐεπιχείρητοι H. et Eustath. 18. ἠδ᾿ ὅσ᾿] ἀδʼ ὅσοι H. p. 1650, 23. ἐπιχείρητοι T. Conf. 19. μαθόντες παρὰ τῆς Κίρκης] μα- schol. 1, 89. θόντων παρὰ τῆς κόρης V. 9. εἰθίσμεθα] εἰθισμένα T. 29. Sic H., nisi quod ἀντιφά- )
456

116. δεῖπνον] γρ. δόρπον. H.

119. ἴφθιμοι] γενναῖοι. ἐπιφέρει γοῦν ὅτι “οὐκ ἄνδρεσσιν ἐοικό- τες, ἀλλὰ Γίγασιν.” Γίγαντας δὲ τοὺς μεγάλους καὶ εὐτραπέλους τὸ σῶμα. T.

121. ἀνδραχθέσι χερμαδίοισι] ἤτοι τοῖς δυναμένοις ἄνδρα κατα- βαρύνειν. ἢ ἅπερ αὐτοῖς μὲν ἦν χερμάδια, ἄλλων δὲ ἀχθοφορήματα· ἢ μέγα βάρος παρέχουσι τοῖς βαστάζουσι. B. μέγα βάρος παρέ- χουσι τοῖς βαστάζουσιν ἀνδράσι· ἢ εὐγενέσι, τοῖς δυναμένοις ἄνδρα καταβαρύνειν· ἢ μεγάλοις. Q.

124. ἰχθῦς δʼ ὣς πείροντες] ἀντὶ τοῦ νηχόμενοι καὶ περῶντες ὥσπερ ἰχθύες. ἢ διαπείροντες ὡς ἰχθύας. γράφεται καὶ, σπαίρον- τες. πείροντες δὲ καὶ ἀντὶ τοῦ διείροντες. V. ἤτοι περῶντες καὶ νηχόμενοι ὡς ἰχθῦς. ἢ πείροντες αὐτοῖς τοῖς ὀδοῦσιν. τὸ οὖν πεί- ροντες ἀντὶ τοῦ περῶντες τὸν λιμένα καὶ διανηχόμενοι ὡς ἰχθύες. εἰ δὲ γράφεται “ἰχθὺς ὣς εἴροντες ἀτερπέα δαῖτα φέροντες,” ὁ νοῦς αὐτοῦ οὕτως, ὡς ἰχθῦς αὐτοὺς συνείροντες καὶ ὁρμαθοὺς ποιοῦντες ἔφερον εἰς τοὺς οἴκους. ἢ ἴσως ξύλοις ἀπεξυσμένοις διέπειρον αὐτοὺς καὶ ὡς ἰχθύας ἐκ τῆς θαλάσσης ἀνείλκοντο. B.Q. ἔφερον εἰς οἶκον ἵνα φάγωσιν. δῆλον δὲ ἐκ τούτου ὅτι ἤδεσαν ἰχθύων τροφήν. οἰκεῖον δὲ ἡ εἰκὼν, ἐπεὶ ἐκ θαλάσσης ἐλάμβανον ἰχθύων τρόπον καὶ κατήσθιον. T.

ἀτερπέα δαῖτα πένοντο] Ἀρίσταρχος φέροντο. ἄλλοι δὲ δαῖτα πένοντο. Ἀριστοφάνης “ἰχθῦς δʼ ὗς εἴροντες.” κατέστη ἴδιον τὸ ἰχθῦς καὶ τὸ φέροντο Ζηνοδότῳ, ἐν δὲ ἄλλοις πείροντες. H. γρ. φέροντο. M.

φέροντο] προσεφέροντο. V.

130. οἵδ᾿ ἅμα] τοῦτο μὲν ἐμφαντικόν. ἔνιοι δὲ γράφουσιν, οἵδ᾿ ἄρα πάντες. Καλλίστρατος δὲ καὶ Ῥιανὸς διὰ τοῦ λ, οἵδ’ ἅλα πάντες. H.

[*](τους εὐθείας pro Ἀντιφάτης εὐθείας. etiam in M. In B. totum scholion versui 106. 12. et 14. περῶντες pro πειρῶντες adscriptum hoc modo ἀντιφατῆς correctum ex Eustath. (sic) ἀπὸ τῆς ἀντιφάτεος, τὸ δὲ ἀντι- 23. κατέστη ἴδιον τὸ ἰχθῦς καὶ τὸ φάταο ἀπὸ τῆς ἀντιφάτης. In Q. ad φέροντο] Haec non integra. v. 115. ἀντιφάταν (sic) ἀπὸ τῆς ἀντι- 24. Ζηνοδότηῳ] ζηνοδώρῳ H. Idem φάτης εὐθείας. vitium codicis E. in schol. δ, 11. σπαίροντες] Recte ἰχθῦς δʼ 477. ἀσπαίροντες apud Eustath. p. 1652, ἐν Cramerus. οὐ H. 14. Verba γρ. καὶ σπαίροντες sunt 28. οἵδʼ ἅλα] οἵδʼ ἄρα H. “οἵδ᾿ )
457

ἀνέρριψαν] ἀνεκινήθησαν εἰς τὸ κωπηλατεῖν. Q.

131. ἐπηρεφέας φύγε πέτρας] τὰς τοῦ στόματος πέτρας, οὐ τὰς βαλλομένας· ἤτοι ἄνωθεν ἐπηρεφεῖς, ἢ ἐπικεκλιμένας καὶ βαλλομέ- νας κατὰ τῆς νηός. B.H.Q.

135. Αἰαίην δʼ ἐς νῆσον] ὄνομα νήσου. ταύτην ἔνιοί φασι τὸ νῦν Κίρκαιον πρὸς τῇ Ἰταλίᾳ. Q. V.

136. αὐδήεσσα] ἤτοι περιβόητος· ἢ εἰς διάλεξιν καὶ προσαγόρευ- σιν ἀνθρώποις ἐρχομένην· ἢ καθὸ ἐπίγειός ἐστιν. B.Q.V. Ἀριστο- τέλης οὐδήεσσα. H. τὸ “Κίρκη ἐϋπλόκαμος, δεινὴ θεὸς, αὐδή- εσσα” (136) σημαίνει ἀνθρωπιστὶ φθεγγομένη, οὐχ ὡς θεός· διὰ σημείων γὰρ καὶ οἰωνῶν καὶ ἱερείων καὶ θυσιῶν καὶ διʼ ὀνείρων καὶ οὐκ αὐδῆς φθέγγονται οἱ θεοί. καὶ αἱ ἐφετμαί· “οἱ δʼ αἰεὶ βούλοντο θεοὶ μεμνῆσθαι ἐφετμέων” (Od. δ, 352.) τῶν θεοπροπιῶν λέγει. ἡ δὲ Κίρκη “καλὸν ἀοιδιάει” (226), ὡς ἄνθρωπος. T.

137. ὀλοόφρονος] τοῦ συνετοῦ καὶ ὁλόκληρα φρονοῦντος. Q.V. ἢ ὀλέθρια φρονοῦντος. καὶ γὰρ μάγος ἦν. Q. ἐπεὶ τοὺς μετὰ Ἰά- σονος ἀριστεῖς ἀποκτεῖναι ἠθέλησε· τῆς γὰρ περὶ τοὺς Ἀργοναύτας φήμης ἐπὶ τοῖς ἀνθρώποις οὔσης ἀδήλου ἐπὶ βραχὺ ἠσθημένος (sic) αὐτοῖς ὁμοίως ἔοικε τὴν Αἰαίαν ἀπὸ τοῦ Αἰήτου ὠνομάσθαι. T.

Αἰήταο] Αἰήτης Κόλχων βασιλεὺς, πατὴρ Μηδείας, Κίρκης ἀδελφός. Q.

138. ἄμφω] ἤτοι ὁ Αἰήτης καὶ ἡ Κίρκη ἐγεννήθησαν ἐκ τοῦ Ἡλίου. Q.

φαεσιμβρότου ἠελίοιο] τοῦ τὸ φῶς τοῖς ἀνθρώποις φαίνοντος. T.

139. ἐκ Πέρσης] Πέρση Ὠκεανοῦ μὲν ἦν θυγάτηρ, Ἡλίου δὲ γυνή. Ἡλίου δὲ καὶ Πέρσης Αἰήτης καὶ Κίρκη. Ἡσίοδος δὲ καὶ τὴν Ἑκάτην Περσηΐδα λέγει. Q.V.

140. κατηγαγόμεσθα] κατάγεσθαί φασι τὸ ἀπὸ θαλάττης εἰς [*](ἅλα conjecit etiam Toupius Cur. 15. συνετοῦ] συνετὰ V. συνετοῦ Nov. in Suid. v. ἀνέρριψαν, laudans legit Eustath. p. 1651. 50. nomi- η, 328. ν, 78.” PORSON. nativo utens συνετὸς καὶ φρονῶν ὁλό- 4. καὶ—νηός om. H. κληρα. 8. Ἀριστοτέλης] ἀρίσταρχος H. 20. βασιλεῦς Buttm. ἀδελφὸς Q. Correxi ex schol. ad ε, 334. 26. Ἡλίου δὲ γυνή om. Q. 12. καὶ αἱ] Fort. καὶ αὖται αῖ—. 27. Ἡσίοδος] Theog. 411. Conf. schol. ad ε, 334.)

458
λιμένα ἐλθεῖν, καὶ ἀνάγεσθαι τὸ ἀνάπαλιν. δοκοῦσι γὰρ κατὰ τῆς ἀκτῆς ἔρχεσθαι. B.Q.T.

141. ναύλοχον] ἤρεμον, παρὰ τὸ λάζεσθαι· ἢ κεκρυμμένον, παρὰ τὸν λόχον. Q. Ἄλλως. τὸν εἰς φυλακὴν τῶν νεῶν ἐπιτήδειον· ἢ ἐν ὡσπερεὶ κοιμῶνται αἱ νῆες· ἢ τὸν τὰς ναῦς κρύπτοντα ἢ ὑποδεχό- μενον. B.Q. ἐγὼ δὲ ναύλοχον λέγω ἐκ τοῦ λοχᾶσθαι καὶ κρύπτε- σθαι ἐν αὐτῷ τὰς νῆας. B.Q.

143. εἰς τὸ κείμεθα στικτέον. H.

144. ἀλλʼ ὅτε ἡ ἡμέρα ἐποίησεν ἑαυτῆς τέλος. H.

146. ἀνήϊον] ἀνήρχοντο τόπον ὑψηλὸν, ἀφʼ οὗ ἔστι περισκέψασθαι καὶ ἀποσκοπεῦσαι. Q.V.

150. διὰ δρυμὰ] διὰ δρυμῶν πυκνῶν καὶ τῆς ὕλης. ἀντιπτώσει γὰρ ἐνταῦθα κέχρηται. δρυμὸς ὁ κατάπυκνος τοῖς δένδροις τόπος, δρύομός τις ὤν. Q.

152. αἴθοπα] Ἀρίσταρχος τὸν ἐκ τοῦ αἴθεσθαι, ὅ ἐστι καίεσθαι, ἀναδιδόμενον. H.Q.

153. δοάσσατο] κυρίως δοάσασθαι τὸ δυοῖν ἑλέσθαι θάτερον. ἔστι δὲ ἡ λέξις κατὰ τοὺς παλαιοὺς οὐ μόνον ἀντὶ τοῦ ἔδοξεν, ἀλλὰ καὶ ἀντὶ τοῦ ᾑρέθη, προεκρίθη. πρῶτον μὲν ἐλθεῖν εἰς τὸν αἰγιαλὸν καὶ δοῦναι τοῖς φίλοις αὐτοῦ δεῖπνον, εἶτα στεῖλαι αὐτοὺς εἰς τὸ μαθεῖν τὰ ἐν τῇ χώρᾳ ἐκείνῃ. B.Q.

155. δεῖπνον ἑταίροισιν δόμεναι] ἴσως διὰ τὸ ὀλίγα εἶναι τὰ σιτία αὐτὸς ἐφύλασσεν. Q.T.

156. ᾖα] καὶ ὑπῆρχον. κανονίζεται δὲ οὕτως. ἔω τὸ ὑπάρχω, ὁ μέλλων ἔσω, ὁ παρακείμενος ἦκα, ὁ μέσος εἶα, καὶ διαλύσει καὶ τροπῇ τοῦ ε εἰς η ᾖα. B.

157. διὰ τὴν σπάνιν τῶν ἐπιτηδείων καὶ παρακινδυνεύειν ἀναγκά- ζονται. H.

159. κατήϊεν] ἐΐω τὸ πορεύομαι, καὶ ὁ παρατατικὸς ἤϊον, ἤϊες, ἤϊε, καὶ κατήϊεν. B.

