Scholia in Odysseam

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Odysseam, Volumes 1-2. Dindorf, Wilhelm, editor. Oxford: Clarendon Press, 1855.

ΘΕΩΝ ἀγορὰ γίνεται περὶ τοῦ τὸν Ὀδυσσέα εἰς Ἰθάκην πεμφθῆ- ναι ἀπὸ τῆς Καλυψοῦς νήσου· μεθʼ ἣν ἡ Ἀθηνᾶ εἰς Ἰθάκην παρα- γίνεται πρὸς Τηλέμαχον ὁμοιωθεῖσα Μέντῃ βασιλεῖ Ταφίων. γινο- μένης δʼ ὁμιλίας παραινέσασα ἡ Ἀθηνᾶ Τηλεμάχῳ παραγενέσθαι διὰ τὴν τοῦ πατρὸς ζήτησιν ἐς Πύλον μὲν πρὸς Νέστορα, εἰς Σπάρ- την δὲ πρὸς Μενέλαον, ἀπαίρει ἔμφασιν δοῦσα ὡς θεὸς εἴη. καὶ τῶν μνηστήρων γίνεται εὐωχία. M.P.V.

Ἡμέρᾳ ἐν ᾖ θεῶν ἀγορὰ, Ποσειδῶνος ἐν Αἰθιοπίᾳ ὄντος, Ἀθηνᾶ Διὸς ἐπιτρέψαντος εἰς Ἰθάκην κατελθοῦσα ὁμοιοῦται Μέντῃ Ταφίων βασιλεῖ, καὶ ξενισθεῖσα παρὰ Τηλεμάχῳ παρορμᾷ αὐτὸν κατὰ τῶν μνηστήρων· καὶ ὑποτίθεται αὐτὸν διαπλεῦσαι εἰς Πύλον πρὸς Νέ. στορα, κἀκεῖθεν εἰς Σπάρτην πρὸς Μενέλαον. καὶ αὕτη ἀφανὴς γί- νεται τοῖς μνηστῆρσι· Τηλέμαχος δὲ ἑσπέρου γενομένου εἰς ὕπνον ἐτράπη. Q.

Ἀπὸ τῆς ἐναγωνίου καὶ πολεμικῆς Ἰλιάδος ἐπὶ τὴν ἠθικὴν μετα- βῶμεν Ὀδύσσειαν· οὐδὲ γὰρ αὕτη τελείως ἀφιλοσόφητος. αὐτίκα τοίνυν ἐν ἀρχῇ τὴν Διὸς Ἀθηνᾶν ὑπὸ Διὸς ἀποστελλομένην εὑρίσκο- μεν εὐλόγως, ἐπειδὴ ἐκ τῆς ἄγαν νεότητος ἤδη τὴν εἰκοσιετῆ ἡλι- κίαν ὑπερκύπτων μετέβαινεν εἰς ἄνδρας καί τις αὐτὸν ὑπέδραμε τῶν γινομένων λογισμὸς ὡς οὐκέτι χρὴ διακαρτερεῖν ἐπὶ τετραετῆ τῶν [*](5—11. Habet hoc argumentum 6. ἡ Ἀθηνᾶ Eustathius. ἡ om. Eustathius p. 1380. Similis argu- M.P.V. menti expositio est in scholio ad 12. ΑΛΛΩΣ hic et alibi Argumen- tis præfixi ut diversa distinguerem.)

8
μνηστήρων ἀσωτίαν. τοῦτον τοίνυν τὸν ἀθροιζόμενον τῷ Τηλεμάχῳ λογισμὸν Ἀθηνᾶς ἐπιφάνειαν ἠλληγόρησεν. ὁμοιωθεῖσα γὰρ γέροντι ἥκει. E.

1. Εἰπέ μοι ἄνδρα, Μοῦσα, τὸν πλανηθέντα μετὰ τὸ πορθῆσαι τὴν Τροίαν καὶ ἐκ τῆς τοιαύτης πλάνης ἰδόντα ἄστεα πολλὰ, καὶ νοῦν ἔχοντα ἐκ τοῦ ὁμιλῆσαι ἀλλοδαποῖς ἀνθρώποις. ἃ γὰρ εἶχον ἐκεῖνοι πολιτευόμενοι, ταῦθʼ οὗτος τῇ πείρᾳ μαθὼν νοῦν γνῶναι λέγεται. νοῦν γὰρ ἐνταῦθα τὴν πεῖραν νοητέον. ἔγνω οὖν νοῦν, ἀντὶ τοῦ ἐμπορι- κὴν γνῶσιν εἶχεν. Ε.

ἄνδρα μοι] ἔδει μὲν ἐν τῷ ἄνδρα δύο εἶναι ὀξείας, ὡς τὸ “ἄνδρά τε καὶ οἶκον,” ἀλλʼ ἐφυλάξατο ὁ Ἀρίσταρχος διὰ τὸ μὴ ἐν τῇ εἰσβολῇ τῶν λέξεων κακοφωνίαν ποιῆσαι. M.S.

ἄνδρα μοι ἔννεπε, Μοῦσα] γελοῖοι οἱ τὸ “ἄνδρα μοι” ἀνδρεῖον ἀκούοντες. ἔσται γὰρ, ἀνδρεῖον καὶ πολύτροπον ἔννεπε. τὰ γὰρ ἐπί- θετα πρὸς τὰ κύρια ἢ προσηγορικὰ τάττεται. τὸ οὖν ἄνδρα κυρίως παρʼ αὐτῷ τίθεται, τὸν ἀντιτιθέμενον τῇ γυναικὶ, ὥσπερ ὁ ἄρρην, ὥς ποτε ἔφη “ἀνὴρ ἠὲ γυνή·” “ἥτʼ ἐπὶ τύμβῳ ἀνέρος ἑστήκει τεθνειῶτος ἠὲ γυναικός” (Il. ρ, 434.) καὶ “ἆνερ, ἀπʼ αἰῶνος νέος ὤλο” (Il. ω, 725.), καὶ “ὅς γε μετʼ ἀνδρῶν ἵζει ἀριθμῷ” (Od. λ, 449.), καὶ τὸ “ἄνδρα γέροντα” (Od. σ, 53.). ὡσεὶ ἔφη ἄρρενα γέροντα· καὶ “ῥεῖα λαθὼν φύλακας ἀνδρῶν δμῶάς τε γυναῖκαςʼ (Il ι, 477.), καὶ συγκριτικῶς ὡς πρὸς τὰς γυναῖκας· αὐτὸς γὰρ ἔφη “ οὐ γάρ πω τοῖον εἶδον βροτὸν ὀφθαλμοῖσιν οὔτʼ ἄνδρα οὔτε γυναῖκα” (Od. ζ, 160.), καὶ ἀνδροτὴς δὲ ἡ τοῦ ἀνδρὸς δύναμις ἡ ποιοῦσα “ἀνδροτῆτα [*](10—12. ἔδει—ποιῆσαι] Sic M. quoad sensum permista sunt: me- In S. est ἔδει μὲν ἄνδρα μετὰ ὀξείας lius habet schol. sq. BUTTM. εἶναι, τὸ “ἄνδρά τε οἰκον,ʼ ὰλλ’ ἐδέξατο 16. ἀντιτιθέμενον] ἀντιθέμενον Q. ὁ Ἀρίσταρχος διὰ τὸ μὴ ἐν τῇ συμβολῇ 17. ἠὲ] εἴ, οὐ p. 9, 7. Est ἀνὴρ τῶν λέξεων κακοηχίαν ποιῆσαι. Chœ- οὐδὲ γυνή ex Il. ω, 707. roboscus p. 20, 10. ed. Gaisf. καὶ ἑστήκει] ἔστηκε R. εὐλόγως εἰς τὴν ἀρχὴν τῆς Ὀδυσσείας ὁ 18. νέος ὤλεο] νέος ὤχετο H. ὤχετο Ἀρίσταρχος οὐκ ἠβουλήθη δοῦναι εἰς τὸ νέος ceteri. Correxi ex Homero. “ἄνδρα μοι” δόο ὀξείας, ἀλλὰ μίαν εἰς 20. τὸ ἄνδρα Buttm. Libri τὸν τὸ AN, φάσκων “ἐν ἀρχῇ ποιήσεως ἄνδρα. παράλογον οὐ μὴ ποιήσω.ʼ 23. τοῖον εἶδον] Legitur nunc τοι- 15. ἢ addidi ex R. οῦτον ἴδον. τάττεται] Hoc vult. Si ἄνδρα 24. ἀνδροτὴς—ἀνδροτῆτα enotatum hic esset instar epitheti, aliud de- ex R. Scribebatur ἀνδρότης—ἀνδρό- sideraretur substantivum. Cf. schol. τητα. Veram scripturam ἁδροτῆτα sq. Quae hic sequuntur pessime esse hodie constat.)

9
καὶ ἥβην” (Il. χ, 363.). ἐπʼ ἄλλων γὰρ τῶν μὴ σωζόντων ἔξιν φησὶ “κτενέει δέ με γυμνὸν ἐόντα αὔτως ὥστε γυναῖκα” (Il. χ, 124.). οὐχ ὡς ἄνδρα καὶ ἄρρενα, ὥσπερ ἐν ἄλλοις, “Ἀχαΐδες, οὐκέτʼ Ἀχαιοί” (Il. β, 235.) καὶ “μή σʼ ἀπογυμνωθέντα κακὸν καὶ ἀνήνορα θείη” (Od. κ, 301.), μή σε θηλύνῃ. H.M.Q.R.

ἀνὴρ σημαίνει τέτταρα, τὸν φύσει, ἤτοι τὸν ἀντιτιθέμενον γυναικὶ, ὥς ποτε ἔφη “ἀνὴρ εἶ, οὐ γυνή” καὶ “μή σʼ ἀπογυμνωθέντα κακὸν καὶ ἀνήνορα θείη.” οὐ γὰρ εὑρίσκεται δύο ἐπίθετα ἄνευ κυρίου ἢ προση- γορικοῦ. δηλοῖ δὲ καὶ τὸν ἀνδρεῖον, ὡς τὸ “ἀνδρὸς ἀκοντίσαντος” (Il. δ, 498.)· ἢ καὶ τὸν ἀνδρὸς ἡλικίαν ἔχοντα, ὡς τὸ, “ὅπου νῦν γε μετʼ ἀνδρῶν ἵζῃ ἀριθμῷ·” καὶ τὸν γήμαντα, ὡς τὸ, “ἄνδρα ᾧ ἔδοσάν με πατὴρ καὶ πότνια μήτηρ” ( Il. τ, 291.)· καὶ τὸν φύσει, ὡς τὸ “ἄνδρες κίκλησκον καλλίζωνοί τε γυναῖκες” (Il. η, 139.). ἀνὴρ δὲ γέ- γονε παρὰ τὸ ἀνύειν δύνασθαι, γυνὴ παρὰ τὸ γεννᾶν, ἄρσην παρὰ τὸ ἀρόσαι. E.Q.

Ἀπορία. πολύτροπον] οὐκ ἐπαινεῖν φησιν Ἀντισθένης Ὅμηρον τὸν Ὀδυσσέα μᾶλλον ἢ ψέγειν, λέγοντα αὐτὸν πολύτροπον. οὐκ οὖν τὸν Ἀχιλλέα καὶ τὸν Αἴαντα πολυτρόπους πεποιηκέναι, ἀλλʼ ἀπλοῦς καὶ γεννάδας· οὐδὲ τὸν Νέστορα τὸν σοφὸν οὐ μὰ Δία δόλιον καὶ πα- λίμβολον τὸ ἦθος, ἀλλʼ ἀπλῶς τε Ἀγαμέμνονι συνόντα καὶ τοῖς ἄλ- λοις ἅπασι, καὶ εἰς τὸ στρατόπεδον εἴ τι ἀγαθὸν εἶχε συμβουλεύ- οντα καὶ οὐκ ἀποκρυπτόμενον τοσοῦτον ἀπεῖχε τοιοῦτον τρόπον ἀποδέ- χεσθαι ὁ Ἀχιλλεὺς ὡς ἐχθρὸν ἡγεῖσθαι ὁμοίως τῷ θανάτῳ ἐκεῖνον “ὅς χʼ ἕτερον μὲν κεύθει ἐνὶ φρεσὶν, ἄλλο δὲ εἴπῃ” (Il. ι, 313.).

Λύσις. λύων οὖν ὁ Ἀντισθένης φησὶ, Τί οὖν; ἆρά γε πονηρὸς ὁ Ὀδυσσεὺς ὅτι πολύτροπος ἐκλήθη; καὶ μὴν διότι σοφὸς οὕτως οὐ- [*](4. κακὸν addidi ex H. tur excerpta sunt ea quæ leguntur 6. ἀντιτιθέμενον] ἀντιθέμενον E.Q. ad h. l. et ad ε, 211. η, 257. ι, 52 Correctum ex scholio superiore. BUTTM. De Antisthene, v. Ebert. Pars hujus scholii, ἀνὴρ, νῦν τὸν φύ- Diss. Sicul. 1. p. 125 128. σεῖ· οὐ γὰρ εὑρίσκεται— καλλίζωνοί τε 17. οὐκ οὖν] οὔκουν R. γυναῖκες est etiam in V. 22. ἀποκρυπτόμενον] ἀποκρινόμενον Q. 7. εἰ, οὐ] Vid. ad p. 8, 17. τοιοῦτον] τοῦτον τοιοῦτον H. 16. Ἀντισθένης] Antisthenes in- 24. εἴπῃ] βάζει H. ter multa quae Homerum spectan- 25. λύων] λέγων Q. tia scripsit, aliquot etiam libellos 26. ἐκλήθη] ἐρρέθη H. soli Odysseæ et Ulyssi atque ejus μὴν H. μὴ ceteri. ingenio explicando destinaverat. αὐτὸν προσείρηκε] αὐτὸν προείρηκε R. Vid. Diog. 6, 15—17. Ex his igi- πρὸς αὐτὸν εἴρηκε H.)

10
τὸν προσείρηκε. μήποτε οὖν ὁ τρόπος τὸ μέν τι σημαίνει τὸ ἦθος, τὸ δέ τι σημαίνει τὴν τοῦ λόγου χρῆσιν; εὔτροπος γὰρ ἀνὴρ ὁ τὸ ἦθος ἔχων εἰς τὸ εὖ τετραμμένον· τρόποι δὲ λόγων αἱ ποιαὶ πλάσεις. κέχρηται τῷ τρόπῳ καὶ ἐπὶ φωνῆς καὶ ἐπὶ μελῶν ἐξαλλαγῆς, ὡς ἐπὶ τῆς ἀηδόνος, “ἤτε θαμὰ τροπῶσα χέει πολυηχέα φωνήν” (Od. τ, 521.). εἰ δὲ οἱ σοφοὶ δεινοί εἰσι διαλέγεσθαι, καὶ ἐπίστανται τὸ αὐτὸ νόημα κατὰ πολλοὺς λέγειν τρόπους· ἐπιστάμενοι δὲ πολλοὺς τρόπους λόγων περὶ τοῦ αὐτοῦ πολύτροποι ἂν εἶεν. εἰ δὲ οἱ σοφοὶ καὶ ἀγαθοί εἰσι, διὰ τοῦτό φησι τὸν Ὀδυσσέα Ὅμηρος σοφὸν ὄντα πο- λύτροπον εἶναι, ὅτι δὴ τοῖς ἀνθρώποις ἠπίστατο πολλοῖς τρόποις συν- εῖναι. οὕτω καὶ Πυθαγόρας λέγεται πρὸς παῖδας ἀξιωθεὶς ποιήσα- σθαι λόγους διαθεῖναι πρὸς αὐτοὺς λόγους παιδικοὺς, καὶ πρὸς γυναῖ- κας γυναιξὶν ἁρμοδίους, καὶ πρὸς ἄρχοντας ἀρχοντικοὺς, καὶ πρὸς ἐφήβους ἐφηβικούς. τὸν γὰρ ἑκάστοις πρόσφορον τρόπον τῆς σο- φίας ἐξευρίσκειν σοφίας ἐστίν· ἀμαθίας δὲ τὸ πρὸς τοὺς ἀνομοίως [*](2. τὴν τοῦ λόγου H. τὴν τοῦ om. scholii (inde ab verbis κέχρηται τῷ ceteri. τρόπῳ usque ad τὸ μονότροπον) præ- ἀνὴρ addidi ex H. scripto Πορφυρίου nomine inter secho- 3. τρόποι δὲ λόγων H. τρόπου δὲ lia Iliadis libri decimi relata est in codice Leidensi Vossiano apud λόγου ceteri. αἱ ποιαὶ Buttmannus. αἴτιοι αἱ li. Valcken. Anim. ad Ammon. P. 243. nonnulla cum scripturæ di- 4. τῷ τρόπῶ] τῷ τρωπῶ Porsonus, versitate, quam sigla “Leid.” no- quod nec necessarium nec proba- tatam apponimus. bile, quum verbum τρωπῶ in ante- ὡς Porsonus. καὶ ὡς Leid. καὶ cedenibus non sit memoratum et ceteri. verba κέχρηται τῷ τρόπῳ καῖ—ma- 5. τροπῶσα] τραπῶσα Leid. nifesto referantur ad superiora πολυηχέα φωνήν] μελιηδέα γῆρυν μήποτε οὖν ὁ τρόπος—. Gramma- ἀοιδήν Leid. quæ ex. μελιηδέα γῆρυν ticus postquam duplicem voca. et μελίγηρυν ἀοιδήν memoriæ errore buli τρόπος usum explicuit, ad ter- confusa esse vidit Porsonus. tium transit, quem exemplo verbi 6. καὶ ἐπίστανται] ἐπίστανται καὶ τροπῶ (nam sic grammatici sæpe Buttm. scripserunt pro τρωπῶ) ab τρόπος 7. λέγειν τρόπους] τρόπους λέγειν H. derivandi probat. Quod verbum Leid. explicando adjectivo πολύτροπος alio 8. τοῦ αὐτοῦ H. Leid. τοῦ om. modo adhibet Eustath. p. 1381, ceteri. 45. ὅτι δὲ τὸ πολύτροπον ἐπαινουμένην πολύτροποι] πολλοὶ τρόποι Leid. τινὰ σημαίνει καὶ πολυειδῆ ἐνέργειαν εὶ δὲ οἱ σοφοὶ H. εἰ δὲ σοφοὶ R. δηλοῖ καὶ τὸ περὶ ἀηδόνος ὑπὸ τοῦ ποιη- Leid. οἱ δὲ σοφοὶ ceteri. τοῦ λεχθὲν, τὸ “τροπῶσα χέει πολυηχέα 13. ἄρχοντας] τοὺς ἄρχοντας Leid. φωνήν.” ἐν γὰρ τῷ “ τροπῶσα πολυη- 14. σοφίας ἐστίν om. H. Leid., de χέα φωνήν” πολύτροπον εἰς ᾠδῂν τὴν quo recte judicat Buttrmannus ἀηδόνα φησίν. Ceterum pars hujus “ Omissa hic vides verba nostri)
11
ἔχοντας τῷ τοῦ λόγου χρῆσθαι μονοτρόπῳ. ἔχειν δὲ τοῦτον καὶ τὴν ἰατρικὴν ἐν τῇ τῆς τέχνης κατορθώσει, ἠσκηκυίας τῆς θεραπείας τὸ πολύπροπον διὰ τὴν τῶν θεραπευομένων ποικίλην σύστασιν. τρόπος μὲν οὖν τὸ παλίμβολον, τὸ τοῦ ἤθους πολυμετάβολον. λόγου δὲ πο- λυτροπία καὶ χρῆσις ποικίλη λόγου εἰς ποικίλας ἀκοὰς μονοτροπία γίνεται. ἓν γὰρ τὸ ἑκάστῳ οἰκεῖον. διὸ καὶ τὸ ἁρμόδιον ἑκάστῳ τὴν ποικιλίαν τοῦ λόγου εἰς ἓν συναγείρει τὸ ἑκάστῳ πρόσφορον. τὸ δʼ αὖ μονοειδὲς ἀνάρμοστον τὸν πρὸς ἀκοὰς διαφόρους πολύτροπον ποιεῖ τὸν ὑπὸ πολλῶν ἀπόβλητον ὡς αὐτοῖς ἀπόβλητον λόγον. H.M.Q.R.

πολύτροπον] πολλῶν τρόπων ἔμπειρον ἢ ἐπὶ πολλὰ τρέποντα τὴν διάνοιαν. P.

2. ἱερὸν πτολίεθρον] διὰ τὸ κτισθῆναι ὑπὸ θεῶν. ἢ διὰ τὴν πρὸς Δία εὐσέβειαν. E.V. ἢ πᾶν τὸ τινὸς περιεκτικὸν καὶ φυλακτικὸν ἱεροῦ τῶν θεῶν. E.

ἔπερσε] διὰ τί Ὅμηρος οὐ τὸν Ἀχιλλέα ὀνομάζει, ἀλλὰ τὸν Ὀδυσσέα πτολίπορθον, καὶ ταῦτα πόλεις ἀπείρους τοῦ Ἀχιλλέως πορθήσαντος; καὶ λέγομεν, ἐπεὶ ὁ Ἀχιλλεὺς πολίδριά τινα ἐπέσχεν, ὁ δὲ Ὀδυσσεὺς διὰ τῆς οἰκείας φρονήσεως τὴν περίφημον Τροίαν ἐπόρθησε, διʼ ἣν οἱ Ἕλληνες πολλῆς κακοπαθείας μετέσχηκαν κατα- [*](scholii, σοφίας ἐστίν, quæ tamen ab- illum Iliadis versum (qui non est esse non possunt: nam quod apud 308. πολυμήχανʼ Ὀδυσσεῦ, ut vide- Valckenarium post τρόπον incisum batur Valckenario, sed 500. παρα- est, ut ἐστί intelligatur ad τῆς σο- τρωπῶσʼ ἄνθρωποι, ut monuit Porso- φίας, id mihi quidem non satisfa- nus) explicandum facere. Sed ho- cit; quamvis idem hæream in re- mo ineptus qui subsistere poterat petito illo σοφίας, pro quo priori in allato Odysseæ versu τ. 521. loco aut τοῦ λίγου oportuit aut ni- multa etiam e proximis quasi som- hil” nolentus allevit donec experrectus P. 10. l. 15. ἀμαθίας δὲ τὸ πρὸς tandem finem exscribendi itidem τοὺς ἀνομοίως ἔχοντας τῷ τοῦ λόγου sine ratione fecit. BUTTM. χρῆσθαι μονοτρόπῳ H. Legebatur ἀ- ἔχειν δὲ τοῦτον—] Hæc non inte- μαθίας δὲ εἶναι τὸ πρὸς τοὺς ἀνομοίους gra esse animadvertit Buttm. ἐντυγχάνοντα τοῦ λόγου τὸ μονότροπον 3. ποικίλην H. Legebatur ποικιλίας. consentiente Leid., in qua scrip- 4. πολυμετάβολον] τὸ πολυμετάβο- tura desideratur infinitivus quocum λον R. construatur ἐντυγχάνοντα. 5. ποικίλη H. R. Legebatur ποι- 1. ἔχειν δὲ—ἀπόβλητονσλόγον] Hæc κίλου. tam necessario cum praecedentibus 6. τὸ ἑκάστῳ R. Legebatur τῷ cohærent, ut facile appareat illo- ἑκάστῳ. rum ad Iliadem scholiorum com- 7. τὸ ἑκάστῳ correxi pro τὸν ἐκά- pilatorem e scholio ad Od. α, 1. στου. sumpsisse quæ sibi viderentur ad 12. κτισθῆναι E. τετειχίσθαι V.)

12
σχεῖν αὐτὴν θέλοντες, διὰ τοῦτο οὐ τὸν Ἀχιλλέα, ἀλλὰ τὸν Ὀδυσσέα ὀνομάζει πτολίπορθον. E.

3. νόον ἔγνω] Ζηνόδοτος “νόμον ἔγνω” φησίν. ἄμεινον δὲ τὸ νόον διʼ ὧν Ὀδυσσεὺς αὐτὸς εἰσάγεται λέγων (Od. ζ, 121.) “ἠὲ φιλό- ξεινοι, καί σφιν νόος ἐστὶ θεουδής.” M.

νόον ἔγνω] νοῦς τριχῶς λέγεται, θεωρητικὸς, φυσικὸς, πραγματι- κός. θεωρητικὸς, ὡς ὅταν ὁ φιλόσοφος τὴν τῶν ὄντων γνῶσιν περι- σκοπῇ· φυσικὸς, ὡς ὅλοι οἱ ἄνθρωποι ἐπίσης νοῦν ἔχομεν· πρακτικὸς, ὡς ὅταν τις ἰδὼν πολλὰς πόλεις καὶ χώρας κἀκείνων γενόμενος ἔμ- πειρος ἐξ ἐκείνων γνῶσιν συνάξῃ. ἐκ γὰρ τῆς ἐμπειρίας ἡ γνῶσις συνάγεται. E.

4. ὃν κατὰ θυμόν] ἐνταῦθα στικτέον εἰς τὸ ἄλγεα, εἶτα “ὃν κατὰ θυμὸν ἀρνύμενος.” Q.S.V. τὸ ἐφʼ ἑαυτῷ περιποιῶν καὶ σώζων ἑαυ- τὸν καὶ τοὺς ἑταίρους. ἢ ἀντικαταλλασσόμενος τὴν ἑαυτοῦ ψυχὴν καὶ τὴν εἰς τὸν οἶκον τιμωρίαν ὑπὲρ τῶν ἑταίρων· οἷον αὐτὸς ἀπολέ- σθαι θέλων ἵνα σώσῃ τοὺς ἑταίρους. διαληπτέον δὲ ἐπὶ τὸ νόστον. ἀρνύμενος] ἀντικαταλλάσσων, ἀντιδιδοὺς τὰ ἄλγεα διὰ τὴν ἣν ψυχὴν καὶ διὰ τὸν νόστον τῶν ἑταίρων. ἢ ἀντιδιδοὺς τὴν οἰκείαν ψυ- χὴν διὰ τὸν νόστον, ἀντὶ τοῦ ὑπὲρ τοῦ νόστου, τῶν ἑταίρων, οἷον αὐτὸς ἀπολέσθαι. B. ἀντιποιούμενος, ἀντικαταλλασσόμενος καὶ περιποι- ούμενος. P.

8. οἳ κατὰ βοῦς] μυθικῶς μὲν λέγει ὅτι οἱ τοῦ Ὀδυσσέως ἑταῖροι τὰς βοῦς τοῦ Ἠλίου ἔφαγον καὶ διὰ τοῦτο οὐκ ἐδυνήθησαν ὑποστρέψαι εἰς τὰς οἰκίας αὐτῶν· ἀλληγορικῶς δὲ βοῦς Ἠλίου τὰς ἡμέρας νοεῖ, ἃς οἱ τοῦ Ὀδυσσέως φίλοι κακῶς διεβίβασαν, ὕστερον δὴ θελή- σαντες ὑποστρέψαι πρὸς τὰς οἰκίας αὐτῶν. E.

ἐμνήσθη τούτων, ἐπεὶ ἐκ προαιρέσεως ἀδικήσαντες ἀπώλοντο. V.

Ὑπερίονος] ἐπιθετικῶς τοῦ ἡλίου, ἀπὸ τοῦ ὑπὲρ ἡμᾶς ἰέναι. Ἡσίοδος δὲ Ὑπερίονος αὐτὸν ἐγενεαλόγησεν. V.

Ἀπορία. διὰ τί μιᾶς ὑφʼ Ἡλίου νεὼς ἀπολωλυίας, ἕνδεκα δὲ παρὰ Λαιστρυγόσιν, ὁ ποιητὴς ἔφη [*](12. ἄλγεα om. Q. V. cios. BUTTM. 25. ἀλληγορικῷ.] Conf. schol. ad εἶτα om. Q. 13. τὸ ἐφʼ ἐαυτῷ] H. e. quantum μ, 353- quidem in ipso erat: ne videlicet 26. δὴ Buttm. pro δέ. objiciatur, non servasse illum so- 30. Ἡσίοδος] Theog. 374.)

13
  • οἲ κατὰ βοῦς ὑπερίονος Ἠελίοιο
  • ἤσθιον, αὐτὰρ ὁ τοῖσιν ἀφείλετο νόστιμον ἦμαρ,
  • ὡς δὴ πάντων ὑφʼ Ἠλίου ἀπολωλότων. φαμὲν οὖν ὅτι ἑταῖροι ἧσαν μὲν πάντες οἱ ἐπανιόντες ἐξ Ἰλίου μετὰ Ὀδυσσέως, ἰδίως δὲ οἱ συμ- πλέοντες αὐτῷ ἐν τῇ αὐτῇ νηΐ καὶ ἡ μὲν σπουδὴ ὑπὲρ τῆς πάντων σωτηρίας, δυνατὴ δὲ μᾶλλον ἡ τῶν ἐν τῇ αὐτῇ νηὶ συμπλεόντων. καὶ γὰρ κατὰ τὴν παροιμίαν “ κοινὴ ναῦς κοινὴ σωτηρία,” ἀλλʼ οὐκέτι κοιναὶ νῆες καὶ κοιναὶ σωτηρίαι. τὸ γοῦν
  • πολλλὰ δʼ ὄγʼ ἐν πόντῳ πάθεν ἄλγεα ὃν κατὰ θυμὸν,
  • ἀρνύμενος ἥν τε ψυχὴν καὶ νόστον ἑταίρων,
  • ἰδίως τῶν ἐν τῇ Ὀδυσσέως νηῒ δηλοῖ. ὧν καὶ μάλιστα ὡς ἂν σὺν αὐτῷ ὄντων τῆς σωτηρίας φροντίζειν ἐδύνατο, ἐπεὶ τοῦ μόνον εἰς οἶκον ἀνακομισθῆναι τὸν Ὀδυσσέα αἴτιος γέγονεν ὁ Ἥλιος, τοὺς περιλειπομένους ἀποκτείνας. ὥσπερ οὖν εἴ τις λέγει τοῦ τοὺς Τρῶας ἀπολέσθαι αἴτιον Ὀδυσσέα γενέσθαι τὰ περὶ τὸν ἵππον μηχανητ σάμενον, καίτοι τῶν πλείστων προαπολωλότων ὑπὸ Ἀχιλλέως, Νε- οπτολέμου, Αἴαντος καὶ τῶν λοιπῶν ἀριστέων (ὁ γὰρ τὴν πρᾶξιν τελεώσας ἐπώνυμος τοῦ παντὸς ἔργου γίνεται), οὕτως κἀνταῦθα αἰ- τίου τοῦ μόνον ὑποστρέψαι τὸν Ὀδυσσέα γεγονότος Ἡλίου δικαίως εἶπεν “αὐτὰρ ὁ τοῖσιν ἀφείλετο νόστιμον ἦμαρ. . . . . ἔπειτα οὐ πάντων διʼ ἀβουλίας ἀπολωλότων, ἀλλὰ τῶν μὲν διὰ δυστυχίας, ὥσπερ οἱ εἰς τοὺς Κίκονας ἐμπεσόντες, ἢ εἰς τὸν Κύκλωπα, ἢ εἰς τοὺς Λαιστρυγόνας, ἢ εἰς τὴν Σκύλλαν, τῶν δὲ διʼ ἀβουλίαν, ὥσπερ μόνοι εὑρίσκονται οἱ εἰς τὸν Ἥλιον ἀκουσίως ἀσεβεῖν ἑλόμενοι, τὸν Ὀδυσσέα σαφῶς φάναι ὅτι ὑπὲρ τούτων μάλιστα ἐσπούδασεν, ὑπὲρ τῶν μὴ ἔξωθεν αἰτίας ἀπολεσθέντων, ἀλλὰ τῶν σωθέντων ἂν, εἰ μὴ ἄφρονες ἧσαν καὶ παραίτιοι αὑτοῖς τοῦ θανάτου. ὡς γὰρ ἑαυτὸν σώ- ζει ἐκ παντὸς τοῦ παρʼ ἑαυτὸν ῥυόμενος θανάτου, οὕτως καὶ τοὺς ἑταί- ρους ἐκ τοῦ παρʼ ἑαυτὸν δύναται μόνος σοφὸς ῥύεσθαι θανάτου, εἰ τὸ παρ’ ἑαυτοὺς αἴτιον μὴ πρόφασιν ἐνδοῦναι πείσειεν· ἀθανάτους δὲ οὕτε σοφία ποιῆσαι ἐπαγγέλλεται οὔθʼ ὁ σοφὸς σώσειεν ἂν ἐκ παντὸς θανά. του, ἀλλʼ ἐκ μόνου ἄρα τοῦ παρὰ τὴν ἡμετέραν αἰτίαν ὑφισταμένου, εἰ πεισθεῖεν αὐτῷ οἱ συνόντες· οὐδὲ γὰρ οὐδὲ τοῦ πεῖσαι ἐκ παντὸς κύριος [*](3. δὴ correxi pro διά. tot literarum capax quot in ante- 14. εἴ τις λέγει] Aptius ἄν τις λέ- cedente versu literam sunt verborum κἀνταῦθα αἰτίου—Ἡλίου δικαίως. 20. Ante ἔπειτα lacuna est in H.)
    14
    ὁ σοφός. πολλὰ ὁ μὲν ἔπαθεν ἀρνύμενος ἥν τε ψυχὴν καὶ νόστον ἑταίρων ἐν τοῖς παρʼ ἑαυτῷ σωστικοῖς ἔργοις τῶν κινδύνων, ἀλλʼ οὐκ ἐν τοῖς μὴ παρʼ ἡμᾶς ἀποβαινόντων. καὶ ὁμοίως ἐν τοῖς παρʼ ἡμᾶς αὐτὸς μὲν ἔσωσεν ἀρετῇ πειθόμενος τοὺς δυνηθέντας ἂν μὴ διὰ τύχην ἔξωθέν τινα καθʼ εἱμαρμένην ἀποθανεῖν, ἐκ δὲ τῆς παρʼ ἑαυτῶν αἰτίας, καίπερ πολλὰ προθυμηθεὶς, οὐκ ἔσωσεν· αὐτοὶ γὰρ σφετέρῃσιν . . . . . . . . . ἤσαν εἰς τὸν Ἥλιον μόνοι ἀσεβήσαντες. ἔδειξεν οὖν ὅτι τῶν συμβαινόντων τὰ μὲν παρὰ τύχην καὶ τὴν ἔξωθεν αἰτίαν, ὥν ὁ σοφὸς οὐ κύριος, τὰ δὲ παρʼ ἡμᾶς καὶ τὴν ἡμετέραν ὁρμὴν, ὧν κρατεῖν οἷός τε ὁ σπουδαῖος. καὶ θανάτου οὖν τοῦ μὲν ἔξωθεν καὶ παρὰ τὴν τύ- χην οὔτʼ ἐφʼ ἑαυτοῦ οὔτʼ ἐηʼ ἄλλου ὁ σπουδαῖος κύριος, τοῦ δὲ παρὰ τὴν ἡμετέραν αἰτίαν ἐκ παντὸς προνοήσεται ὁ σπουδαῖος καὶ ἐφʼ ἑαυτοῦ καὶ ἐπὶ τῶν αὐτῷ διαφερόντων· καὶ περιγενόμενος ἐφʼ ἑαυτοῦ ἀποτακτήσει τὰ πολλὰ ἐπὶ ἄλλων, ὅταν μὴ τὴν αὐτὴν αὐτῷ τῆς φρο- νήσεως ἔχωσιν ἕξιν. ἀκουστέον οὖν τὸ
  • πολλὰ δʼ ὅγʼ ἐν πόντῳ πάθεν ἄλγεα ὃν κατὰ θυμὸν,
  • ἀρνύμενος ἥν τε ψυχὴν καὶ νόστον ἑταίρων
  • ἐν τοῖς δυνατοῖς καὶ παρ’ ἡμᾶς τοῦ θανάτου αἰτίοις, ἀλλʼ οὐ μέντοι τοῖς μὴ παρʼ ἡμᾶς αἰτίοις· τῶν γὰρ ἐφʼ ἡμῖν μόνων ὀρεκτικὸς ὁ σπου- δαῖος, καὶ διὰ τοῦτο τῶν ἐξ ἡμῶν αἰτίων θανάτου φυλακτικὸς, ἅλ’ οὐ τῶν ἔξωθεν κατὰ τὴν εἱμαρμένην αἰτίαν ἀποβαινόντων. οὔτε γὰρ πάντων ἀπαξαπλῶς τῶν ἔξωθεν αἴτια, οὔτε πάλιν τὸ ἐφʼ ἡμῶν πάντων κύριον, ἀλλʼ ὧν μὲν τὸ ἐφʼ ἡμῖν, ὧν δὲ κρατεῖ τὰ ἔξωθεν. καὶ τῶν θα- νάτων οἱ μὲν διʼ αἰτίας ἔξωθεν γίνονται, οἱ δὲ διʼ ἡμετέρας ἁμαρτίας, καὶ ἐκ τῆς ἀνοίας τῆς ἡμετέρας ἤρτηνται, ὡς οἵ γε πλεῖστοι τῶν διὰ κακίας εἰς κόλασιν ὑπὸ τοῦ νόμου ἐπαγομένων ἠρτημένοι ἀπʼ αἰτίας τῆς ἐκ τῶν ἑκουσίων ἁμαρτημάτων. H.

    10. ἀμόθεν] παρὰ τοῖς Δωριεῦσιν ἔστιν ὄνομα ἀμός ἰσοδυναμοῦν τῷ τίς. καὶ ἀπὸ τούτου γίνεται τὸ ἀμόθεν. δηλοῖ δὲ τὸ ἀπό τινος μέρους τούτων. ἀπὸ δὲ τοῦ ἀμόθεν γίνεται καὶ τὸ οὐδαμόθεν. ἀπὸ δὲ τοῦ ἄμως ἐπιρρήματος γίνεται τὸ ἁμωσγέπως καὶ τὸ οὐδαμῶς. E. ἔστι δὲ ἡ λέξις τῶν Ἀττικῶν ἀμόθεν ἀπὸ μέρους, ὡς καὶ τὸ ἐναντίον οὐδαμόθεν. τὸ δὲ ἀμόν παρὰ τοῖς Ἴωσι τὸν ἕνα δηλοῖ καὶ οὐδαμὸν τὸν οὐδαμινόν. M.

    τῶν ἀμόθεν γε] τῶν περὶ τὸν Ὀδυσσέα ὁπόθεν θέλεις πράξεων ἀπό τινος μέρους ἀρξαμένη διηγοῦ ἡμῖν. ἀμόθεν ποθέν. ἔστι λέξις τῶν Ἀττικῶν. ἢ ἀπό τινος μέρους ὁπόθεν θέλεις. S. V.

    15

    τῶν—εἰπὲ καὶ ἡμῖν] ὧν σὺ οἶδας, ἵνα καὶ ἡμεῖς γνῶμεν. V.

    12. ἔσαν] ἐπορεύθησαν. H.

    13. κεχρημένον] ἐπιδεόμενον, χρείαν ἔχοντα. H.

    ἠδὲ γυναικός] οἰκείως προσέθηκεν, ἵνα καταφρονήσῃ καὶ θεᾶς ἐρώ- σης. H. V.

    14. Καλυψὼ θυγάτηρ ἦν τοῦ Ἄτλαντος. ὄρος δὲ ἦν μέγα, ὅπερ καὶ λέγουσι βαστάζειν κίονας κατέχοντας τὸν οὐρανὸν καὶ τὴν γῆν. H. Q.

    16. περιπλομένων ἐνιαυτῶν] συστρεφομένων, τελεουμένων τῶν χρό- νων, εἰς ἑαυτοὺς ἀνακυκλουμένων. H.

    17. ὑπερβατὸν, ἵνα συντάσσηται οἶκόνδε νέεσθαι καὶ ἐν τοῖς ἑαυ- τοῦ φίλοις. H.

    18. ἔνθα] τότε. H. V. χρονικὸν ἐπίρρημα καὶ ἐν τόπῳ. V.

    20. ἀσπερχὲς μενέαινεν] διόλου ὠργίζετο, ἐχολοῦτο. H.

    [21. ἀντιθέῳ Ὀδυσῆϊ] Ὀδυσσεὺς δὲ λέγεται παρὰ τὸ ὁδός καὶ τὸ ὕω, τὸ βρέχω. λέγουσι γὰρ ὅτι ἐν τῇ ὁδῷ ἐγεννήθη. ἐγὼ δὲ καὶ Νικόλαος λέγει ὅτι Ὀδυσσεὺς λέγεται παρὰ τὸ ὀδυσσεύω, τὸ μισῶ. οὕτω γὰρ ἐκλήθη διὰ τὸ συμβεβηκὸς, ὡς καὶ ἐκ τῶν ῥαψῳδιῶν ἔξεστι μαθεῖν. Vind. 56.]

    22. ἀλλʼ ὁ μὲν Αἰθίοπας] μυθικῶς μέν φασι τὸν Ποσειδῶνα εἰς Ἄἰθίοπας κατὰ καιρὸν ὡρισμένον παραγινόμενον παρʼ ἐκείνων τιμᾶσθαι, ἀλληγορικῶς δὲ Ποσειδῶν λέγεται τὸ ὕδωρ. ἐπεὶ δὲ τὸ ὕδωρ, ἤτοι ὁ ὠκεανός, τὴν πᾶσαν χθόνα κυκλοῖ, καὶ ὅτι ὁ Νεῖλος κατὰ καιρὸν ὡρισμένον ἀρδεύει τὴν τῶν Αἰθιόπων γῆν καὶ αὔξει τὰ δένδρα, κατὰ τοῦτο λέγουσι τὸν Ποσειδῶνα ἤτοι τὸ ὕδωρ τιμᾶσθαι παρʼ αὐτῶν ὡς πολλῶν ἀγαθῶν ἐκείνοις παρεκτικόν. E.

    μετεκείαθε] ἡ μετά πρὸς τοὺς Αἰθίοπας. τὸ κει δίφθογγον διὰ τὸ μέτρον. H.

    23. διχθὰ δεδαίαται] ἀπὸ μεσημβρίας διερχόμενος ὁ Νεῖλος [*](1. Addidi τῶν in lemmate et ὧν 15. ex H. adscripsit vide Præfat. p. correxi pro ὡς. 4. προσέθηκεν] προστέθεικεν V. 14. 16. παρὰ τὸ scripsi pro παρὰ ἵνα καταφρονήσῃ] Hoc est, ut ex- τῆς et παρὰ τοῦ. Etymologia inepta, hibeat illum contemnentem—. No- quacum conf. schol. ad v. 75. tandus tironibus hic usus dicendi 15. ἐγεννήθη scripsi pro ἐγενήθη. cum particula ἵνα in hisce scholiis, 26. In P. est γράφεται δίφθογγον e. g. schol. ι, 353. BUTTM. διὰ τὸ μέτρον. 7. De iis quæ Cramerus versui 28. ἀπὸ μεσημβρίας δ. ὁ Ν. διαμερί-)

    16
    διορίζει τοὺς Αἰθίοπας, ἐκ μὲν ἀνατολῆς ἔχων τοὺς Ἰνδοὺς, ἐκ δυσμῶν δὲ νομάδας καὶ Βλέμυας. ἀρέσκει δὲ τῷ Ἀριστάρχῳ παρὰ τοῖς ἀνατολικοῖς Αἰθίοψι διατρίβειν τὸν Ποσειδῶνα ἐκ τοῦ ἐκ Σολύμων φάσκειν αὐτὸν ὁρᾶν τὸν Ὀδυσσέα. M. Αἰθίοπες ἀνατολικοὶ καὶ δυσμικοί. κατοικοῦσι δὲ ἀμφότεροι πρὸς τῷ ὠκεανῷ. τούτου χάριν φησὶν “ἔσχατοι ἀνδρῶν.” E. νενέμηνται, μεμερισμένοι εἰσίν. οἱ μὲν γὰρ αὐτῶν ἐπʼ ἀνατολάς εἰσιν, οἱ δὲ ἐπὶ δυσμάς. τινὲς δὲ πρὸς τοῦ Νείλου σχίζεσθαι αὐτοὺς λέγουσιν. H.P.Q.V.

    27. ἀθρόοι] δασυντέον τὸ α· καὶ πρὸ τέλους ἡ ὀξεῖα, ἐπειδὴ ση- μαίνει ὁμοῦ. H.

    28. τοῖσι δέ] ἐν τούτοις δὲ τοῖς θεοῖς. V.

    29. ἀμύμονος Αἰγίσθοιο] ἢ τοῦ καλοῦ πρὸ τοῦ μοιχεῦσαι, ἢ τοῦ κατὰ γένος ἀγαθοῦ. H.P.V.

    30. τηλεκλυτός] οὗ πόρρω ἡ δόξα διέρχεται. P. V.

    ὀξυτονητέον τὸ τηλεκλυτός ὡς ἀγακλυτός. εἰ μὲν πτωτικὸν κατʼ ἀρχὴν συντεθείη, βαρύνεται, ὡς τοξόκλυτος· εἰ δὲ ἄλλο τι τῶν ὑπὲρ μίαν συλλαβὴν, ὀξύνεται. διὸ σημειούμεθα τὸ ναυσικλυτός ὀξυνόμε- νον· τὸ δὲ δουρικλυτός ἐν παραθέσει ἐστίν. H.Q.

    31. ἔπεα πτερόεντα προσηύδα] γράφεται, ἔπεʼ ἀθανάτοισι μετηύδα. H.P.

    32. ὦ πόποι] ὦ παπαῖ. ἔστι δὲ ἐπίρρημα σχετλιασμοῦ δηλωτι- κόν. H. V. πόποι οἱ θεοὶ κατὰ τὴν τῶν Δρυόπων φωνήν· καὶ ἐπίρ- ρημα ἀντὶ τοῦ φεῦ. E.

    33. ἐξ ἡμέων] ταῦτα οὐ συμφωνεῖ τῇ πάσῃ μυθοποιίᾳ καθʼ ἣν εἰσάγει τοὺς θεοὺς πολλῶν αἰτίους συμφορῶν. δυνατὸν μὲν οὖν λύειν [*](ζεῖ (nam sic scriptum) τοὺς Αἰθίοπας Conf. schol. Il. κ, 109. habet etiam S. 18. ἐν παραθέσει] Vocem ναυσι- 3. ἐκ Σολύμων] Vide ε, 283. et κλυτός non item ut alteram δουρικλυ- compara Eustath. p. 1386, 36 τός dicit esse ἐν παραθέσει, quoniam, 9. δασυντέον] δασυνητέον H. si ita esset, Homeri sermo requi- πρὸ τέλους ἡ ὁξεῖα]Cf.sct.ad β,185. reret νηυσὶ κλυτός. Vid. schol. 39. ἐπειδὴ σημαίνει τὸ ὁμοῦ] Vide Pier- Sed ipsa grammaticorum de hac sonum ad Mœrin p. 19. Sed hanc re qualiacunque praecepta neque regulam parum constanter ser- ex hoc scholio neque ex illo extri- vasse videntur antiqui; dixere enim care valeo. Conf. ad ζ, 22. et quæ ἄλοχος et ἀδελφός cum leni. Alibi scripsi in Lexil. I. 24. 9. BUTTM. taιmen (ad δ,405.) rem repetit scho- 21. παπαῖ] παπαί H. V. liastes. PORS. σχετλιασμοῦ δηλωτικόν] σχετλιαστι- 16. ὡς τοξόκλυτος addidi ex H. κόν H.)

    17
    τῷ προσώπῳ διὰ τὸ τότε μὲν τὸν ποιητὴν λέγειν, νῦν δὲ τὸν Δία. μᾶλλον δʼ ἂν τῇ λέξει λύοιτο· οἱ δὲ καὶ αὐτοὶ σφῇσιν ἀτασθαλίῃσιν· ὡς καὶ τῶν θεῶν αἰτίων, οὐ μὴν ἀπάντων γε, καθάπερ οἱ ἄνθρωποι νομίζουσι. Q.

    οἱ δὲ καὶ αὐτοὶ] σημειοῦται Ἀρίσταρχος λέγων τὸν καί σύνδεσμον περιττεύειν. H.M.Q.

    οἱ δὲ καὶ αὐτοὶ σφῇσιν ἀτασθαλίῃσιν] τὸ ἑξῆς, οἱ δὲ καὶ αὐτοὶ σφῇσιν ἀτασθαλίαις, ὅ ἐστι ταῖς ἑαυτῶν, ἐν ἴσῳ τῷ αὐτοὶ αἴτιοί εἰσιν. οἱ δὲ περισσὸν τὸν καί σύνδεσμον· ἢ στικτέον, οἱ δέ. V.

    34. ὑπὲρ μόρον] οὐ σύνθετον τὸ ὑπὲρ μόρον. μόρον δὲ τὴν μοῖραν. “ἦ ῥα καὶ σὺ κακὸν μόρον ἠγηλάζεις” (Od. λ, 618.). καὶ πῶς ἀλ- λαχοῦ φησι “μοῖραν δʼ οὔτινά φημι” (Il. ζ, 488.); ῥητέον ὅτι τῆς μοίρας τὸ μέν ἐστι μονότροπον, τὸ δὲ ἀμφίβολον, ὡς ἐν Ἰλιάδι ἀπε- δείξαμεν· ὡς ἐν τῷ “μήτηρ γάρ τέ μέ φησι διχθαδίας κῆρας φερέ- μεν” (Il. ι, 410.) M. Q. ἀντὶ τοῦ ὑπὲρ τὸ πεπρωμένον. Q.

    36. γῆμʼ ἄλοχον] γαμήλιος ὢν ὁ θεὸς ἀναγκαίως τῶν γάμων προ- νοεῖται. ἢ τὸ πᾶν προκατεσκεύασται πρὸς τῷ μέλλοντι λεχθῆναι ὑπʼ Ἀθηνᾶς. Q.

    38. Ἑρμείαν πέμψαντες] ἔνιοι πέμψαντε γράφουσι δυικῶς, ἢ ἐπὶ τοῦ Διὸς καὶ τῆς Ἥῥᾶς· γαμήλιοι γὰρ οὗτοι· ἢ ἐπὶ θεῶν καὶ θεαι- νῶν· ἢ ἐπὶ Διὸς καὶ τῶν ἄλλων θεῶν. οὕτως δὲ καὶ Ἀριστοφάνης [*](9. σύνδεσμον om H.Q. qui huic καὶ πῶς ἀλλαχοῦ M. πῶς om. Q. scholio adqungunt verba τὸ δὲ ὑπὲρ 13. ἐστι] οἶδε Q. μόρον (ὑπέρμορον H.) οὐ σύνθετον. ἀπεδείξαμεν] ἀπέδειξεν Q. περιττεύειν] Conf. ad λ, 453. 14. μήτηρ—φερέμεν] μοίρα—φέρε- 10. οὐ σύνθετον τὸ ὐ. μ. om. Q. σθαι M. Habet S., addito μόρον δὲ τὴν μοῖραν, 19. ἔνιοι πέμψαντε γράφουσι δυικῶς sed omissa reliqua acholii parte. M. nisi quod γράφουσι compendio ὑπέρμορον probasse Aristarchum, ὑπὲρ γρ expressum hic ut alibi non raro μόρον vero ὡς δύο μέρη λόγου ὄντα, He- γράφει et γράφουσι et γράφεται. ἐκ- liodorum, qui interpretatus sit ὑπὲρ πέμψαντε (ἐιπέμψατε Q.) δυικῶς γάρ τὸ καθῆκον, annotavit Apollon. Lex. H. Q. s. v. ὑπὲρ μόρον. Conf. etiam schol. 20. ἢ ἐπὶ—ἄλλων θεῶν om. H. Il. β, 155. 21. οὕτως—Ζηνόδοτος] πέμψαντε δμῖ- μόρον δὲ] δὲ om. Q. κῶςἀριστοφάνηςκαὶ ζηνόδοτος H. “πέμ- 11. ἦ ῥὰ καὶ σὺ M. ῥα καὶ γὰρ Q. ψαντε qui scripserunt, ἡμεῖς inter- In loco Homerico nunc est ᾖ τινα pretati sunt ἐγώ καὶ ἄλλοι θεοὶ, ut καὶ σὺ, pro quo scholiasta legisse ψ, 443, scholia ἀποκηδήσαντε φερώ- videri potest ἦ ἄρα καὶ σὺ, ut monet μεθᾳ explicant ἐγώ τε καὶ ὑμεῖς.” Buttm. κακὸν μόρον] μόρον κακὸν M. DUENTZER. Zenodot. p. 68.)

    18
    φησὶ καὶ Ζηνόδοτος. H.M.Q. ἡ Μασσαλιωτικὴ γράφει, πέμψαν- τες Μαίης ἐρικυδέος ἀγλαὸν υἱόν. H. M.

    Ἀργειφόντην] ἢ τὸν ἀργὸν καὶ καθαρὸν φόνου, ἢ τὸν φονεύσαντα Ἄργον τὸν πολυόμματον, ὃς ἐφύλασσε τὴν Ἰὼ, ἢ τὸν φονέα τῆς ἀρ- γίας, ἢ ὅστις τοὺς ἀργοὺς καὶ ἀπράκτους λογισμοὺς ἀναιρεῖ. S. ὁ Ἑρμῆς πεμφθεὶς πρὸς τὸν Αἴγισθον ἄντικρυς τοῦτο δηλοῖ τὴν ἐκ θεῶν ἀνθρώποις λόγου τοῦ κατʼ ἀρετὴν δωρεὰν, φύσιν ἔχοντος ἀπο- τρέπειν μὲν τῶν κακῶν, ἐπὶ δὲ τὰ ἀγαθὰ παρορμᾶν. μυθικῶς μὲν Ἑρμῆς διάκτορος καὶ Ἀργειφόντης λέγεται ἐκ τοῦ διατορεῖν καὶ ἀγ- γέλλειν τὰ τῶν θεῶν· καὶ Ἀργειφόντης ὅτι Ἄργον ἀνεῖλε τὸν παν- όπτην, ὃν ἡ Ἥρα φύλακα τῆς Ἰσῦς ἐπέστησε τῆς Ἰνάχου παιδός. ἀλληγορικῶς δὲ ὁ προφορικὸς λόγος Ἑρμῆς λέγεται παρὰ τὸ ἑρμη- νευτικὸς εἶναι, καὶ διάκτορος ὅτι διεξάγει τὰ τῆς ψυχῆς καὶ νοῦ ἐνθυμήματα, Ἀργειφόντης δὲ ὡς ἀργὸς καὶ καθαρὸς φόνου. παιδεύει γὰρ καὶ ῥυθμίζει καὶ πραΰνει τὸ θυμικὸν τῆς ψυχῆς. ἢ ὅτι τὸν Ἄρ- γον κύνα ἀναιρεῖ, τουτέστι τὰ λυσσώδη καὶ ἄτακτα ἐνθυμήματα. καὶ παρὰ τὸ ἀργεννὰ ἤτοι καθαρὰ φαίνειν τὰ τῆς ψυχῆς ἐνθυμή- ματα. E.

    39. κτείνειν] γράφεται, κτεῖναι. H.

    40. ἐντεῦθεν ἐκ τοῦ διηγηματικοῦ μετῆλθεν ἐπὶ τὸ μιμητικὸν, διὸ καὶ ἐπιφέρει “ὣς ἔφαθʼ Ἑρμείας.” τὸ δὲ Ἀτρείδαο οὐ κατὰ τοῦ Ὀρέστου, ἀλλὰ κατὰ τοῦ Ἀγαμέμνονος τέτακται. H.

    Ἀτρείδαο] μετὰ τοῦτο ὑποστικτέον. ἢ τοῦ τοῦ Ἀτρείδου Ἀγα- μέμνονος, τοῦ Ὀρέστου. P. V.

    [*](1. φησὶ addidi ex M. “Aristo- bo διακτορεῖν ficto vocem διάκτορος phanem et Ζenodotum, quibus dua- repetere non potuit grammaticus. lis forma diserte tribuitur, legisse Reponendum itaque διατορεῖν, cui verbo a voce διάτορος, τρανὸς, σαφής Ἑρμείαν πέμψαντε διάκτορον Ἀργει- significatio nuntiandi tribui potuit. φονίην: Sic διακτορία apud Theophrastum sic enim, nisi quod mendose ibi male scriptum esse pro διατορία de- scriptum πέμψαντες, habet cod. monstravi in Lexil. 1. 54. not. alt. Vind. 307.ʼʼ BUTTM. Derivatum autem nomen διακτόρου πέμψαντες M. πέμψαντε H. a voce διάτορος ut alibi ita vide in- 2.Μαίηςἐρικυδέος] μαίας ἐρικυδέας H. fra ad ε, 43. BUTTM. 4. τὴν Ἰὼ] τὴν ἰνὼ S. Correxi ex 11. Ἰοῦς] ἰνοῦς E. V. ubi scholion compendifactum 20. In S. ad v. 42. κατῆλθεν ἐπὶ est τὸν ἀργὸν φόνου καὶ εἰρηνικὸν, ἢ τὸν τὸ μιμητικὸν, διὸ καὶ ἐπιφέρει “ὡς ἔφαθʼ φ. Ἄ. τὸν πολυόμματον κύνα, ὃς ἐφύ- Ἑρμείας.” λασσε τὴν Ἰώ. 23. τοῦ τοῦ (id est τοῦ υἱοῦ τοῦ) 9. διατορεῖν] διακτορεῖν E. A ver- Buttm. τούτου V. τοῦ P.)
    19

    41. μέλλοντα ἀντὶ ἐνεστῶτος ἐπήγαγε ἀκαταλλήλως. H. S.

    42. ἀλλ’ οὐ φρένας] κἀκ τούτου δῆλον ὅτι δύο περὶ ἕκαστόν εἰσιν εἱμαρμέναι, αἱρεῖται δὲ ἕκαστος ἣν βούλεται. H. V.