160. δὴ γάρ μιν ἔχειν] τὸν ἔλαφόν φησιν ὑπὸ τοῦ ἡλίου ἐκκε- [*](3. λάζεσθαι] λέξασθαι H. Haec ex Eustathii annotatione p. 7. τὰς νῆας] τὴν νῆα H. 1652, 20. sumta videntur. 15. ὃ ἐστι καίεσθαι om. Q. et 22. ἴσως T. ὅπως Q. Eustathius p. 1652, 19., qui αἴθε- 31. τὸν] τὴν Q. τὴν vel τὸν ἔλαφον σθαί τινα ὕλην. est in scholiis ad v. 169. 170. 18. ἔστι δὲ ἡ λέξις—προεκρίθη])

459
καῦσθαι καὶ ὡς ἐν πυρὶ γεγονέναι, διὸ καὶ ἐπὶ τὸν ποταμὸν κατιέναι τοῦ πιεῖν ἕνεκα. Q.V.

Ζηνόδοτος, δὴν γάρ μιν. H.

161. κατʼ ἄκνηστιν] καταχρηστικῶς φησιν ὁ Ἀρίσταρχος ἐπὶ τῶν θηρίων εἶναι τὴν ἄκνηστιν. οὐ γὰρ αὐτὴν μόνην ἀδυνατοῦσι κνήσασθαι, ἀλλὰ καὶ τὴν ὀσφῦν καὶ τὸν τράχηλον. Ἄλλως. δεῖ γινώσκειν ὅτι αὐτὸς ἐπεξηγεῖται τί ἐστιν ἄκνηστις διὰ τοῦ εἰπεῖν μέσα νῶτα, ἤτοι ἡ ῥάχις, ἢ τὰ μέσα τῶν τετραπόδων, παρὰ τὸ μὴ δύνασθαι κνήσασθαι. H.Q. κατὰ τὴν ῥάχιν. καὶ γίνεται ἐκ τοῦ κνήθω κνήσσω κνῆστις καὶ ἄκνηστις, τὸ μὴ δυνάμενον κνηθῆναι. T.

163. μακὼν] μηκέω μηκῶ, ὁ μέλλων μηκέσω, ὁ ἀόριστος ἐμή- κησα, ὁ δεύτερος ἔμακον, ἡ μετοχὴ ὁ μακών. B.Q. ὠνοματοπε- ποίηκε τὴν λέξιν, οἷον, ποιὰν φωνὴν καὶ ἄσημον ἀποτελέσας. B.Q.V.

164. ἐμβαίνων] γρ. διὰ τοῦ μ ἐν πάσαις, ἐπιβὰς, πλησιάσας, ὡς τὸ “λὰξ ἐν στήθεσι βάς” (Il. ζ. 65.). H.

166. ῥῶπάς τε λύγους τε] ἱμαντώδη φυτὰ ἐπιμήκεις καὶ εὐ- κάμπτους ῥάβδους ἔχοντα. B.Q.V.

169. καταλοφάδια] ὑφʼ ἓν ἀναγνωστέον ὡς τὸ κατωμάδια καὶ τόνῳ καὶ σημαινομένῳ. B.Q. Ἄλλως. καταλοφάδια ἀντὶ τοῦ κα- ταλοφαδίως. οὕτως δὲ δεῖ νοεῖν ὅτι ἐβάσταζε τὴν ἔλαφον ὁ Ὀδυσ- σεὺς μεταξὺ τῆς κεφαλῆς καὶ τῶν ὤμων μέσον γὰρ τῶν ποδῶν τῶν ἄνω ἔσχε τὴν ἰδίαν κεφαλὴν ὁ Ὀδυσσεύς. κατεῖχε δὲ τοὺς δύο πό- δας συνδεδεμένους ταῖς δύο χερσὶ σκηριπτομέναις τῷ δόρατι. B. H.Q.

καταλοφάδεια] κατὰ λόφου καὶ αὐχένος, κατὰ τραχήλου. V.

[*](1. ἐκκεκαῦσθαι-κατιέναι] ἐκκεκαῦ- γουσαν, τὰ δὲ πλείω τῶν παλαιῶν ἀντι- σθαι (ἐκκεκαῦθαι Buttm.) ἐν πυρὶ γε- γράφων διὰ διφθόγγου ἔχει αὐτήν. γονέναι, διὸ ἐπὶ τὸν ποταμὸν κατήρχετο Q. κατωμάδια] Haec forma non oc- 7. τί ἐστιν H. ἥ ἐστιν Q. currit, sed κατωμαδόν, et Il. ψ, 431. 14. μ ἐν πάσαις Buttm. pro μ ὅσσα δὲ δίσκου οὖρα κατωμαδίοιο φέρον- ἐμπάσας. Annotatum hoc est prop- ται. 'BUTTM. ter eos, quibus Graecus sermo re- 19. καταλοφαδίως] καταλοφαδείως quirere videretur ἐσβαίνων. Hujus H. acholii fragmentum est in V. ἐπι- 20. οὕτως] οὐδὲ B. 21. καὶ τῶν ὤμων] καὶ τῶν δύο πο- βαίνων ὡς λάξ. 18. καταλοφάδια] καταλοφάδεια δῶν B. et super ει e schol. marg. codicis τῶν ἄνω Buttm. pro τὴν ἄνω. H. affert Pors. Eustath. p. 1653, 23. σκηριπτομέναις] σκριπτομέναις 13. τὸ δὲ καταλοφάδια κοινότερον μὲν H. σκηριπτομένους B.Q. διὰ τοῦ ἰῶτα ὀφείλει ἔχειν τὴν παραλή- )
460

οὔπως ἦεν] Ἀριστοφάνης δὲ, οὔπως εἶχον. H.

οὔπω εἶχεν] οὐκ ἐνεδέχετο ἔχειν. V.

171. χειρὶ φέρειν ἑτέρῃ] οὐκ ἠδυνάμην γὰρ τῇ ἀριστερᾷ χειρὶ κατὰ τοῦ ἑνὸς ὤμου φέρειν τὸν ἔλαφον. Q.T.

174. οὐ γάρ πως] τινές φασιν ὅτι ἀπὸ τοῦ γάρ ἤρξατο. ἐγὼ δὲ οἴομαι ὅτι ἡ σύνταξις οὕτως ἔχει. ὁ ἀλλά ἀντὶ τοῦ δή· ὦ φίλοι ἄγετε δὴ, ὄφρ᾿ ἐν νηὶ βρῶσίς τε πόσις, μνησόμεθα βρώμης. οὐ γάρ πω καταδυσόμεθα, ἤτοι κατελευσόμεθα καὶ κατέλθωμεν, ἀχνύμενοί περ εἰς Αίδαο δόμους πρὶν μόρσιμον ἦμαρ ἐπελθεῖν. H.Q.

175. εἰς Ἀιΐδαο δόμους] οὐκ ἔστιν ἀποθανεῖν παρὰ τὴν εἱμαρμένην. δεῖ οὖν ἐσθίειν. Q.T.

178. ὦκα] δοκεῖ ἐναντίον εἶναι τοῖς ἠθυμηκόσι τὸ ὦκα· διὸ ἔν τισι τὸ οὕτω φέρεται. H.T.

179. ἐκ δὲ καλυψάμενοι] ἀπογυμνώσαντες τὰς ὄψεις ἤτοι ἀπο- σκεπασθέντες τὰ ἴδια σώματα ἐκ τοῦ ὕπνου ἐγερθέντες. Q.

180. θηήσαντʼ ἔλαφον] ἔθος γὰρ τοῖς πολλοῖς θαυμάζειν τὰ ἀπὸ ἄγρας εἰλημμένα. Q.

182. ἐρικυδέα] τιμίαν· πᾶσα γὰρ δαὶς τιμία. ἢ ὅτι ἀναγκαία ἐστί. H. τὴν ποιοῦσαν γαυριᾶν. ἢ μεγάλως ἔνδοξον. V.

185. ἦμος δʼ ἠέλιος κατέδυ] οὐδὲ μετὰ τὴν τροφὴν λέγει πρὸς αὐτοὺς περὶ τῆς κατασκοπῆς, ἀλλʼ ἐᾷ τὴν πρώτην. H.Q.

186. τὸ ῥηγμῖνι διὰ τοῦ ν, ὡς Σαλαμὶν Σαλαμῖνος. H.

188. Ῥιανὸς, δὴ τότʼ ἐγὼ ἀγορὴν θέμενος μετὰ μῦθον ἔειπον. H.

189. κέκλυτε-ἑταῖροι] Καλλίστρατός φησιν ὡς ὑπό τινος ὁ στίχος προτέτακται ἀγνοοῦντος τὸ Ὁμηρικὸν ἔθος, ὡς θέλει ἄρχεσθαι ἀπὸ τοῦ γάρ. H.

ὦ φίλοι, οὐ γάρ τʼ ἴδμεν ὅπῃ ζόφος] ταῦτα δὲ λέγει οὐκ ἀπορῶν, [*](1. εἶχον Nauckius Aristoph. p. μετὰ πᾶσιν] ἔνιοι μῦθον. 45. pro εἶχεν. Scripturam vithosam 25. ἄρχεσθαι ἀπὸ τοῦ γάρ] De hoc sequitur proximi acholii auctor. usu poetarum dixit schol. Eurip. 4. τὸν T. τὴν Q. Phaen. 886. ab Cobeto editus, al- 6. ὁ—ἀντὶ τοῦ δή H. ἠ—ἀντὶ τοῦ lato versu Homeri hoc 190. et in- η Q. Conf. Eustat. p. 1653 extr. feriore 226. Ex quo manifestum 13. οὕτω Buttm. pro οὕτως. Cor- est hunc quoque scholiastam, quem rupte in T. διὸ ἕν τισιν οὐδὲ φαίνεται. ipsum Aristophanem Byzantium 19. ἔνδοξον Barnes. pro ἔνδοξα. esse suspicatur Cobetus, non le- 21. ἐᾄ τὴν H. ἑαυτὴν Q. ἑωθινὴν gisse versum 189. 27. οὐ γάρ τʼ ἴδμεν ὅπη ζόφος] Vid. Buttm. 23. μῦθον] V. in ed. Sehrevelii, ad β, 1. BUTTM. )

461
ἀλλὰ δεινοπαθῶν τοῖς παροῦσιν. B.Q. ἀγνοοῦμεν, φησὶν, ἐν ποίῳ κλί- ματι ἐσμεν, καὶ οὐ δυνάμεθα συγκρῖναι ὡς πρὸς ἑτέραν χώραν εἰ ἀνα- τολικοί ἐσμεν ἢ δυτικοί. ἐλθόντες οὖν μάθωμεν παρὰ τῶν οἰκητόρων, καὶ οὕτως τὸν ἐπὶ τὴν πατρίδα πλοῦν ποιησώμεθα. ἐκ τούτων δὲ ἐκτετο- πισμένη φαίνεται ἡ πλάνη τοῦ Ὀδυσσέως. B.Q.T. Ἄλλως. ἄλογόν ἐστι τὸ τοὺς ἑταίρους ἀθυμίᾳ περιβάλλειν. λύεται δὲ ἐκ τοῦ καιροῦ. πρός γὰρ τὸ δεῖν σκέψασθαι τοὺς οἰκήτορας τῶν τόπων ἥρμοττε τὴν ἀπορίαν τῶν χωρίων εἰπεῖν. Q. T. Ἄλλως. ταῦτα λέγει οὐκ ἀπορῶν, ἀλλὰ δεινοπαθῶν τοῖς παροῦσιν· οὐ γὰρ ἴσμεν ὅπου ἡ δύσις ἢ ὅπου ἡ ἀνατολή. H.Q.

192. ἀννεῖται] ἀνατέλλει, ἀνέρχεται, ἀναφέρεται. H.

193. ἐγὼ δʼ οὐκ οἴομαι] τοῦτο εἶναι διὰ μέσου φησὶν Ἀρίσταρ- χος ὡς ἂν ἀπαλγήσαντος τοῦ Ὀδυσσέως ἰδία ἀναπεφωνῆσθαι. H.Q.

195. νῆσον τὴν πέρι πόντος] ἀντὶ τοῦ ὡς ὄρος ἐπίκειται ἡ θά- λασσα τῇ νήσῳ, οἷον δοκεῖ ἐπάνω αὐτῆς εἶναι. χθαμαλὴ γὰρ ἡ νῆ- σος προείρηται. ἀπὸ τῆς στεφάνης οὖν τοῦ ὄρους ἐστεφάνωται, εἶ- πεν. H.Q.

200. ἀνδροφάγοιο] γρ. ἀνδροφόνοιο. M.N.

208. ἓξ γὰρ ἀφʼ ἑκάστης νεὼς ἀπολομένων περιελείποντο μδ΄, ὧν οἱ ἡμίσεις εἰσὶ κβ΄. ἄλλως τε καὶ συγκέχοηται τῷδε τῷ ἀριθμῶ. H.

210. ἐν βήσσῃσι] ἐν τοῖς βασίμοις τόποις. Q. ἢ ἐν ταῖς προ- βάσεσι καὶ ὀρειναῖς κοιλάσιν. Q.V.