    44. γλαυκῶπις Ἀθήνη] . . . . . . ὅταν ἐπὶ τοῦ δράκοντος λέγῃ “σμερδαλέον δὲ δέδορκε,” τὸ ἄγαν στίλβον τῶν ὀφθαλμῶν ἀκου- σόμεθα. καὶ γὰρ δράκων παρὰ τὸ δρακεῖν εἴρηται. “ σμερδαλέω δὲ λέοντε” (Il. σ, 579.) ἐπὶ τῆς ἐκφοβούσης αὐτῶν ὁράσεως ἐκδε- ξόμεθα· καὶ γὰρ ὁ λέων παρὰ τὸ λεύσσειν ὠνόμασται. αὐτὸς γὰρ ἡρμήνευσε τί τὸ σμερδαλέον, ἐπʼ αὐτῶν εἰπὼν (Il. υ, 172.) “γλαυ- κιόων·” καὶ ἡ ἀσπὶς δὲ τῆς Ἀθηνᾶς διὰ τὴν μαρμαρυγὴν “δεινή τε σμερδνή τε·” (Il. ε, 742.) δεινὸν γὰρ καὶ φοβερὸν τὸ ἄγαν λαμπρὸν καὶ στίλβον. γλαυκιόωντες δὲ οἱ λέοντες καὶ ἡ Ἀθηνὰᾶ γλαυκῶπις ἀπὸ τοῦ γάλακτος, ὅ ἐστιν ἄσκιον· καὶ διὰ τοῦτο τὸ λευκὸν ὑπʼ αὐ- τοῦ εἴρηται· μέλαινα γὰρ ἡ σκιὰ, “σκιόωντο δὲ πᾶσαι ἀγυιαί·” (Od. β, 388.) ὀξὺ δὲ τὸ λευκὸν, καὶ τὸ μέλαν ἀμβλύ. ἡ οὖν ὀξὺ ὁρῶσα φρόνησις γλαυκῶπις. ἀπὸ δὲ τοῦ γάλακτος καὶ τῆς στιλβηδόνος γλαυκὴ καὶ ἡ θάλασσα εἴρηται, καὶ ἡ τοῦ ὀφθαλμοῦ κόρη γλήνη, ὡς τὸ “ἔρρε κακὴ γλήνη.ʼ (Il. θ, 164.) καὶ τρίγληνα τὰ ἐλλόβια, ἀπὸ τοῦ ἐν λευκότητι ἀποστίλβειν. καὶ “ὃς γλήνεα πολλὰ κε- χάνδει,” (Il. ω, 192.) τὰ μὴ ῥερυπωμένα ἱμάτια, ἀλλὰ στιλπνὰ διὰ καθαρότητος. καὶ ζοφουμένη θάλασσα “ μελάνει δέ τε πόντος” (Il. η, 64.) λέγεται. ἀτάραχος γὰρ οὖσα καὶ διειδὴς “λευκὴ δʼ ἦν ἀμφὶ “γαλήνη.” (Od. κ, 94.) καὶ γὰρ ἡ γαλήνη ἀπὸ τοῦ γάλακτος εἴ- ρηται· καὶ ἐπεὶ τὸ μέλαν σκυθρωπὸν, τὸ δὲ λευκὸν ἀντίκειται τῷ μέλανι, ἱλαρὸν ἂν εἴη, γέλως δὲ ἡ ἱλαρότης· “γέλασσε δὲ πᾶσα περὶ χθών (φησὶ) χαλκοῦ ὑπὸ στεροπῆς” (Il. τ, 362.) τουτέστι λαμπρυνθεῖσα φαιδρὰ ἐγένετο. οὕτω δεῖ νοεῖν καὶ τὸ “κόρυθες καὶ θώρακες λαμπρὸν γανόωντες” (Il. ν, 265.) ἀπὸ τῆς αὐγῆς τῆς λαμ- πούσης καὶ διὰ τῆς στιλβηδόνος φαιδρυνομένης. καὶ γαίων δὲ τῷ κύδεϊ (Il. α, 405.) ὁ διαχεόμενος καὶ λαμπρυνόμενος διὰ τὴν δόξαν. ἐπεὶ δὲ φῶς ἐστιν ἐπὶ τοῖς ὀφθαλμοῖς, ὅταν μὲν ἥμερον λάμπωσι, [*](1. μέλλοντα] Spectat fortasse ad phyr. Quaest. Hom. c. 9. In reli- ἐπιβήσεται a quibusdam pro ἱμείρε- qua quoque scholii parte plura apud ται lectum. Porphyrium paullo aliter scripta. 3. δύο—εἱμαρμέναι] Conf. schol. 14. σκιόωντο-ἀγυιαί] σκιόωνται— ad v. 34. et Il. ι, 410. BUTTM. αἱ ἀγυιαί. H. 5. Indicavi lacunam, cui explen- 28. αὐγῆς ex Porphyrio pro γῆς. dæ non sufficiunt verba ὅταν—σμ. 31. λάμπωσι] βλέπωσι Porphyr. δὲ (Il. , 95.), qum addidi ex Por-)

    20
    φάεα αὐτὰ καλεῖ· “κύσσε δέ μιν κεφαλὴν καὶ ἄμφω φάεα καλά” (Od. π, 15.) καὶ ἥμερον ζῶον ἄνθρωπος φὼς, ζωῆς δὲ ἔτι μετέχων, ἀπὸ τοῦ ἐν τοῖς ὀφθαλμοῖς φωτός· ὅταν γὰρ ἀποθάνῃ, “κατὰ δʼ ὅσσʼ ἐρεβεννὴ νὺξ ἐκάλυψε·” (Il. ε, 659.) ὅταν δὲ ἐξαγριωθῶσιν ὑπʼ ὀργῆς καὶ ἐκκαυθῶσιν, ἔτι μὲν ἀρχομένης τῆς ὀργῆς ʼπυρὶ λαμπετόωντι ἐΐκτην,” (Il. α, 104.) κρατησάσης δὲ “πῦρ ὀφθαλμοῖσι δέδορκε·” καὶ γὰρ τὸ φῶς ἀπὸ πυρὸς, καὶ τὸ ὕφαιμον δὲ ὁρᾶν διὰ τὸ πυρὶ ἐοικέναι τὸ αἷμα σμερδαλέον εἴρηται (Od. ζ, 137.)
  • σμερδαλέος δʼ αὐτήσι φάνη κεκακωμένος ἅλμῃ
  • τουτέστιν ὕφαιμον βλέπων διὰ τὸ πυρωποὺς ἔχειν τοὺς ὀφθαλμοὺς ἐκ τῆς ἁλός· καὶ ἐπὶ τοῦ πυρὸς δίκην βλεπομένου εἰπών (Il. ο, 605.)
  • μαίνετο δʼ ὡς ὅτʼἌρης ἐγχέσπαλος, ἢ ὀλοὸν πῦρ
  • οὔρεσι μαίνηται
  • ἐπάγει “τὼ δέ οἱ ὄσσε λαμπέσθην·” λοιπὸν δὲ καὶ κατὰ μεταφορὰν σμερδαλέα μὲν τὰ οἰκήματα τοῦ Ἅίδου ἔφη, ἀπὸ τοῦ ὕφαιμα εἶναι καὶ φόνων πλήρη, ἐπὶ τὴν ὄψιν ἀναφέρων· ἐπὶ φωνῆς δὲ λαμπρᾶς καὶ διαφανοῦς (Il. β, 334.)
  • σμερδαλέον κονάβησαν ἀϋσάντων ὑπʼ Ἀχαιῶν.
  • καὶ “σμερδνὸν βοόων.” (Il. ο, 687.) καὶ γὰρ ἐπʼ ὀρχήσεως συντόνου μεταφέρων “ μαρμαρυγὴν” ἔφη “θηῆτο ποδῶν.” (Od. θ, 265.) τὰς ἐν τῇ κινήσει στιλβηδόνας, ἃς ποιεῖ καὶ τὸ πῦρ κινούμενον· καὶ οὐχ οἱ φιλόσοφοι πρῶτοι τὸ λευκὸν ἀφωρίσαντο τὸ διακριτικὸν ὄψεως, ἀλλὰ πρὸ αὐτῶν Ὅμηρος μαρμαίρειν λέγων τὸ λάμπειν, ὅ ἐστι μερί- ζειν καὶ διαιρεῖν, ἀφʼ οὗ τὸ διακρίνειν· ὅθεν τὸ μὴ μερίζον, ἀλλὰ σκο- τεινὸν, ἀμαυρόν. καὶ ὅτι ἀπὸ τοῦ μερίζειν καὶ διακρίνειν καὶ διαιρεῖν κέκληται τὸ σκοτεινὸν, μαρμαίρειν δὲ δηλοῖ τὸ φῶς δάος καλέσας “δάος μετὰ χερσὶν ἔχουσα,” ἀφʼ οὗ αἱ δεκτικαὶ τοῦ φωτὸς δαίδες. οὕτως ἐβουλόμην τὰς Ὁμηρικὰς λέξεις καὶ τοὺς ἐξηγητὰς σκοπεῖσθαι, καὶ τοὺς τοῦτον τὸν τρόπον ἐξηγησαμένους ἀποδέχεσθαι. H.

    46. ἐοικότι] πρέποντι, ὁμοίῳ. H.

    47. ὣς ἀπόλοιτο καὶ ἄλλος] ἐμφαίνει τοὺς μνηστῆρας. H. V.

    ὣς ὄλλοιτο] γράφεται, ἀπόλοιτο. P.

    ῥέζοι] ἐπιτελοίη, παρὰ τὸ αἷμα πράττων. V.

    [*](1. κύσσε—μετέχων om. Porphyr. est alio in versu Il. ο, 648. 4. δὲ ex Porphyrio pro γάρ. 22. Inter ἀλλὰ et καὶ διαιρεῖν la- 6. κρατησάσης] κρατούσης Porph. cuna est in H. tot fere verborum 11. βλεπομένου] μαινομένου Porph. capax quot ego ex Porphyrio ad- 18. κονάβησαν] κονάβησε H., quod didi usque ad μκρίζειν.)
    21

    48. δαΐφρονι] πολεμόφρονι. H. V. δαΐς γὰρ ἡ μάχη. ὅταν δὲ ἐπὶ τῆς Πηνελόπης λέγῃ, δεδαηκυίᾳ κατὰ φρένας, τουτέστι μεμαθηκυίᾳ, ἐξ οὗ τὴν συνετὴν καὶ σώφρονα βούλεται δηλοῦν. V. δαίεται] διακόπτεται. τὸ γὰρ καίεται ἐπὶ ἐρώσης. V.

    49. δηθὰ] πολλά. V.

    δυσμόρῳ] δύσμορόν φησι τὸν Ὀδυσσέα ὡς μεγάλα κακὰ παθόντα τῇ πλάνῃ. H.

    φίλων ἄπο] ἀντὶ τοῦ ἄποθεν· διὸ ἐγκλίνεται, ὡς τὸ “ἄπο πλυνοί εἰσι πόληος.” (Od. ζ, 40.) H.

    50. ἀμφιρύτῃ] τῇ ἀμφοτέρωθεν περιρρεομένῃ. H.

    ὅθι τʼ ὀμφαλός ἐστι θαλάσσης] μέση τῆς περὶ αὐτὴν θαλάσσης. ἢ τὸ βάθος. V.

    52. Ἄτλαντος θυγάτηρ] Ἡσίοδος δὲ ἐν Θεογονίᾳ φησὶ τὴν Κα- λυψὼ θυγατέρα Ὠκεανοῦ καὶ Τηθύος. V.

    ὀλοόφρονος] Κλεάνθης δασύνει, τοῦ περὶ τῶν ὅλων φρονοῦντος, ἴδιον οὕτως **. ἄμεινον δὲ ψιλοῦντας ἀκούειν τοῦ τὰ ὀλέθρια καὶ δεινὰ φρονήσαντος· εἷς γὰρ τῶν Τιτάνων ὁ Ἄτλας ἱστορεῖται. H.

    ὀλοόφρονος] ὀλεθρίου· ἐπεὶ πολέμιος τοῖς θεοῖς· καὶ γὰρ τοῖς θεοῖς ἐπολέμει. οἱ δὲ τὸ ἑξῆς, θαλάσσης ὀλοόφρονος. οἱ δὲ ἐδάσυναν, ἵνʼ ᾖ περὶ τῶν ὅλων φρονοῦντος. αὐτὸς γὰρ ὁ Ἄτλας τὸν κόσμον βαστά. ζων παραδίδοται. ἢ ἐγέγραπτο κατὰ τὴν ἀρχαίαν γραφήν· εἶτά τις μὴ νοήσας προσέθηκε τὸ ος. H.P.Q.V.

    53. ἔχει δέ τε] νῦν, ἐπιμελεῖται, ὡς καὶ ἐκεῖ, “καί μοι κῆπον ἔχει πολυδένδρεον” (Od. δ, 737.). ἢ κρατεῖ καὶ βαστάζει. P. V.

    56. αἱμυλίοισι] παραλογιστικοῖς. ἢ εὐνοικοῖς καὶ οἷον συγγενι- κοῖς, ἢ τοῖς μετ’ ἐμπειρίας συνετοῖς καὶ προσηνέσιν. V.

    58. ἱέμενος καπνὸν ἀποθρώσκοντα] τρόπον ἑρμηνείας ἀντίστροφον ὁ Χαῖρίς φησιν εἶναι, ὅταν ἀναστρέφωσι τὸν σχηματισμὸν αἱ λέξεις· [*](2. Πηνελόπης] Immo de Euryclea 21. ἐγέγραπτο] ἐγγέγραπτο Q. γέ- conjuge Laertæ ο, 356. BUTTM. γραπτο H.P.V. 13. Θεογονία] 359. εἶτα—ος om. Q. 15. δασύνει] Conf. ad λ, 322. et 26. ἢ addidit Buttmann. Duas Eustath. p. 1389, 55. proponit derivationes. priorem ab 16. Post οὕτως in H. est voc. ob. οἶμα, alteram ab αἵμων. scutum, in quo literæ ῆσθ apparent. 28. ὁ Χαῖρις (nam sic codicis vi- Fort. νοήσας. tium ὁ χάρις correxit Cobetus) ha- 18. ὀλεθρίου] ὀλέθριος H. præfixo bet M., om. Q. Ἄλλως. καὶ γὰρ τοῖς θεοῖς ἐπολέμει om. V. φησιν M. φασιν Q.)

    22
    ὡς τὸ, “χασσάμενος πελεμίχθη” (Il. δ, 535.) ἀντὶ τοῦ ἐχάσσατο. καὶ “κονίσαλος ὤρνυτ’ ἀέλλης” (Il. γ, 13.) ἀντὶ τοῦ κονισάλου· καὶ, “παρῴχηκεν δὲ πλέων νὺξ τῶν δύο μοιράων” (Il. κ, 252.), παρὸν οὕτως φάναι, τὸ πλέον τῆς νυκτὸς, ὅ ἐστι δύο μοῖραι. τὸν αὐτὸν δὴ τρόπον κἀνθάδε, Ὀδυσσεὺς δὲ καπνὸν ἀποθρώσκοντα ἱμειρόμενος ἰδεῖν ἧς γαίης θανέειν ἵεται. τινὲς δὲ λείπειν φασὶ τὸ τούτου τνχών. M. Q.

    59. ἧς γαίης] ἐνταῦθα στικτέον. τὸ γὰρ ὅλον, ὁ πρότερον ἐπιθυ- μῶν καπνὸν τῆς πατρίδος ἰδεῖν νῦν εὔχεται διὰ τὰ κατέχοντα τελευ- τῆσαι. V.

    60. οὔ νύ τʼ Ὀδυσσεὺς Ἀργείων παρὰ νηυσὶ χαρίζετο ἱερὰ ῥέ- ζων] ἐκεῖνος μὲν τὰ παρʼ αὐτοῦ ἐπιθύων, σὺ δὲ οὐ κεχαρισμένως ἐλάμβανες. H. V.

    62. τί νύ οἱ] μία μόνη ὀξεῖα. τὰ γὰρ παράλληλα ἐγκλιτικὰ, καὶ μάλιστα ὅτε εἰς φωνῆεν λήγει, προφάσει τῶν δύο βραχειῶν οὐκ ἐγείρει τὸν τόνον. H. M.

    τί νύ οἱ] τί αὐτῷ τὸ τοσοῦτον ὠργίσθης, ὦ Ζεῦ; H.

    ὠδύσαο] ὠργίσθης ἢ προσέκρουσας. τῷ γὰρ ὀδύσασθαι ἐπὶ τοῦ προσκροῦσαι ἐχρῶντο οἱ παλαιοί. E.

    63. καλῶς τὸν Δία νεφεληγερέτην φησί. Ζεὺς γὰρ λέγεται ὁ ἀήρ· τῶν δὲ ἀναθυμιάσεων πυκνὸν μὲν ἐν τῷ ἀέρι ἐγείρονται αἱ νεφέ- λαι. καὶ διὰ τοῦτο νεφεληγερέτην τὸν Δία φησί. E.

    66. περὶ μὲν νόον] ὑπερθεῖ τὸν νοῦν τῶν ἀνθρώπων καὶ συνέσει καὶ εὐσεβείᾳ. H. V.

    67. οὐρανόν] οὐρανῷ τὴν κεφαλὴν ἀναλογεῖν λέγει. θεοὺς δέ φησι τὰς αἰσθήσεις. E.

    68. γαιήοχος λέγεται ἢ ὁ ἔχων ἤτοι συνέχων τὴν γῆν, ἢ ὁ ὀχού- μενος ἢ βασταζόμενος ὑπὸ τῆς γῆς. E.

    [*](1. ὡς τὸ] καὶ ὡς τὸ M. καὶ τὸ Q. 4. νυκτὸς, ἐστι δύο μοῖραι] νυκτὸς χασσάμενος πελεμίχθη ἀντὶ τοῦ ἐχάσ- δύο μοίρας Q. σατο] χασάμενος πολεμιχθεὶς ἐχάσσατο δὴ om. Q. M. χωσάμενος πολεμιχθεὶς ἀντὶ τοῦ 6. ἵεται Buttmannus. Libri ἰμεί- ἐχώσσατο Q. Post ἐχάσσατο adden- ρεται. dum videtur πελεμιχθείς. τυχών om. Q. 2. καὶ om. Q. 14. μία μόνη ὀξεῖα M. μία ὀξεῖα τὸ κονίσαλος ὤρνυτ’—κονισάλου Μ. κο- τίνυοι H. νίσσαλος αἴνυπ’—κονισσάλου Q. 15. ὅτε—λήγει H. ὅτας—λήγη M. 3. δὲ om. Q.)
    23

    ἀσκελὲς σημαίνει τὸ ἄγαν σκληρόν. σκέλλειν γάρ ἐστι τὸ σκλη- ροποιεῖν, καὶ ὁ σκελετὸς κατεσκληκὼς διὰ τὴν ἀσαρκίαν. καὶ Ἀσκλη- πιὸς κατὰ στέρησιν μετὰ ἠπιότητος, καὶ διὰ τῆς ἰατρικῆς μὴ ἐῶν σκέλεσθαι. ἐνίοτε δὲ ἀσκελὲς τὸ ἐπὶ πᾶσι σημαίνει. καὶ ὁ Σοφο- κλῆς “σίδηρον ὀπτὸν ἐκ πυρὸς περισκελῆ θραυσθέντα καὶ ῥαγέντα ὁ πλεῖστʼ ἂν εἰσίδοις.” ὁ δὲ ἀπέδωκεν ἀσκελέως ἀδιαλείπτως κατὰ μετάληψιν· τὸ γὰρ ἀσκελὲς ἄβατον, ἀπόρευτον. Πορφύριος. E. Q. ἀσκελὲς, ἀμετακινήτως, κατὰ στέρησιν τῶν σκελῶν· ἢ ἀδιαλείπτως καὶ ἄγαν σφοδρῶς. V.

    αἰὲν] ἀεὶ καὶ διὰ παντός. V.

    69. ὃν ὀφθαλμοῦ ἀλάωσεν] ὃν τῆς θυγατρὸς ἐστέρησεν. μίαν θυ- γατέρα εἶχεν ὡς ὀφθαλμόν. P.

    ἀλάωσεν] τοῦ λάειν, ὅ ἐστι τοῦ βλέπειν, ἐστέρησε. H. οὐκ ἦν δὲ μονόφθαλμος ὁ Κύκλωψ καθʼ Ὅμηρον, ὡς καθʼ Ἡσίοδον. φησὶ γοῦν (Od. ι, 389.)

  • πάντα δέ οἱ βλέφαρʼ ἀμφὶ καὶ ὀφρύας.
  • οὐχ ὡς Θεόκριτος
  • οὕνεκά μοι πλατεῖα μὲν ὀφρὺς ἐπὶ παντὶ μετώπῳ.
  • μονόφθαλμος οὖν ἦν καθʼ Ὅμηρον, τοῦ ἑνὸς αὐτοῦ ὀφθαλμοῦ προ- τυφλωθέντος. H. M.

    70. ἀντίθεον] τοῖς θεοῖς ἑαυτὸν ὁμοιοῦντα, ἢ τὸν θεομάχον. H.

    ἀντίθεον Πολύφημον] ὁ αὐτὸς ἑαυτὸν διὰ τὴν ἄνοιαν ἐξισάζων τοῖς θεοῖς. ἔστι γὰρ εἷς ἐκείνων περὶ ὧν λέγει, “οἵ ῥα καὶ ἀθανά- τοισιν ἐρίζεσκον περὶ τόξων” (Od. θ, 225.). κοινῶς γὰρ περὶ αὐτῶν λέγει ὁ Πολύφημος, “οὐ γὰρ Κύκλωπες Διὸς αἰγιόχοιο ἀλέγουσιν οὐδὲ θεῶν μακάρων” (ι, 275.). E.M. ἀντίθεον νῦν τὸν ἐναντιούμενον θεοῖς, τὸν ἀσεβῆ. V.

    ὅου] παροξυτονητέον τὸ ὅου· τὸ γὰρ οὗ διήρηται, ὡς τὸ “ἔης τὸ πρίν γʼ ἐράασθε.” (Il. π. 208.) καὶ καθόλου τὰ μὲν ἄρθρα διαι- ροῦνται, αἱ δὲ ἀντωνυμίαι πλεονάζουσιν. καὶ τὰ μὲν βαρύνονται, αἱ δὲ [*](4."Σοφοκλῆς] Antig. 475. πλατεῖα, sed λασία. 5."ἐκ πυρὸς περισκελῆ] ἐκ τοῦ πυρὸς 19. μονόφθαλμος obliteratum in H. περισκέλλειν E.Q. 24. περὶ αὐτῶν λέγει] λέγεται περὶ 13. οὐκ1—Κόκλωψ] τὸ δὲ ὁφθαλμ αὐτῶν E. . . . . . . . . . κλωπῶν H. 28. παροξυτονητέον τὸ ὅου] παροξύνῃ- 14. Ἡσίοδον] Theog. 145. τέον τὸ οὖ H. 16. ὀφρύας] Adde εὖσεν ἀῦτμή. τὸ γὰρ οὗ om. H. Idem ἔης πέρι γʼ 17. Θεόκριτος] 11, 31. ubi non ἐραᾶσθαι. Et ἐράασθαι etiam M.)

    24
    ἐπὶ τέλους ἔχουσι τὸν τόνον, οἷον ὅου ἄρθρον, ἑοῦ ἀντωνυμία, ἕης ἄρ- θρον, ἑῆς ἀντωνυμία. H. M.

    70. ἔσκεν] ὑπῆρχεν. V.

    71. Θόωσα] μήτηρ Πολυφήμου Κύκλωπος κυρίως οὕτως λεγο- μένη. V.

    νύμφη] γράφεται, μήτηρ. P.

    72. Φόρκυνος θυγάτηρ] ἐνάλιος γὰρ θεὸς ὁ Φόρκυν. V.

    μέδοντος] μέδοντος ἐν σπέσι, ἤτοι τοῦ Ποσειδῶνος· ἤτοι ὅντινα ἔτεκεν ἐν σπέσι τοῦ μέδοντος τῆς ἁλὸς τῆς ἀτρυγέτου, ἤτοι τοῦ Πο- σειδῶνος. Q. βασιλεύοντος. συνήθως γὰρ καὶ τοὺς ὑπάρχους βασι- λεῖς ἔλεγον. ἢ συναπτέον, μέδοντος ἐν σπέσσι, ὥστε καὶ ἐν σπηλαίοις τοῦ Ποσειδῶνος γεννηθῆναι τὸν Κύκλωπα. P. V.

    74. ἐκ τοῦ δή] ἐκ ταύτης δὴ τῆς αἰτίας. V.

    75. πλάζει δʼ ἀπὸ πατρίδος αἴης] τούτου δʼ ἕνεκεν ἐνεποδίσθη μὴ οἴκοι εἶναι μέχρι δεῦρο. οὐ γὰρ δὴ πέρα τούτου οὐδὲ ἐκεῖνός τι ἐβού- λευσε κατʼ αὐτοῦ, πλὴν τοῦ διατρίβειν μόνον ἐν τῇ πλάνῃ. Ε.

    Ὅμηρος μὲν ἐτυμολογῶν τὸν Ὀδυσσέα πεποίηκε τὸν Αὐτόλυκον λέγοντα “πολλοῖσιν γὰρ ἐγὼ δὴ ὀδυσσάμενος τόδʼ ἱκάνω.” (Od. τ, 407.) Σιληνὸς δὲ ὁ Χῖος ἐν δευτέρῳ μυθικῶν ἱστοριῶν, (ἔστι δὲ δύο βιβλία) Ἀντίκλειάν φησι τὴν Ὀδυσσέως μητέρα ἐγκύμονα ὁδεύ- ουσαν παρὰ τὸ Νήριτον, ὅπερ ἐστὶ τῆς Ἰθάκης ὄρος, ὕσαντος πολὺ τοῦ Διὸς ὑπὸ ἀγωνίας καὶ φόβου καταπεσοῦσαν τὸν Ὀδυσσέα ἀποτεκεῖν, καὶ διὰ τοῦτο ταύτης τῆς ὀνομασίας τυχεῖν, ἐπειδὴ κατὰ τὴν ὁδὸν ὗσεν ὁ Ζεύς. E.M.T.

    85. Ὠγυγίην] ἐν τῇ κατʼ Ἀντίμαχον Ὠγυλίην γράφεται διαφέ- [*](3. ἔσκεν] Legitur nunc ἐστί. gato ἔγωγε. 8. μέδοντος ἐν σπέσι] Hanc fuisse 19. Σιληνὸς ὁ Χῖος] Eodem auctore Aristophanis rationem discas e et iisdem fere verbis haec narrat schol. ν, 96. ubi improbatur illa, Tzetzes ad Lycophr. 786. De Ὀ- quanquam oratione per corruptio- δυσέως nominis etymologia conf. nem obscura. BUTTM. Vide quæ schol. ad v. 21. BUTTM. Σιληνὸς ibi dicentur. δὲ—μυθικῶν Μ. Σιληνὸς ὁ Χῖος ἐν τῷ 10. ὑπάρχους] ὑπάρχοντας P. δευτέρῳ βιβλίῳ τῶν μυθικῶν Ε. 17. Ὅμηρος—ίκάνω om. Ε. ἔστι δὲ δύο βιβλία om. Ε. τὸν Αὐτόλυκον scripsi pro πρὸς τὸν 22. τὸν Ὀδυσσέα—ἐπειδὴ] ἀποτε- Αὐτόλυκον. κεῖν τὸν ὀδυσσέα καὶ διὰ τοῦτο τούτου 18. πολλοῖσιν—ὸδυσσάμενος—τόδʼ] τοῦ ὀνόματος ἀποτυχεῖν Τ. πολλοῖσι—ὸδυσάμενος—τῶδ· Μ. Cor. 25. κατʼ] κατὰ τὸν Μ. rexi ex Homero, sed intactum re- γράφεται] γρ. Ρ. γράφει H. Q. liqui ἐγὼ δὴ hic scriptum pro vul-)

    25
    ρουσι δὲ οἱ τόποι. τὴν μὲν γὰρ Ὠγυγίαν ἐντὸς εἶναι πρὸς ἑσπέραν, τὴν δὲ Ὠγυλίαν κατὰ Κρήτην Ἡσίοδός φησι κεῖσθαι. λέγεται δὲ ὀνοματικῶς ἡ Καλυψοῦς νῆσος. H.M.P.Q.

    τὰ παλσιὰ πάντα ὠγύγια καλοῦσιν ἀπό τινος ἀρχαίου Ὠδγύγου βασιλεύσαντος Ἀθηνῶν. ἴσως δὲ καὶ οὕτως ἐκαλεῖτο ἡ νῆσος αὕτη. Ε.

    87. ὤς κε νέηται] γράφεται, ὥς κεν ἵκηται. P.

    88. Ἰθάκηνδʼ] γράφεται καὶ χωρὶς τοῦ δε, Ἰθάκην ἐσελεύσο- μαι. H.

    89. θείω] τινὲς γρ. θήσω. Η.Μ.

    92. ἀδινά] ἤτοι λεπτὰ πρὸς σύγκρισιν τῶν βοῶν, ἢ ἀντὶ τοῦ ἀδινῶς, ἵνα ᾖ πυκνῶς καὶ συνεχῶς. E.Q.V.

    εἰλίποδας λέγει βόας ὡς ποιοῦντας τὴν τῶν ποδῶν κίνησιν ὥσπερ ἑλικοειδῆ· ἕλικας δὲ ὡς ἑλικοειδῆ κέρατα ἔχοντας. P. Q.

    ἤτοι ἑλικοειδῆ κέρατα ἔχοντας ἢ μέλανας· ἑλικὸν γὰρ κατὰ διά- λεκτον τὸ μέλαν. ὅθεν καὶ ἑλικώπιδα κούρην τὴν μελανόφθαλμον. Q.

    93. πέμψω δʼ ἐς Σπάρτην] εἰς τὸν Μενέλαον, διὰ τὸ ὕστερον τῶν ἄλλων τοῦτον ἐλθεῖν ἐν τῇ οἰκίᾳ αὐτοῦ. Ε. τινὲς “ πέμψω δʼ ἐς Κρήτην τε.” καὶ ἡ Ἀθηνᾶ ἀλλαχοῦ (284.) “πρῶτα μὲν ἐς Πύλον ἐλθὲ . . . . . . κεῖθεν δʼ ἐς Κρήτην παρʼ Ἰδομενῆα ἄνακτα· ὃ γὰρ δεύτατος ἦλθεν Ἀχαιῶν χαλκοχιτώνων.” H.M.Q.

    [*](1. Ὠγυγίαν] ὼγυγίην H. 8. χωρὶς τοῦ δε] Similis dubitatio 2. Κρήτην] Quæ post Κρήτην se- de ἀγορήν et ἀγορήνδε est ρ, 52. quuntur om. Q., a m. sec. habet 10. τινὲς γρ. M. τινὲς om. H. H. De Ogylo Stephanus Byz. θήσω est etiam in P. adscriptum. Ὤγυλος· νῆσος μεταξὺ Πελοποννήσου sed omisso τινὲς γρ., ut glossema καὶ Κρήτης· τὸ ἐθνικὸν Ὠγύλιος. potius esse videatur quam varia Ἡσίοδος] Hesiodea locum viden- lectio. Conf. ad β, 334. tur habuisse in illa Γῆς περιόδῳ 14.ἕλικας] Conf. schol. ad δ, 320. quam citat Strabo 7. p. 302; eo- 18. τινὲς—ἐλθὲ om. H. Q. habet que, sive separatum hoc fuerit car- vero H. ad γ, 313. Conf. etiam men sive alius pars (cf. Heyn. ad schol. ad β, 359. δ, 702. Apollod. 1, 9, 21.), alia etiam for- 20. Post ἐλθὲ exciderunt verba tasse geographica retuleris quæ καὶ εἴρεο Νέστορα δῖον. sub Hesiodi nomine leguntur ap. δʼ ἐς Κρήτην] Immo δὲ Κρήτηνδε, Strab. l. c. p. 300. 327. schol. A- ut corrigit Buttm. Vulgata lectio pollon. 4, 892. Etymol. v. Bύβλος. v. 285. est κεῖθεν δὲ Σπάρτηνδε παρὰ BUTTM. ξανθόν Μενέλαον· ὃς γὰρ etc. Κρήτην λέγεται—νῆσος Μ. τὸν δʼ ὤγυλον autem pro Σπάρτην et (v. 285.) ἡδʼ ὠγύλη νήστην τὴν δὲ οἳ καυλοὺς Κρήτηνδε pro Σπάρτηνδε Ζenodot καλοῦσιν H. τὸν δʼ ώγύλιον ἡδʼ ὠγύλη. lectiones sunt, de quibus v. schol. νῆσον δὲ ταύτην οἱ καλοὺς καλοῦσιν P. ad γ, 313.)
    26

    ἄτοπος δοκεῖ εἶναι Τηλεμάχου ἡ ἀποδημία πρῶτον μὲν κίνδυνον προξενοῦσα τῷ νέῳ, δεύτερον ἐπανάστασιν τῶν μνηστήρων ἀπειλοῦσα, τρίτον οὐκ ὠφελοῦσα τὴν ζήτησιν τοῦ πατρός. ἀλλʼ ἔδει τὸν ἐν γυναιξὶ τεθραμμένον, λύπαις τεταπεινωμένον, ῥητορειῶν οὐ πεπειρα- μένον οὐδεπώποτε, πολύτροπον γενέσθαι παραπλησίως τῷ πατρὶ, καὶ τοῦτο κερδᾶναι τῇ πλάνῃ, καὶ κοινωνεῖν τῷ πατρὶ τῶν κατορθωμάτων ἐν τῇ μνηστηροκτονίᾳ. ἀσφαλίζεται δὲ τὰ κατʼ οἶκον πρῶτον μὲν ἐπαναστήσας τὸν δῆμον κατὰ τῶν μνηστήρων ἐν τῇ ἐκκλησίᾳ, δεύτε- ρον ταῖς ὑποσχέσεσιν ἀνεξικακεῖν διδάξας τοὺς μνηστῆρας εἰπὼν, “καὶ ἀνέρι μητέρα δώσω” (β, 223.). ἔτι μάλα καὶ τῆς τῶν μνηστήρων ὁ κίνδυνος ἠκόνησεν αὐτοῦ τὴν προθυμίαν. Ε.Μ.

    95. ἔχῃσιν] ἐν τῇ κατὰ Ῥιανὸν γράφεται λάβῃσι. Η.Μ.

    96. τὸ λέγειν τὴν Ἀθηνᾶν καλὰ πέδιλα φορεῖν οὐκ ἄλλο δηλοῖ ἢ ὅτι τῆς φρονήσεως αἱ ἐνεργητικαὶ δυνάμεις στιβαραὶ καὶ ἄλκιμοί εἰσι. τὸ δὲ ἐπέχειν ἔγχος ἐν ᾧτινι δαμάζει τοὺς ἥρωας τὸ πληκτι- κὸν ὑποσημαίνει τῆς φρονήσεως. ὁ γὰρ φρόνιμος διὰ τοῦ οἰκείου λόγου πλήττει τὸν ἀτακτοῦντα. τὸ δὲ τὴν Ἀθηνᾶν ἐξ οὐρανοῦ κατελ- θεῖν οὐκ ἄλλο αἰνίττεται ἢ ὅτι ἡ φρόνησις ἐκ τοῦ νοῦ κατέρχεται. Ε.

    97. ἀμβρόσια, χρύσεια] προηθετοῦντο κατʼ ἔνια τῶν ἀντιγράφων οἱ στίχοι, κατὰ δὲ τὴν Μασσαλιωτικὴν οὐδʼ ἤσαν. καὶ ταῖς ἀλη- θείαις μᾶλλον ἁρμόσει ἐπὶ Ἑρμοῦ· ἴδιον γὰρ αὐτοῦ τοιούτοις ὑπο- [*](1. δοκεῖ εἶνσι] εἶναι δοκεῖ Ε. chum antecesserunt criticorum, Τηλεμάχου] τηλεμάχηῳ Μ. Zenodoti et Aristophanis, ut no- 10. ἔτι μάλα—προθυμίαν om. Ε. tavit Pluygers. de schol. Hom. 12. κατὰ Ῥιανὸν Porsonus. κἆ p. 2. De usu verbi προαθετεῖν dice- αριανὸν Μ. κατὰ ἄρινον Η. tur ad α, 185. 18. ἡ φρόνησις ἐκ τοῦ νοῦ] Conf. 20. οἱ στίχοι] Versus dicit 97 schol. ad v. 101.—101., quorum de tribus post- 19. προηθετοῦντο κατʼ ἔνια τῶν ἀν- remis conf. schol. ad v. 99. Bre- τιγράφων] Verba κατʼ ἔνια τῶν ἀντι- vius ex hoc scholio excerptum est γράφων, nisi ex alio scholio illata in S. προηθετοῦντο κατʼ ἔνια τῶν ἀντι- sunt in quo dictum erat hos versus γράφων οἱ στίχοι. ἴδιον γὰρ ἀγγέλων κατʼ ἔνια τῶν ἀντιγράφων οὐδʼ εἶναι τοιούτοις ὑποδήμασι χρῆσθαι, καὶ ἡ τοῦ (quemadmodum in scholio ad v. δόρατος ἀνάληψις πρὸς οὐδὲν ἀνάκειται. 185. scriptum est προηθετοῦντο ὑπʼ Ad hanc ἀθέτησιν spectat scho- Ἀριστοφάνους, κατʼ ἔνια δὲ τῶν ἀντι- liastæ annotatio ad ε, 43. γράφων οὐδʼ ἐφέροντο), imperitiam 21. ἀρμόσει—ἀναγκαῖον] ἁρμόσειεν produnt gramtmatici nescientis προ- καθʼ ἐρμοῦ. ἴδιον γὰρ ἀγγέλων τοιούτοις ἀθετεῖν non esse τῶν ἀντιγράφων, ὑποδήμασι χρῆσθαι. καὶ ὴ τοῦ δόρατος sed certarum quarundam ἐκδόσεων, . . λέξις πρὸς οὐδὲν ψιλῶς κεῖται Τ. duorum potissimum qui Aristar-)

    27
    θήμασι κεχρῆσθαι. καὶ ἡ τοῦ δόρατος ἀνάληψις πρὸς οὐδὲν ἀναγ- καῖον. Μ.Τ.

    τά μιν] ὑπὲρ, αὐτήν. τὸ μίν τριγενές ἐστιν, ἀρσενικὸν, “ καί μιν φωνήσας” (Il. α, 201.), θηλυκὸν, ὡς ἐνθάδε, οὐδέτερον, “αὖτέ μιν υἷες Ἀχαιῶν” (Il. α, 237.). P.

    98. ἀπείρονα γαῖαν] τὴν πέρας μὴ ἔχουσαν διὰ τὸ εἶναι στρογ- γυλοειδῆ. ἢ σφαιρικὴν καὶ κυκλικήν· ἢ καθʼ ὅσον πρὸς ἡμᾶς ἄπειρός ἐστιν, εἰ καὶ τῇ φύσει πεπέρασται· τεταρτημόριον γὰρ μόνον τῆς γῆς οἰκεῖται· ἢ ἀντὶ τοῦ περικαλλὴς, καθάπερ τοῖς διαγράφειν τὰ κατʼ αὐτὴν βουλομένοις ἐστὶ πρόδηλον. λαμβάνεται γὰρ τὸ ἄπειρον καὶ ἐπὶ τοῦ κατὰ τὸ εἶδος διαφέροντος καὶ ἄγαν καλοῦ, ὡς παρʼ Ἡσιέδῳ ἐν Γυναικῶν καταλόγῳ ἐπὶ τῆς Ἀγήνορος παιδὸς “Δημοδόκης, τὴν πλεῖστοι ἐπιχθονίων ἀνδρῶν μνηστεύοντο, καὶ πόλλʼ ἀγλαὰ δῶρʼ ὀνό- μηναν ἴφθιμοι βασιλῆες ἀπειρέσιον κατὰ εἶδος.” ἰστέον δὲ ὅτι ἄπει- ρος ὁ κύκλος καὶ ἡ σφαῖρα λέγεται ἢ διὰ τὸ μὴ πέρασι διαφόροις ἀφορίζεσθαι κατὰ στέρησιν τοῦ α, ἢ διὰ τὸ πολλὰ πέρατα ἔχειν κατʼ ἐπίτασιν τοῦ α. οὗ γὰρ ἂν ἔλθῃ τις, τοῦτο αὐτὸ πέρας ἴσως ἔχον διὰ τὸ ἰσοπέρατον εἶναι διὰ τὴν ἐκ τοῦ μέσου πρὸς τὸ πέριξ ἴσην ἀπόστασιν κατʼ ἰσότητα τοῦ α. οὕτως Ἀριστοφάνης Δανοΐσι “δακτύλιον χαλκοῦν φέρειν ἀπείρονα,” ἔφη δηλῶν τὸν σφενδόνην μὴ ἔχοντα πέρας καὶ διὰ τοῦτο ὁμοιομερῆ ὄντα. ὁμοίως καὶ Αἰσχύλος τὰς ἐν κύκλῳ ἑστώσας καὶ ἀπείρονι σχήματί φησιν ἵστασθαι· “ὑμεῖς δὲ βωμὸν τόνδε καὶ πυρὸς σέλας κύκλῳ περίστητʼ ἐν λόχῳ τʼ ἀπεί- ρονι εὔξασθε·” τουτέστιν ἐν τάξει κατὰ κύκλον. ὁ γὰρ λόγος ἐστὶ τάξις, ἐπεὶ καὶ λοχαγὸς ὁ ταξίαρχος. Ε.

    ἅμα πνοιῆς ἀνέμοιο] ἅμα, ὁμοίως· ἀλλαχοῦ δὲ χρονικὸν ἐπίρρημα, ὡς τὸ, ἅμα γίνεται τόδε καὶ ἄμα τόδε. Ε.

    [*](6. τὴν πέρας—] Conf. prolixius οὐ γὰρ ἂν ἔλθοι τις τοῦτο ἐπʼ αὐτὸ πέρας appositum hoc Porphyrii scholium —ἰσοπέραστον. Ε. in schol. Ven. ad Il. ξ, 200, in quo 19. Ἀριστοφάνης] Fragm. 247. eadem quæ hic habemus veterum 20. φέρειν] φέρων schol. Il. poetarum fragmenta partim emen- τὸν σφενδόνην Buttmann. τὴν σφεν- datius partim mendosius leguntur. δόνην Ε. De δακτυλίῳ ἀπείρονι dixit BUTTM. Boeckh. Inscr. vol. 1. p. 235. 13. ἀνδρῶν] Recte ἀνθρώπων in 21. Αἰσχύλος] Fragm. 407. schol. Il. 23. πυρὸς σέλας] πυρὸν γέρας Ε. μνηστεύοντο] ἐμνήστετον schol. Il. Correxi ex schol. Il. Scribendum μνήστευον cum Heynio. περίστητʼ Hermannus. Legeba- πόλλ’]Scrib. πολλὰ καὶ ex schol. Il. tur παρίστατε. 17. οὗ γὰρ —ἰσοπέρατον schol. Il.)
    28

    99. εἵλετο δʼ ἄλκιμον ἔγχος] ἀθετοῦνται μετὰ ἀστερίσκων, ὅτι ἐν τῇ έ τῆς Ἰλιάδος καλῶς. M.V.

    101. ὀβριμοπάτρη λέγεται ἡ Ἀθηνᾶ διότι τῆς φρονήσεως πατὴρ ὁ νοῦς ἐστι. πάντων δὲ κρεῖττον καὶ ἰσχυρότερον ὁ νοῦς. Ε.

    103. δήμῳ] τόπῳ ἐν Ἰθάκῃ ὅπου ἦν τὸ Ὀδυσσέως βασίλειον.

    105. Ταφίων] Τάφος ἡ νῆσος τῶν Ἐχινάδων, ἣν κατῴκουν Τηλε- βόαι. V.

    107. πεσσοῖσι] τοῖς κύβοις. ἀπὸ δὲ τοῦ παίζειν ἐσχημάτισται· ἢ παρὰ τὸ πίπτειν [βολίοις τὸ πεσεῖν] πεσσοὶ δὲ αἱ ψῆφοι. V.

    108. ῥινοῖσι] διὰ τούτου τὸ βίαιον ἐμφαίνει τῶν μνηστήρων, τοῦ καὶ τὰς βύρσας ὑποστρωννύειν τοῖς θρόνοις. M.Q.S.V.

    109. αὐτοῖσι] Νικίας δύο μέρη λόγου ποιεῖ, αὖ, καὶ, τοῖσι· Ἀρί- σταρχος δὲ ἓν, ὃ καὶ ἄμεινον. E.M.Q.

    110. οἱ μὲν, κήρυκες, οἱ δὲ, θεράποντες. οἱ μὲν, οἱ δὲ, σχῆμα γοργότης. Ms. Barnes.

    112. προτίθεντο, ἰδὲ] ἄμεινόν φησιν Ἡρωδιανὸς ἀναγινώσκειν, καὶ πρότιθεν, τοὶ δὲ—. καὶ γὰρ ὁ λόγος οὕτω μᾶλλον ἀκόλουθος· οἱ μὲν οἶνον ἔμισγον, οἱ δὲ σπόγγοισι νίζον, οἱ δὲ κρέα ἐμέριζον. καὶ [*](2. τῇ ε΄ τῆς M. τῇ τῆς V. Minus αἱ ψῆφοι] Legebatur οἱ ψῆφοι. accurate scholiasta solum Iliadis 11. τοῦ M.S. τὰ Q. V. librum quintum nominat, ubi v. 13. μέρη λόγου M. μέρη τοῦ λόγου 746. 747. iidem sunt qui hic 100. E.Q. 101. Verum v. 99. εἴλετο δʼ ἄλκι- 1 7. Ἡρωδιανὸς] Observandum est μον ἵγχος ἀκαχμένον ὀξέϊ χαλκῷ legi- grammaticos minus antiquos He- tur Il. κ, 135. Nam ut ἀθέτησιν ad rodiano tribuere omnia quæ ex duos tantum versus 100. 101. re- ejus libris excerpta sua aetate lege- feramus, servato v. 99., dissuadet bant. Non dubito quin νίζον καὶ scholiastæ annotatio ad v. 97. Ce- πρότιθεν, τοὶ δὲ — Aristarchi lectio terum ad v. 100. 101. quod atti- sit aut felix conjectura. COBET. net, comparanda scholiastæ anno- Aristarchi hanc scripturam fuisse tatio ad Il. ε, 746. 747. ἡ διπλῆ ὅτι certo colligi potest ex. scholio ad ἐντεῦθεν εἰς τὴν Ὀδόσσειαν μετάκεινται, γ, 10. ex quo colligi potest quæ Ariatar- 18. καὶ πρότιθεν, τοὶ δὲ— Butt- chi de iis sententia fuerit. mann. καὶ προτίθεντο E.M. In textu 5. τόπῳ—] Conspirat Stephanus M. habet προτίθεν : τ: ? adscripto v. Δῆμος: sed recte utrulnque re- a m. rec. το. prehendit Barnesius comparans καὶ γὰρ M. οὐ γὰρ Ε. versum ν, 97. BUTTM. ὁ λόγος Cobetus. ὅλης M. ὅλως Ε. 10. Verba βολίοις τὸ πεσεῖν, quæ e οὕτω correxi pro τά ms. inseruit Barnesius, ita viden. ἀκόλουθος M. ἀκόλοεθον E. tur emendanda β΄ ἀορίστῳ πεσεῖν. 19. οἶνον] οὖν E. BUTTM.)

    29
    ἄλλως τὸν παρατατικὸν τοῦ τίθημι ἐνεργητικῶς οἶδε λεγόμενον ὁ ποιητὴς, οὐ παθητικῶς, “παρὰ δέ σφι τίθει” (Od. α, 142.). ἀκό- λουθον πληθυντικὸν, νίζον καὶ πρότιθεν. E. M. προετίθεσαν. M. V.

    νίζον] ἀπένιπτον. V.

    ἔδε] ἀντὶ τοῦ καί. V.

    113. καλῶς πρῶτος Τηλέμαχος Ἀθηνᾶν ὁρᾷ ὡς αὐτὸς μόνος ἀπὸ τῶν ἄλλων φρονιμώτερος, τῶν μνηστήρων περὶ συμπόσια ἀσχολουμέ- νων. E.

    115. ὀσσόμενος] τοῖς ὀφθαλμοῖς ὑποβλέπων. 5. ἀνειδωλοποιού- μενος καὶ φανταζόμενος, προσδοκῶν· ἢ τοῖς ὀφθαλμοῖς ὑποβλέ- πων. V.

    117. δώμασιν] γρ. καὶ κτήμασιν ἐν ταῖς εἰκαιοτέραις, κτήμασιν οἷσιν ἀνάσσοι. τὸ ὅλον δὲ ἐπὶ Ὀδυσσέως χρὴ ἐξακούειν, Ὀδυσσεὺς ἔχοι. M.

    119. βῆ δʼ ἰθύς] ἐπορεύθη ὡς ἐπὶ τὸ πρόθυρον οὐκ ἔνδον, ἀλλὰ πρὸ τοῦ οἴκου ἐν τῷ τυκτῷ καλουμένῳ δαπέδῳ (δ, 627.) Q. V.

    120. ξεῖνον δηθὰ] καὶ τοῦτο διὰ τοὺς μνηστῆρας, ἵνα τὸ σκῆ- πτρον ἰδόντες ὡς βασιλέα αὐτὸν ὑπονοήσωσι. S.

    121. ἐδέξατο] ἐλάβετο μὲν τῆς δεξιᾶς σπενδόμενος ὡς φίλῳ. ἐδέξατο δὲ τὸ ἔγχος ὑπονοῶν μὴ ἄρα τῶν ἐχθρῶν τις εἶη. E.S.

    124. δείπνου] τοῦ κατὰ τὴν ἡμέραν ἀρίστου. V.

    μυθήσεαι] γράφεται, μυθήσεο. P.

    ὅττεο σε χρὴ] περὶ ὅτου σε χρὴ, τοῦτο λέξεις. H. a m. sec. καὶ ἄλλως. ἐν τῇ κατὰ Ῥιανὸν ἄμεινον ἐγέγραπτο ὅττευ σε χρὴ, ὡς ἀλλαχοῦ (Od. ρ, 121.) “ὅττευ χρηΐζων.” H. (a m. sec.) M.

    126. ὑψηλοῖο] γράφεται, ποιητοῖο. P.

    127. πρὸς κίονα] νοητέον δὲ ἀπεξύσθαι τοὺς κίονας καὶ ἐνταῦθα [*](1. τὸν παρατατικὸν—παθητικῶς] scriptum in M. τῶν παρατατικῶν—καθητικὸν E. 15. ἐπορεύθη] ἐπʼ εὐθείας S. 2. ἀκόλουθον] Scribendum videtur 16. κρὸ τοῦ οἴκου ἐν τῷ] πρὸ τῆς ἐν ῷ ἀκόλουθον, vel ἀκόλουθον οὖν. τῷ S. 3. πρότιθεν correxi pro προτίθεντο. 19. ὡς φίλῳ Buttm. τῷ φίλῳ E. προετίθεσαν] Hoc quoque glos- φιλίαν 8. sena, quod in M. textui super- 24. καὶ ἄλλως om. M. scriptum, veteri aptum est lectioni κατὰ Ῥιανὸν Cramerus. κἄ ἀριατ ννν H. M. πρότιθεν. 12. δώμασιν] Sic M. in textu. ὅττευ σε] ὅτευ σε M. γρ. καὶ κτήμασιν] δώμασιν super- 27. τοὺς κίονας] τὰ ξόλα E.)

    30
    ἀποτίθεσθαι τὰ δόρατα. E.V. οἰκονομικῶς δὲ εἶπεν, “ἔνθαπερ ἄλλα ἔγχεα Ὀδυσσῆος,” ἵνα μὴ ἀπορήσῃ τις ἔμπροσθεν ὅτι, ποῦ εὑρέθησαν τὰ δόρατα πρὸς φόνον τῶν μνηστήρων. E.

    128. ἐυξόου] ἀπέξεον τὰς κίονας καὶ ἐν αὐταῖς ἐπετίθουν τὰ δό. ρατα. E.

    130. αὐτὴν δʼ ἐς θρόνον] ὑποφαίνει διὰ τοῦτο καὶ ἄλλο τι καθῆ- κον, ὅτι τοῦ ἰδίου θρόνου παρεχώρησε τᾥ ξένῳ ὁ Τηλέμαχος. πάντα οὖν ἐλέγχει τὸ σῶφρον τοῦ νέου, τὰ τοῦ λόγου καὶ τὰ τοῦ τόπου, τό τε ἔγχος ἀναλαμβάνων καὶ τοῦ θρόνου παραχυρῶν. θρόνος δὲ ἀπὸ τοῦ ἄνω θεωρεῖν, ἤτοι ὁ ἐπηρμένος. E.M.T.

    ὑπὸ λῖτα] προπερισπαστέον· ἐνικὸν γάρ ἐστι μεταπλασθὲν ἀπὸ τοῦ λῖτον. P. Q.

    λεπτὸν περιβόλαιον ἢ λινοῦν ὕφος. P.

    132. κλισμόν] δίφρον ἀνάκλιτον ἔχοντα, καθέδραν. V.

    ἔκτοθεν ἄλλων] τὸ γὰρ μεταβῆναι εἰς ἕτερον οἰκον ὑποψίαν ἂν πα- ρέσχε τοῖς μνηστῆρσιν ἐπιβουλῆς, ὁπότε καὶ ἑξῆς διὰ τὸ ἰδιολογεῖν αὐτὸν πολυπραγμονεῖ τίς ὁ ξένος. E.Q.

    135. ὀρυμαγδῷ] κυρίως μὲν τῷ ἐν ὄρει ψόφῳ. ἔστι γὰρ κατὰ τὸ ἔτυμον ὀρομαγδῷ, νῦν δὲ ἀντὶ τοῦ θορύβῳ. V.

    134. ἁδήσειεν] ψιλωτέον τὸ ἀδήσειεν. ὅταν γὰρ ἐν συναλοιφῇ τὸ ψιλούμενον ἐν ἀρχῇ φωνῆεν ἐπικρατήσῃ, καὶ τὸ πνεῦμα αὐτοῦ ἐπι- κρατεῖ, οἷον ω ἑταῖρε, ὁταῖρε. Q.

    ὑπερφιάλοισι] ὑπερσπόνδοις· οἷον οἱ Πριάμου παῖδες, ἳ ὤμοσαν τοῖς Ἕλλησι μὴ καταλῦσαι τὴν ἀγάπην, ἐκεῖνοι δὲ παρέβησαν τὰ ὅρκια. ώμοσαν δὲ μετὰ φιάλης ὅρκον εἰπόντες· ὥσπερ τὸ ὕδωρ χέεται ἐκ τῆς φιάλης, οὕτως ἡ ψυχὴ τοῦ ἀθετήσαντος τὸν ὅρκον. E.

    [*](2. ἔμπροσθεν] Non sibi constant et δ, 123. BUTTM. haec scholia in usu huius vocis, 18. ἀρυγμαδῶ] Sic etiam H. in quam hic quidem et ad 139. habes marg. ἀρυγμαδῷ κυρίως. Vid. Porson. de inferiori poëmatis parte, sicut ad ι, 235. ὄπισθεν ad γ, 366. δ, 456. de supe- 20. ἁδήσειεν] Spectat scholium riori: sed ad β,107. γ, 442. ἔμπρο— ad derivationem formae ἀδῆσαι a σθεν etiam de sperioribus. BUTT. pleniori ἀηδῆσαι, docetque spiritum MANN. Dixit de hoc usu Bern- asperum vocis ἤδός absorptum esse hard. ad Dionys. P. p. 839. a leni in syllaba ἀ. BUTTM. M. 66. ὑποφαίνει M. ἀποφαίνει E.T. in textu ἀηδήσειεν, litera η priori 8. λόγου καὶ τὰ τοῦ τόπου om. E. duobus punctis subnotata et ad. in lacuna. scripto in marg. γρ. καὶ ἁδήσειεν. 14. κλισμόν] Conf. schol. ad 145. 25. ὅρκια Buttrmann. pro ὅρη.)
    31

    136. ἀμφίπολος] ἀπὸ τοῦ περὶ τὸν δεσπότην πολεῖσθαι. καὶ ἔστιν ἐπὶ γυναικὸς, πρόσπολος δὲ ἐπὶ ἀνδρός. E.

    προχόῳ] ἀγγείῳ προχυτικῷ, ἀπὸ τοῦ χέειν τὸ ὕδωρ. τῷ καθʼ ἡμᾶς ξέστῃ. V.

    λέβητος] τοῦ καθʼ ἡμᾶς χερνίβου. V.

    138. νίψασθαι] πρὸ τῶν βρωμάτων ἐνίπτοντο, ἵνα εὐαγῶς ἐπὶ τὰς σπονδὰς ἔλθωσι, μετὰ δὲ ἄριστον οὐκέτι· καὶ γὰρ οὐδὲ ποικίλοις ἐχρῶντο βρώμασιν. ἄλλως τε ἄσεμνον ἀπονίπτεσθαι μετὰ σπονδήν. E.H.M.Q.

    ἐτάνυσσεν] ἐπιμήκεις γὰρ αἱ ἀρχαῖαι τράπεζαι. ξεστὴν τὴν κα- λὥς ἐξεσμένην, ὅπερ ἐστὶ κατεσκευασμένην. H.

    139. σῖτον δʼ αἰδοίη] σωφρόνως ἔφρασε κοσμίοις ὀνόμασιν· ἐπὶ δὲ τῶν ἀσελγῶν ἔμπροσθεν (147), “ παρενήνεον ἐν κανέοισι.” E.H.M.

    140. εἴδατα] καὶ γίνεται ἀπὸ τοῦ ἔδω τὸ ἐσθίω, ἔδας, τὸ ἑνικὸν, καὶ πλεονασμῷ τοῦ ἰῶτα εἶδος, τὸ πληθυντικὸν τὰ εἴδατα. P.

    χαριζομένη παρʼ ἐόντων] ἐκ τῶν ὄντων ἀφθόνως παραβάλλουσα. τινὲς δὲ, παρὰ μενόντων καὶ μὴ ταχέως σηπομένων, ἵνα ἐκ τούτου τὰ ἐν τῷ ταμείῳ ἀπόθετα δηλώσῃ. E.M.Q. ἐκ τῶν παρεόντων ἐπιδι- δοῦσα. V.

    141. πίνακας] τὰς σανίδας. (Od. μ, 67.) “ἀλλά θʼ ὁμοῦ πίνακας νεῶν·” καὶ (Il. ζ, 169.) “γράψας ἐν πίνακι πτυκτῷ.” H.

    142. κύπελλον ἐτυμολογεῖται παρὰ τοῦ ἐν αὐτῷ χεῖσθαι τὸν πηλὸν ἢ τὸν οἶνον, χύπελλον καὶ κύπελλον. E.Q.

    143. θάμʼ ἐπχετο] τὸ σπουδαῖον τοῦ κήρυκος καὶ τῆς ὑποδοχῆς τοῦ ξένου δηλοῖ. E.Q.

    145. κατὰ κλισμούς τε θρόνους τε] κλισμοὶ μέν εἰσιν οἱ ἔχοντες κλιντῆρα ἐξέχοντα πρὸς τὴν τῶν ὤμων ἀνάπαυσιν. ἐν αὐτοῖς γὰρ ἐπερείδουσι τοὺς ὤμους οἱ καθήμενοι. οἱ δὲ μὴ ἔχοντες ταῦτα, θρό- νοι. E.P.Q.

    147. παρενήνεον] παρεσώρευον. ἐκ τούτου δὲ τὸ πλῆθος τῶν ἐδεσ- μάτων ἐκφαίνει. τὸ δὲ ὀνείατα δηλοῖ τὰ ὄνησιν ἐμποιοῦντα, τὰ ἐδέσ- ματα. E.P.V.

    [*](7. οὐδὲ H. M. δὲ E.Q. defendit Eustathius. 13. ἀσελγῶν H. M. ἀσεβῶν E. 21. ἐν—πτυκτῶ] ἐπὶ—πυκτῶ. H. 18. ταμείῳ M. κελλαρίῳ E.Q. 27. κλιντῆρα Buttm. καὶ ἄπερ T. 20. Versus 141. 142. spurios es- καὶ ἅπερ εἰσὶν E.Q. Conf. schol. ad se judicat Athenaeus 5. p. 193 E., 132.)
    32

    149. ἲαλλον] ἐδίδοσαν, ἐξέτειναν. νώμησαν] ἐμέρισαν. (150.) αὐ- τὰρ ἐπεί] ἐπειδὴ δέ. V.

    150. ἐξ ἔρον ἕντο] τὸ ἐξ μετὰ τοῦ ἕντο συντακτέον, ὡς οὕτω λέ- γεσθαι, ἐξέντο καὶ ἐξέβαλλον ἔρον τῶν βρωμάτων. H.

    151. ἄλλα μεμήλει] πιθανῶς, ἵνα ὁ Τηλέμαχος καιρὸν σχῇ. V.

    152. μολπή] ἡ μετʼ ώδῆς παιδιά. V.

    ἀναθήματα] πληρώματα, κοσμήματα. ἡ μεταφορὰ ἀπὸ τῶν τοῖς θεοῖς ἀνατιθεμένων. E.V.

    154. ὅς ῥʼ ἤειδε παρὰ μνηστῆρσιν ἀνάγκῃ] προανεφώνησεν, ἵνα ὁ Φήμιος σωθῇ ἐν τῇ μνηστηροφονίᾳ. V. σύνεσιν μαρτυρεῖ τοῦ ἀοι- δοῦ προαπαλλάσσων αὐτὸν δικαίως τῆς μνηστηροφονίας. E.P.Q.

    155. φορμίζων] τὰς χορδὰς ῥυθμίζων. γίνεται δὲ ἐκ τοῦ φροί- μιον καὶ φροιμίζω, φορμίζω, κατὰ μετάθεσιν τοῦ ρ καὶ ἐκβολὴν τοῦ ι. E.

    158. ξεῖνε φίλε] προκαταλαμβάνει τὴν κατηγορίαν, ἵνα μὴ νομι- σθῇ παρὰ τῷ ξένῳ τῆς ἀταξίας αἴτιος εἶναι. E.Q.

    160. ῥεῖʼ ἐπεὶ ἀλλότριον] τὸ ἑξῆς, ἐπεὶ ῥεῖα. ἡρέμα παραδηλοῖ ὅτι οὐκ ἀρέσκεται τοῖς δρωμένοις, κωλύειν δὲ ἀμήχανος. E.Q.

    161. λεύκʼ ὀστέα] προληπτικῶς, ἵνα μὴ παραμυθούμενος αὐτὸν ὁ ξένος πολλάκις ψεύσηται. “στέργει γὰρ οὐδεὶς ἄγγελον κακὣν ἐπῶν.ʼ E.

    162. ἐπʼ ἠπείροιο] ἐπὶ τῆς γῆς. V.

    κυλίνδει] παρὰ τῷ ποιητῇ βαρύνεται ἀεί. δῆλον ἐκ τοῦ “προκυ- λινδόμενοςʼ καὶ “ἤτε κυλινδομένη.” M.

    163. Ἰθάκηνδε] κἂν τὴν Ἰθάκην, φησὶν, εἶδεν ὁ Ὀδυσσεὺς τῆς [*](1. νώμησαν] Haec glossa spectat seo. BUTTM. ad versum a grammaticis reqectum, 7. πληρώματα, κοσμήματα] τῆς εὐ- de quo vid. Barnesium. Qui ta- ωχίας τὸ κόσμημα V. men, cum dicit appositam esse a 9. προανεφώνησεν] Vid. not a d β, scholiorum compilatore hanc glos- 20. BUTTM. sam “ ad v. 148.” non recte dicit, 10. σύνεσιν—ἀσιδοῦ P. ἀνάγκην— ut apparet ex ordine quo eam ex τῷ ᾠδῷ E.Q. ed. ant. posui. Nam in Schreve- 11. δικαίως om. E.Q. Iidem post liana edit. glossa quamque ad nume- μνηστηροφονίας addunt καὶ προκατα. rum sui versus revocata est, cum λαμβάνων τὴν κατηγορίαν etc. quae in edd. ant. glossae singulae sampe iterum leguntur suo loco ad 158. contra verum etiam versuum ordi. 20. στέργει—έπῶν] Sophoclis ver- nem disqectae sint. Ceterum ver- sus Antig. 277. Legitur etiam in sum Νώμησαν etc., si admittitur, M. praescripto γνωμικὸς στίχος. recte poni post v. 147. et ego cen-)

    33
    πλάνης ἐπαναζεύξας, ηὔξαντο ἂν ἅπαντες οἱ μνηστἥρες ἐλαφροτέρους κτήσασθαι πόδας πρὸς τὸ φυγεῖν αὐτοὺς τὴν τοῦ Ὀδυσσέως ὀργὴν, παρὸ πλουσιώτεροι γενέσθαι. Q.

    164. ἐλαφρότερος ἐτυμολογεῖται ἀπὸ τοῦ ἔλαφος, ἐλαφηρός, καὶ ἀφαιρέσει τοῦ η ἐλαφρός. Q.

    165. ἢ ἀφνειότεροι] κοιμιστέον τὸ ἤ· διασαφητικὸς γάρ ἐστιν, ἀντὶ τοὕ ἤπερ, οὐ διαζευκτικός. εὔξονται μᾶλλον ταχεἵς εἶναι ἤπερ πλούσιοι. H. Q.