212. ἀμφὶ δέ μιν] ἀπὸ τοῦ πληθυντικοῦ τοῦ δώματα πρὸς ἑνικὸν τὸ δῶμα ὑπήντησεν, ὡς τὸ “ἐξ ἑτέρων ἕτερ᾿ ἐστίν” (Od. ρ, 266.)· εἶτα ἐπιφέρει “οὐκ ἄν τίς μιν ἀνήρ.” ἢ περὶ αὐτὴν τὴν Κίρκην. Q.

[*](8. Ἄλλως om. H. νηΐ, στοχαζόμενοι οὕτως. ἓξ ἀφʼ ἐκά- 12. Ἀρίσταρχος Buttm. pro Ἀρ- στης νηὸς ἀπώλοντο παρὰ τοῖς Κίκοσιν χίλοχος. Frequens horum nominum (ι, 60). ἔπαθε δὴ τοῦτο καὶ ἡ Ὀδυσσέως permutatio, de qua dixit Ruhnken. ναῦς. λοιποὶ τοίντν ἐν ἑκάστῃ νηΐ ἀνὰ Praefat. ad Hesych. vol. 2. p. vii. μδ΄, ὧν ἄρτι μερισθέντων εἰς δύο οἱ μὲν 15. δοκεῖ] δοκεῖν Q. ἡμίσεις κβʼ ἀκολουθοῦσιν Εὐρυλόχη, οἱ δὲ ἡ om. Q. ἄπλοι μένουσι παρὰ τῷ Ὀδυσσεῖ. 19. ἀπολομένων] ἀπολομένων H. 20. συγκέχρηται] Conf. ad δ, 339. Conf. schol. ι, 60. Computatio au- 23. ἀμφὶ δέ μιν] Hoc scholion tem scholiastae quo undamento ni- referebatur ad v. 210. praeixo lem- tatur ex Eustathii verbis perspici- mate δώματα Κίρκης. tur p. 1655, 24. σημείωσαι ὅτι ἐν τῷ 24. ἕτερ᾿ ἐστίν.” εἶτα—ἀνήρ.” ἢ] “δύω καὶ εἴκοσʼ ἐταῖροι” πεντήκοντα ἕτερος. εἶτα”—ἀνῄρη Q. Correxit εἶναί φασιν οἱ παλαιοὶ τοὺς ἐξ ἀρχῆς τῷ Buttm., cujus haec est annotatio Ὀδυσσεῖ συμπλέοντας ἐν τῇ κατʼ αὐτὸν “Mendosissime scriptum acholium )
462

213. τοὺς αὐτὴ κατέθελξεν] ἐξ ἀνθρώπων εἰς φύσιν λεόντων καὶ λύκων μετέβαλεν. Q. οὐκ ἐξ ἀγρίων τιθασεύουσα, ἀλλʼ ἐξ ἀνθρώ- πων θῆρας ποιήσασα. λέγει οὖν ὁ Εὐρύλοχος ἑξῆς (443.) “ἢ σῖς ἠὲ λύκους ποιήσεται ἠὲ λέοντας.” H.T.

τὸ ἔθελξεν οὐ τὸ μεταμορφῶσαι σημαίνει, ἀλλὰ τὸ νωθέστερον ποιῆσαι πρὸς τὰς ἐνεργείας, ὡς ἐν Ἰλιάδι “αὐτὰρ Ἀχαιῶν θέλγε νόον” (μ, 255.), οἷον νωθέστερον ἐποίει. H.Q.T.

215. οὐρῇσιν μακρῇσι] τῇ κινήσει τῆς οὐρᾶς ἀσπαζόμενοι. T.

217. μειλίγματα θυμοῦ] τὰ μειλίσσοντα καὶ καταπραΰνοντα αὐ- τῶν τὸν θυμόν. B.Q.T. φησὶ δὲ τὰς ἀπομαγδαλιὰς, ἃς προσδεχό- μένοι οἱ κύνες ἐγρηγόρασιν. ἢ κρέα τινὰ καὶ πρὸς ἡδονὴν δωρήματα. Q.V. φησὶ δὲ τὰς ἀπομαγδαλιὰς τῶν δακτύλων αὐτοῦ, ἤτοι τὰ ἐκ τοῦ πίους ῥυπάσματα. B.

220. ἔσταν δʼ εἰνὶ θύρῃσι] Ἀρίσταρχος γράφει, ἔσταν δʼ ἐν προθύροισι. H.

221. ἀειδούσης ὀπὶ καλῇ] οὐδὲν ἄτοπον τὴν εἰς τόπον οὖσαν τοιοῦ- τον ὑποκλέπτειν τῇ ᾠδῇ τὸν πόνον. αἱ εὐγενίδες δὲ εἰσάγονται παρʼ Ὁμήρῳ ἱστουργοῦσαι. Q.

222. ἱστὸν ἐποιχομένης] πορευομένης εἰς τὸ ἱστουργεῖν. Q.

225. ὅς μοι κήδιστος] συγγενικώτατος, φροντίδος ἄξιος, φίλτατος ἐξ ἐπιγαμίας. Q.

[*](sic dispice et corrige. Spectat il. οὐ τὸ, H.T. οὐ πρὸς τὸ Q. lud potius ad 212. ubi μίν singula- 9. αὐτῶν τ. θ.] τ. θ. αὐτῶν T. riter acceptum refertur a gramma- 10. ἀπομαγδαλιὰς] Simplici μαγδα- tico ad δῶμα, quod sit in praeced. λιὰ utitur Eustath. p.[1655, 44- δώματα. Cujus rei aliud exemplum 13. πίους Buttm. pro πίου. profert ex Od. p: ubi postquam v. 20. συγγενικώτατος] συγγενικωτά- 266. dictum sit ἐξ ἑτέρων ἕτερ᾿ ἐστίν της Q. Correxi ex H. in quo scho- relatum ad δώματα κάλʼ Ὀδυσσέως, lion sic scriptum esse dicitur συγ- inferatur mox (268.) οὐκ ἄν τίς μιν γενικώτατος σοφώτατος χωρὶς τοῦ τε. ἀνὴρ ὑπεροπλίσσαιτο. Tum aliam et- τιμιώτατος, κηδεμονικώτατος. in qui- iam tangit rationem, qua μίν illud bus duorum adjectivorum, κήδιστος in nostro loco referatur ad Circen. et κεδνότατος explicationes mixtae Nam vox non vox, ἀνήρη, diri- sunt, quas discrevit Eustath. p. menda est ita:—μιν ἀνήρ. ἢ περὶ αὐ- 1655. extr. ἔστι δὲ κήδιστος μὲν ὁ τὴν τὴν Κίρκην.” φίλτατος, οὗ μάλιστα κήδεταί τις· κεδνό- 2. τιθασεύουσα] τηθασσεύουσα T. τατος δὲ κατὰ τοὺς παλαιοὺς ὁ φροντι- τιθάσσουσα H. στικώτατος, ὅ ἐστι σοφώτατος, ἢ συνε- 3. ποιήσασα T. ποιοῦσα H. τώτατος. 5. ἄλλως praefixum in T.)
463

232. ὀϊσάμενος δόλον εἶναι] ὑπέλαβε δόλον εἶναι ἀπὸ τοῦ φιλο- φρόνως αὐτοὺς καλεῖν μόνην οὖσαν, καὶ ἀπὸ τῆς τῶν θηρίων ἡμερότη- τος. B.H.Q.V.

Εὐρύλοχος] ἀπὸ τῆς ἡμερότητος τῶν θηρίων ὁ Εὐρύλοχος ὑπέ- μεινεν “ὀϊσάμενος δόλον εἶναι.” T.

235. Πραμνείῳ] τῷ ἀπὸ τῆς Πράμνου νήσου. H. ἢ πραύνοντι τὸ μένος· ἢ παραμεμενηκότι ἤτοι παλαιῷ· ἢ πραμνείῳ, τῷ ἀπὸ τῆς Πράμνου. B. ἔνιοι μὲν τῷ ἐκ πραμνείας ἀμπέλου γινομένῳ οἴνῳ. λέγεται δὲ πραμνεία ἄμπελος ὡς καὶ Θασία καὶ μελίκηρις. ἔνιοι δὲ πραμνείῳ τῷ πραΰνοντι τὸ μένος, οἷον τὴν ψυχὴν εἰς πραότητα ἄγοντι. ἔνιοι δὲ παραμόνιμον εἰς παλαίωσιν καὶ μὴ μεταβαλλόμε- νον. H.Q.V.

238. ῥάβδῳ πεπληγυῖα] πρὸς τὴν γοητείαν καὶ ἡ πληγὴ τῆς ῥτάβδου ἐνήργει. καὶ ὅλως αἱ ῥάβδοι τῶν θεῶν ἐνεργοὶ παρʼ Ὁμήρῳ. πλήξας γοῦν τῷ σκηπανίῳ τοὺς Αἴαντας ὁ Ποσειδῶν ἐνῆκε μένος (Il. ν, 59.). καὶ Ἀθηνᾶ τὸν Ὀδυσσέα ῥάβδῳ πεπληγυῖα πάλιν ποίησε γέροντα (Od. ν, 429.). καὶ ὁ Ἑρμῆς ὥσπερ τιμίῳ ὅπλῳ χρῆται αὐτῇ, τῇ τʼ ἀνδρῶν ὄμματα θέλγει ὧν ἐθέλει, τοὺς δʼ αὖτε καὶ ὑπνώοντας ἐγείρει (Il. ω, 343.). H.Q. T. Ἄλλως. ῥάβδῳ δηλονότι ὁμοῦ πάν- τας ἔπληξεν. ἐπεὶ ἰδόντες τοὺς πρὸ αὐτῶν ἀποτεθηριωμένους ἀπέ- σχοντο ἂν τοῦ πότου. T.

συφεοῖσιν] ταῖς τῶν χοίρων μάνδραις συνέκλειεν. H.

239. οἱ δὲ συῶν μὲν ἔχον — αὐτὰρ νοῦς ἦν ἔμπεδος] καὶ πῶς; εἰ γὰρ σώζουσι τὴν ἀνθρωπίνην γνώμην καὶ πιόντες, πῶς Ὀδυσσεὺς θαυμάζει; οὐδὲν γὰρ πεπόνθασιν ἀλλότριον. ῥητέον οὖν ὅτι ὁ μὲν Ὀδυσσεὺς οὐκ ἐθέλχθη οὐδʼ ἤλλαξε τὸ τῆς γνώμης δῖον, οἱ δὲ ἑταῖ. ροι ἐν τοιαύτῃ τινὶ ἕξει ἐγένοντο ὥστε ἔχειν μὲν τὴν ἀνθρωπίνην ψυχήν . . . . μέντοι καὶ τὸν νοῦν ἐγρηγορότα. ἴσως τὸν μὲν νοῦν ἀπὸ μέρους [*](1. ὑπέλαβε δόλον εἶναι om. B.Q.V. 11. μεταβαλλόμενον] μεταβάλλον- 9. Θασία V. et Eustath. p. 1656 τες V. extr. θασεία H. θεσεία Q. 15. σκηπανίῳ] σκιπανίῳ T. σκήπωνι καὶ μελίκηρις om. V. ἔνιοι δὲ παραμόνιμον—] οἱ δὲ ὅτι τῶν 20. ἔπληξεν Prellerus. ἐποίησεν T. οἴνων ἔνιοι μὲν καυστικοὶ, ἔνιοι δὲ ἡδεῖς, 27. ψυχὴν * μέντοι —] Laborant τινὲς δὲ πραμνείσιοι καὶ παραμόνιμοι V. haec tot corruptionibus, ut omnia Verba τῶν γὰρ οἴνων φησὶν (corr. φα- emendare desperaverim. Sed quo σὶν) οἱ μὲν καυστικοὶ, οἱ δὲ δεῖς exstant pertineat haec adnotatio in uni- apud Eustath. p. 1656 extr. versum quidem divinare licet ex )

464
ὅλον λέγει, . . . . οἴεται καὶ τὸν νοῦν τρέπεσθαι. ὁ δὲ Ὀδυσσεὺς “αὐ- τὰρ νοῦς ἔμπεδος ὡς τὸ πάρος περ·” ἀκούσας παρὰ τῶν ἑταίρων φησὶ, μαθὼν ὅτι ἡ ῥάβδος ἡ μεταμορφοῦσα. ἐπὶ γοῦν τοῦ Ὀδυσ- σέως οὐ λέγει ῥάβδῳ πεπληγυῖα, ἀλλʼ ἕτερόν ἐστι τὸ λεγόμενον. οὐ γὰρ ὅτι οὐκ ἔθελξεν αὐτὸν τοῦ φαρμάκου διὰ τὸ φάσκειν τῇ ῥάβδῳ πλήσσειν ὡς μεταμορφοῦν ἱκανῇ καὶ ἀλλοιοῦν, καὶ ἐπὶ τῶν ἑταί- ρων εἰληφέναι μὲν τὸν κυκεῶνα καὶ πεπωκέναι, τὴν δὲ οἰομένην τεθέλ- χθαι αὐτὸν ἐπιφέρει τὴν ῥάβδον ὅτι οὐ τὸ σῶμα ἦν τὸ μεταβάλλον, ἀλλʼ ἡ ψυχή. ἐπεὶ διὰ τοῦτο οὐ θαυμάζει, ὅτι τῇ ῥάβδῳ πληγεὶς οὐ μετεμορφώθη, ἀλλά φησιν ὡς οὐ πιών. T.

τρέχας τε καὶ πόδας] γράφεται, τρίχας τε καὶ δέμας. Q. γρ. δέμας. M.

τρίχας τε καὶ δέμας] Ζηνόδοτος, καὶ πόδας, γράφει. καὶ ἐν ἄλλῳ, φωνήν τε τρίχας τε καὶ δέμας. H.

240. αὐτὰρ νοῦς ἦν ἔμπεδος] πρὸς τὴν ἑξῆς ἀθέτησιν ὅτι τὸ σῶμα μόνον ἠλλοιοῦτο ἡ δὲ ψυχὴ ἔμενεν ἀμετάβλητος. πῶς οὖν ἂν λέγοι “σοὶ δέ τις ἐν στήθεσσιν ἀκήλητος νόος ἐστίν (329.), ὡς καὶ τοῦ νοῦ ἠλλοιωμένου; ἡ δὲ λύσις ἐκ τῆς λέξεως. H.Q.T. οὐχ ὁ σύμ- πας, ἀλλʼ ὁ κατὰ τὸ φιλάνθρωπον μόνον. διὸ καὶ σαίνουσιν ὥσπερ δελ- φῖνες. “φιλάνορα δʼ οὐκ ἔλιπον βιοτάν,” κατὰ τὸν Πίνδαρον. H.Q.V. ἔμπεδος δὲ ἑδραῖος, βέβαιος, μὴ συνακολουθησας τοῖς λοιποῖς. B.Q.

242. πάρ ῥʼ ἄκυλον] Ἀρίσταρχος οὐκ οἶδε τὸν στίχον. ὁ δὲ Καλ- λίστρατος ἀντʼ αὐτοῦ γράφει ʼπαντοίης ὕλης ἐτίθει μελιηδέα καρ- πόν.” ἄκυλον δέ φησι τὸν τῆς πρίνου καρπὸν, βάλανον δὲ τὸν τῆς δρυός. καρπόν τε κρανείης, τὸν τῆς κρανέας καρπὸν, ὃς πίτταξις [*](subsequentibus, qua: velim confe- μὴν Q. Correxit Rud. Schmidt. ras cum editis ad v. 238. 318. 328. ap. Nauck. Aristoph. p. 321. Idem PRELLER. vere observat errorem inesse an- 15. ἀθέτησιν] Cf. schol. ad 329. notationi scholiastae. Nam si ver- 16. λέγοι correxi pro λέγῃ. sum 242. non novit Aristarchus, ne 17. σοὶ—ἐστὶν] σοὶ δή τις νόος ἀκή- praecedentem quidem servare po- λητός ἐστιν T. σοὶ δὲ τίς ἐνὶ στήθεσσι tuit, qui cum eo cohaeret, nisi quis, νόος ἐστίν H.Q. quod Nitzschius fecit vol. 3. p.124., Aristarchum illic δῶκε δὲ Κίρκη scri- ὡς om. Q. 18. ἡ δὲ—λέξεως om. T. psisse conjiciat pro τοῖσδε δὲ Κίρκη. 19. κατὰ om. Q. καὶ κατὰ est Videri igitur versum qui non cog- in V. Apud Eustath p. 1657, 12. nitus fuerit Aristarcho alium fu- ἀλʼ ὁ κατὰ μόνον τὸ φιλάνθοωπον: un- isse, nunc peditum, qui versui 242. de ἀλλʼ ὁ scripsi pro ἀλλά. praepositus fuerit. 20. Πίνδαρον] Fragm. 260. 25. πίτταξις Eustathius p. 1657, 23. παντοίης] παντός με H. παντὸς 19. πίταξις Q. πίταξυς H. τίττα- )

465
καλεῖται, οἱ δὲ βάρβιλος, οἱ δὲ μάραος. H.Q.V. τὸν τῆς πρίνου καρπόν. τί οὖν, φασὶ, τίνος αὐτῆς χρεία ἀποθηριοῦν; εἰ μὲν γὰρ οἰκέτην ἔχρηζεν, ἔδει φυλάττειν αὐτοὺς, εἰ δὲ ἀνελεῖν, ἦν ἀποκτεῖναι. ἴσως τὰ μυθικὰ ἀσυκοφάντητα, καὶ ὅτι ἐτέρπετο, ὡς καὶ ἄλλοι θεῶν παῖδες. T.

243. χαμαιευνάδες] ἐπὶ βόθρου ὀρύσσουσαι καὶ κοιμώμεναι. V.

245. ἐρέων] λέξων· οὐ γὰρ δὴ λέγων. H.

ἀδευκέα] πικρὸν, ἀνιστόρητον, ἀπροσδόκητον. Q.

246. ἐκφάσθαι] διὰ τῆς ἀφωνίας τοῦ ἀγγέλου καὶ τῶν δακρύων μεῖζον φαίνεται τὸ πάθος. T.

248. ὠΐετο θυμός] προεφήτευε καὶ προενοεῖτο. Q. ὑπενόει, προε- δόκει ὄλεθρον καὶ ἀφανισμόν. T.

249. ἀγαζόμεθʼ] γρ. ἀγασσάμεθ᾿. N. ἐν ἄλλῳ, ἀγαζόμεθα. H. ἀγασσάμεθα] ἐμεμψάμεθα. V. ἀγαζόμεθα] ὀργιζόμεθα. V. ἄγαν προσεκείμεθα καὶ ἐλιπαροῦμεν καὶ ἐξεπληττόμεθα. T.

257. οἴεται τοὺς ἑταίρους διʼ ἡδυπαθείας μένειν ἐκπληττομένους κάλλει γυναικός. H.

259. οἱ δʼ ἅμʼ ἀϊστώθησαν] ἠφανίσθησαν, ἀφανεῖς ἐγένοντο. Q. ἠφανίσθησαν ὁμοῦ. P.

268. σῶν] Ἀρίσταρχος ἀντὶ τοῦ σῶον. H.

[*](ξυς V. Ex Eustathio compilata ἑορτάζω τὴν ἔνδον αὔξησιν. ἑορτὴ γὰρ δι᾿ sunt, verbis leviter mutatis, quam ἧς ἑὰ, ὅ ἐστιν ἀγαθὰ, ὄρνυται, ὅθεν ἐν in B. ad hunc versum leguntur, τῷ ἑώρταζον ἡ αὔξησις. τοῦ δὲ ἤϊον ἡ ἄκυλον τὸν τῆς πρίνου καρπὸν τὸν καὶ χρῆσις καὶ μετʼ ὀλίγα ἐν τῷ παρὰ ἄγριον βάλανον, τὸν τὴς δρυός. συκαμί- νηὸς ἀνήϊον ἠδὲ θαλάσσης” (274.), καὶ νοῦς ὁ συκάμινος, μιμαίκυλα τὸ κόμαρον. πρὸ τούτων “παρὰ νηὸς ἀνήϊον ἐς περιω- βάλανοι δὲ οὐ δρυῶν μόνον, ἀλλὰ καὶ πήν” (146.). φοινίκων καθʼ ὁμοιότητα. εὕτω δὲ καὶ τὸ 1. βάρβιλος] In Geopon. 10, 13. τοῦ αἰδοίου παρά τισιν ἄκρον. καὶ βάλα- p. 671. est, βάρβιλος δὲ κυρίως καλεῖ- νοι δὲ Διὸς τὰ κάστανα. κράνελα δὲ προ- ται τὸ ἀπὸ ὀστέου Περσικοῦ φυόμενον παροξυτόνως τὸ φυτόν· ὁ δὲ καρπὸς σεσίγη- δένδρον, ubi libri nonnulli βράβηλον. ται παρὰ τῷ ποιητῇ, καλεῖται δὲ πίτ- Dixi de his formis et βραβύλοις, quae τάξις· οἱ δὲ βάρβυλόν φασιν, οἱ δὲ μά- sunt pruna Damascena, in Thesauro ραον. Indidem (p. 1657, 32.) sum- vol. 2. p. 386. ta quae mox eodem in codice ad- μάραος] Mirum nomen neque ali- scripta sunt ad ἤομεν v. 251. τοῦ δὲ unde cognitum, in quo consentit ἠΐσμεν ἐνεστὼς ἐΐω, οὗ παρατατικὸς ἤϊον, Eustathius. τὸ πληθυντικὸν ἠΐομεν καὶ κατὰ συναί- 11. προεδόκει] Corrige προσεδόκα. ρεσιν ἤομεν. ἄλλως γάρ φασιν οὐδέποτε 13. ἀγαζόμεθα] Voluit ἀγασσάμεθ᾿. ἐν παρηχημένῳ κατάρχον μὲν τὸ ἦια Nam ἀγαζόμεθʼ in textu habet H. μόνον, ἐπάγεται δὲ τὸ ο. διὸ καὶ ἐν τῷ )
466

269. ἀλύξαιμεν] ἐκφύγοιμεν· ἔτι γὰρ καιρός ἐστι τοῦ ἐκφυγεῖν ἡμᾶς. H.

271. τῷδʼ ἐνὶ χώρῳ] ὡς τὸ, κλυτὸς Ἱπποδάμεια, μετεσχηματισμέ- νον. B.

275. ἱερὰς ἀνὰ βήσσας] τὰς ἀστιβήτους, τοὺς συνδένδρους τό- πους. H.

277. Ἑρμείας χρυσόρραπις] οὐχ ὡς Αὐτολύκου πατὴρ, Ὅμηρος γὰρ τοῦτο οὐ δηλοῖ, ἀλλʼ ὅτι ὁ λόγος θεὸς, καὶ τὸν σπουδαῖον εἰς λό- γον τιμᾷ. λέγει γοῦν καὶ ἡ Ἀθηνᾶ “τῷ σε καὶ οὐ δύναμαι προλιπεῖν, οὕνεκ᾿ ἐπητής ἐσσι καὶ ἀγχίνοος (Od. ν, 331.). καὶ ὅτι τῇ Κίρκῃ προεῖπεν ἥξειν αὐτόν. H.Q.

279. ὑπηνήτῃ] ὑπήνη λέγεται ὁ μύσταξ. πρῶτον ὑπηνήτῃ, ἄρτι γενειῶντι, πρώτης ἥβης καὶ ἡλικίας ὄντι, ἀρτιγενείῳ γενειήτῃ. ὑπήνη δέ ἐστι τὸ ἐπάνω χεῖλος, ἐφʼ οὗ πρῶτον γεννᾶται ὁ χνοῦς, ὅ ἐστιν ἡ πρώτη τοῦ γενείου ἔκφυσις. H.Q.V. ὑπηνήτης ὁ τὸ χεῖλος πρῶ- τον χνοάζων γενείῳ. Q.

281. αὕτως] ἔνιοι, αὖτʼ ὦ. v.

[διʼ ἄκριας: ἄκρας ἔχοντας τόπους, τουτέστι τραχεῖς καὶ ὑλώ-

282. τὸ οἵδε ἀναφορικόν. H.

283. πυκινοὺς κευθμῶνας ἔχοντας] κευθμῶνας νῦν φησι τοὺς τό- πους καὶ τὰς καταδύσεις ὅπου κεύθονται καὶ συγκεκλεισμένοι εἰσίν. H.Q.V.

286. ἀλλὰ φέρε δή σε τῶν κακῶν ἀπολυτρώσομαι. H.

290. κυκεῶ] κυκεῶνα κατὰ ἀποκοπήν. κυκεὼν δὲ λέγεται τὸ ἐξ οἴνου καὶ μέλιτος καὶ ἀλφίτων καὶ ὕδατος καὶ τυροῦ ἀναμεμιγμένον πόμα. V.

291. θέλξαι] κακῶσαι, τὸν νοῦν ἀλλοιῶσαι. V.

293. περιμήκει ῥάβδῳ] φαίνεται ἡ ῥάβδος ἀλλοιοῦσα τὰ σώματα, ὁ κυκεὼν δὲ τὴν ψυχήν. Q.

[*](3. μετεσχηματισμένον] μετασχημα- ὑπήνη—ἔκφυσις om. V. τισμόν B. Num χώρῳ pro χώρᾳ dictum 17. Haec notatio accessit in ed. esse vult grammaticus BUTTM. Schrevelii. 5. τὰς ἀστιβ.] Hoc est etiam in V. 20. τοὺς τόπους καὶ om. Q. φησι 7. Αὐτολόκου Buttm. ἀστυλόχου H. et καὶ τὰς καταδύσεις om. V. ἀστυλόγου Q. Vid. schol. τ, 432. 21. κεύθονται Q. κεύθοντες H. 9. τῷ σε] τῷδε H. κρύπτονται V. 13. ἀρτιγενείῳ H. ἀρτιγενείως Q. εἰσίν om. Q.)
467

296. ἡ δέ σʼ ὑποδδείσασα] φοβηθεῖσα ὡς τρωθησομένη, οὐχ ὡς ἀποθανουμένη. B.Q.