    166. οὐδέ τις ἡμῖν] τοῦτο τὸ ῥητὸν οὕτως συντακτέον· οὐδέ τις φῇσι καὶ εἴπῃ ἐπιχθονίων ἀνθρώπων τὸν Ὀδυσσέα ἐλεύσεσθαι πρὸς ἡμᾶς, εἴπερ, ἤτοι ἐπειδὴ, ὄλετο τοῦδε, καὶ τούτου, τὸ νόστιμον ἦμαρ, ἤτοι ἡ ἡμέρα τῆς ἐκείνου ἐπιστροφῆς. M. Q.

    167. θαλπωρή] χαρά. γράφεται ἐλπωρή κατʼ ἐνίους τῶν ἀξιο- λόγων πάνυ, ἵνα λείπῃ ὁ καί· οὐδεμία ἡμῖν ἐλπίς ἐστιν ἐκείνου, εἰ καί τις εἴποι αὐτὸν ἐλεύσεσθαι. E.M.

    168. φῇσιν] τὸ φῇσιν σὺν τῷ ι, ὡς τὸ (Il. α, 129.) “δῷσι πόλιν Τροίην.” προπερισπαστέον· ἐν παρολκῇ γάρ ἐστιν ἡ σιν. H.M.Q. φαίη, εἴπῃ. V.

    170. πόθεν εἶς] ἐγκλιτέον τὴν εις. ἀλλʼ οὐκ ἐγείρει τὴν θεν υλ- λαβήν· πυρριχιακὴ γάρ ἐστι. M.

    171. ὁπποίης δʼ ἐπὶ νηός] ξένης ἢ ἰδίας. M. Q. Ἀρίσταρχος ὁπποίης τε. αλλως. οἰκειότερον ταῦτα ὑπὸ Εὐμαίου ἂν λέγοιντο. διὸ ἔν τισιν οὐκ ἐφέροντο. H. M.

    172. εὐχετόωντο] ἐκαυχῶντο. V.

    173. οὐ μὲν γάρ τί σε] ἠθικὸν τοῦτο, ὡς τὸ “οὐ γὰρ ἀπὸ δρυός [*](3. παρό hoc aevo valuit etiam 16. τὸ φζσι-ἡ σιν M. ἐν δὲ τῷ μᾶλλον ἦ : vid. ad 321. Adde schol. φῇσιν. ἐν παρολκῇ ἐστιν ἤσιν· διὸ καὶ 8, 143. et λ, 58. ubi παρό est pro προπερισπαστέον· ὡς τὸ δώσει πόλιν nudo ᾖ: eademque voce utuntur Τρωίην H. ἐν δὲ τῷ φησὶν ἐν παρολκῇ glossograpii quoties particulam ἡ ἐστιν ἢ σι· διὸ καὶ προπερισπαστέον Q. comparandi signiicatione distin- 20. πυρριχιακὴ scripsi pro πυρρι guere volunt. Vid. infra schol. θ, χαῖκή. 491. et glossem. ad Aristopb. Tlut. 22. τε om. M. 173. 118ς. BUTTM. ταῦτα om. H. Versus scholiasta 10. φ5σι καὶ εἴπ5 ἐπιχθονίων M. dicit tres 171-173. qui leguntur φησὶν ἂν εἴπῃ ἀπὸ τῶν ἐπιχθονίων Q. infra ξ, ιS8-190. ubi vid. schol. 13. γράφεται—λείπῃ] κατʼ ἐνίους δὲ ὑπὸ] ἀπὸ H. τῶν πάνυ ἀξιολόγων ἐλπωρὴ, δχ λείπει E.)

    34
    ἐσσιι” (Od. τ, 163.). ὡς εἰ ἔλεγε πεζὸν μὲν γάρ σε ἀδύνατον ἐλη- λυθέναι. E.M.Q.

    174. εὖ εἰδῶ] τὸ εἰδῶ Τυραννίων μὲν βαρύνει, Ἀρίσταρχος δὲ περισπᾷ, ῷ καὶ πειστέον. M. Q.

    175. ὁ δεύτερος ῇ περισπᾶται· ἐρωτηματικὸς γάρ ἐστι. καὶ τὸς ἐσσι ἐγκλιτέον. E.M.

    μεθέπεις] γράφεται, μεθέπῃ. H. ἀντὶ τοῦ πρὸς ἡμἅς ἔρχῃ. τὸ δὲ ἲσαν ἐγίνωσκον. M.

    176. ἴσαν] γράφεται, ἔσαν, ἀντὶ τοῦ ὑπῆρχον. H.

    177. ἐπεὶ καὶ κεῖνος] ἐκ πλήρους ὁ καί· τῇ γὰρ ἐκεῖνος οὐ χρῆ- ται, εἰ μὴ ἀναγκασθῇ ὑπὸ μέτρου· οὕτως Ἀρίσταρχος. E.H.M.Q.

    ἐπίστροφος] τὸ ἐπίστροφος ἤγουν ἐπιστρεπτικὸς ἦν τῶν ἀνθρώπων. εἰς ἑαυτὸν ἔστρεφε τοὺς ἀνθρώπους ὑπὸ τῆς ἰδίας ἀρετῆς καὶ φρονή- σεως καὶ εὐγενείας. B. ἐπιμελής. ἔστι δὲ καὶ ἄνομα κύριον. ἢ οὗ λόγον ἐποιοῦντο πάντες ἄνθρωποι. ἢ ἐπερχόμενος καὶ ἐπιδημῶν. ἄλ- λως. ἐπίστροφος ὁ φροντιστὴς, ὁ ἐπιστρεφόμενος τῶν ἀνθρώπων φιλόξενος, ἤγουν ἐπιστροφὴν καὶ ἐπιμέλειαν ποιούμενος τῶν ἀνθρώ- πων· ἢ οὗ λόγον ἐποιοῦντο πάντες ἄνθρωποι. ἢ παρὰ πολλοῖς ἀνθρώ- ποις ξενιζόμενος. E.

    182. νῦν δʼ δὲ] ἤτοι οὕτως ὡς ὁρᾶς, ὡς ἰδιώτης, οὐχ ὡς ἐπέ- βαλε βασιλεῖ. M. Q. τὸ δὲ ὧδς οὐδέποτε κεῖται παρὰ τῷ ποιητῇ τοπικῶς, ἀλλʼ ἀντὶ τοῦ οὕτως. E.M.Q.V. τὸ δὲ ἀλλοθρόους ἀντὶ τοῦ ἀλλογλώσσους. “ἐπεὶ οὔτʼ ἦν ὁμὸς θρόος οὔτʼ ἴα γἣρυς” Il. δ, 437.). Q.

    183. ἐπʼ ἀλλοθρόους] γράφεται, ἐς ἀλλοθρόους. H.

    184. ἐς Τεμέσην] πόλιν ἐν Οἰνώτροῖς ἡ νῦν Τέμψον καλουμένη, ἢ [*](4. πειστέον] πιστέον M. νος Homerum non uti nisi metro 5. ὁ δεύτερος ῇ] In verbis ῆ καὶ πα- postulante. τρώῖός ἐσσι. τῆ γὰρ Cobetus. τῆ καὶ γὰρ M. τῷ ἐρωτηματικὸς(έρωτηματικῶς E.) γάρ] καὶ γὰρ E.H.Q. Herodiani praeceptum: v. Lehrs. 18. ἢ παρὰ-ξενιζόμενος om. E. Quaest. Epicʼ p. 54. et conf. schol. 20. ἤτοι om. M. ὡς ἰδιώτης] ὡς om. M. 8, 372. ο, 168. 9. ἔσαν Porsonus. ἴεσαν H. 21. τὸ δὲ ὧὸε-τοπικῶς M. οὐδέ- 10. πλήρους] πλήθους Q. (ἐκ πλήρους ποτε κεῖται τὸ ὧδε τοπικὸν παρὰ τῷ estin schol. ad δ, 519. ε.104.) Hoc ποιητῃ E.Q.V., illatis in E.Q. post dicit scholiasta, καί plene scribi, ὦδε verbis οὕτως ὡς ὁρᾷς. non coalescere cum pronomine, 26. Οἰνωτροῖς correxi pro Οἰνό- κἀκεῖνος: nam forma trisvllaba ἐκεῖ- ιροις.)

    35
    Βρεντησία. Q. Τεμέσῃ πόλις Κύπρου· κατὰ δέ τινας τῆς Ἰτα- λίας, ὃ νῦν Βρενδέσιον καλοῦσι καὶ Τέμψαν. Vind. 56.

    αἴθωνα σίδηρον] ἢ μέλανα διὰ τὸ ἀνέργαστον, ἢ λαμπρὸν ἀπὸ τοῦ πυρὸς τοῦ αἴθοντος. E.V.

    185. νηῦς δέ μοι ἥδʼ] προφασίζεται νόσφιν εἰναι τὴν ναῦν, πρὸς τὸ μὴ καὶ τοὺς ἑταίρους ἐθέλειν ξενίσαι· τὸν δὲ πλοῦν μακρόν τε καὶ ἀναγκαῖον εἶναι, πρὸς τὸ μὴ κατασχεθῆναι παρʼ αὐτοῦ. Πορφυρίου. E.H.M.R. περισπαστέον δὲ τὸ ἧδε. ἔστι γὰρ ἀντωνυμία ἀναφο- ρική. προηθετοῦντο δὲ ὑπὸ Ἀριστοφάνους· κατʼ ἔνια δὲ τῶν ἀντί- [*](1. 2. Βρεντησία et Βρενδίσιον formae tali observatione: nam quod hic suht vitiosae pro Βρεντέσιον, sed for- quidem subqicitur, in quibusdam tasse relinquendae his scholiastis. exehplis versus hos non esse po- Βρεντέσιον Eustath. p. 1409, 2. sitos, id aut factum erat auctori- Τεμέση —Τέμψαν] Huius scholii tate Aristophanis aut jam ante il- fragmenta sunt in E. τὸ νῦν Βροντή- lum. Altero autem loco, ad γ, σιον καλούμενον κατὰ δέ τινας Ἰταλούς, 199. ubi schol. Q. ita: παρὰ Ἀρι- in V. Τεμέση πόλις Κύπρου, κατὰ δέ στοφάνει προηθετοῦντο, in schol. Harl. τινας τῆς Ἰταλίας, ὃ νῦν Βρεντίσιον κα- simpliciter scriptum Ἀριστοφάνης λοῦσι. De Τεμέσης nominis formis ἠθέτει: quanquam dici potest, Ari- dixit L. Dindorius in Thesauro. starchum ibi, ut qui Aristophani 5. νόσφιν] νόσφι E. fortasse astipulatus sit, non memo- 6. καὶ τοὺς ἑταίρους] καὶ ἑτέρους E. rari: sed in loco ad δ, 276. ubi 7. Πορφυρίου habet E., om. M. verba προηθετεῖτο παρʼ ἐνίοις (nam sic et, ni fallor, H.R. videtur scribendum) ad Aristopha- 8. ἀναφορικὴ] ητι superscr. in R., nem et Zenodotum referri possunt quod signiicat ἀναφορητική. De ἧδε damnatio Aristarchi auctoritate tam dixit etiam Eustath. p. 1409, 23. parum stabilita videtur, ut echo- 9. προηθετοῦντο] Versus dicit 18. liastes versum defendat potius con- 186. νηῦς —ὑλήεντι. Verbum προα- tra ἐνίους illos. Videtur itaque his θετεῖν aliquoties etiam in Venetis locis verbum προηθετεῖτο spectare Iliadis scholiis occurrit et diserte non ἀθέτησιν aliquam posteriorem, quidem ubique de Aristophane vel sed omnino justam illam et con- de Zenodoto. In omnibus autem tinuam poëmatum Homericorum illis locis praecedit admonitio de recensionem, quae ab Aristarcho ἀθετήσει quam communis opinio se- instituta est. Προηθέτουν itaque hos quator, quaeque Aristarchi auctori- versus illi, antequam Aristarchus tate nitatur. Vide locos a Wolfio de omnibus Homeri versibus ita citatos in Prolog. p. 271. Ari- pronuntiasset, ut qudicium eque ab starcho igitur, ut vere observrt eo tempore instar omnium esset. idem, προηθέτουν illi. Atque sic in BUTTM. Accedit nunc Atheno- nostris quoquo infra ad β, 322. cles Cyzicenus, qui ipse quoque quanquam non nominato Aristar- antiquior Aristarcho grammaticus cto: ἀθετεῖται ὡς περιττός. προηθέτει est: qui Odysseae versum ξ, 507. δὲ καὶ Ἀριστοφάνης. Eo magis mi- προηθετηκέναι dicitur ab scholiasta rum quod hic et ad γ, 199. δ, 276. codicis H. verbum hoc legimus sine praevia ἔνια] ἐνίων Q. R.)

    36
    γράφων οὐδʼ ἐφέροντο. H.M.Q.R. τὸ ἥδε ἀναφορικῶς εἴρηκεν ἀντὶ τοῦ δεικτικῶς. V.

    186. Ῥείθρῳ] ὄνομα κύριον τοῦ ἐν θάκῃ λιμένος ἀπὸ τοῦ συμ- βεβηκότος, ἐπειδὴ ἔκρουν ἔχει καταρρεόμενον ὑπὸ πολλῶν ὑδάτων, ἢ ἀπὸ τοῦ συρρεῖν εἰς αὐτὸν ὑδάτων χειμάρρους πολλοὺς ἀπὸ τοῦ έηρίτου. Νήριτον γὰρ τὸ Νήιον τινὲς λέγουσιν· οἱ δέ φα- σιν ἕτερον εἶναι τὸ Νήῖον τοῦ Νηρίτου. Ἀρίσταρχος δὲ Νήἵόν φησι παρακεῖσθαι τῷ Ῥείθρῳ, ἀφʼ οὗ ἐξῆπτον τὰ πρυμνήσια. H.M.T.V.

    ὑπὸ Νηΐῳ ὑλήεντι] διαφέρει Νήριτον καὶ Νήϊον. δύο δέ ἐστιν ὅρη τῆς Ἰθ άκης· “τοὕτο δὲ Νήριτόν ἐστιν ὄρος καταειμένον ὕλῃ” (Od. ν, 351.). καὶ “ἡμεἵς δʼ ἐξ Ἰθάκης ὑπὸ Πηΐου εἰλήλουθμεν” (Od. γ, 81.). ὅπερ κάθυγρον ὂν εἰς τὸν ὑποκείμενον λιμένα πλεῖστον ῥεῦμα ἐνδίδωσι. ὅθεν ἀπὸ τοῦ συμβεβηκότος Ῥεῖθρον προσηγόρευσε τὸν λιμένα. “νηῦς δέ μοι ἥδʼ έστηκεν ἐπʼ ἀγροῦ νόσφι πόληος ἐν λιμένι Ῥείθρῳ ὑπὸ Νηίῳ ὑλήεντι.” τῷ γὰρ “λιμένι Ῥείθρῳ” δηλοῖ. ἐν καλῷ λιμένι Ῥείθρῳ, ὡς εἴ τις ἔλεγεν ἐν καλῷ λιμένι τὸ ‘Ρεῖδοον. τὸ δὲ Νήρικον πόλισμά ἐστι τἥς καταντικρὺ Ἠπείρου· “ὡς ὅτε Νήρικον εἷλον ἐῦκτίμενον πτολίεθρον, ἀκτὴν Ἠπείροιο.” (Οδ. ω, 377.) E.M.Q.T. τῷ πρὸς ὑποδοχὴν νεῶν εὐθέτῳ ὄρει Ἰθάκης. V.

    188. εἶπερ τε γέροντʼ εἴρηαι] διχῶς αἱ Ἀριστάρχου, εἴπερ τε καὶ [*](1. οὐδʼ ἐφέροντο] Non exstitisse ῥεῖν εἰς αὐτὸν χειμάρρους πόλους ἀπὸ τοῦ in exemplari Σenodoti conicit ηίου ὅρους. In H. infra post εἰλή- *Nauck. Aristop. p. 27. λουθμεν pergitur, καταντικρὺ (hoc 3. κύριον om. V., in quo prima male vel scriptum vel lectum pro sunt acholii verba ὅνομα—ἕχει. οὕτω καλουμένη, quod est in T.) λιμένος M. λιμένος τὸ ‘Ρεῖθρον V. Ῥείθρῳ. καταρρεόμενον ὑπὸ πολλῶν ὐδά- 4. ἔχει—πρυμνήσια] Sic haec των παρὰ τὸ πολλοὺς χειμάρρους ῥεῖν εἰς scripta in M. In V. est ἔχει· ἢ αὐτὸν ἀπὸ τοῦ Πηρίτου. ἐήριτον γὰρ ἀπὸ τοῦ συρρεῖν εἰς αὐτὸν χειμάρρους τὸ Nήῖτον τινὲς λέγουσιν· οἱ δέ φασιν— πολλοῦς ἀπὸ τοῦ Νηΐου ὅρους, reliquis πρυμνήσια (ut M.) :— omissis. In T. ad ὑπὸ Νηΐῳ scho- 7. τὸ νήον T. τὸ νήιον H. M. lion hoc est, οὕτω καλουμένηῳ Ῥείθρῳ δὲ νήῖον φησὶ M. T. δέ φησιν νήῖον παρὰ τὸ πολλοὺς χειμάρρους ῥεῖν εἰς οὐ– H. τὸν ἀπὸ τοῦ Νηρίτου. Πήριτον γὰρ τὸ 10. Νήϊον] νήϊον H. Nήβϊόν τινες λέγουσιν· οἱ δέ φασιν ἕτερον 12. Νηΐου] νηίτου H. εἶναι τὸ Νήον τοῦ ηρίτου. Ἀρίσταρχος 15. ἣδʼ om. E.Q. δὲ Σήιον φησι παρὰ τὸ κεῖσθαι τ ‘Ρεί- πόληος] πόλιος E.Q. θοῳ. ἔστι δὲ ὄνομα τοῦ ἐν Ἰθάκῃ λιμέ- 18. et 19. Νήρικον Buttm. correxit τος ἀπὸ τοῦ συμβεβηκότος, ἀπὸ τοῦ συρ- pro Νήριτον.)

    37
    εἴπερ τι. M. εἰς ἀξιόχρεων δὲ μάρτυρα τὴν πίστιν ἀναφέρει. δευ- τέραν πίστιν τῆς καθαρᾶς φιλίας ποιεῖται τὴν ἀκριβολογίαν τῆς κακοδουλείας. M. Q.

    192. παρτιθεῖ] ἐνεστὼς χρόνος, ἀπὸ τοῦ τιθῶ, διὸ περισπᾶ- ται. P.

    193. ἀνὰ γουνὸν ἀλωῆς] ἀλωὴν καὶ τὴν πολύδενδρον γῆν φησιν· ἔνθα δέ οἱ πολύκαρπος ἀλωή” (Od. η, 122.). καὶ τὴν ἀμπελόφυτον “σταφυλῇσι μέγα βρίθουσαν ἀλωήνʼ (Il. σ, 561.)· ὁμοίως καὶ τὴν σιτοφόρον γῆν. Q. ἀλωὴ λέγεται καὶ ἡ πολύδενδρος γῆ, καὶ ἡ ἀμπελόφυτος, καὶ ἡ σιτοφόρος, καὶ ἡ δασεῖα. B.E.

    ἑρπύζοντ-οἰνοπέδοιο] μετὰ ὀδύνης καὶ ἀνίας ἡρέμα βαδίζοντα διὰ τὸ γῆρας. M. βαδίζοντα εἰς τὸν γονιμώτατον τόπον τῆς γῆς οἰνοφόρου. ἐσήμανε τὸν ὑπὸ τοῦ γήρως μετὰ ὀδύνης καὶ ἀνίας ἡρέμα καὶ βαρέως βαδίζοντα. Q.

    194. νῦν δʼ χλθον] διὰ τούτων εὔελπιν ποιεῖ τὸν νέον. τὸ δὲ ἑξῆς, ἔφαντο γὰρ δὴ αὐτὸν τὸν σὸν πατέρα ἐπιδήμιον εἶναι. λείπει δὲ τὸ ὅστε. M. P.

    195. ἀλλʼ ἔτι που] διὰ τοῦτο εὔελπιν ποιεῖ τὸν νέον. διὰ δὲ τοῦ εἰπεῖν “νήσῳ ἐν ἀμφιρύτῃ” δυσχερὲς αὐτῷ τὸ ἐκφυγεῖν ὑπεσήμανεν ὡς ἐν νήσῳ ὄντι· οἱ γὰρ ἐν γῇ εὐχερῶς δραπετεύουσιν. E.Q.

    196. οὐ γάρ πω τέθνηκεν] οἶδα, φησὶν, ὅτι οὐ τέθνηκεν· ᾠόμην δὲ αὐτὸν καὶ ἐπανεληλυθέναι. P.M.Q.

    198. χαλεποὶ δέ μιν] χαλεποὶ ἄνδρες, ἤγουν ὁ Κύκλωψ καὶ οἱ μετʼ αὐτοῦ. ἁρπάσας Ὀδυσσεὺς τὴν θυγατέρα τοῦ Κύκλωπος, ὁ Κύκλωψ μετὰ πολλῆς ἰσχύος νῆας ποιήσας κατὰ τοῦ Ὀδυσσέως ἐφέρετο, καὶ οὕτως οὐκ εἴα αὐτὸν πρὸς τὴν οἰκείαν ἐπιστρέψαι. P.

    202. οὐκέτι] οὐδαμῶς. V.

    οῦτʼ οἰωνῶν σάφα εἰδώς] ἠρέμα παρεδήλωσεν ἡ Ἀθηνα ἥτις ἦν. [*](1. δὲ om. Q. 16. ἐπιδήμιον] ὥστε ἐπιδήμιον M. 3. κακοδουλείας] Tam absona haec Delevi ὥστε ex proximis verbis il. vox ut fere suspicer scriptum olim latum. fuisse ἀποδημίας, respicique versus 18. εὔελπιν ποιεῖ] δύσελπιν ποιεῖται 259 sqq. ubi cf. schol. BUTTM. E.Q. Correxi ex scholio præce- 15. διὰ τούτων M. διὰ γὰρ τῶτο dente. P., qui prima tantum huqus acholii 26. ἐπιστρέψαι Butttm. ἐπιστρέ- verba habet διὰ—γὰρ δὴ αὐτόν. ψαντες P. ποιῖ P. ποιεῖται M.)

    38
    οἱ γὰρ ἄνθρωποι καὶ μαντείας καὶ τῶν οἰωνῶν δεόμενοι, τὸ δὲ θεῖον ἐξ αὑτοῦ προγινώσκει τὸ μέλλον. E.Q.

    204. δέσματαἈττικῶς ὡς γράμματα, ἀλλ’ εἴπερ τε σιδήρεαδέσματʼ ἔχῃσι, φράσσεται ὥς κε νέηται. καὶ ἔχει ἔμφασιν ἡ γραφή. H. M.

    δέσματα] ἐκτέταται, ὡς τὸ ὀνείρατα, προσώπατα. Ἀττικὸν δέ ἐστι τὸ τοῖς οὐδετέροις χρῆσθαι ἀντὶ ἀρσενικῶν. γίνεται δὲ ἀπὸ τοῦ δέω δέσματα, ὥσπερ ἀπὸ τοῦ ξέω ξέσματα. E.H.M.

    207. εἰ δὴ ἐξ αὐτοῖο] πειραστικῶς πυνθάνεται πῶς Ὀδυσσέως ὢν οὐκ ἀνδρίζεται. λείπει δὲ εἰς τὸ τόσος τὸ ν, ἵνʼ ᾖ τηλικοῦτος ὤν. E.Q.

    πονῶ πονήσω ἐν ψυχῇ· πονῶ πονέσω ἐπὶ σώματος. E.

    208. αἰνῶς γὰρ κεφαλήν τε] Ἀριστοφάνης καὶ Ἀρίσταρχος “αἰνῶς μέν.” καὶ ἔχει τι εἶδος ἡ γραφὴ αὕτη. H.M.Q.R. τὸ δὲ. τοῖον ἐμισγόμεθα, ἀντὶ τοῦ τοίως, ὡς νῦν καὶ ἡμεῖς, ἐγὼ καὶ σύ. H.M.Q.

    209. ἐπεὶ θαμὰ τοῖον ἐμισγόμεθα] οὕτως ὡς ἡμεῖς ἐμίχθημεν σήμερον, καὶ μετὰ τοῦ σοῦ πατρὸς ἐμισγόμεθα. Q.

    212. ἔκτοτε] ἐξ ἐκείνου τοῦ χρόνου. V.

    [*](1. μαντείας correxi pro) μάντεις, δέσματα ὡς γράμματα. ἀλλʼ εἴπερ us- quod Buttm. in μάντεων mutari vo- que ad ἡ γραφή. Ego scholion al- terum, ἐκτέταται—ξέσματα exhi- lebat. 3. δέσματα—γράμματα] Haec bui ut scriptum est in M., nisi quod manifeste corrupta. Nam nec ὥσπερ ἀπὸ τοῦ ξέω ex H. scripsi pro δέσματα opera: pretium erat cum ὡς τὸ ξέω, quod est in M. In E. legi- γράμματα comparari et desideratur tur δέσματα· ἀντὶ τοῦ δεσμεῖα ἀττικῶς· nomen grammatici qui ἀλλʼ εἴπερ τὰ γὰρ ἀρσενικὰ οὐδετέρως λέγουσιν· ἀπὸ pro οὐδʼ εἴπερ legit. Fortasse igitnr τοῦ δέω δέσμα καὶ ἀπὸ τοῦ ξέω ξέσματα. haec sic sunt in ordinem redigenda ἐκτέταται δὲ ὡς τὸ ὀνείρατα, προσώ- ut post lermma οὐδʼ εἴπερ τε σιδήρεα ποτα. Brevius excerptum est in V. δέσματα pergatur Ἀρίσταρχος γρά- δέσματα δεσμοί. ἔθος δὲ Ἀττικοῖς τὰ φει,-. Nomen Aristarchi ante ἀρσενικὰ οὐδετέρως λέγειν. ἀπὸ τοῦ δέω ἀλλʼ εἴπερ excidisse etiam Cobetus δέσματα καὶ ἀπὸ τοῦ ξέω ξέσματα. Si. coniecit. Ceterum illud ἀττικῶς militet Eustath. p. 1411, 23. abest ab H. in quo duo ad hunc 11. πονῶ—σώματος] Haec quo- versum scholia leguntur, alterum modo huc venerint non exputo. manus prima δέσματα ὡς γράμματα BUTTM. ἐκτέταται ὡς τὸ ὀνείρατα, προσώπατα. 13. μὲν (μὴν Nauck. Aristoph. Λττικὸν δέ ἐστι τὸ τοῖς οὐδετέροις ἀντὶ p. 84.)] Legebatur μὲν ἔχει. ἀρσενικῶν κεχρῆσθαι, alterum manus εἴδος] εἰκὸς Buttm. recentioris, γίνεται δὲ ἀπὸ τοῦ δέω 14. τοῦ om. Q. δέσματα, ὔσπερ ἀπὸ τοʼ ξέω ξέσματα. ἐγῶ] ἐγῷ τε Q.)
    39

    ἐμὲ κεῖνος] πλήρης ἡ ἐμέ ἀντωνυμία· πρὸς γὰρ ἀντιδιαστολὴν παρείληπται. M.

    214. τοιγὰρ ἐγώ τοι] τὸ πρῶτον τοί οὐκ ἔστιν ἀντωνυμία· οὐδέ. ποτε γὰρ ἀρκτικὸν τὸ τοί· ἀλλʼ ἔστιν ἀντὶ τοῦ δή. B. M.

    ἀτρεκέως] ἀπὸ τοῦ α στερητικοῦ μορίου καὶ τοῦ τρέχω· ὁ μὴ παρατρέχων τὴν ἀλήθειαν. ἢ ἀπὸ τοῦ α καὶ τοῦ τρῶ τὸ φοβοῦμαι. ὁ γὰρ τὴν ἀλήθειαν λέγων οὐ δέδιεν. γίνεται γοῦν ἀτρεής καὶ ἀτρε- κής. E.

    καταλέξω] γράφεται, ἀγορεύσω. H.

    215. μήτηρ μέν τέ μέ φησι] ἡ μὲν μέν ἀπόλυτος, ἡ δὲ ἐγώ ἀντ- διαστολὴν ἔχει πρὸς τὴν μητέρα. H. M. εἰ μηδεὶς τὥν γεννωμένων δύναται γνῶναι τὸν πατέρα, πόθεν ἡ γνῶσις τοῖς παισὶ τοῦ πατρός τὸ γὰρ μήτηρ μέν τέ μέ φησι τοῦ ἔμμεναι, αὐτὰρ ἔγωγε οὐκ οἶδα ὅπως μὲν ἔχῃ,ʼ ἐπὶ τοῦ Τηλεμάχου· ὅτε γὰρ ἀπεδήμησε παῖς ἦν μαζῷ, διὸ μόνου τοῦ ὀνόματος παρὰ τῆς μητρὸς γίνεται ἀκροατὴς ἀκούων ὅτι τοῦ Ὀδυσσέως ἐστὶ παῖς· εἰ δὲ καθόλου “οὐ γάρ πώ τις ἑὸν γόνον ἀνέγνω,ʼ πόθεν ἡ γνῶσις; ἔδει γὰρ φάναι, ἐγὼ γὰρ οὐκ εἶδον τὸν γεγεννηκότα, ἀλλὰ μὴ καθόλου ποιεῖσθαι τὴν ἀπόφασιν ὡς μηδενὸς εἰδότος τὸν αὑτοῦ πατέρα. ὀρθῶς οὖν ὁ Σέλευκος εἴρηκεν ὅτι δεῖ λαβεῖν τὸ, εἰ μὴ μήτηρ φαίη τοῦ ἔμμεναι. καὶ γὰρ εἰ καὶ ἐτεθνήκει ἄμα τῷ γενέσθαι τὸν παῖδα, ἡ μήτηρ διδάσκει τοῦ πατρὸς τοὔνομα· κἂν περιῇ καὶ παρῇ ἡ μήτηρ, δείκνυσιν ὅτι τούτου ἐστὶ παῖς· ὥστε τὸ “ οὐ γάρ πώ τις ἑὸν γόνον αὐτὸς ἀνέγνω” προσλαβόν- τας δεῖ τὸ, εἰ μὴ μήτηρ φαίη τοῦ ἔμμεναι, δοκιμάζειν εἰ μὴ ὀρθῶς εἴρηται. ἀλλὰ καὶ οὕτως ζητοῦσι τίς ὁ νοῦς τοῦ μὲν ξένου ἐρωτή- σαντος “ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον, εἰ δὴ ἐξ αὐτοῖο τόσος παῖς εἶς Ὀδυσῆος· αἰνῶς γὰρ κεφαλήν τε καὶ ὄμματα καλὰ ἔοικας κείνῳ.” τοῦ δὲ ἀποκρινομένου “ τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω· μήτηρ μέν τέ μέ φησι τοῦ ἔμμεναι, αὐτὰρ ἔγωγε οὐκ οἶδα· οὐ γάρ πώ τις ἑὸν γόνον αὐτὸς ἀνέγνω.” τίς γὰρ ἡ διάνοια τοῦ λέγοντος, οὐδεὶς τὸν πατέρα ἀνεγνώρισε; οὐ γὰρ αὕτη ἡ [*](4. ἀρκτικὸν Buttm. ἀρκτικὸς M. 20. λαβεῖν] προσλαβεῖν Buttm., ut ἀρσενικὸν B. mox legitur προσλαβόντας. 14. ἀπεδήμησε] ἀπεδήμει H. 21. ἐτεθνήκει H. R. ἐτέθνηκεν Q. 18. ποιεῖσθαι H. ποιεῖται Q. et 23. προσλαβόντας Buttm. pro fortasse R. προσλαβόντες.)