κεκλήσεται] ἀντὶ τοῦ καλέσεται. εὐνηθῆναι] οὐ διʼ ἀκολασίαν, ἀλλʼ ἐξ ὧν προεῖπεν ὁ Ἑρμῆς (331.) λογισαμένη ὡς θεοφιλής. Q.

298. λύσῃ θʼ ἑτάρους] ἀπολύσῃ καὶ ἐλευθερώσῃ ἀπὸ τῆς φαρμα- κείας, ἢ τοὺς σοὺς φίλους χοίρους ἐποίησεν. Q.

299. μακάρων μέγαν ὅρκον ὀμόσσαι] ἢ τῶν θεῶν τὸν ὅρκον, ἢ εἰς τοὺς θεούς. λείπει δὲ ἡ κατά, ἵνʼ ᾖ κατὰ μακάρων. Q.

301. μή σʼ ἀπογυμνωθέντα] τοῦ ξίφους δηλονότι, καὶ “γυμνὸς ἄτερ κόρυθός τε καὶ ἀσπίδος” (Il. φ, 50.). οὐ γὰρ ἐσθῆτός φησι. B.Q.

ἀνήνορα θείῃ] μηδεμίαν ἀνδρείαν ἔχοντα, ἢ μηκέτι ἄνδρα, ἀλλὰ θηρία. T.

305. μῶλυ δέ μιν καλέουσι θεοί] οὐκ εἶπε πῶς καλεῖται παρʼ ἀν- θρώποις. ἐπήγαγε γοῦν ὅτι ἄγνωστόν ἐστιν ἀνθρώποις. Q. μῶλυ] βοτάνης εἶδος παρὰ τὸ μωλύειν, ὅ ἐστιν ἀφανίζειν τὰ φάρμακα. φασὶ δὲ αὐτὸ ἑλκόμενον τῷ τέλει τῆς ῥίζης θάνατον ἐπιφέρειν τῷ ἀνασπῶντι. B. H.Q.V. τὸ κωλυτικόν. εἰκότως δὲ καὶ Ὀδυσσεὺς σοφὸς ὑπάρχων ἔλαβε τὸ μῶλυ, τοῦτό φησι τὸν τέλειον λόγον, ὑφʼ οὗ βοηθούμενος οὐδὲν παθεῖν ἠδύνατο. μετεβάλλετο καὶ παρηγορεῖτο ἴσως διὰ τὸ μῶλυ. T.

καλέουσι] οὐκέτι προσέθηκε παρὰ ἀνθρώποις ὀνομάζεσθαι, ὑπὲρ τοῦ μὴ ζητεῖν ἡμᾶς τὴν ῥίζαν. T.

χαλεπὸν δέ τʼ ὀρύσσειν] χαλεπὸν ὀρύττειν ἐν τῇ γῇ καὶ εὑρίσκειν τὰ εἴδη τοῦ φαρμάκου. Q.

[ὥστε μὴ βλαβῆναι αὐτὸν ὑπὸ τῶν ἐκείνης φαρμάκων. μῶλυ δέ ἐστι κατὰ τοὺς ἰατροὺς τὸ ἄγριον πήγανον. ἀλληγορικῶς δὲ εἶπον, οὐδʼ εἰ λέγει μῶλυ, δάφνη, κόνιζα, ῥάμνος, ἰτέα, ἀστήρ τε θαλάσ- σιος, ἴασπις λίθος, ἄλλα τε πολλὰ φυτὰ καὶ ζῷα λίθοι ἀντιπαθοῦσι μαγικοῖς παρὰ τρόποις. P.]

[*](1. Vid. ad 323. scholion ideo tantum posui ne 3. εὐνηθῆναι] Vid. ad 334. quicquam omissum mihi objici pos- 15. ἄγνωστον] ἀνάγνωστον Q. Cor- set. Sunt autem scripta a manu rexi ex Eustath. p. 1658, 53. longe diversa ab illa quae vera illa 17. Verba φασὶν αὐτὸ ἐλκόμενον— scholia scripsit, sed eadem quae ἀνασπῶντι sunt etiam in T. pannum illum Tzetzae, quem dedi τῆς ῥίζης om. H. ad κ, 2. BUTTM. 26. Hoc proximumque codicis P.)
468

[καὶ ὁ ἐν τοῖς τοῦ Ἱπποκράτους καὶ Γαληνοῦ βιβλίοις λέγει οὕ- τως, ὅτι τὸ μῶλυ ἤγουν τὸ ἄγριον πήγανον μετὰ οἴνου πινόμενον τὰς ἐκ θηρίων λύει βλάβας καὶ θώρακος παύει πόνους. ὤτων ὀδύνας μετʼ οἴνου ἢ ῥοδίνου. ὀξυδορκίαν ποιεῖ ἐσθιόμενον καὶ πινόμενον. καὶ ὁ χυ- λὸς αὐτοῦ σὺν γάλακτι ὑπαλειφόμενος ἀλγήματα καὶ ὀφθαλμῶν ἀχλῦς καὶ ὑποχύσεις ἀρχομένας ἀνθρώπων τε καὶ κτηνῶν ἀπαλλάσ- σει. εἰ δὲ μέλιτος Ἀττικοῦ μέρη δύο βαλεῖς καὶ χυλοῦ τοῦ πηγάνου μέρος ἓν ὑπαλείφων κεφαλῆς παύει τὰ αὐπαλά. καὶ τὰ ἐγκάρδια αὐτοῦ φύλλα τοῖς ὠσὶν ἐμβυόμενα. P.]

306. ἴσασιν] γρ. δύνανται. H.

307. Ἑρμείας μὲν] οὕτω συντακτέον τὸ ῥητὸν, Ἑρμείας μὲν ἔπειτα ἀπῆλθεν εἰς τὸν μακρὸν καὶ ὑψηλὸν Ὄλυμπον, ἐγὼ δὲ εἰς τὰ δώματα τῆς Κίρκης καὶ εἰς τὴν ὕλην τῆς νήσου ἐπορεύθην. Q.

311. ἐβόησα] γρ. καὶ ἤϋσα. N.

θεὰ δέ μευ ἔκλυεν αὐδῆς] οἰκεῖον τὸ βοᾶν τῷ τεθαρρηκότι. T.

315. καλοῦ, δαιδαλέου] ἐν τούτοις ἐπετέτακτο τὸ “καλοῦ δαιδα- λέου, ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν,” οὐ μέντοι παρʼ Ἀριστάρχῳ. Q.

316. δέπαι] ἐν ἄλλῳ, γήραι ὑπὸ λιπαρῷ. H.

318. ἔκπιον] ἔπιεν, ἵνα μᾶλλον ὑπὸ τῆς Κίρκης θαυμασθῇ μὴ με- ταβληθείς. H.T.

οὐδέ μʼ ἔθελξεν] οὐκ ἠλλοίωσε τὴν διάνοιαν. T.

320. συφεόνδε] εἰς τὸν συφεῶνα, εἰς τὰ τῶν χοίρων μάνδρα. H. λέξο] οὕτως Ἀρίσταρχος δισυλλάβως τὸ λέξο. ἄδηλον δὲ πότερον κοιμῶ, ἢ συναριθμοῦ. H. λέξω] κοιμηθῶ ἢ ἐναριθμηθῶ. V.

[*](1. Ἱπποκράτους καὶ Γαληνοῦ] Conf. (Il. ρ, 404.)? BUTTM. Foes. Oecon. Hipp. s. v. μώλυζα. 19. ἔπιεν] ἔπιον H. 7. βαλεῖς] βάλεις P., quod etiam μὴ μεταβληθείς om. H. βάλοις esse potest. Dixit de hoc 23. τὸ λέξο] Videntur quidam le- usu verbi βάλλειν Lobeck. Aglaoph. gisse λέξεʼ elisum pro λέξεο, quod plenum extat Il. ι, 639. Postea e 16. τούτοις] Exspectes τισὶν vel λέξε nota elisionis neglecta factum ἐνίοις. Legitur hic versus (quem T. est λέξαι. PORS. λέξο M. cum γρ. in margine habet a m. rec.) infra λέξαι. 367. et α, 131. 24. συναριθμοῦ Porsonus pro συν- τὸ] τοῦ Q. αριθμῶ. 18. ἐν ἄλλῳ δέπαʼ, ὡς “γήραʼ ὑπὸ λι- Manifesta corruptela, pro qua παρῷ.” PORS. Od. λ,136. Nescio Schrevel. ed., in cuius textu est tamen cur non utrobique scribamus λέξον, substituit haec: λέξω] ἔνιοι, λέ- potius δέπα, γήρᾳ. Quid enim? scri- ξον (cf. not. ad δ, 139.). κοιμηθῶ, ἢ bimusne etiam ἐν σάκεʼ Ἀντιλόχοιο ἀριθμηθῶ; Barnesius: λέξο vel λέξον] (Il. ν, 565.) aut τείχεʼ ὑπὸ Τρώων κοιμήθητι ἢ ἀριθμήθητι. Ceterum ni- )
469

323. μέγα ἰάχουσα] διὰ τὸ φοβεῖσθαι τρωθῆναι, οὐκ ἀποθανεῖν. V. δεδοικυῖα τὴν πληγὴν ἢ τὸν θάνατον. T.

καὶ λάβε γούνων] θνητὴ ἄρα οὐ πάντως, ἀλλὰ τὴν τρῶσιν φο- βεῖται. T.

διὰ τί δὲ ἐφοβήθη ἡ Κίρκη τὸ ξίφος τοῦ Ὀδυσσέως θεὰ οὖσα; φαμὲν ὅτι τοὺς πολὺν χρόνον ζῶντας δαίμονας, θανάτῳ δὲ ὅμως καθυ- ποβαλλομένους, θεοὺς εἴωθεν ὀνομάζειν ὁ ποιητής. ἢ φυσικῶς φοβεῖ- ται τὸ ξίφος ἡ Κίρκη, ὡς καὶ ἄλλας τινὰς ὕλας τινὲς τῶν δαιμόνων· ὡς καὶ Διονύσιος ἐν Λιθικοῖς “φύσει δὲ κρύσταλλον ἰδʼ ἱερὴν ἴασπιν, ἐχθρὴν Ἐμπούσῃσι καὶ ἄλλοις εἰδώλοισιν” H.Q.T.

324. καί μʼ ὀλοφυρομένη] Ἀριστοφάνης, καί με λισσομένη. καὶ ἔστιν οὐκ ἄχαρις ἡ γραφή. οὐδὲν γὰρ ὀλοφυρτικὸν λέγει καὶ ἐπά- γει. H.

328. ἀμείψεται ἕρκος ὀδόντων] διαβῇ, παρέλθῃ. τὰ φάρμακα δηλονότι, ὡς τὸ “δοῦρα σέσηπεν” (Il. β, 138.). ἀντικαταλλάξεται τὰ ἔξω καὶ ἔλθῃ εἰς τὰ ἔσω. Q. διέλθῃ· τοῦτο δὲ τῆς ὑπερβολῆς τῶν φαρμάκων. T.

329. σοὶ δέ τις] ὁ Σιδώνιός φησιν ἀθετεῖσθαι τὸν στίχον. H. καὶ μὴν καὶ τῶν ἄλλων “αὐτὰρ νοῦς ἦν ἔμπεδος ὡς τὸ πάρος περ” (240.). εἰ γὰρ ἔμενεν ὁ νοῦς, πῶς ἀπορεῖ ἐπὶ τοῦ Ὀδυσσέως ὅτι οὐ μεταβέβληκε; ἢ τάχα περὶ τοῦ ἠγριῶσθαι τὸν νοῦν ἐκείνων φησί. ἢ ἐκ τῆς λέξεως λύοιτʼ ἄν· ἢ γὰρ παραφραστικῶς λέγει “σοὶ δέ τις ἐν στήθεσσιν ἀκήλητος νόος ἐστίν” ἀντὶ τοῦ ἀκήλητος εἶ, ἢ τὸ “ἀτὰρ [*](mis diu invenustum hoc asyndeton ἠερόεσσαν ἴασπιν, quomodo appellat in Homeri textu relictum est ἔρχεο Dionys. Perieg. 724. συφεόνδε, λέξο: pro quo jungendum 10. Ἐμπούσῃσι Cramerus. ἐν πά- est συφεόνδε λέξο, ut λέξομαι εἰς εὐνήν σῃσι H. (ρ, 102.). ἔρχεο enim sic absolute 11. καί με λισσομένη] Hanc Ari- alii imperativo iungi solet, ut ἔρχεο, stophanis scripturam memorat et- δεῦρο κάλεσσον (ρ, 529.). Sic etiam iam Eustath. p. 1660, 4. καὶ δέ με dubitatio scholiastarum de signifi- λισσομένη, si quid mutandum sit, catione verbi λέξο solvitur. BUTT. conqecit Nauckius Aristoph. p. 45. 1. Conf. schol. ad 296. καὶ μειλισσομένηproposueratNitzsch- 7. ἢ φυσικῶς—εἰδώλοισιν om. Q. ius vol. 3. p. 136. Frustra. 8. ὡς καὶ ἄλλας] καὶ ἄλλως T. 15. ἀντικαταλλάξεται Buttm. pro τινὲς om. H. ἀντὶ καταλέξεται. 9. Λιθικοῖς] λιαθικοῖς T. quod Λιθι- 19. μὴν et αὐτὰρ Buttm. pro μὲν ακοῖς esse potest. Ipsa Dionvsii ver- et ἄπερ. 22. λύοιτʼ ἄν scripsi pro λύοιτο. ba om. T. ἱερὴν ἴασπιν] Scribendum videtur 23. ἢ τὸ—ἡμερότητος om. Q. )

470
νοῦς ἔμπεδος ὡς τὸ πάρος περʼ οὐκ ἐπὶ παντὸς λέγεται τοῦ νοῦ, ἀλλὰ τῆς ἡμερότητος. H.Q.

ἀκήλητος] ἄθελκτος, ἀκάκωτος, ἀκατάκλαστος, ἀνεξαπάτητος. B.Q. ἄθελκτος, ἀμετάβολος. τὸ δὲ θελχθῆναι ὁ ποιητὴς οὐκ ἐπὶ τοῦ σώματος τίθησιν ἀλλοιώσεως, ἀλλʼ ἐπὶ τῆς ἀφροσύνης, “ᾗ τʼ ἀν- δρῶν ὄμματα θέλγει” (Il. ω, 343.). θελχθείσης γὰρ τῆς ψυχῆς διὰ τὸν ἐπιφερόμενον ὕπνον καὶ ἡ ὅρασις τῶν ὀφθαλμῶν. τούτου δὲ οὕτως ἔχοντος μαχόμενον εἶναι δοκεῖ τὸ “σοὶ δέ τις ἐν στήθεσσιν ἀκήλητος νόος ἐστιν.” T.

330. ἦ] ἀποφαντικῶς ἀντὶ τοῦ ὄντως. Q.

331. φάσκεν] ὁπότε ἐπέστησε, τότε ἔγνω. τοιοῦτοι γὰρ παρʼ Ὁμήρῳ οἱ θεοί. B.H.T.

334. εὐνῆς ἡμετέρης] οὐχ ἡδονῆς, ἀλλὰ πίστεως ἕνεκα τοῦτο προ- βάλλεται. Q.

341. γυμνωθέντα] τὸ ξίφος ἀποθέμενον. V.

348. τέως μὲν] γρ. κεδναί. H.

349. δρήστειραι] ὑπηρέτιδες, διάκονοι, ὑπουργοί. γίνεται δὲ ἀπὸ τοῦ δρῶ τὸ πράττω, ἰσχυραί. Q.

350. γίγνονται δʼ ἄρα ταί γε] κατήγοντο δὲ τῇ γενέσει. B.Q. ὑφίστανται νύμφας τινὰς ἐξ ὕδατος. τινὲς δὲ ὑπερβατόν· ἡ δὲ τε- τάρτη ὕδωρ ἐφόρει ἔκ τε κρηνέων. οἱ δὲ ἀλληγοροῦσι Κίρκην μὲν λέγοντες τὸν ἐνιαυτὸν, τέσσαρας δὲ θεραπαινίδας τὰς ὥρας. B.Q.V.

ἔκ τε κρηνέων] ἔνθα αἱ Ναίδες νύμφαι καὶ αἱ Δρυάδες. H.Q.V.

351. οἵτʼ εἰς ἅλαδε] οὕτε γράφει Ζηνόδοτος. Ἀρίσταρχος δὲ, οἳ εἰς ἄλα. δεύτερον δέ ἐστιν ἡ εἰς. H.Q. καὶ γὰρ ὧδε νῦν τʼ εἰς δῆ, ὡς τὸ “αὐτόν μιν” (δ,244.) καὶ “ἀμφὶ περὶ κρήνην. (Il.β,305.). H.

[*](3. ἄθελκτος] ἄθρικτος V. in ed. ve- ex οὕτω. Sic etiam Duentzerus p. teribus, quod ex codice correxit 83., qui Zenodotum οἵτε ἄλαδε, Ari- Barnesius. Recte apud Eustathium starchum οἵτ᾿ εἰς ἅλαδε legisse com- p. 1660, 18. 4. Cum hoc scholio conf. scho- 25. δεύτερον] Suspicor primas duas lia ad 238. 239. 240. vocis δεύτερον litteras jungendae esse 10. ὄντως Buttm. pro οὕτως. praecedenti ἄλα, ceteras autem na- 13. Conf. schol. ad 296. tas ex oblitterata in antiquiori ali- 20. ὑφίστανται] ὑφίστασθαι B.Q. quo codice scriptura vocis περισσή. in quibus hoc scholion cum prae- BUTTM. Hanc conjecturam com- cedente coaluit. nendant verba corrupta in fine 23. Nαΐδες] νεάνιδες H.Q. scholii καὶ γὰρ—κρήνην, qua: absunt 24. οὔτε] Corruptum, ut videtur, a Q., ex H. autem post Buttmanni )
471

352. ῥήγεα καλὰ] βαπτὰ περιβόλαια καὶ ἱμάτια. Q.

353. λιθʼ] ἐνθάδε ὀξυτονητέον τὸ λίτα· πληθυντικὸν γάρ ἐστιν, οὐχ ἑνικόν. Q. λέγει λίτα τὰ ἐφαπλώματα, καὶ πορφύρεα κέκληκε τὰ ἁλιπόρφυρα καὶ ἁπαλὰ περιβόλαια. H.Q. ἁπλᾶ περιβόλαια. V.

354. ὅτι τὸ ἑτέρη ὑγιῶς ἐπὶ τῆς δευτέρας. H. ἐτίταινε τραπέζας] παρεῖχεν, ἔτεινε κατὰ τῆς τραπέζης προπαρα- τιθεῖσα τοῖς μέλλουσιν ἑστιᾶσθαι. Q. ἐτίταινε] ἔτεινεν, εἷλκεν. V.

355. κάνεια] γρ. κύπελλα. H.

360. ἤνοπι χαλκῷ] λαμπρῷ, ἐν ἔστιν ἐνοπτρίσασθαι. B. διαυ- γεῖ, ἐν ᾦ ἔστιν ἰδεῖν ἑαυτόν. B.V.

361. λόʼ ἐκ τρίποδος] τὸ τέλειον ἀπὸ τοῦ λόω λόε, ἤτοι λουτρὰ ἐπέχεεν, ἀντὶ τοῦ κατὰ κρατός τε καὶ ὤμων, ἡδὺ κεράσασα ἐκ τοῦ τρίποδος εἰς ἄλλο ἄγγος δηλονότι. H.Q.

ἀσάμινθον] πύελον, κιβωτόν. καὶ ἡ κοίλη δὲ καὶ ἡ μεγάλη κύλιξ καὶ ἡ λάρναξ οὕτω καλεῖται. οἱ δὲ πύελον λουτῆρα, ὅπου ἡ ἄσα μινύθει. H.

362. θυμῆρες] καταθύμιον, ἡδὺ, τῆς ψυχῆς ἐράσμιον. Q. τὸ μὲν θυμῆρες προπερισπωμένως, τὸ δὲ θυμαρές ὀξυτόνως. γρά- φεται γὰρ ἀμφότερον. P.

374. ᾤετο] γρ. καὶ ὄσσετο. N.

376. κρατερόν] γρ. καὶ στυγερόν, ὅ ἐστι κρεῖττον. H.N.

[*](demum editionem ab Cramero edi. cognoscitur unum haec duo olim ta sunt. Quorum sensum hunc fuisse acholium, quod doceret ver- esse patet, in αὐτόν μιν et ἀμφὶ περὶ bum λόε non spectare ad proximum alterutrum ex abundanti eodem ἐκ τρίποδος, sed ita explicandum et modo additum esse quo hic εἰς ἅλα- jungendum esse, λοετρὸν ἐπέχεεν κατὰ δε pro simplici ἅλαδε dictum sit. κρατός τε καὶ ὤμων, haec autem ἐκ P. 470,26. ὡς τὸ scripsi pro ὡς τόν. τρίποδος pendere a verbo κεράσασα. P. 471, 3. πορφύρεα] πορφύρια Q. Mox verba κατὰ κρ. τ. κ. ω. facili er- 11. λόω—δηλονότι H. In Q. est rore credita sunt novum lemma λόγου, ἤτοι λοετρὰ ἐπέχεεν. Tum (in- constituere, et ita scholium discer- terposito alio scholio de voc. θυμῆ- ptum est: cui plene tamen instau- ρες) κατὰ κρατός τε καὶ ὤμων: ἡ δὲ rando obstat aliqua nunc in parti- κεράσασα usque ad δηλονότι. Quod culis maxime difficultas, quam aliis alterum scholion κατὰ κρατός—δη- expediendam relinquo.” Haec dif- λονότι est etiam in B: ad quod Butt. ficultas nunc remota est restituto mann. “Quicquid sonent haec ver- ex H. ἡδὺ (pro ἡ δὲ), quod respon- ba certe lemmati praefixo non re. det adjectivo θυμῆρες. spondent. Contra hic tandem ad 12. ἀντὶ τοῦ supervacaneum, nisi finem perducitur explicatio illorum in sequentibus verbum ἐπέχεεν vel λό’ ἐκ τρίποδος, quae imperfecta su- κατέχεεν vel simile aliquod excidit. pra legitur. Ex his vestigiis facile 21. καὶ et ὃ ἐστι κρεῖττον om. H.)
472

377. ἀγχοῦ δʼ ἱσταμένη] ἔνιοι δʼ, ἄγχι παρισταμένη. H.

379. βρώμης ὡς ῥώμης. ὅμοιον δὲ αὐτῷ ἐστι καὶ τὸ τρώμη· καὶ Ἀρίσταρχος ὀξύνει. H.

380. περισπαστέον τὸ ῆ· διαπορητικὸν γάρ᾿ ἐστι. H.

385. Ἀρίσταρχος, λύσασθʼ ἑτάρους. H.

388. ὣς ἄρʼ ἔφην] γρ. ὣς ἐφάμην. H.

389. ἀνώϊξε] γρ. ἀνέῳγε. H.

393. τῶν δʼ ἐκ μὲν] Ἀριστοφάνης, τοῖς δʼ ἐκ μέν. H.

394. πότνια Κίρκη] γρ. δῖα θεάων. H.

395. αἶψ’ ἐγένοντο] Ἀρίσταρχος, ἂψ ἐγένοντο. H. νεώτεροι] μᾶλλον νέοι. συγκριτικῶς δὲ κεῖται τὸ νεώτεροι. Q.

396. μείζονες] ἐπείπερ οἱ μετὰ πείρας κακίας εἰς ἀρετὴν στρα- φέντες βελτίους ἑαυτῶν γίνονται, μαθόντες τὸ κακὸν οἷς κακῶς ἔπα- θον. B.

397. ἔφυν] προσφυῶς ἐπελαμβάνοντο. H.

400. πότνια Κίρκη] γρ. δῖα θεάων. H. δῖα θεάων] γρ. πότνια Κίρκη. M.

404. κτήματʼ ἐν σπήεσσι] ἔν τισι γρ. κτήματα δὲ σπείεσσι, καὶ, κτήματα ἐν σπείεσσιν. H.

πελάσσατε] νῦν ἀντὶ τοῦ ἀπόθεσθε. V.

405. ἰέναι] νῦν ἀντὶ τοῦ ὑποστρέφειν. V.

409. οἴκτρʼ ὀλοφυρομένους] οἰκτρῶς καὶ ἐλεεινῶς ὀδυρομένους. H.

410. ἄγραυλοι] οἱ ἐν τοῖς ἀγροῖς αὐλιζόμενοι. H. πόριες] νέαι βόες, μόσχοι. ἀγελαίας δὲ νομαίας, ἀζεύκτους. Q.V.

411. κόπρον] τὴν βουστασίαν. B. τὴν στάσιν τῶν βοῶν. V.

412. οὐδέ τι σηκοὶ] καίπερ μικραὶ οὖσαι αἱ ἐπαύλεις οὐ κωλύουσιν αὐτὰς τοῦ σκιρτᾶν. B.

413. μυκώμεναι] βοῶσαι· μυκηθμὸς γὰρ ἡ τῶν βοῶν φωνή. Q.

416. πόλιν αὐτῶν] Ἀρίσταρχος, πόλιν αὐτήν. H. πόλιν Ἰθάκης, τὴν Ἰθάκην. B.