    40
    ἀκολουθία, ὅτι μὴ περὶ παρόντος ἐστὶν ὁ λόγος εἰ γνωρίζεις τοῦτον, ἀλλὰ περὶ ἀπόντος, περὶ οὗ οὐκ, εἰ μὴ γνωρίζει, ἐχρῆν λέγειν, ἀλλʼ, εἰ μὴ πεπίστευκεν. ὁ γὰρ λόγος, εἰπέ μοι εἰ τοῦ Ὀδυσσέως εἶ παῖς, ὁ δʼ ἔφη, οὐκ οἶδα· παρὰ γὰρ τῆς μητρὸς ἀκήκοα Ὀδυσσέως εἶναι· οὐ γὰρ αὐτὸς ἑώρακα. πρὸς δὲ τὸ, παρὰ μητρὸς ἤκουσα, οὐκ ἔχτε λόγον τὸ, οὐ γάρ τις διʼ ἑαυτοῦ τὸν πατέρα ἐγνώρισε. ἔσται οὖν τὸ ἀνέγνω ὡς πρὸς τὴν ἀκοὴν ἐπίστευσε. κἂν οὕτω λαμβάνηται, ἔσται ὁ λόγος, ἡ μήτηρ μὲν ἔφη ἐκείνου εἶναι, ἐγὰ δʼ οὐκ οἴδα· οὐ γάρ τις διʼ ἑαυτοῦ περὶ τοῦ ἑαυτοῦ πατρὸς τὴν πίστιν ἔσχεν. ἐνθάδε δεῖ πά- λιν ἀκοῦσαι, εἰ μὴ παρὰ πατρὸς πύθοιτο καὶ σεβαστικῶς ἐκδέξαιτο τὸν λόγον· οὐδεὶς γὰρ αὑτοῦ τὸν πατέρα ἀνεζήτησε καὶ ἀνηρεύνησεν, εἰ ὄντως εἴη ὁ λεγόμενος, λεγούσῃ δὲ τῇ μητρὶ πᾶς πεπίστευκεν ἄνευ ζητήσεως διὰ τὸ σέβας τὸ πρὸς τοὺς τεκόντας. H.Q.R.

    οὐ γάρ πώ τις ἑὸν γόνον] καὶ ἀλλαχοῦ “τόνδε τʼ ἐμὸν πατέρα φάσʼ ἔμμεναιʼ (Od. δ, 387.). ὁμοίως Εὐριπίδης “μήτηρ φιλότεκνοε μᾶλλον πατρός· ἡ μὲν γὰρ αὐτῆς οἶδεν ὄνθ’, ὁ δʼ οἴεται.” καὶ Μέ- νανδρος “αὑτὸν γὰρ οὐδεὶς οἶδε τοῦ ποτʼ ἐγένετο, ἀλλʼ ὑπονοοῦμεν πάντες ἢ πιστεύομεν.” τινὲς δὲ ταῦτα τὸν ηλέμαχόν φασι λέγειν ἐπεὶ μικρὸς καταλέλειπται. E. M.

    Πορφυρίου εἰς τὸ αὐτό. καὶ τὸ, οὐκ οἶδα, οὐκ ἀπιστοῦντός ἐστι, ἀλλʼ αὐτὸν τὸν Ὀδυσσέα φησὶν ἀγνοεῖν οὐχ ἑωρακώς. οὐδὲ γὰρ ἂν δύναιτό τις τοὺς γονέας ἐξ αὑτοῦ γνῶναι. E.

    217. ὄφελον] τὸ ὄφελον ἀντὶ τοῦ εἴθε, ὡς δὴ ἔγωγʼ ὄφελον. ηὐχό- μην ἐγὼ εἶναί τινος υἱὸς μάκαρος ἀνδρὸς, ὃν ὁ θάνατος κατέλαβεν ἐν τοῖς ἰδίοις κτήμασι καὶ μὴ ἐν πλάνῃ καὶ ξένοις τόποις. Q.

    218. ἐπὶ γῆρας] οὐκ ἀναστρεπτέον τὴν ἐπί. ὑπὸ νεότητος δὲ εἰς [*](1. περὶ om. Q. λόγον. 5. πρὸς δὲ τὸ H. πρὸς ὁ τὸ Q. 12. εὶ addidit Buttm. legiturque 6. ἔσται H. ἔστω Q. in H., ex quo enotatum εἰ εἴη. 7. οὕτω] οδτω δὲ H. 13. σέβας H. σέβειν Q. 9. παρὰ τοῦ ἑαυτοῦ πατρὸς] Scri- 14. τώδε τ’ M. τὸν δ· E. bendum videtur περὶ τοῦ ε. π. et mox 15. Euripidis fragmentum ite- παρὰ μητρὸς πύθοιτο. Sed nimis im- rum ad δ, 387. adscriptum in M. pedita totius huqus loci argumenta- φιλότεκνος] φιλότεκνον M., sed φι- tio ut pro certo quicquam pronun- λότεκνος loco altero. tiem. BUTTM. περὶ τοῦ ἐ. πατρός 16. οἶδεν ὤθ'] οἶδ’ ἐόντας E.M. οἶ. δεν αὐτῆς ὄντα M. loco altero. Cor- est in H. 10. καὶ σ. ἐκδέξαιτο τὸν λόγον Butt- rexi ex Eustathio p. 14 12, 14. mann. Legebatur κἃν σ. ἐκδέξῃ 17. τοῦ Eustathius. πῶς E.M.)

    41
    μειρακιώδη προνένευκεν ἀφέλειαν, εὐδαίμονα λέγων τὸν ἐν ἰδίοις οἴκοις τελευτῶντα. B.E.

    221. γλαυκῶπις] γίνεται μὲν καὶ ἀπʼ ἄλλων, γίνεται δὲ καὶ ἀπὸ τοῦ γλαύσσω, τὸ βλέπω. B.

    225. τίπτε δέ] τί σε ἀναγκαῖον ἔχει; εἰ γὰρ ἦν, φησὶν, ἔρανος, φειδωλῶς ἤσθιον ἂν ὡς ἴδια ἐσθίοντες. P.

    226. εἰλαπίνη λέγεται ἡ πολλῶν ἀνδρῶν εὐωχία, ἐν ἡ κατὰ εἴλας καὶ συστροφὰς εὐωχοῦνται. E.H.V.

    ἐπεὶ οὐκ ἔρανος] ὡς τοῦ ἐράνου κοσμιωτέρου καὶ εὐτελεστέρου ὄντος· καὶ εἰκότως· ὁ μὲν γὰρ γάμος καὶ αἱ ἄλλαι εὐωχίαι φιλίᾳ τινι γίνονται, ὁ δὲ ἔρανος ὡς ἕκαστός τι κομίσειεν. ἔρανος οὖν λέγε- ται τὸ ἀπὸ συμβολῆς δεῖπνον. E.V.

    εἰλαπίνη ἡ πολλῶν εὐωχία, ἐν ἧ κατὰ εἴλας πίνουσιν· ἔρανος ἡ ἐκ κοινοῦ εὐωχία. Μσίοδος “ἐκ κοινοῦ πλείστη τε χάρις,ʼ τὸ κόσμιον τῶν ἐράνων δηλῶν. εἰ γὰρ ἦν ἔρανος, φειδωλῶς ἤσθιον ὡς ἴδια ἐσθίον- τες. B.M.Q.

    227. ὥς τέ μοι] τὸ ὡς ἀντὶ τοῦ ὅτι. τὸ δὲ ἑξῆς, ὅτι μοι δοκοῦσιν ὑβρίζοντες ὑπερφιάλως. Q.

    228. νεμεσσήσαιτο] τὸ συναθροισθῆναι τοὺς μνηστῆρας οὕτως ὡς ἔτυχε καὶ εὐωχεῖσθαι εἰς τὴν οἰκίαν τοῦ Ὀδυσσέως μέμψαιτο ἄν τις ἀνὴρ συνετός. Q.

    231. μεταλλᾷς] πολυπραγμονεῖς, ἀπὸ μεταφορᾶς τῶν μετάλ- λων. B. ζητεῖς, ἀπὸ μεταφορᾶς τῶν μέταλλα ψηλαφώντων. P.

    232. μέλλεν μέν ποτε] αὕτη ἡ λέξις οὐδέποτε κεῖται παρὰ τῷ ποιητῇ ὡς ἐν τῇ συνηθείᾳ χρονικῶς, ἀλλʼ ἑκάστοτε ἀντὶ τοῦ ἐῷκει. E.H.Q.V.

    234. νῦν δʼ ἑτέρως βούλοντο] ἀντὶ τοῦ ἐβουλεύσαντο. τινὲς δὲ γράφουσι, ἐβάλοντο θεοί, ἀντὶ τοῦ μετέβαλον. ἔχει μέντοι λόγον καὶ [*](5. τίπτε-] In praecedentibus ver- 19. ὡς addidit Buttm. bis τίς δὲ ὅμιλος Aristarchus τίς δαί 24. αὕτη —] Idem scholion in scripserat: v. Toll. ad Apollon. E. adscriptum ad δ, 274. 27. ἀντὶ τοῦ M. ἤτοι E.H.Q. Lex. s. v. δαί p. 215. 7. ἀνδρῶν om. E.V. 28. ἐβάλοντο] Vera scriptura ἐβέ- 9. ὡς τοῦ ἐράνου] ὡς γάμου E. λοντο est, ad quam spectat Hesychii 14. Ἡσίοδος] Op. 721. glossa ἐβόλοντο: ἐβοόλοντο, ἐβουλεύ- πλεἱστη τε χάρις] Lectio non peiorr σαντο. Quae forma verbi (βόλεται quam vulgata (πλείστη δέ) qua dis. et βόλεσθε) etiam duobus aliis in ungunturmembraversus.BUTTM. lois Homeri obliterata erat (Il. λ, τε etiam Eustath. p. 1412, 62. 319. Od. π, 387.). Eam qui non)

    42
    τὸ ἐβούλοντο ἤτοι ἐβουλεύσαντο, ὡς τὸ, “Τρωσὶ δʼ ἐβούλετο νίκην,” (Il. η. 21.) E.H.M.Q.

    ἐβούλοντο] Ἰωνικὴ συστολή. τινὲς ἀντὶ τοῦ, οἱ θεοὶ κακὰ ἔβα- λον. P. ἠβούλοντο, ἤθελον. V.

    236. ἐπεὶ οῦ κε θανόντι] ἐπεὶ ἐλν Ὀδυσσεὺς μετὰ τῶν ἰδίων φίλων ἐδαμάσθη ἤτοι ἀπέθανεν ἐν τῷ Τρωῖκῷ πολέμῳ, οὐκ ἂν ἀκαχοίμην, ἤτοι ἐλυπούμην. Q.

    238. ἠὲ φίλων] τοὺς ἑταίρους ἀπὸ τῶν φίλων διαιρεῖ ὁ ποιητής. οἱ μὲν γὰρ ἑταῖροι οἱ προσοικειωθέντες κατὰ φιλίαν, οἱ δὲ φίλοι οἱ οἰκεῖοι καὶ κατὰ γένος προσήκοντες ὥσπερ καὶ ὁ ἔτης καὶ ὁ γείτων. ἔται μὲν γὰρ οἱ συνέστιοι, γείτονες δὲ οἱ πλησίον μένοντες· “γεί- τονες ἠδὲ ἔται Μενελάου κυδαλίμοιο (Od. δ, 16.). Καὶ ὅτι ἑταίρους τοὺς συνδιαίτους καὶ ἠγαπημένους οἶδε, καί φησι, “ἐπεί οἱ ἑταῖρος ἔην φίλος εἰλαπιναστής (Il. ρ, 577.)· καὶ ἐρίηρας ἑταίρους τοὺς διὰ τὰς χρείας φίλους. καὶ Ἕκτορι δʼ ἦεν ἑταῖρος” (Il. σ, 251.) παρα- λιπὼν ἐνταῦθα τὸ εἶδος. ὁμοίως δʼ αὗ “σοὶ δʼ ὁδὸς οὐκέτι δηρὸν ἀπέσσεται, ῆν σὺ μενοινᾷςʼ (Od. β, 285.)· καὶ “τοῖος γάρ τοι ἑταἵ. [*](intellexissent hoc loco ἐβάλοντο θοήν. καὶ διακρίνων λέγει, ἢ μετὰ οἷς scripsisse videntur. ἑτάροισι δάμη Τρώων ἐνὶ δήμῳ ἠὲ φίλων 1. ἤτοι (ἤγουν H.) ἐβουλεύσαντο ἐν χερσίν. οὐκ ἄν, φησὶν ἐλυπήθη εἰ ἐν om. M. τῇ Τροία ἀπέθανεν μετὰ τῶν ἑταίρων δʼ ἐβούλετο] δὴ βοόλεται M. δὴ βού- αὐτοῦ πολεμῶν ἢ εἰ κατεργασάμενος τὸν ληται H. πόλεμον ἐν χερσὶ τῶν οἰκείων ἐτελεύτη- νίκην om. H. M. σεν—Eodem loco scholion hoc ha- 3. Ἰωνικὴ συστολή] Hoc qui scri- bet T., sed plenius et tale fere psit, aut veram in libro suo scriptu- quale hic in E.Q. legitur. ram habuit ἐβόλοντο, aut ου diphthon- τοὺς ἑταίρους (ἑτέρους E.Q.)— οἱ gum corripi credidit, hoc quidem μὲν] τοὺς ἔτας . . . οἱ μὲν T. absurde. In M. qui ἐβούλοντο in 9. οἱ ante οἰκεῖοι addidi ex T. textu a correctore habet, super- 10. ὥσπερ —συνέστιοι T. ὥσπερ ὁ scriptum est ἰωνικόν. ἔτης. ἔται γὰρ καὶ οἱ συνέστιοι E.Q. 8. Magnam hujus acholii partem 12. Μενελάου κυδαλίμοιο om. T. levi cum scripturae diversitate ha- Verba καὶ ὅτι ἑταίρους novum bet M. non tamen huic versui ad. acholium ordiuntur pendentque a scriptam, sed ad δ, 12. ἑταῖροι οἱ σημειοῦνται (vid. not. ad ζ, 8.). προσοικειωθέντες κατὰ φιλίαν, φίλοι δὲ BUTTM. οἱ οἰκεῖοι καὶ κατὰ γένος προσήκοντες. 13. τοὺς et καὶ ἠγαπημένους om. T. ἔται μὲν γὰρ οἱ συνέστιοι, γείτονες δὲ οἱ καί φησι om. T. πλησίον μένοντες. ἑταίρους δὲ λέγει καὶ 14. ἔην φίλος T. φίλος om. E.Q. τοὺς συνδιαίτας (sic) καὶ ἐρίηρας ἐταί- 15. καὶ Ἕκτορι -μενοινζς] Haec ῥοῦς τοὺς κατὰ χρείαν φίλους. καὶ συν- addidi ex T. ενωχητὴς μὲν καθὸ λέγει, τοῖος γάρ τοι ἑταῖρος addidi ex M. T. ἑταῖρος ἐγῷ πατρώῖος εἰμὶ ὅστις νῆα 17. καὶ τοῖος T. καὶ τὸ τοῖος E.Q.)

    43
    ρος ἐγῶ πατρώῖός εἰμι, ὅς τοι νῆα θοὴν στελέω καὶ ἅμʼ ἕψομαι αὐ- τόςʼ (Od. β, 286.), καὶ “ἐγω δʼ ἀνὰ δῆμον ἑταίρους αἶψʼ ἐθελοντῆ- ρας συλλέξομαι” (291.). καὶ μεταφέρων ἐκ τοῦ ἐῦκνήμιδας Ἀχαι- οὺς λέγει “ἤδη μέν τοι ἐῦκνήμιδες ἑταῖροιʼ (Od. β, 402.) καὶ ἐκ τοῦ καρηκομόωντας Ἀχαιούς “εὗρον ἔπειτʼ ἐπὶ θινὶ καρηκομόωντας ἑταίρους” (Od. β, 408.) φίλος δὲ υἱὸς, καὶ φίλη μήτηρ, καὶ φίλα γυῖα, καὶ φίλαι χεῖρες. καὶ διακρίνων φησὶν “εἰ μετὰ οἷς ἑτάροισι δάμη Τρώων ἐνὶ δήμῳ ἠὲ φίλων ἐν χερσὶν, ἐπεὶ πόλεμον τολύπευσεν.” (Od. α, 237.) οὐκ ἂν, φησὶν, ἐλυπήθην εἰ ἐν τῇ Τροίᾳ μετὰ τῶν ἑταίρων αὐτοῦ ἀπώλετο πολεμῶν, ἢ εἰ κατεργασάμενος τὸν πόλεμον καὶ ἐπανελθὼν ἐν ταῖς χερσὶ τῶν οἰκείων ἐτελεύτησε. καταχρώμενος δὲ καὶ τοῦ φόβου τὴν φύζαν ἑταίραν λέγει, “φύζα φόβου κρυόεντος ἑταίρη (Il. ι, 2.)· καὶ ἄνεμον, “ἴκμενον οὖρον ἵει πλησίστιον ἐσθλὸν ἑταῖρονʼ (Od. λ, 7.). καὶ πάλιν ὅλην τὴν οἰκειότητα δηλῶν φησιν “ὄφρα ἴδῃ πρότερόν τε πόσιν, πηούς τε φίλους τέ’ (Il. γ, 163.), τὸν ἄνδρα, τοὺς συγγενεῖς, τοὺς οἰκείους· διὸ ἐπιζητεῖ ἡ Ἕλένη τοὺς ἀδελφούς. E.Q.T.

    ἐπεὶ πόλεμον τολύπευσε] κατειργάσατο, μεταφορικῶς. τολύπη γὰρ εἶδος βοτάνης θανασίμου· καὶ τὴν τῶν ἐρίων ἤδη κατειργασμένην εἴλησιν τολύπην λέγομεν. E.V.

    239. τύμβον μὲν ἐποίησαν] διὸ ἂν αὐτῷ ἐποίησαν τύμβον διὰ τὸ ἀποθανεῖν ἐν τῷ πολέμῳ. πρὸς τὸ πρῶτον δὲ ὑπήντησεν. B.

    241. ἅρπυιαι] αἱ τῶν ἀνέμων συστροφαὶ, ἢ αἱ τιμωρητικαὶ θεαί. B. νῦν τοὺς ἀνέμους τοὺς ἁρπακτικοὺς, ἢ τὰ ἁρπακτικὰ ὄρνεα. E. δαίμονες, ἢ ἄνεμοι ἁρπακτικοί. V.

    ἀνηρείψαντο] ἥρπαξαν, ἀπὸ μεταφορᾶς τῶν τὰ ἱερεῖα κατεργαζομέ- νων. P.

    [*](1. ὅς—στελέω T. ῶς—τελέυ E.Q. τὸν πόλεμον om. T. 2. καὶ ἐγὼ] καὶ om. T. 11. καὶἐπανελθν T. καὶ om. E.Q. 3. καὶ μεταφέρων — καρηκομόωντας 12. ἑταίραν λέγει T. ἐτέραᾳ λέξει ἑταίρους addidi ex T. 6. φίλος δὲ υδὸς T. φίλος γὰρ υἱὸς φύζα φόβου T. φύζα λέγει φόβου E.Q. Quo factum ut Buttmannus E.Q. ante haec verba excidisse crederet 13. ἴκμενον addidi ex T. 14. ὅλην T. ὅλων E.Q. φίλοι δὲ οἱ οἰκεῖοι. 16. διὸ -ἀδελφοός] Hec addidi 7. φησὶν om. T. 9. ἐλυπήθην] ἐλύπησεν T. ex 10. αὐτοῦ addidi ex T. 18. τολύπη—θανασίμου om. V. πολεμῶν] πολεμίων T.)
    44

    242. ἀπὸ ἄλλης ἀρχῆς τὸ “οἴχετʼ ἄϊστος” κατὰ ἀναφώνησιν. B.

    244. ἄλλα θεοί] ἀναγκαῖον μὲν ἡ λύπη τοῦ πατρός· τἥς δὲ λύπης τὸ δεινὸν ὁ τῆς ἀπωλείας τρόπος. E.

    245. ὅσσοι γὰρ] διὰ τούτου ἀπολογίαν τοῦ μὴ ἐπιχειρεῖν ἐμφαί- νει τὸ πλῆθος ἐξαριθμούμενος. διὰ δὲ τοῦ ἄριστοι δηλοἳ ὅτι οὐ πρὸς ἰδιώτας, ἀλλὰ πρὸς πόλεις ὅλας ἐστὶν αὐτῷ ὁ ἀγών. ὅπερ ἐπιση- μαίνεται καὶ διὰ τοῦ “Ἰθάκην κατακοιρανέουσιν,” ὥστε εἰκότως κρα- τεῖται. E.

    246. Δουλιχίῳ] νήσῳ κατὰ τὴν Κεφαλληνίαν. Ζακύνθῳ, νήσῳ καὶ αὐτῇ τῆς Κεφαλληνίας. Σάμῃ. τὴν Σάμον Σάμην εἶπε. ἔστι δὲ καὶ αὐτὴ κατὰ τὴν Κεφαλληνίαν. V.

    Σάμῃ τε] τὴν Σάμον Σάμην καλεῖ. τρεῖς δὲ Σάμοι, Ἰωνικὴ, Κε- φαλληνικὴ, Θρακική. B. Σάμος αὕτη κατὰ τὴν Κεφαλληνίαν. Vind. 56.

    249. στυγερὸν γάμον] αὐτῇ στυγερὸν διὰ τὴν πρὸς τὸν Ὀδυσσέα πίστιν· ἢ Τηλεμάχῳ στυγερὸν, εἰ βούλοιτο ἰδεῖν ἄλλῳ συνοῦσαν τὴν μητέρα. E.

    ἡ ἐμὴ, φησὶ, μήτηρ οὕτε ἀπαρνεῖται τὸν στυγερὸν τῶν μνηστήρων γάμον τῶν βιαζόντων αὐτὴν, οὕτε τέλος αὐτῷ δίδωσι, τὸν ἱστὸν, ὃν ὡς ἐγγυητὴν ἐκείνοις δέδωκε, παρʼ ὅλην μὲν ἡμέραν ὑφαίνουσα, παρὰ δὲ τὴν τῆς ἡμέρας τελευτὴν ἐκλύουσα καὶ ἀφανίζουσα, ὡς μὴ πέρας λάβῃ τὸ ἔργον τὸ τοῖς μνηστῆρσιν αὐτοῖς καταθύμιον. Q.

    251. τάχα] αὕτη ἡ λέξις οὐ τίθεται παρὰ τῷ ποιητῇ διστακτικῶς ὡς ἐν τῇ συνηθείῳ, ἀλλʼ ἑκάστοτε ἀντὶ τοῦ ταχέως. V.

    252. ἐπαλαστήσασα] τὸ ἐπαλαστήσασα δηλοῖ τὸ ἐπὶ τοῖς λεχ– θεῖσιν ὡς ἀλάστοις καὶ δεινοῖς οὖσι δεινοπαθήσασα. ἐὰν δὲ ᾖ χωρὶς τοῦ ε, παλαστήσασα, ἔσται τῷ παλαιστῇ, ὅ ἐστι τῷ ἀγκῶνι τῆς χειρὸς, νύξασα. E.R.V. ἀναστενάξασα, δεινοπαθήσασα. ἢ μετὰ τῶν παλαμῶν τύψασα αὐτόν. P.

    Παλλὰς] ἐπιθετικῶς ἡ Ἀθηνᾶ, ἀπὸ τοῦ πάλλειν τὸ δόρυ· ἢ ὅτι Πάλλαντα ἀνεῖλεν, ἕνα τῶν γιγάντων. V.

    254. δεύει] ἐν τῇ κατὰ Ἀριστοφάνην ἐγέγραπτο δεύῃ, ἵνʼ ᾖ πρὸς [*](4. ἐπιχειρεῖν Buttm. pro ἐπιχαί- λήνην. 27. De verbis παλαιστής, παλα- 9. Κεφαλληνίαν scripsi pro Κεφα- στῆ et παλαστήσασα vid. Phrynich. ληνίαν hic et infra. et Lobeck. p. 295. BUTTM. 13. Κεφαλληνίαν] Codex κεφαλ- ἀγκῶνι] ἀγνωιστῇ Q.)

    45
    τὸν Τηλέμαχον ὁ λόγος, ἀλλὰ μὴ πολλοῦ δεῖ, καὶ τὸ πολλὸν συν- άπτηται τῷ δεύῃ. μήποτε δὲ ἄμεινον ᾖ διὰ τοῦ ει γράφειν. καὶ ἔστιν οἷον τῆς ἀρχαίας γραμματικῆς ἔν τι καὶ τοῦτο τῶν ὑπολελειμ- μένων. H.M.Q.R.

    ἦ πολλὸν δεύει] ἐπὶ πολὺ λείπει τούτους τιμωρίαν ὑποσχεῖν. δεύει, ἐνδεῖ, λείπει. V.

    255. εἰ γὰρ νῦν ἐλθών] τὰ ἔπη ταῦτα ὅντινα ἔχει λόγον ζητοῦμεν τὸ “εἰ γὰρ νῦν ἐλθὼν δόμου ἐν πρώτῃσι θύρῃσι σταίη ἔχων πήληκα καὶ ἀσπίδα καὶ δύο δοῦρε τοῖος ἐὼν οἷόν μιν ἐγὼ τὰ πρῶτʼ ἐνόησα οἴκῳ ἐν ἡμετέρῳ πίνοντά τε τερπόμενόν τε·” εἶτα μετʼ ὀλίγον “τοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεύς.” ἄτοπος ἡ εὐχὴ τῆς Ἀθηνᾶς εὐχομένης, εἰ ἔλθῃ ὁ Ὀδυσσεύς καὶ στῇ ἐν τοῖς μνηστῆρσι τερπόμε- νος, ἄπαντας ὠκυμόρους γενέσθαι. πῶς γὰρ ἦν φοβερὸς ὁ εἰς ποτὰ καὶ τέρψιν δείπνων τρέψας τὴν διάνοιαν: πῶς δὲ οὐκ ἄτοπον τῷ Μέντῃ μὲν ὡμοιωμένην τὴν Ἀθηνᾶν, τῷ Ἀγχιάλου παιδὶ, λεληθότως ἀσεβείας κατηγορεῖν τοῦ πατρός: εἰ γὰρ ὁ Ἴλος θεοὺς σεβόμενος τό θανάσιμον φάρμακον οὐκ ἔδωκεν, ὁ δοὺς Ἀγχίαλος ὁμολογουμένως ἂν εἴη ἀσεβής. τὸ μὲν πρῶτον ζήτημα οὕτως ἂν λυθείη. εὔχεται γὰρ αὐτὸν ἰδεῖν ἐν τοῖς μνηστῆρσιν ἔχοντα πήληκα καὶ ἀσπίδα καὶ δύο δοῦρε, τῇ ἡλικίᾳ καὶ τῇ τοῦ σώματος ῥώμῃ τοῖον ἐόντα, οἷον τὰ πρῶ- τα ἐνόησα παρὰ τῷ Ἀγχιάλῳ ξενιζόμενον. τὸ δὲ λέγειν, πίνοντά τε τερπόμενόν τε, οὐ τῆς εὐχῆς ἐστι μέρος, τῆς δὲ πρὸς τὸν Ὀδυσσέα πα- τρικῆς ξενίας ὑπόμνησις. ἐπεὶ γὰρ ώμοίωται Μέντῃ καὶ ἠρώτηται ὑπὸ τοῦ Τηλεμάχου, “ἠὲ νέον μεθέπεις, ἢ καὶ πατρώῖός ἐσσι ξένος (175.). καθόλου δὴ λέγει, “ξεῖνοι δʼ ἀλλήλοις πατρώῖοι εὐχόμεθʼ εἶναιʼ (187.). [*](1. πολλοῦ scripsi pro πολλούς. verba om. συνάπτηται H. M. συναπτἶται R. 13. πῶς γὰρ ᾖν φ.]καίτοι πῶς ἦν φ. E. πῶς γὰρ φ. M. πῶς γὰρ ἄν 5 φ. H. Q. συνάπτῃ Q. 2. μήποτε Buttm. pro ποτέ. 14. πῶς δὲ οὐκ M. Aberat δέ. 3. τῆς ἀρχαίας γραμματικῆς] Nam 16. ἴλος M. ἴλλος E.Q. ΔEΥEI et δεύει esse potest et δεύῃ. 17. οὐκ et ὁ δοὺς A. addidi ex M. 7. εἰ γὰρ] In M. superscriptum ὁμολογουμένως ἂν εἴη] ὄντως M., εἴθε, in margine γρ. καὶ εἰ γάρ, hoc omisso ἄν εἴη. est, ut monet Cobetus, γρ. αἲ γάρ vel 18. πρῶτον H. Legebatur αὐτόν. γρ. καὶ αἱ γάρ: quae vera lectio est. εὕχεται—ξενιζόμενον] εὔχεται αὐτὸν τὰ ἔπη—] Excerpta quaedam ex μετὰ τῶν ὅπλων φανῆναι καὶ τοῖον τῇ hoc scholio habet E. ὴλικία οἷον οἱδεν (corr. εἶδεν) αὐτὸν εἰς ζητοῦμεν] ἐξαιτοῦμεν H. Q. τὴν αὐτοῦ σκίαν M. 11. ἄτοπος ἤ—έλθῃ ὁ Ὀδυσσεῦς ad. 25. ἀλλήλοις] ἀλλήλοι (sic) Q. didi ex M. qui praecedentia scholii Recta scriptura ἀλλήλων est.)

    46
    κατὰ μέρος δὲ ἐξηγεῖται, ὅτι ἐν οἴκῳ ἡμετέρῳ πολλάκις αὐτὸν εἶδον πίνοντά τε τερπόμενόν τε. τὸ οὖν “τοῖος ἐὼν οἷόν μιν τὰ πρῶτʼ ἐνόησα οἴκῳ ἐν ἡμετέρῳ” οὐκ ἔχει ἀναφορὰν πρὸς τὸ “πίνοντά τε τερπόμενόν τε,ʼ ἀλλὰ πρὸς τὸ τῆς ἡλικίας ῥωμαλέον, οἷος ὤφθη ἐλθὼν τότε. καὶ ἔστι τὸ ἑξῆς, εἰ γὰρ νῦν ἐλθὼν δόμου ἐν πρώτῃσι θύρῃσι τοῖος μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεὺς, ἔχων πήληκα καὶ ἀσπίδα καὶ δύο δοῦρε, πάντες τʼ ὥκύμοροι γενοίατο πικρόγαμοί τε. ἐνθάδε μὲν οὖν τοιούτου ὀφθησομένου χρεία· ἐπὶ δὲ οἴκῳ τῷ ἡμετέρῳ ἐνόησα πίνοντά τε τερπόμενόν τε. H.E.M.Q.

    ἐν πρώτῃσι θύρῃσι] ἐν αὐταῖς ταῖς πρώταις ταῖς αὐλείαις θύραις. προοικονομεῖ πόθεν ἔσται ἡ μνηστηροκτονία. S.

    258. πίνοντά τε τερπόμενόν τε] τὸν τἀγαθὸν πᾶς δείκνυσι καιρὸς, οἷος ἂν ῇ ἐν τοῖς ἔργοις. V.

    259. ἐξ Ἐφύρης] Κορίνθου. ἔστι καὶ ἑτέρα πόλις Ἐφύρη ἡ λε- γομένη Βαγνετία. B. πόλις Θεσπρωτίας. δύο δέ εἰσιν, ἥ τε Θεσ- πρωτικὴ ή νῦν καλουμένη Κόρινθος ἡ τῆς Ἠλιδος, καὶ ή κατὰ τὴν Ἤπειρον. E. πόλεως Θεσπρωτίας. Ἐφύραι δὲ τρεῖς εἰσιν, ἥ τε Θεσπρωτικὴ, ή νῦν Κόρινθος, καὶ ἡ τρίτη Ἠλιδος. V.

    Ἴλου] Ἰάσων ἄμα τῇ Μηδείᾳ ἐν Ἐφύρᾳ τῆς Θεσπρωτίας παρα- γενόμενος ἴσχει τέρητα, οὗ ὁ Ἴλος, οἵτινες ἐβασίλευσαν Θεσπρω- τίας, ὡς ἱστορεῖ Ἀπολλόδωρος ὁ Ἀθηναῖος· διὸ φαρμάκων ἐστὶν ἔμ- πειρος. H. T.

    Ἴλου] τινὲς Ἴρου γράφουσιν, ἐπεὶ καὶ Πρόξενος ἐν πειρωτικοῖς Ἶρόν φησι Μερμέρου παῖδα. H. M.

    ἀνωτέρω μὲν γράψαντες λελύκαμεν τὸ τοῦ, σταίη πήληκα καὶ δύο δοῦρε, ὅπερ ἐστὶ τὸ πρῶτον ζήτημα. νῦν δὲ σκοπήσωμεν πῶς καὶ τὸ δεύτερον τὸ τοῦ, παρʼ Ἴλου Μερμερίδαο. καί φαμεν οὑτωσὶ λύοντες ὅτι ἀμφοτέρω εἶχον τὸ θανάσιμον φάρμακον, ὅ τʼ Ἷλος καὶ ὁ Ἀγχί-· αλος· καὶ εἰ ἦν ἀσεβὲς τὸ διδόναι, ἀσεβὲς ἦν καὶ τὸ κεκτῆσθαι· εἰ δὲ μὴ ἀσεβὲς τὸ κεκτῆσθαι, οὐδʼ ἀσεβὲς τὸ διδόναι. ἀλλʼ ὁ μὲν [*](5. ἔστι Buttm. pro ἐπί. 27. Hic quoque τὸ τοῦ scripsi 8. ἐπί] ἐγὼ H. pro simplici τοῦ. 18. Ἡλιδος] Legebatur Ἦλις. 28. ἀμφοτέρω Buttm. pro ἀμφοτέ- 23. Ἴρου] ἴροι H. ἐπεὶ M. . . . παῖς H. 30. εἰ δὲ μὴ ἀσεβὲς τὸ κεκτῆσθαι ἐν] ἐν (sic) M. addidit Buttm. 25. τὸ τοῦ Buttm. Aberat τό.)

    47
    Ἷλος οὐκ ἔδωκε, τοὺς θεοὺς φάμενος εὐλαβεῖσθαι, ὁ δὲ Ἀγχίαλος ἔδωκεν, οὐδὲ εὐλαβήθη πρὸς τὴν δόσιν, ὅτι οὐδὲ τὴν κτῆσιν. οὕτʼ οὖν αὐτὸς οὕτε ὁ Ἴλος τοὺς θεοὺς εὐλαβήθησαν, ἀλλʼ ὁ μὲν εἰς τὰς ἑαυ- τοῦ ἀνάγκας οὐκ ὥετο εἰ ἐκέκτητο ἀσεβεῖν, τὸ δὲ ἄλλοις διδόναι πλημμέλειαν ἔχειν· ὁ δʼ Ἀγχίαλος τὸ δοῦναι Ὀδυσσεῖ φίλῳ ὄντι, ὃν ἴσον ἑαυτῷ τιμᾶν τις ἐχρῆν, οὐκ ᾤετο πλημμελὲς εἶναι. ὧν γὰρ ἡ κτῆσις οὐκ ἄδηλος οὐδὲ ἡ τούτων μετάδοσις πλημμελὴς, εἰ φίλοι εἶεν οἱ λαμβάνοντες· καὶ ὧν ἡ κτῆσις εἰς τὰς ἀνάγκας οὐκ ἀσεβὴς, τούτων ἡ μετάδοσις τοῖς ἄγαν φίλοις οὐ νεμεσητή. διὸ τῷ μὲν Ἴλῳ οὐ μεταδόντι ἀπολογία, ὅτι μὴ ἄγαν αὐτὸν εἶχε φίλον, τῷ δὲ Ἀγχι- άλῳ μεταδιδόντι οὐδεμία ἀσέβεια· φιλέεσκε γὰρ τὸν Ὀδυσσέα αἰνῶς. E.Q.

    260. καὶ κεῖσε] ἐκ πλήρους ὁ καί σύνδεσμος. M.

    261. φάρμακον διζήμενος] προκατεσκεύασεν, ἵνα μὴ ζητῶμεν πῶς ἀπὸ μιᾶς πληγῆς ἀναιροῦνται οἱ μνηστῆρες. E.Q.V.

    ὄφρα οἱ εἴη] γρ. ἦν που ἐφεύροι. Ζηνόδοτος, ὄφρα δαείῃ. ἐλέγχε- ται δὲ ἐκ τοῦ ἑπομένου “ἀλλὰ πατήρ οἱ δῶκεν.” οὐ γὰρ ἕπεται τὸ διδάσκειν τῷ δοῦναι, ἀλλʼ ἡ χρῆσις τῇ δόσει παρέπεται. H. M.

    262. ἰοὺς χρίεσθαι] ἐζήτηται πῶς ἐν τῇ Ἰλιάδι οὔτε τοὺς ἥρωάς φασι χριστοῖς χρῆσθαι βέλεσι· τῶν γὰρ τοξευθέντων πολλοὶ σώζον- ται· οὕτε τὸν Ὀδυσσέα τόξῳ χρῆσθαί φασιν. ἀμέλει ἐν τῇ Δολω- νείᾳ παρὰ Μηριόνου κίχραται τόξον (Il. κ, 260.), καὶ πάλιν “τὸ δʼ οὔποτε δῖος Ὀδυσσεὺς ἐρχόμενος πόλεμονδε ήρεῖτο” (Od. φ, 38.). ἐν δὲ τῷἢ Ὀδυσσείᾳ καὶ περὶ τῶν χριστῶν ἰῶν φησι, καὶ “αὐτίκα καμ- πύλα τόξα καὶ αἰγανέας δολιχαύλους εἱλόμεθ’ ἐκ νηῶν” (ι, 156.)· καὶ “εὖ μὲν τόξον οἴδα ἐύξοον ἀμφαφάασθαιʼ (θ, 215.). δῆλον οὖν ὅτι προκατασκευάσματα τῆς μνηστηροκτονίας εἰσὶ καὶ τοῦ λέγειν, “ὄφρα μὲν αὐτῷ ἀμύνεσθαι ἔσαν ἰοὶ, τόφρʼ ὅγε μνηστήρων ἕνα γʼ αἰεὶ ἐνὶ οἴκῳ βάλλε τιτυσκόμενος, τοὶ δʼ ἀγχιστῖνοι ἔπιπτονʼ [*](5. τὸ δοῦναι Buttm. pro τῷ δοῦναι. 18. τῷ δοῦναι] τὸ δοῦναι M. 6. γὰρ addidit Buttm. 20. χριστοῖς addidi ex H.M. 8. καὶ ὧν Buttm. pro καθʼ ὧν. 21. Δολωνεία M. δολωνία E.Q. δο- 13. καὶ κεῖσε] κἀκεῖσε M. in textu λονίᾳ H. contra mentem scholiastae, cujus 22. παρὰ M. Legebatur καὶ παρά. cum observatione conf. schol. ad κίχραται] κιχρᾶται H. M. χρᾶται 16. Hujus scholii media tantum τόξον H. M. τέξυ E.Q. verba Ζηνόδοτος —δῶκεν habet H. 24. χριστῶν H. M. χρισθέντων E.Q.)

    48
    (χ, 116.). ἦν γὰρ τὸ βέλος οὐ μόνον διὰ τοῦ σιδήρου, ἀλλὰ καὶ διὰ τοῦ φαρμάκου ἀναιροῦν· ὅθεν οὐδὲ δέονται δευτέρας πληγῆς. E.H.M.Q.

    Διὰ τί οὐδαμοῦ τῆς ποιήσεως χριστοῖς βέλεσιν εἶπε χρῆσθαι τοὺς πολεμίους εἴτε τοὺς πολεμοῦντας, ἀλλʼ οἱ πολλοὶ τῶν τοξευομέ- νων διασώζονται καὶ τῶν Τρώων καὶ τῶν Ἑλλήνων, ὥσπερ Διομήδης μὲν καὶ τὸν πόδα καὶ τὸν ὥμον βληθεὶς, Εὐρύπυλος δὲ τὸν μηρὸν, λαῦκος δὲ τὴν χεῖρα, καὶ διὰ τί ἐν μὲν τῇ Ἰλιάδι οὐδὲ ὡς τόξῳ χρώμενον ποιεῖ τὸν Ὀδυσσέα, ἀλλʼ ὅτε ἐπὶ τὴν κατασκοπὴν ἐξορμᾷ σύν Διομήδῃ“Μηριόνης δʼ Ὀδυσιι δίδου βιὸν ἠδὲ φαρέτρην (κ, 260.), ὡς ἂν μηδὲ τόξον ἔχοντι οἰκεῖον, ἐν μέντοι τῇ Ὀδυσσείᾳ “φάρμακον ἀνδροφόνον διζήμενονʼ ἀπελθεῖν πρὸ τοῦ ἀπόπλου τοῦ εἰς τὴν Ἴλιον αὐτόν φησιν “ὄφρα οἱ εἴη ἰοὺς χρίεσθαιʼ καὶ τυχεῖν. . . παρὰ Ἀγ- χιάλου, “ἀλλὰ πατήρ οἱ δῶκεν ἐμός” καὶ ὁμοίως αὐτὸν ἐν τῇ Ὀδυσ- σείᾳ τόξῳ χρώμενον ποιεῖ ἐν τῷ ἀπόπλῳ· λέγει γὰρ “αὐτίκα καμ- πύλα τόξα καὶ αἰγαένας δολιχαύλους εἱλόμεθʼ ἐκ νηῶν” (ι, 156.). αὐτός τε παρὰ τοῖς Φαίαξιν ὑπάρχων αὐχεῖ ἐφʼ ἑαυτοῦ λέγων “εἶ- μὲν τόξον οἶδα ἐύξοον ἀμφαφάασθαι, πρῶτός κʼ ἄνδρα βάλοιμιʼ καὶ τὰ ἑξῆς (θ, 215.). ῥητέον οὖν ὅτι ταῦτα πάντα πρὸς κατασκευὴν τοῦ μεγίστου ἀγῶνος, τῆς μνηστηροφονίας, αὐτὸς μὲν γυμναζόμενος ἐν. . . ἵνα φανῇ τηρῆσαι τὴν ἰδίαν ἔξιν· αὐχεῖ δὲ πάντων προφερέ- στατος εἶναι τῶν ἀνθρώπων (Od. θ, 221.), ἵνα μὴ ἐξαίφνης οἰηθῶμεν τοξότην αὐτὸν ἄριστον ἐν τῇ μνηστηροφονίᾳ γενέσθαι. ἀπιθάνου δὲ ὄντος πάντας τοὺς τιτρωσκομένους εἰς ὁτιδήποτε οὖν μέρος τοῦ σώ- ματος παραχρῆμα διαφθείρεσθαι, πεφαρμακευμένους προκατασκευ- άζει τοὺς οἴκτους, ἵνα συμβαίνῃ λέγειν αὐτῷ “βάλλε τιτυσκόμενος, τοὶ δʼ ἀγχιστῖνοι ἔπιπτον (χ, 116.). ὅταν οὖν τὰ βέλη ἐν τῇ Ἰλιάδι κοινοτέρως πικρὰ καὶ πευκεδανὰ λέγῃ καί ἐχεπευκῆ, πάντως διὰ τοῦ φαρμάκον κεχρῖσθαι ἀκουστέον· οὐδαμοῦ γὰρ τοῦτο ἐν τῷ Ἰλιακῷ πολέμῳ ἐπεσημήνατο, διὰ δὲ τὸ τὰς ἐξ αὐτῶν πληγὰς οὔσας, καθὰ καὶ τὸν πόλεμον πευκεδανὸν ἔφη καταχρηστικῶς, ἐπώ- δυνον βουλόμενος ἐμφανίσαι “ἢέ ποθι πτολέμοιο μέγα στόμα πευ- κεδανοῖο (Il. κ. 8.). T.

    263. ἐπεί ῥα θεούς] φασὶ, καὶ πῶς αὐτὸς κέκτητο εὐσεβὴς ὡν; [*](4. οὐδαμοῦ τῆς ποιήσεως] Iliadem 34. φασὶ Buttm. pro φησι. Conf. dicit. schol. ad ε, 47.)

    40
    ἀλλʼ ὁ μὲν Ἴλος εἰς τὰς ἰδίας ἀνάγκας οὐκ ῥετο τὴν κτῆσιν ἀσε- θῆ. E.

    θεοὺς αἰὲν ἐόντας] δόξαι φέρονται περὶ τοῦ κόσμου, ὥν ἡ μὲν γενη- τὸν καὶ φθαρτὸν τοῦτον ὑποτίθεται, ἡ δὲ γενητὸν μὲν, ἄφθαρτον δέ· ἡ δὲ ἀγένητον μὲν, φθαρτὸν δέ· ἡ δὲ ἀγένητον καὶ ἄφθαρτον, ἦς δόξης φαίνεται εἶναι καὶ Ὀμηρος· διὸ καὶ τοὺς θεοὺς, ἤτοι τὰ στοι- χεῖα, αἰὲν ἐόντας λίγει. E.

    264. φιλέεσκε γὰρ] καὶ οἶδεν ὅτι κατʼ ἐχθρῶν χρήσεται. V.

    267. θεῶν ἐν γούνασι] ταῖς τῶν ἀστέρων κινήσεσιν, ἀπὸ μετα- φορᾶς τῶν γονάτων. ἀπὸ γὰρ τῆς τῶν ἀστέρων κινήσεως γίνονται τοῖς ἀνθρώποις τὰ εἱμαρμένα. P. hic et ad v. 400.

    268. ἢ κεν νοστήσας] καλῶς εἰς ἀμφιβολίαν κατέστησεν ἐπε- γείρουσα τὸ μειράκιον. δῆλον δὲ ἐκ τῆς ἐπιφορᾶς, σὲ δὲ φράζεσθαι ἄνωγα, δηλονότι μὴ περιμένοντα ἐκεῖνον. E.Q.

    270. ὅππως καὶ μνηστῆρας ἀπώσεαι] τὸ τὴν Ἀθηνᾶν παροτρύνειν τὸν Τηλέμαχον εἰς ἀποσόβησιν τῶν μνηστήρων οὐκ ἄλλο αἰνίττεται ἡ ὅτι Ἄθηνᾶ λέγεται ἡ φρόνησις, ὑπὸ δὲ τῆς οἰκείας φρονήσεως ὁ Τηλέμαχος παρωτρύνθη τοὺς μνηστῆρας ἀποσοβῆσαι. E.

    272. αὔριον] ψιλωτέον τὸ αὔριον· ἡ γὰρ αυ δίφθογγος πρὸ συμ- φώνου ψιλοῦται, αὐλός, σὔρα· αὔω τὸ φλογίζω· αὔω δὲ, τὸ ξηραίνω, δασύνεται. E.

    εἰς ἀγορὴν] ἵνα ἔχῃ μαρτυροῦτὸ π λῆθος τῇ ἐκείνων δικαίᾳ κολά- σει. M. Q.

    275. μητέρα δʼ εῖ οῖ] τῇ ἀρχαίᾳ συνηθείᾳ ἐγέγραπτο METTEP ἀντὶ τοῦ MITHP. τοῦτο ἀγνοήσας τις προσέθηκε τὸ α. ἢ δεῖ ὑπο- στίζειν εἰς τὸ μητέρα καὶ μιμεῖσθαι τὸν διασκεπτόμενον. E.H.M. Q. V. τὸ μὲν ἀκόλουθον ἦν οὕτως· μητέρα δὲ, εἴ οἱ θυμὸς ἐφορμᾶται γαμέεσθαι, ἀπόπεμψον εἰς μέγαρον πατρός· ἡ δὲ ἐσχημάτισε τὸν λόγον, τὴν δὲ μητέρα εἰ αὐτῇ ἐφορμᾶται ὁ θυμὸς γαμεῖσθαι, αὐτὴ ἀπίτω ἐς τὸ μέγαρον. οὐ γὰρ ἂν ἑτοίμως ἐδέξατο ὁ νεανίσκος ἐκδι- [*](8. χρήσεται Buttm. pro στήσεται. δεῖ ὑποστίζειν εἰς τὸ μητέρα δὲ καὶ μι- 22. τῇ ἐ. δικαiᾳ κολάσει M. τῶν μεῖσθαι τὸν διασκεπτόμενον. ἐκείνων δικαίων κολάσεων Q 25. ἢ δεῖ-μιμεῖσθαι M. ἤ στικ- 24. Prima huqus acholii verba τῇ τέον μητέρα δέ, ὐποκρινόνενον E.Q. et ἀρχαίᾳ—σκεπτόμενον habent etiam qui ὑποκριναμένου V. Η.V. et H. duo in scholia divisa, 28. ἀπόπεμψον—γαμεὶσθααι addidi alterum τῇ ἀρχαία—τὸ α. alterum ex M.)

    50
    ὥξαι τὴν μητέρα. E.M.Q. μήτηρ μὲν Πηνελόπης Ἀστεροδία, ἀδελ- φοὶ δὲ Πολύμηλος, Δαμάσικλος καὶ Λαοδίκη ἡ ἀδελφὴ αὐτῆς. H. M.

    276. ἄψ] ὀπίσω· καὶ ἀποκοπῇ τοῦ ω ὄπις, καὶ συγκοπῇ τοῦ ι ὄπς, καὶ τροπῇ τοῦ ο εἰς α, καὶ τοῦ π καὶ ς εἰς ψ, ἄψ. B. γημα συντακτικὸν καὶ καιροῦ παραστατικὸν, πάλιν. εἰς τοὐπίσω, καὶ ἐκ δευτέρου. V.

    μέγα δυναμένοιο] ἐν τῷ γάμῳ τῆς θυγατρὸς, οἷον πολλὴν οὐσίαν ἔχοντος καὶ μέγα ἰσχύοντος εἰς τὸ ἐκδοῦναι. ἕδνα δὲ λέγει τὰ ὑπὸ νυμφίων διδόμενα παρὰ τὸ ἔδραν καὶ παραμονὴν προξενεῖν τῇ νύμφῃ. τὰ δὲ ὑπὸ πατέρων κειμήλια· ἕδνα τὰ διδόμενα δῶρα ὑπὸ τοῦ γα- μοῦντος τῇ γυναικί· φερναὶ δὲ τὰ ὑπὸ τῆς γυναικὸς, παρὰ τὸ φέρειν εἰς εὐνήν. E.Q. δασύνεται τὸ ἔεδνα ὡς τὸ ἕεργον. M.

    277. οἱ δὲ γάμον] συνεκδοχικῶς οἱ περὶ τὸν πατέρα καὶ τὴν μη- τέρα Ἀστεροδίαν. ἀδελφοὶ δὲ αὐτῆς Πολύμηλος, Ἀμάσικλος καὶ Λαοδίκη. E.

    ἔεδνα] ἀπὸ τοῦ ἤθω, τὸ εὐφραίνω, τὰ ἡδονὴν ἐμποιοῦντα. B. δῶρα τὰ διδόμενα ὑπὸ τοῦ γαμοῦντος τῇ γαμουμένῃ. εἴρηται δὲ τὰ ἒεδνα τὰ τὴν ἔδραν καὶ παραμονὴν προξενίζοντα τῇ νύμφῃ. V.

    278. ἕπεσθαι] ἀκολουθεῖν. H.

    279. σοὶ δʼ αὐτῷ] τὰ μὲν γὰρ πρῶτα περὶ τῆς κτήσεως ἦν καὶ τῶν μνηστήρων καὶ τῆς μητρὸς, τὰ δὲ ἑξῆς πρὸς αὐτὸν μόνον, ὅσα ἔμελλεν ὠφεληθήσεσθαι ἐκ τῆς ἀποδημίας συντυχὼν τοῖς πρεσβυτέ- ροις ἀνδράσι. E.M.Q. οὕτος δὲ ὁ στίχος ἐν τῇ κατὰ ‘Pιανὸν οὐκ ἦν. H.M.

    [*](1. Ἀστεροδία] Scribendum potius Sed κειμήλια repetitum etiam in Ἀστερόδεια. Nympha quaedam 'A- schol. horum codd. ad β, 195. ubi στερόδεια est apud Apollon. Rh. 3, in schol. vulg. est μείλια. BUTTM. 242. Eodem modo peccatum in 13. ὅεργον] Respicit ad Od. η, 88. nomine Εὐρυοδείας, quod Εὐουοδίας ubi ψιλοῦται, πυκινὸν δόμον ἐντὸς ἔερ- scriptum in schol. ad π, 118. γον. 2. Δαμάσικλος] Rarum nomen. 15. Ἀστεροδίαν—Λαοδίκη] Conf. Ἐριμήδην τὴν Δαμασίκλου ex Phere— schol. adv. 275. cyde memorat schol. Apoll. Rh. 1. 24. οὗτος—ἦν] Non videtur ormitti 102. ἀμάσικλος H., in quo hoc posse hic versus. Fortasse igitur scholion adscriptum ad 329. Ce- loco mota est Rhiani mentio, per- terum conf. schol. ad 277. et ad tinebatque ad v. 283. ἐκ Διὸς, ἥ τε μάλιστα φέρει κλέος ἀνθρτώποισι. CO. 11. κειμήλια] Eustath. τὰ δὲ ἀπὸ BET. In H. hæc verba versui τῶν πατέρων ἐπιμείλια (ex Il. ι, 147.) 279. superscripta sunt a manu se-)
    51

    282. ὄσσαν] τὴν ἐκ θεῶν κληδόνα. V.

    283. ἐκ Διὸς] τὰς γὰρ φήμας εἰς Δία ἀναφέρουσιν. ὅθεν καὶ πανομφαίου Διὸς ἱερὸν, εἰς ὃν πᾶσα φήμη καὶ κληδὼν ἀναφέρεται· ὅσσαν δὲ τὴν ἐκ θεῶν κληδόνα περὶ ἀγνοουμένων εἰώθασι καλεῖν. E.T. κληδόνα καὶ φήμην περὶ ἀγνοουμένων. V. νῦν κληδόνα, του- τέστι κλέος καὶ δόξαν. H. V.

    284. πρῶτα μὲν ἐς Πύλον] πέμπει αὐτὸν παιδευθησόμενον, καὶ ἅμα ἔνδοξον ἐσόμενον, ἐπεὶ διὰ πατέρα ἀπεδήμητεν. V.

    πέμπει αὐτὸν παιδευθησόμενον παρὰ τὸν Νέστορα· οὗτος γὰρ είχε τὴν ἀπὸ γήρως ἐμπειρίαν· εἶτα εἰς Σπάρτην πρὸς Μενέλαον· γὰρ ἀπὸ τῆς ὀκταετοῦς πλάνης ἐπανεληλύθει νεωστί· κοινῶς δὲ δοξα- σθησόμενον διὰ τὴν ἀναζήτησιν τοῦ πατρός. E.

    τῆς Ὀδυσσείας οὐκ ἐχούσης ἐξ αὑτῆς ποικιλίαν ἱκανὴν, τὸν Τη- λέμαχον ἐξελθεῖν εἰς Σπάρτην καὶ Πύλον ποιεῖ, ὅπως ἂν τῶν Ἰλιακῶν ἐν παρεκβάσεσι πολλὰ λεχθείη διά τε τοῦ Μέστορος καὶ τοῦ λαου. E. παιδευθησόμενον αὐτὸν ὡς Νέστορα πέμπει. περὶ δὲ τῆς ἀποδημίας Τηλεμάχου εἴπομεν εἰς τὸ “πέμψον δʼ ἐς Σπάρτην τέ’ (93.), καὶ νῦν δὲ λεκτέον ὡς ὑπόθεσιν αὐτὴν πεποίηκεν ὁ ποιητὴς ποικιλίας λόγων καὶ ἐξαλλαγῆς ἰδεῶν, ἵνα μὴ μονότροπος ᾖ τῆς ποιήσεως ὁ τρόπος. H. Q.

    οὐκ ἀποδέχονται τινὲς τῆς Ἀθηνας τὴν ὑποθήκην ἐκπεμπούσης Τηλέμαχον, ὅτε ἦν ἐν μεγίστοις κινδύνοις ἡ οἰκία, πρὸς τὴν ἄπρακτον ζήτησιν τοῦ πατρὸς, τῶν μνηστήρων ἑτοίμων ὄντων καὶ βίαν προσ- φέρειν τῇ Πηνελόπῃ διὰ τὴν πολυχρόνιον μνηστείαν, τῆς δὲ οἰκίας οὐκ ἐχούσης τὸν προῖστάμενον ἄνδρα· καὶ ὅμως ὑπʼ αἰτίας οὔσης τῆς συμβουλῆς οὐκ ὀκνεῖ ἡ Ἀθηνᾶ λέγειν