417. ἵνα τέτροφεν] γρ. ἵνʼ ἔτραφον. H.

[*](2. τρώμη] Dorice τρώμα apud v. 387.) ad quod Aristarchi scri- Pind. Pyth. 4, 483. ptura λύσασθʼ annotata esse videtur. 5. λύσασθ· Buttm. pro λύσμαθʼ. 7. ἀνώϊξε] Sic H. (ut N.) in tex- In textu H. (ut M. P.) habet λύσα- tu, fortasse pro ὤϊξε, quod conjicit σθαι, vitiose, ut conjicit Buttm., Cobetus. In M. est ἀνέωξε in textu. pro λῦσαι (respondente illi λῦσον 32. ἴν᾿ ἔτραφον] Fort. ἵνα τʼ ἔτραφεν. )
473

429. Εὐρύλοχος—ἑταίρους] λείπει τὸ λέγων. H.

431. ἂ δειλοὶ] τὸ ἂ θαυμαστικὸν, ἀντὶ τοῦ ὦ δειλὲ καὶ ἄθλιε. H.

432. καταβήμεναι] καταβῆναι, ὑπειορθεῖν. V.

433. σῦς] ἀπορήσειε δʼ ἄν τις πῶς ὁ Εὐρύλοχος ταῦτα λέγει μὴ εἰσελθὼν εἰς τὴν Κίρκην. ἀλλὰ ῥητέον ὅτι ἐστοχάσατο ἀπὸ τῶν πρὸ τῆς θύρας προσσαινόντων αὐτῷ ἀνθρωπίνως. H.Q.

434. δῶμα φυλάσσοιμεν] τηροῖμεν. οὐχὶ φυλάσσειν τὸ δῶμα, ἀλλὰ τὸ ἀεὶ ἐκεῖσε εἶναι. Q.

436. ὁ θρασὺς] ὁ προπετής. λοιπὸν ἐπάγει τὴν αἰτίαν διὰ τί θρα- σὺν αὐτὸν εἶπε. Q.

441. καὶ πηῷ] ἀντὶ τοῦ, καὶ πηοῦ περ ἐόντος. Q. συγγενεῖ. V. Κτιμένην γὰρ γεγαμήκει τὴν Ὀδυσσέως ἀδελφήν. Q.V. γαμβρῷ μοι ὄντι ἐπὶ τῇ ἀδελφῇ Κτιμένῃ. B.

[διαίρεσις τοῦ νόμου, ἢν οὐκ οἶδεν Ὅμηρος. ὁ υἱὸς διαιρεῖται εἰς τὸν γνήσιον καὶ νόμιμον, ὅς ἐστι καὶ κυρίως υἱός· εἰς τὸν γνήσιον μόνον, ὅς ἐστιν ὁ ἐκ πορνείας· εἰς τὸν νόμιμον, ὅς ἐστιν ἐπίθετος· εἰς τὸν φυσικὸν, ὅς ἐστιν ἀπὸ μητρὸς ἐγνωσμένης καὶ πατρός· εἰς τὸν ἔκθετον, τὸν καὶ σπουρίαν, οὗ τὸν πατέρα οὐκ οἴδασιν οὐδὲ τὴν μη- τέρα. B.]

448. ἔκπαγλον ἐνιπήν] ἔξοχον, μεγάλην ἐπίπληξιν. H.

450. λοῦσέν τε] λούσασθαι ἐκέλευσε. μετωνυμία δὲ ὁ τρόπος. B.

452. δαινυμένους δʼ ἄρα τούς γε] γρ. δαινυμένους δʼ εὖ πάντας. H. δαινυμένους δʼ εὗ πάντας] γρ. δʼ ἄρα τούς γε. M.

453. φράσσαντό τε πάντα] ἐπέγνωσαν τὰ κατʼ αὐτοὺς γεγονότα. ἐν ἄλλῳ δὲ γρ. φράσσαντό τʼ ἐσάντα. H.

φράσσαντο δὲ θυμῷ] γρ. πάντα. M.

[*](3. ὐπειορθεῖν] Ex corrupta hac 21. Ad 451. σὔλας: ἔνιοι καλάς V. voce Baruesius fecit ύπερωϊόθεν trans- in edit. Schrevel. posuitque ad v. 5 58. non reputans 25. φράσσαντό τʼ ἐσάντα] Varian- vocem mere epicam in explica- tem hanc, immo unice veram lectio- tione grammatica nunquam adhi- nem exhibet etiam non solum cod. beri. Si cui placet hariolatio, le- Vind. 133. in quo suprascriptum gat ὡς εἰς ὄλεθρον. Eustath. ὡς εἴπερ est τότʼ ἑκόντα, sed glossa vulgata, ἔφη ἐς Ἄιδου καταβῆναι διὰ τὸν ἐλπιζό- ἔναντα, quam eo quo in edd. ant. μένον ὄλεθρον. BUTTM. est loco insertam supra apposui. 6. προσσαινόντων] προσαινόντων H.Q. cum recentiores editores, nescii 13. Κτιμένῃ] Conf. ad. ο, 363. quo spectaret, tacite eam omise- BUTTM. Ex Eunt. p. 1664, 31. rint. BUTTM. 14—19. Recentissimi scholiastae 26. γρ. πάντα] Paullo inferius γρ. annotatio ab hoc loco aliena. ἔναντα adscriptum in M. )
474

φράσσαντο] ἐπέγνωσαν. ἔναντα] ἀπεναντίας. V.

454. περὶ δʼ ἐστοναχίζετο] περιήχει. V.

457. θαλερὸν] Ἀριστοφάνης, στυγερὸν γόον. καὶ οὐκ ἄχαρις ἡ γραφή. H.

459. ἀνάρσιοι ἄνδρες] τοὺς Λαιστρυγόνας αἰνίττεται καὶ τὸν Κύ- κλωπα. B.

461. θυμὸν] θυμὸς ἐνταῦθα ἡ δύναμις καὶ ἡ προθυμία. H.

463. ἀσκελέες καὶ ἄθυμοι] ἄγαν κατεσκληκότες καὶ κεκμηκότες, σκληροὶ, ἐσκελετευμένοι καὶ νενεκρωμένοι καὶ ψυχικῆς ἰσχύος ἐστε- ρημένοι. B.Q. ἄθυμοι] κεκακωμένοι τὴν ψυχὴν, οἷον ἄψυχοι. V.

465. πέπασθε] κέκτησθε. V.

469. περὶ δʼ ἔτραπον ὧραι] παρῆλθον αἱ ὧραι, ἐαρινὴ, θερινὴ καὶ ἑξῆς. ὁ δὲ καί (471.) περισσός. ἤτοι περιῆλθον δὲ πάλιν οἱ καιροὶ ἐπὶ τὴν ὥραν. B.Q.

474. ἐϋκτίμενον] γρ. ὑψόροφον. H.

481. ἐκ νυκτέρων δὲ μεγίστη γίγνεται βροτοῖς χάρις, φησὶν Εὐ- ριπίδης. M.

γούνων ἐλλιτάνευσα] διὰ τῶν γουνάτων τῆς Κίρκης λιτὴν ἐποίησα καὶ παράκλησιν. ἀντὶ τοῦ, τῶν γονάτων ἁψάμενος. Q.

483. ὦ Κίρκη] δῆλον ὅτι Ὀδυσσεὺς πολλάκις τοῦτο ἱκέτευσεν. H.

490. ἀλλʼ ἄλλην χρὴ] πῶς πέμπει αὐτὸν ἵνα ἀκούσῃ: προῄδει γὰρ καὶ τὸν τῆς δαίμονος ἔρωτα. “θάνατος δέ τʼ ἐξ ἁλὸς αὐτῷ ἀβλη- χρός” (λ, 134.). καὶ μὴ πεισθῆναι Καλυψοῖ τὴν ἀθανασίαν ὑπισχνου- μένῃ. διʼ ἑαυτῆς δὲ οὐ μαντεύεται, ἵνα μὴ δοκῇ ἐρῶσα φοβερώτερον καθιστᾶν τὸν πλοῦν καὶ ἀπιστηθῇ. Q.

[*](4. Ἀριστοφάνης] Aristophanis le- matici parum apta huic loco. Ver- ctionem memorat Eustath. p. 1664, sus sunt in Hecuba 831. 832., sed 41. Breviter in M. γρ. στυγερὸν Ἀρι- quos spurios esse ostendi in anno- στοφάνης. tatione ad eum locum. 9. ἐσκελετευμένοι Buttm. pro σκε- 20. τοῦ addidit Buttm. λετευόμενοι. 26. In B. adv. 491. adscripta 12. πέπασθε : κέκτησθε] Sic edi- sunt verba Eustathii p. 1665, 24. tiones veteres. Nam recentiores ὁ δὲ Ὁμηρικὸς νοῦς—τοιαύτης πλάσεως. ejus loco suffecerunt πέποσθε] κέ- et ad ἐπαινῆς Περσεφονείης ejusdem κμησθε, πεπόνθατε: ex mera ut ap- verba p. 1665, 7. ἢ αἰνὴ (corrige paret correctione. Illam alteram αἰανὴ ex Eust.) —καὶ (ἢ ap. Eust.) esse Aristarchi lectionem Eusta- μᾶλλον—προθέσεως. γράφεται δὲ καὶ thius p. 1663, 15. docet. BUTT. Φερσεφόνη Ἰωνικῶς. 17. 18. Annotatio recentis gram- )
475

491. εἰς Ἀΐδαο δόμους] ὑπονοοῦσα μὴ πιστεύεσθαι πέμπει αὐτὸν πρὸς Τειρεσίαν. ἅμα δὲ καὶ ὁ ποιητὴς ἐπεισοδίῳ χρήσασθαι ἐβου- λήθη διὰ τὸ φρικῶδες καὶ ἐκπληκτικὸν τῆς ψυχαγωγίας. T.

ἐπαινῆς] δεινῆς, κατʼ εὐφημισμὸν, ὡς “ἁγνὴ Περσεφόνεια” (Od. λ, 386.). T.

492. ψνχῆ χρησομένους] μαντευσομένους ἐν τῇ ψυχῇ τοῦ Τειρε- σίου. H. μαντευσομένους, ὀφείλοντας χρησμῳδηθῆναι. Q.

διὰ τί οὖν οὐκ αὐτὴ μαντεύεται; ὅτι οὐκ ἂν ἐπίστευσεν Ὀδυσσεὺς ἐρώσης αὐτῆς. εἶτα κατὰ μὲν Σειρῆνας καὶ τὸν πορθμὸν ὡς γειτνιῶσα μηνύει, περὶ ὧν οὐδʼ ὁ Τειρεσίας εἶπεν εἰδὼς ἐροῦσαν τὴν Κίρκην, περὶ δὲ τῶν λοιπῶν ἐπιτρέπει τῷ μάντει. Q.V.

494. τῷ καὶ τεθνηῶτι] φασὶν ὡς δράκοντας δύο ἐν Κιθαιρῶνι μιγ- νυμένους ἰδῶν ἀνεῖλε τὴν θήλειαν, καὶ οὕτως μεταβέβληται εἰς γυναῖκα, καὶ πάλιν τὸν ἄρρενα, καὶ ἀπέλαβε τὴν ἰδίαν φύσιν. τοῦ- τον Ζεὺς καὶ Ἥρα κριτὴν εἵλοντο, τίς μᾶλλον ἥδεται τῇ συνουσίᾳ, τὸ ἄρρεν ἢ τὸ θῆλυ· ὁ δὲ εἶπεν “οἴην μὲν μοῖραν δέκα μοιρῶν τέρπε- ται ἀνὴρ, τὰς δέκα δʼ ἐμπίπλησι γυνὴ τέρπουσα νόημα.” διόπερ ἡ μὲν Ἥρα ὀργισθεῖσα ἐπήρωσεν, ὁ δὲ Ζεὺς τὴν μαντείαν δωρεῖται. H.Q.

495. οἴῳ πεπνύσθαι] συνετῷ, ἔμφρονι εἶναι. Q.V. Ἀρίαιθός φη- σιν Ἥραν μεταβουλεύουσαν ἐπὶ τῷ πηρῶσαι αὐτὸν αἰτεῖσθαι παρὰ Περσεφόνης ὥστε εἶναι αὐτῷ καὶ ἀποθανόντι τὴν μαντικήν. περὶ τῆς τέχνης οὖν μόνον λέγει “οἴῳ πεπνύσθαι.” οἱ δὲ ἄλλοι φρένας μὲν εἶχρν, τέχνην δὲ οὔ. T.

τοὶ δὲ σκιαὶ ἀίσσουσιν] οἱ δὲ ἄλλοι νεκροὶ πλὴν τοῦ Τειρεσίου σκιαί εἰσι καὶ ὡς σκιαί ὁρμῶσι, καθάπερ αὗται παρέπονται τοῖς κινουμένοις. Q. ἀντὶ τοῦ αἱ ψυχαί. ὁ μέντοι ποιητὴς πρὸς τοὺς ἄλ- λους νεκροὺς ποιεῖται τὴν σύγκρισιν ἐν τῷ, οἱ δὲ ἄλλοι νεκροὶ ὡς σκιαὶ ἀίσσουσιν. B.Q.T.

501. ἀπὸ τοῦ γάρ ἤρξατο. H.

508. ἀλλ’ ὁπόʼ ἂν δὴ νηΐ διʼ ὠκεανοῖο περήσῃς] ὅλα ὁμοῦ ἀναγνω- [*](7. γρησμηδηθῆναι Buttm. pro χρη- cophr. 683. Corruptum codicis T. scholion ex Pherecvde excerptum σμοτεθῆναι. 9. εἶτα] V. dabimus in Appendice. 10. ἐροῦσαν Buttm. pro ἐρῶσαν. 13. μεταβέβληται] μεταβέβληκε Q. 12—19. Cum scholio de Tiresia 16. οἴην—νόημα] Hesiodi ex Me- comparetur Eustathii copiosior ex- lampodia versus, ut annotavit Tzet- positio p. 1665. et Tzetzes ad Ly- zes l. c. )

476
στέον, ἀλλ᾿ ὁπόταν περήσῃς, ἔνθʼ ἀκτή τε λάχεια καὶ ἄλσεα καὶ αἴγειροι, νῆα μὲν αὐτοῦ κέλσαι. B.Q.

509. ἀκτή τε λάχεια] βαθεῖα, εὔγεως, εὔσκαφος. οὐ δεῖ δὲ γρά- φειν ἐλάχεια. οὐ γὰρ εἰκὸς ἐλάχιστον ἀκούειν τῆς Περσεφόνης τὸ τέμενος. οὐκ ἄτοπον δὲ περὶ τὴν ἀκτὴν εἶναι ἄλσος. πολλὰ γὰρ εὕροι τις ἂν ἄλση ἐπιθαλάσσια. B.H.Q.T. Ἄλλως. βαθεῖα καὶ εὔσκαφος, ἐκ τοῦ λαχαίνω τὸ σκάπτω. H.T. ἐλαχίστη. V.

ἀκτή] ἡ προηγμένη καὶ ἐξέχουσα εἰς θάλασσαν ἄκρα. B.V.

ἄλσεα] ἱερὰ καὶ σύνδενδρα χωρία. B.V.

510. ἰτέαι ὠλεσίκαρποι] ἀποβάλλουσι γὰρ τὸ ἄνθος πρὶν πεπανθῇ. ἢ ἐπεὶ οἱ πίνοντες τὸ ἄνθος ἄγονοι γίνονται. B.Q.V. Ἄλλως. ση- μείωσαι ὅτι ἄκαρπα φυτὰ εἶπεν εἶναι ἐν τῷ ἄλσει τῆς Περσεφόνης, διὰ τὸ νεκροῖς προσήκειν. B.Q. ἀποβάλλει γὰρ τὸ ἄνθος. οἰκείως δὲ ἀγόνοις φυτοῖς ἐχρήσατο. οἰκεῖα γὰρ νεκροῖς τὰ ἄκαρπα. φησὶ δὲ Θεόφραστος ἐν Φυτικοῖς τὸν χυλὸν τῆς ἰτέας πινόμενον ἀφανίζειν τὴν γονὴν τῶν ἀνθρώπων. H.T.V.

513. ἔνθα μὲν εἰς Ἀχέροντα] τὸ ἑξῆς, ἔνθα μὲν εἰς Ἀχέροντα Πυριφλεγέθων τε καὶ Κωκυτὸς ῥέουσι. τὸ δὲ σχῆμα καλεῖται προ- διεζευγμένον, ὅταν τὸ μεταξὺ δύο ὀνομάτων ἑνικῶν πληθυντικὸν τεθῇ ῥῆμα. τοῦτο καλεῖται Ἀλκμανικὸν οὐχ ὅτι Ἀλκμὰν πρῶτος αὐτῷ ἐχρήσατο, ἀλλʼ ὅτι πολύ ἐστι παρʼ αὐτῷ, οἷον “Κάστωρ ὠκέων πώ- λων ἐλατῆρες καὶ Πολυδεύκης.” ὅμοιον δέ ἐστι τὸ σχῆμα “εἰ δέ κʼ Ἄρης ἄρχωσι μάχης ἢ Φοῖβος Ἀπόλλων” (Il. υ. 138.)· καὶ “ἔνθα ῥοὰς Σιμόεις συμβάλλετον ἠδὲ Σκάμανδρος. (Il. ε, 774.) H.Q.

ἔνθα μὲν εἰς Ἀχέροντα] τοῦτο τὸ σχῆμα καλεῖται προδιεζευγμέ- νον καὶ καθʼ ὑπέρβατον, ὑπʼ ἐνίων δὲ Ἀλκμανικόν. τὸ δὲ ἐξῆς, ἔνθα μὲν εἰς Ἀχέροντα Πυριφλεγέθων τε καὶ Κωκυτὸς ῥέουσιν. H.V. τὸ σχῆμα Ἀλκμανικὸν, τὸ τιθέναι ῥῆμα μέσον ὀνομάτων δύο. H.

514. Κωκυτός] λέγεται ὁ πρῶτος ποταμὸς ὁ τὸν βροτὸν δεχόμε- [*](3. εὔγεως, εὔσκαφος correxi ex ἔνθα) λάχεια T. schol. ι, 116. p. 417. Legebatur ὡς 7. ἐκ τοῦ—σκάπτω] παρὰ τὸ λα- ὑπόσκαφος, quod in T. scriptum ὡς χαίνειν T. ὑποκάτω βάθους. Tum delevi quod 8. ἄκρα] πέτρα B. addebatur οὐ γὰρ εἰκὸς ὅτι (ἐστὶν pro 22. ἐλατῆρες] ἐλατῆρε Eustath. p. ὅτι T.) ἐσκαμμένη. ἐλάχεια autem 1667, 36. Zenodoti scriptura fuit. 23. ἄρχωσι] ἄρχουσι H. ἄρχωσι 5. ἄλσος] τὸ ἄλσος T. Aristarchi est lectio, ἄρχησι Ζeno- 6. ἂν addidi. doti. Ἄλλως om. H. 26. ὑπ᾿ ἐνίων δὲ A.] ὑπερίων δὲ ἀλκ- βαθεῖα] ἐνταῦθα (hoc spectat ad μανικὸν φησί H. )

477
νος, τῶν ἀνθρωπίνων παθῶν ἐπώνυμον κακόν. εἶτα Πυριφλεγέθων, ἤτοι τὸ πῦρ τὸ ἀφανίζον τὸ σάρκινον τῶν βροτῶν. εἶτα ὁ Ἀχέρων μετὰ τὸν Κωκυτὸν καὶ τὸ ἠρίον, ὅπερ ὀφειλὴ νεκρῶν ἐστιν ἰαχὴ γίνεται. εἶτα Στυγὸς ἀπορρῶγες. οὐκ ἔστι γὰρ ὃς οὐ στυγνάζει τὸν τεθνη- κότα. H.Q.

515. πέτρη τε ξύνεσίς τε] φησὶ γὰρ ὡς πέτρα τίς ἐστι κατʼ ἐκεῖνον τὸν τόπον καθʼ ὃν ἡ τῶν ῥευμάτων συμβολὴ γίνεται τοῦ τε Κωκυτοῦ καὶ τοῦ Πυριφλεγέθοντος εἰς ταὐτὸ μισγομένων καὶ ῥεόν- των εἰς τὸν Ἀχέροντα. B. ξύνεσις] συνάφεσις καὶ εἰς ταὐτὸ συμβολὴ τῶν ποταμῶν. V.

516. χριμφθεὶς] προσπελασθεὶς, ἐκ τοῦ χρίμπτω τὸ προσπε- λάζω. H.

ἐριδούπων] γρ. ἐριμύκων. M.

517. βόθρον] ἐνταῦθα ὁ ποιητὴς τὴν νεκυομαντείαν δηλοῖ, καὶ παρίστησι διὰ τῆς τῶν νεκρῶν θυσίας καὶ τῆς τῶν εἰδώλων αὐτῶν ἐπι- φανείας ἀθανάτους εἶναι τὰς ψυχάς· τὸ γὰρ λέγειν “ὁ δʼ Ἄΐδόσδε βεβήκει” (Od. γ, 110. ζ, 11.), σημαντήριόν ἐστιν ὡς αἱ ψυχαὶ πα- ραμένουσαι οὐ διαφθείρονται. Q.

πυγούσιον] πηχυαῖον. πυγὼν δέ ἐστι τὸ ἀπὸ ἀγκῶνος μέχρι τῶν δακτύλων συνεσταλμένον μῆκος· ἀπολήγει γὰρ τὸ μέτρον εἰς τοὺς δακτύλους πὺξ γενομένους. B. πυγονιαῖον. πυγὼν δέ ἐστι τὸ ἀπὸ τοῦ ἀγκῶνος μέχρι τῶν δακτύλων κεκαμμένων διάστημα, ἐξ οὗ καὶ πυγμή. αἰνίττεται δὲ διὰ τούτου τὸ μὴ ἀνεῖσθαι μηδʼ ἐπʼ ἐξουσίας εἶναι τοὺς τετελευτηκότας, ἀλλʼ ὥσπερ ἔχεσθαι καὶ ἐγκεκλεῖσθαι καθάπερ καὶ οἱ δάκτυλοι. H.Q.V.

ἔνθα καὶ ἔνθα] εἰς πλάτος καὶ εἰς μῆκος. B.Q.V.

518. χοὴν χεῖσθαι] τὴν τοῖς νεκροῖς ἐπιχεομένην χύσιν. Q.V. καινοπρεπῶς δὲ χοὴν, σπονδήν. Q.

521. ἀμενηνὰ] ἀσθενῆ, μένος οὐκ ἔχοντα, ἢ σώματος δύναμιν, ἀπὸ τοῦ μονὴν ἔχειν ἐκεῖ τὴν ψυχήν. V.

522. στεῖραν βοῦν] εἰς τὸ ὅμοιον. ἄγονα γὰρ καὶ στεῖρα τὰ τῶν νεκρῶν. V.

525. παμμέλανα] καὶ τοῦτο εἰς τὸ ὅμοιον. V.

[*](2. σάρκινον] σαρκίον H. 1668, 17. πυγωνιαῖον Q.V. 3. ἠρίον H. ἰρίον Q. 22. κεκαμμένων] κεκαμμένον H.Q. 9. συνάφεσις] Cf. Eust.p.1667,28. ἐστι συνεπτυγμένων addidit Eustath. 21. πυγονιαῖον H. et Eustath. p. 29. ἢ Barnesius pro ἐκ. )
478

528. εἰς Ἔρεβος στρέψας] καὶ πῶς ἠπίστατο τὴν δύσιν ἐν σκότῳ ὄντος; λέγομεν ὅτι παρὰ τοῖς Κιμμερίοις σκότος ἦν, οὐχ ὅπου ἡ θυσία ἐγίνετο. B.

ἀπονόσφι τραπέσθαι] εἰς τὰ ὀπίσω τράπηθι αὐτὸς ἱέμενος τῶν τοῦ ποταμοῦ ῥευμάτων. B. ὡς πρὸς τοὺς ποταμούς. V.

543. ἀργύφεον] ἀρύφεον, ὅ ἐστι λαμπρὸν τῇ ὑφῇ καὶ εὐκατα- σκεύαστον, καὶ πλεονασμῷ τοῦ γ ἀργύφεον. B.

548. ἀωτεῖτε] ἀπανθίζετε τὸν ὕπνον. V.

555. ψύχεος ἱμείρων] ἀναψῦξαι διὰ τὸ πνῖγος καὶ τὴν μέθην ἐπι- θυμῶν τῆς αὔρας. ψύχεος] ψύχους, τῆς αὔρας. V.

560. ἀστραγάλων] ἀστράγαλον τοῦ αὐχένος λέγει. H.

570. ἀχνύμενοι] οἱ λυπούμενοι. γίνεται δὲ ἀπὸ τοῦ ἄχος ἡ θλί- ψις, ἢ ἐκ τοῦ ᾱ στερητικοῦ μορίου καὶ τοῦ χαίνω ἀχανής τις ὤν· ὁ γὰρ λυπούμενος οὐ δύναται ἀναπνεῦσαι. B.

573. ῥεῖα παρεξελθοῦσα] ἀντὶ τοῦ ῥαδίως παραδραμοῦσα ἡμᾶς, ἤτοι κρυφίως. B. λάθρα ποιήσασα. V.

574. ἢ ἔνθα ἢ ἔνθα] ἀντὶ τοῦ, ἢ εἰσερχόμενον ἢ ἐξερχόμενον τὸν θεὸν καὶ μὴ θέλοντα οὐ δύναταί τις ἰδεῖν. B.