  • σοὶ δʼ αὐτῷ πυκινῶς ὑποθήσομαι, αἱ κε πίθηαι,
  • ἐπαινοῦσα ὡς σοφὴν τὴν τοιαύτην παραίνεσιν. ἢ δεικτέον τὸ σοφὸν τῆς εἰς ἀποδημίαν ἀποστολῆς, ἢ ἀλόγου οὔσης ὑποθήκης ἄτοπος ὁ τοιαῦτα θεοῖς ἀνατιθεὶς νοήματα. φαίνεται τοίνυν Ὅμηρος ἀδύνατον νομίσαι ἄνδρα ὑπὸ γυναικὶ τεθραμμένον, εἰ καὶ σωφρονεστάτη εἴη, καὶ ἐν οἴκῳ κατακεκλειμένον πλήρει ὑβριστῶν ἀνθρώπων, ἐν θεραπαι- [*](cunda, ἐν τῇ κατὰ ἀριανὸν οὐκ ἦν πει- Διὸς, εἰς ὄν E. θήσῃ (hoc glossema est verbi πί- 4. ὅσσαν —κληδόνα E. omisso εἰώ- θηαι) ὁ στἱχος. θασι καλεῖν. κληδὼν δὲ καὶ φήμη T. κατὰ ‘Pιανὸν] κατʼ ἀριανὸν M. 9 —12. Ex Heraclti Alleg. c. 62. 2. ἔθεν—Διὸς ἱερὸν, εἰς ὃ T. ἔνθεν— 17. εἰς τὸ addidit Buttm.)
    52
    νίσι τε ἀσελγέσιν ἐναυξόμενον καὶ νήσῳ μικροπρεπεῖ καὶ ἀβασι- λεύτῳ πολὺν χρόνον, κινδύνων τε ξενικῶν μὴ εἰληφότα πεῖραν, μηδὲ μετασχόντα ἀνδρῶν καὶ ἀγωνιάσαντα, ἐν ὅσαις ἀδημονίαις γέγονε Τηλέμαχος προσιέναι μέλλων Νέστορί τε καὶ Μενελάῳ καὶ Ἑλένῃ· φαίνεται οὖν μήτοι ἂν δυνηθῆναι νομίσαι ἀρετῆς ἄλλως πως με- τασχεῖν· διὸ πρόφασιν μὲν ἔχει ἡ ἀποδημία περὶ ἐξετάσεως τοῦ πατρὸς, σκοπὸς δέ ἐστι τῇ συμβουλευούσῃ Ἀθηνᾷ παίδευσις, ἀφʼ ἧς ἤμελλεν ἔσεσθαι ὃ προὔθετο μάλιστα ἡ θεός· καὶ ἐρεῖ (93.)
  • πέμψω δʼ ἐς Σπάρτην τε καὶ ἐς Πύλον ἠμαθόεντα,
  • νόστον πευσόμενον πατρὸς φίλου, ἤν που ἀκούσε,
  • ἡδʼ ῖνα μιν κλέος ἐσθλὸν ἐν ἀνθρώποισιν ἔχησιν.
  • εἰ μὲν ἡ πρόφασις ἐξέτασιν εἶχε πατρὸς ἐπανόδου, σκοπὸς δʼ ἦν ταύτης παίδευσις, ἀφʼ ἧς τὸ κλέος ἐν ἀνθρώποισι γίνεται. εἴη ἂν θεία ἡ παραίνεσις καὶ τῇ Ἀθηνᾷ πρέπουσα, μένων δʼ ἐν θάκῃ ἀπαί- δευτος ἢ τῶν μνηστήρων εἴχετο καὶ προῦδωκεν ν τὸν οἶκον, ἢ ἐπιτι- θέμενος αὐτὸς ἀπώλετο ἂν, μόλις τοῦ Ὀδυσσέως διʼ ὑπερβολὴν φρο- νήσεως καὶ ἐμπειρίας δυνηθέντος αὐτοῖς δολίως ἐπιθέσθαι, ἄξιός τε οὐκ ἂν τοῦ πατρὸς ἐγένετο μή τί γε παρὰ τῶν συστρατευσάντων πυθόμενος περὶ τῶν ἐκείνου πράξεων· διὸ καὶ συνεῖναι αὐτῷ ἐλθόντι κωλυόμενος πεπαίδευται ἤδη, καὶ οἶδε πῶς προσενεχθῇ τῷ πατρὶ ἀφʼ ὧν ἀκήκοε περὶ αὐτοῦ διηγημάτων. τόν τε περὶ τῆς μητρὸς φόβον καὶ ὅλως τῶν περὶ τοῦ οἴκου τὸ μέν τι ἡ Πηνελόπη ἐξέλυσεν ἱκανὴ οὖσα περιγενέσθαι τῷ φρονήματι τῆς τῶν μνηστήρων ἀνοίας, τὸ δέ τι καὶ ἡ Ἀθηνᾶ ἠσφαλίσατο, τὸν δῆμον ἐπαναστῆναι συμβουλεύσασα κατὰ τῶν μνηστήρων διὰ τῆς κατὰ τὴν ἐκκλησίαν ὧν δρῶσιν εἰς τὴν οἰκίαν μηνύσεως (β, 27.)
  • ἐξ οὗ Ὀδυσσεῦς δῖος ἔβη κοίλς ἐνὶ νηυσὶν,
  • οὐδέποθʼ ἡμετέρη ἀγορὴ γένετʼ οὐδὲ θόωκος.
  • ὥστε πῶς ἔλαβε τὸ μέγεθος τῆς τῶν μνηστήρων ἀδικίας, καὶ δημηγορή- σαντος Τηλεμάχου τοσαύτη ἐπιστροφὴ γίνεται ὥστε ἐπειπεῖνὡς οἶκτος [*](5. ἄλλως πως scripsi pro ἄλλως τέ scholion ad v. 283. 284. spectans, νῦν κληδόνα, τουτέστι κλέος καὶ δόξαν. 9. τε καὶ] τε παρὰ ξανθὸν μενέλαον πρῶτα μὲν ἐς πύλον πέμπει αὐτὸν παι- καὶ H. δευθησόμενον, ἐπεὶ διὰ πατέρα ἀπεδή- 27. ἐξ οὖ] ἐξ οὖ ὁ γὰρ H. μησεν: — Tum scholia plura se- 29. ὅστε πῶς ἔλαβε] Verba non quuntur ad v. 272—275. (fol. 5b. et 6a), post quæ infertur tanquam integra. 30. Post οἴκτος in H. illatum lemma δʼ ἕλε λαὸν ἅπόντα.)
    53
    δʼ ἕλε λαὸν ἅπαντα. καὶ φοβηθέντας τοὺς μνηστῆρας λέγειν (β, 85.)
  • Τηλέμαχʼ ὑψαγόρη, μένος ἄσχετε, ποῖον ἔειπας
  • ἡμέας αἰσχύνων, ἐθέλεις δὲ καὶ μῶμον ἀνάψαι,
  • καὶ ἄλλους δʼ ἐπὶ τῆς ἐκκλησίας φάναι (β, 166.)
  • πολλοῖσι δὲ καὶ ἄλλοισι κακὸν ἔσται,
  • οἵ νεμόμεσθʼ Ἰθάκην εὐδείελον, ἀλλὰ πολὺ πρὶν
  • φραζώμεσθʼ ὥς κεν καταπαύσομεν, ἠδὲ καὶ αὐτοὶ
  • παυέσθων· καὶ γάρ σφιν ἄφαρ τόδε λψῖόν ἐστι·
  • ἡ δὲ πρόφασις ἐν τῇ ἐκκλησίᾳ ῥηθεῖσα τῆς ἀποδημίας οὐδὲν καινοτο- μεῖ· τί γάρ φησιν; (β, 210.)
  • ταῦτα μὲν οὐδʼ ὑμέας ἔτι λίσσομαι οὐδʼ ἀγορεύω·
  • ἤδη γὰρ τάγʼ ἴσασι θεοὶ καὶ πάντες Ἀχαιοί.
  • ἀλλʼ ἄγε μοι δότε νῆα θοήν.
  • καὶ εἰπὼν τὴν αἰτίαν διʼ ῆν ἀποπλεῖν μέλλει ἐπάγει (218.)
  • εἰ μέν κεν πατρὸς βίοτον καὶ νόστον ἀκούσω,
  • ἡ τʼ ἂν τρυχόμενος περ ἔτι τλαίην ἐνιαυτόν
  • καὶ τὰ ἑξῆς. οὕτως τοίνυν ἡ ὑπόθεσις ὡς καὶ αὐτῶν ἐπὶ συμφέροντι γενομένης τῆς ἀποδημίας πεπεῖσθαι δοκούντων ὅτι τέθνηκε, καὶ πρῶτα μὲν ὅτι οὐκ ἀποδημήσει ἐλπιζόντων, ἔπειτα δʼ εἰ καὶ ἐκτε- λέσειε τὴν ὁδὸν, ὅτι πεισθήσεται ὅτι τέθνηκεν αὐτῷ ὁ πατὴρ, πει- σθεὶς δὲ τὴν μητέρα ἐκδώσει, μηδὲν ἐγχειρεῖν ἐποίει τῶν ἀτόπων εἰς τὸν οἶκον· ἔπειτα δʼ οὐκ ἧν σκοπὸς βιάσασθαι τὸν γάμον· οἱ γὰρ ἄλλοι ἠμύναντ’ ἂν τὸν βεβιασμένον· ἀλλ’ ἀποκριθῆναι ὑπὸ τῆς μνη- στευομένης τῶν γονέων αὐτὸς ἕκαστος ἠξίου, ἵνʼ οὕτως οἱ λοιποὶ παύ- σωνται τῆς μνηστείας. πολὺν δὲ χρόνον ἡ ἀποδημία λανθάνει τοὺς μνηστῆρας· αἰσθάνονται γὰρ ὁπηνίκα Νοήμων ὁ τὴν ναῦν χρήσας Τηλεμάχῳ πάρεστιν ἐρωτῶν αὐτοὺς περὶ τῆς ἐκείνου ἀπουσίας, καὶ φοβερὸς αὐτοῖς ἀποδημήσας γίνεται, ὡς βουλεύσασθαι περὶ τῶν καθʼ ἑαυτοὺς μᾶλλον ἢ περὶ τοῦ γάμου. ὥστε καὶ περιέσπασε μᾶλλον ἡ ἀποδημία εἰς ἄλλα ἀπὸ τῆς κατὰ Πηνελόπην βίας, ἐξεῖλε δὲ καὶ αὐτὸν ἀπὸ τῶν κινδύνων, σὣς πολλάκις ἂν ὑπέστη μετʼ αὐτῶν πάντα χρόνον διατρίβων. ὡς γὰρ τὰ τελευταῖα, ὅτε ἐπανῄει τε καὶ ἐπανῆλ- θεν, ἐπιβουλεύοντες διετέλουν, οὕτως ἂν παρόντι καθʼ ἡμέραν τὴν πεῖραν προσλαβόντες ἔδρασαν ἄν τι τῶν ἀνηκέστων. διὰ πάντων οὖν [*](7. φραζώμεθʼ ] φραζόμεθα H. Eustath. p. 1442. 30. 16. ἐνιαυτόν] εἰς ἐναυτόν H. 32. ἐπανῄει] ἐπανήγει H. 21. ἐκδώσει] ἐκδόσει H. Conf.)
    54
    φαίνεται ἡ ἀποδημία ἀναγκαία καὶ κρείττων καὶ πολλῷ ἀσφαλε- στέρα τῆς ἐν Ἰθάκῃ ἐκδιηγήτου μετὰ τῆς τῶν μνηστήρων διατριβῆς· τὸ γὰρ λέγειν ὅτι, ἵνα ἐντύχῃ τῷ πατρὶ κατὰ τοὺς ἀγροὺς, διὰ τοῦτο αὐτὸν ἡ Ἀθηνᾶ ἀποδημῆσαι πεποίηκε, ψεῦδος. καὶ γὰρ καὶ μὴ ἀπο- δημήσας ὑπερόριος, ἐν δὲ τοῖς ἀγροῖς γενόμενος, ἐνέτυχεν ἂν πατρί· καὶ οὐχ ἵνα ἐντύχῃ τῷ Ὀδυσσεῖ, ἀποδημῆσαι αὐτὸν πεποίη- κεν ἡ Ἀθηνᾶ, ἀλλὰ μᾶλλον ἐκ τῆς ἀποδημίας διὰ τοῦτο θᾶττον εἰς τὴν πατρίδα ἐπανήγαγεν. H. a m. sec.

    285. κεῖθεν δʼ ἐς Σπάρτην τε] πῶς εἰς Σπάρτην ἐλθὼν οὐ συν- τυγχάνει Ἰκαρίῳ; ἢ ἐπεὶ καθʼ Ὀμηρον ἐν Ἰθάκῃ οἰκεῖ· ἢ ἀπέχθον- ται αὐτῷ αὐτός τε καὶ ἡ μήτηρ ὡς ἀναγκάζοντι αὐτὴν γαμηθῆναι, ὡς αὐτήν φησι “μάλα δʼ ὀτρύνουσι τοκῆες γήμασθαι” (τ, 158.) E. M. Q.

    289. εἰ δέ κε τεθνειῶτος] ἐναντίον τοῖς προειρημένοις ὅπου μαν- τεύεται τὴν παρουσίαν αὐτοῦ. ἀναγκαίως ποικίλας ἐκφέρει τὰς γνάώ- μας, ὑπὲρ τοῦ μὴ πάντα προσανέχειν αὐτὸν τῆ Ὀδυσσέως παρουσίᾳ. C. Q.

    τεθνηῶτος διὰ τοῦ η. H.

    291. χεῦσαι] γρ. χεῦσαι. H. γρ. δὲ οὕτως, χεῦσαι καὶ κτερεΐ- ξαι, ἀπαρέμφατα δεχόμενα τὸ προαιρετικὸν ῥῆμα ἀπάξω, θέλησόν τι ποιῆσαι χεῦσαι, καὶ θέλησόν τι ποιῆσαι κτερείξαι, καὶ ἄλλως τὸ ἀπαρέμφατον ἀντὶ τοῦ προστακτικοῦ. H.

    κτερείξαι] γρ. κτερέιξον. H.

    κτερέιξον] τὰ κάτω τῆς ἔρας νενομισμένα τοῖς νεκροῖς ἐπιτάφια, ἢ τὰ ἐναγίσματα, ἢ καθάρματα. κυρίως δὲ τὰ ἐπὶ τοῖς κτεινομένοες ἐντάφια, ἀπὸ τοῦ ἱκετήριόν τι εἶναι. E.

    294. φράζεσθαι] γενναίως χρῆται τῇ συμβουλῇ. οὐ γὰρ σπεί- σασθαι τοῖς μνηστῆρσιν αὐτὸν ἀξιοῖ καὶ τέρπεσθαι τοῖς ἰδίοις ὅπως οἱ πολλοὶ ὑπʼ ἀργίας συμβουλεύειν εἰώθασιν, ἀλλὰ τιμωρίαν παρὰ τῶν ἀδικησάντων λαβεῖν. E.Q.

    297. νηπιάας ὀχέειν] ἀφροσύνας φέρειν, ἐπεὶ οὐκέτι τοιοῦτος εἶ [*](2. τῆς τῶν] τῆς om. H. ἐπανέχειν—τῆς—παρουσίας Q. 9. πῶς—] Conf. schol. ad δ, 1. 19. γρ. χεῦσαι] Quum hoc ipsum 10. οἰκεὶ M. Legebatur ὄντος. in textu legatur, corrigendum γρ. 11. ὡς addidi ex M. χεῦαι. et in altera annotatione γρ. 12. μάλα M. μάλιστα E.Q. καὶ οὕτως, χεῦαι καὶ κτερεΐξαι. 16. προσανέχειν— τῇ — παρουσίᾳ] 31. ἀφροσύνας—ὸχέειν, ἢ om. Q. V.)

    55
    εἰς τὸ νηπιάας ὀχέειν, ἢ τὰ νέων φρονεῖν καὶ φέρειν· ἢ ὀχεῖσθαι ὑπὸ τῆς νεότητος, τουτέστιν ἄφρων εἶναι. Q.S.V.

    τηλίκος] τηλικοῦτος, μικρὸς, ἀνήλικος, πάνυ νέος. S.

    ἐσσί] τὸ ἐσσί γίνεται ἐκ τοῦ ἔω, ἐμί, ἔς. οὐδέποτε δὲ ῥῆμα μο- νοσύλλαβον βραχυκαταληκτεῖ πλὴν τοῦ θές, δός, ἕς. γίνεται δὲ προσθήκῃ τοῦ ἑτέρου σ, ἐσσ. ἐπεὶ δὲ πάλιν λέξις Ἕλληνικὴ οὐδέποτε καταλήγει εἰς δύο σύμφωνα τὰ αὐτὰ, προσθήκῃ τοῦ ι γίνεται ἐσσί. E.

    298. ἢ οὐκ ἀίεις] ἐξ ὁμοίων ἡ προτροπή. καὶ οὗτοι γὰρ ὅσον ἐφʼ ἑαυτοῖς καὶ Πηνελόπην ἐμοίχευσαν καὶ τὴν βασιλείαν ἀφείλοντο. γνη- σίου δὲ νουθεσίας ἐστὶ σύμβολον ἡ μετὰ τὴν ἐπίπληξιν προτροπή. E.M.

    300. Αἴγισθον] οὐκ οἶδεν ὁ ποιητὴς τὸν Κλυταιμνήστρας ὑπὸ τοῦ παιδὸς μόρον. E.H.M.S.

    ὅς οἱ πατέρα] ἄνευ τοῦ σ Ἀρίσταρχος, ὅ οἱ πατέρα. M.

    ἔκτα] πολλοὶ συστέλλουσι τὸ α τοῦ ἔκτα, νομίζοντες ἀποκοπὴν εἶναι τοῦ ἔκτανε· ὁ δὲ Ἀρίσταρχος ἐκτείνει. M. Q.

    301. μάλα γὰρ σʼ ὁρόω καλόν τε μέγαν τε] αἰσχρὸν γὰρ τοῖς τῆς τύχης δώροις μὴ συνυπουργεῖν. M.S.

    302. ἄλκιμος ἔσσο] ταῦτα λοιπὸν εἰδυῖα τὸ φιλότιμον τῶν νέων λέγει. M.S.

    305. καὶ ἐμῶν ἐμπάζεο μύθων] διδασκαλικῶς ἐπιλέγει πάλιν περὶ τῶν αὐτῶν ἀντὶ τοῦ ἐπιστρέφου καὶ φρόντιζε. M.S.

    307. ξεῖὐ, ἤτοι μὲν ταῦτα φίλα] μιμούμενος πατρικὸν ξένον ἐπι- τιμήσει ἐχρήσατο. ὁ δὲ συνετῶς οὐκ ἐδυσχέρανεν, ἀλλὰ καὶ χάριν ὁμολογεῖ. E.S.

    312. κειμήλιον ἔσται ἐξ ἐμεῦ] ἀντὶ τοῦ δοθήσεται παρʼ ἐμοῦ· καὶ οἱ ξένοι παρεῖχον, ὡς Βελλεροφόντης Οἰνεῖ τὸ δέπας. H.

    313. διδοῦσι] ἀπὸ τοῦ διδῶ. οἷδε δὲ αὐτοῦ τὴν κλίσιν ὁ ποιητής· “δῶρα μὲν οὐκέτʼ ὀνοστὰ διδοῖςʼ (Il. ι, 164.)· οἶδε δὲ καὶ τὸ δί. δωμι. E.Q.

    316. δῶρον δʼ ὅ τοι καί μοι] γράφεται, ὅτι κεν μοι. P.

    [*](2. τῆς om. Q. V. 10. γνησίου—προτροπή addidi ex M. ἄφρων] ἄφρονα Q. V. 11. ὑπὸ τοῦ παιδὸς μόρον] ὑπὸ παιδὸς 4. τὸ ἐσσί γίνεται ἐκ τοῦ ἔω, ἐμί, φόνον E. Conf. schol. ad γ, 303. ἔς] Copiosior de his formis dispu- 28. οἱδε δὲ καὶ τὸ δίδωμι] οἰδε καὶ tatio est Eustaathii p. 76. 22. τὴν δύναμιν Q. 8. προτροπή] τροπή E. 30. δʼ ὃ τοι καί μοι] Sic P. in textu, 9. ἀφείλοντο] ἀφείλαντο M. sed ab correctore.)
    56

    317. αὕτις ἀνερχομένῳ] ὑποστρέφοντι ἐκ τῆς Ἰταλίας. V.

    318. ἄξιον ἔσται ἀμοιβῆς] ἀξίως ἀμείψεται, ἢ τοὐναντίον παρʼ ἐμοῦ καλὸν δῶρον λάβοις ἄν, ὥστε ἄξιον ἀμοιβῆς γενέσθαι. καὶ γὰρ οἱ ξενισθέντες ἐδίδοσαν δῶρα· Βελλεροφόντης δὲ χρυσοῦν ποτήριον (Il. ζ, 220.). Q. V.

    320. ὄρνις δʼ ὡς ἀνόπαια] εἶδος ὄρνιθος, ἢ ἀπὸ τοῦ ἄνω πέτεσθαι, ἢ ἀπὸ τοῦ ἄνω ἔχειν τοὺς ὥπας. B. ἢ διὰ τὸ ὡς ὄρνις ταχέως ὁρμῆ- σαι. καὶ Ἀρίσταρχος δέ φησιν ὄνομα ὀρνέου ἡ ἀνόπαια, ὡς “φήνῃ εἰδομένη” (γ, 372). ἔνιοι δὲ ἀνὰ τοὺς ὥπας, ὅ ἐστι τοὺς ὀφθαλμούς. Ἄλλως. ὡς ὄρνις ὑψιπέτης ἡ τὰ ἄνω παίουσα, ἢ ἀνὰ τοὺς ὥπας ὁρ- μῶσα· ἢ πανόπαια, ἵνʼ ᾖ ἡ χελιδών. Κράτης δὲ τὴν τετρημένην κερα- μίδα. M. ὁ μὲν Ἀρίσταρχος ἀνόπαια προπαροξυτόνως ἀναγινώσκει ὄνομα ὄρνιθος λέγων, ὁ δὲ Πρωδιανὸς ἀνοπαῖα ἀντὶ τοῦ ἀοράτως, ἵνʼ ᾖ οὐδέτερον πληθυντικὸν, ὡς τὸ “πυκνὰ μάλα στενάχων (Il. σ, 318.)· διὸ καὶ προπερισπαστέον φησίν. οἱ δὲ, ἀνὰ ὀπὴν, ἢ καὶ καπνοδόχος καλεῖται. κακῶς δὲ ὁ Ἡροκλείδης φησὶν ἐν ταῖς ὁμοιό- τησι μὴ ἐπιφέρεσθαι τῷ ὄρνις τὸ κύριον· ἔλαθε γὰρ αὐτὸν τὸ “ὄρνιθι λιγυρῇ ἐναλίγκιοςʼ (Il. ξ, 290.). E.H.Q.R. ἢ ἄρπῃ εἰκυῖα. εἶδος ὀρνέου· ἢ διὰ τῆς ὀπῆς· ἢ ἀόρατος, διὰ τὸ ὡς ὄονις ταχέως ὁρμῆσαι. καὶ Ἀρίσταρχος δέ φησιν ὄνομα ὀρνέου ἡ ἀνόπαια, ὡς “φήνῃ εἰδομένη.” ἔνιοι δὲ ἀνὰ τοὺς ὥπας, ὅ ἐστι τοὺς ὀφθαλ- μούς. H. V. Ἄλλως. οἱ μὲν ἀντὶ τοῦ, ταχέως ἅρμησεν· ἔστι γὰρ εἶδος ὀρνέου· οἱ δὲ προπαροξυτόνως ἀντὶ τοῦ ἀοράτως. οἱ δὲ ἀντὶ τοῦ, ἀπὸ τῆς καπνοδόχου, ἣν ὀπὴν λέγουσι Φωκεῖς. ἔνιοι δὲ ἀνὰ τοὺς ὥπας ὅ ἐστι τοὺς ὀφθαλμούς. E.Q.

    [*](7. Addidi ταχέως ὁρμῆσαι e lin 20 15. ἀνὰ ὁπὴν-καλεῖται] ἀνὰ τὴν eqectis duobus quæ in M. temere ὀπήν· οἱ γὰρ ἀρχαῖοι οἴκοι ἐν μέσῳ τῆς post ὄρνις illata sunt scholiis, altero ὀροφῆς ὀπὴν εἶχον, ἧν καὶ καπνοδόχην ἐκά- (ad v. 386.) περιρρεομένη —θαλάσσης, λοῦν. R. altero (ad v. 390.) καί κεν—πάνυ 16. κακῶς Maius pro καλῶς. κακόν, quae suis locis vide. 17. τῷ ὄρνις correxi pro τὸ ὄρνις. 11. πανόπαια, ἵνʼ ῇ -τετρημένην 18. ἢ ἄρπῃ] ἡ ἄρπη H. ἡ ἄρπῃ scripsi pro πάνοπα ἴνα ἐστὶν—τε- εἰκυῖα om. V. τριμμένην, collato Etym. M. p. 111, 21. δέ om. H. Conf. lin. 9. ὀρνέου ἡ ἀνόπαια restitui ex scholio κεραμίδα] Eustath. p. 1419, 28. ἢ superiore pro ὀρνέου· ἢ ἀνόπαια. διὰ τῆς ἀπαίας φασὶ κεραμίδος. 24. ἀνὰ τοὺς pro ἀντὶ τοῦ cor- 14. οὐδέτερον] οὐδετέρως R. rectum ex scholio præcedenti.)
    57

    321. θῆκε μένος] τὸ μένος ἐπὶ ψυχικῆς προθυμίας λαμβάνεται, τὸ δὲ θάρσος ἐπὶ τῆς ἀνδρείας. διαφέρει δὲ θάρσος θράσους. τὸ μὲν γὰρ θάρσος εὔλογόν ἐστι παράστημα τῆς ψυχῆς, τὸ δὲ θράσος τοὐ- ναντίον. E. ἔθηκε δὲ εἰς τὴν ψυχὴν τοῦ Τηλεμάχου μένος καὶ προθυμίαν τῆς τοῦ πατρὸς ἀναψηλαφήσεως καὶ τοῦ φόνου τῶν μνη- στήρων νῦν παρὸ πρότερον. Q.

    324. αὐτίκα] καλῶς τὸ αὐτίκα· οὐ γὰρ ἔδει ἐγχρονίζοντα παρέ- χτιν αὐτοῖς ὑποψίαν τῆς συνουσίας τοῦ ξένου. E.H.P.S.

    325. ἀοιδὸς] οὕτος ὁ ἀοιδὸς ἀδελφὸς ἦν λαριάδου τοῦ Κλυταιμνή- στρας ᾠδοῦ, συνάρας ἀπὸ Λακεδαίμονος Πηνελόπῃ. E.H.

    326. εἵατʼ ἀκούοντες] δασυντέον τὸ εἴατο· ἕατο γάρ ἐστι. τὸ δὲ ἰῶτα προσελθὸν τηρεῖ τὸ αὐτὸ πνεῦμα, ἕως εἵως, ἕνεκα εἵνεκα. οὐδὲ μάχεται τὸ εἵλως παρὰ τὸ ἕλος γεγονός. οὐ γὰρ δισσὸν τὸ τῆς χρήτ σεως, οὐδὲ ἔστι τις ἔλως, ἀλλʼ αὐτόθεν παρὰ τοῦ ἕλος ἐσχηματίσθη ποιητικῷ πλεονασμῷ. E.H.M.Q.

    327. ἐπετείλατο] φησὶν ὅτι ἡ Ἀθηνᾶ προσέταξε τῷ Φημίῳ ἵνα τὸν ἐκ τῆς προνοίας νόστον τῶν Ἀχαιῶν εἰς οἰκείαν ἀοιδὴν ἔχῃ. οὐκ ἄλλο δὲ τοῦτο αἰνίττεται ἢ ὅτι Ἀθηνᾶ λέγεται ἡ φρόνησις, ὑπὸ δὲ τῆς οἰκείας φρονήσεως συνῆκεν ὁ Φήμιος τὸ ἀείδειν τὸν νόστον τῶν Ἀχαιῶν. ἀποροῦσι δέ τινες λέγοντες, διὰ τί ὁ Φήμιος τοῦτο ποιεῖ, καὶ ταῦτα τῆς Πηνελόπης ἐπὶ τῇ τοιαύτῃ ᾠδῇ δακνομένης. καὶ φᾶ- [*](9. λαριάδου] χορίου E. Recta 13. εἵλως] εῖλω M. scriptura, licet obscuris literarum παρὰ τὸ ἕλος H. M. ἀπὸ τοῦ ἔλως ductibus, est in H., ex quo aertur E.Q. οὖτος δὲ χαριάδου ἀδελφὸς ὴν τῆς κλυται- 14. Ex perversa huqus acholii μνήστρας ᾠδοῦ etc. “Charium Clv- oratione hic qualiscunque sensus. taemnestrae cantorem nominari cæ- est eliciendus. Oiphthongum εἰ ptum in Posthomericis, cum Chari- asperum non admittere nisi ubi demo ejusdem hominis nomine in poetica sit ectasis litterae ε, ut in schol. ad γ, 267. conciliandum sic εῖατο, εἵως, εῖνεκα. Neque adver-. puto, ut ibi pro λαρίδημον cum Eu- sari huic regulae vocem εἵλως: stathio p. 1466, 54. scribatur λα- quamvis enim haec non ex alio ριάδην, id quod compendio scriptum equsdem sensus vocabulo ἔλως pro- in illud facile abiit. Nam χάριος et ductione facta sit, derivari tamen λαριάδης nonnisi duplex forma est illam ab nomine urbis Ἕλος, ita ut equsdem nominis ut Θέσπιος et Θε- ex hoc statim, pleonasmo illo alias σπιάδης et similiter multa alia.” poetico, formatum sit appellativum Heinrich. ap. BUTTM. εἵλως. Conf. Lex. de Spirit. Valck. 10. πηνελόπῃ H. ἰθάκῃ E. p. 240. BUTTM. 11. δασυντέον τὸ εῖατο] Nam alii παρὰ τοῦ ἕλος Buttm. pro παρὰ τοῦ εἴατο scribebant. ἕλως. αὐτόθεν παρὰ τοῦ ἕλος om. H. 12. τὸ αὐτὸ M. αὐτοῦ τὸ E.H.Q. 17. ἔχη] ἐνθῆ Buttm.)

    58
    μὲν ὅτι οἰκονομικῶς ὁ Φήμιος τοῦτο ποιεῖ, ἵνα τῆς τοιαύτης ἀοιδῆς τοῦ Φημίου ἡ Πηνελόπη ἀκροωμένη τοῦ οἰκείου ἀνδρὸς μνημονεύῃ καὶ ἀποσοβῇ τοὺς μνηστῆρας. E.

    ἐπετείλατο] ἐπετέλεσεν. οὐκ ἄρα Πινδαρικὴ λέξις τὸ τέλλεται δηλοῦν τὸ ἐπιτελεῖται, γίνεται, “φίλια δῶρα Κυπρίας ἄγʼ εἴ τι, Ποσείδαον, ἐς χάριν τέλλεται,” ἀλλʼ οἶδεν αὐτὴν καὶ ὁ ποιητής. Καὶ ἄλλως. ἐπετείλατο ἀντὶ τοῦ ἐπετέλεσεν. ταῦτα δὲ ἦδε νουθετῶν τοὺς μνηστῆρας ἐκ τῶν περὶ Κασάνδρας καὶ Αἴαντος μὴ ὀρέγεσθαι ἀσεβῶν γάμων. H.

    328. ὑπερωιόθεν] κωλύεται τὰ περὶ Ὀδυσσέως λέγειν ὁ δὸς, ἐπεὶ τάχα ἀκούσας ὁ Τηλέμαχος οὐκ ἂν ἀπεδήμησε, καὶ οἱ μνηστῆ- ρες ἀπηλλάττοντο τῆς Πηνελόπης, οὕτω δὲ ἡ πᾶσα οἰκονομία τῆς ὑποθέσεως διελύετο. H. tu.

    329. Ἰηνελόπεια] ὥσπερ ἐν ἀρχῇ τῆς Ἰλιάδος τὸ περιμάχητον πρόσωπον λένης ἐνεφάνισεν ἡμῖν ὁ ποιητὴς, οὕτω καὶ νῦν τὴν περι- μάχητον σωφροσύνην Πηνελόπης. καὶ λένη γὰρ ἐπιφοιτᾷ τῷ ἀρίστῳ (Od. δ, 121.), καὶ Ἀρήτη τοὺς Φαίακας οὐ φεύγει (ῃ, 141.) E.H.Q.

    330. κλίμακα δʼ ὑψηλὴν] καὶ πῶς ἥρχετο πρὸς ἐραστάς; ἀλλʼ ἐνικᾶτο τῷ διὰ τῆς Ὀδυσσέως μνήμης πένθει, καὶ παύειν ἄλλως τὸν ᾠδὸν οὐκ ἐδύνατο. ἄλλως τε περὶ τὸν ἐχέφρονα πόσιν φιλόστοργον ἦθος ἀποδείκνυσι, τῶν ἐραστῶν ἕκαστον ἐκπαιδεύουσα πρὸς σωφροσύ- νην. οὐ γὰρ ἁπλῶς βιάσασθαι τὴν γυναῖκα τοῖς μνηστῆρσιν ὥριστο, ἀλλὰ νόμῳ γαμεῖν τὸν ἀρεσκόμενον αὐτῇ. E.H.Q.

    332. αἰτιᾶται ἐκ τῶν ἐπῶν τούτων Δικαίαρχος τὴν παρʼ θμήρῳ Πηνελόπην [*](1. οἰκονομικῶς] H. e. Phemius, e παραβάτου εἰς τὸν παρόντα Ὀμηρικὸν consilio Homeri ad economiam στίχον ἂξ uσόδας ἔχοντα, Vν οἱ τρεῖς εἰσι Odysseæ: spectante, ita facit. BUT. δάκτυλοι, Κούρη Ἰκαρίοιο περίφρων Πη- 4. Ἰιδαρικὴ] Olymp. 1, 119. νελόπεια ἂξ ποσὶν—έξεφαάνθη. Idem 10. ῷδὸς H. ἀοιδὸς Q. amnigma, sed anonymum et lem- 11. ἀπεδήμησε Buttm. pro ἐπέθη. mate carens, dedit Huetius in Huetianis p. 74. ab Isaaco Vossio 14. Versui 329. in M. et Vin– acceptum et recte explicavit. Ver- dob. 5. adscriptum ἰξ ποσὶν έμβε- sum priorem sic laudavit Huetius, βαυῖα τριδάκτυλος ἐξεφαάνθη. quocum καλὴ Πηνελόπεια, γυνὴ κλεινοῦὈδυσῆος.ʼ conferenda Boissonadii annot. ad 20. πένθει] πάθει E. Greg. Cor. p.407. “Ex eodem co- 21. ὠδὸν H. ἀοιδὸν E.Q. dice (Parisino 1409.) liceat pro- 25. Δικαίαρχος] Haud dubie ἐν mere aliud ænigma, Ἰουλιανοῦ τοῦ Ἑλλάδος βίῳ. Habet hoc acholium)

    59
  • ἡ δʼ ὄτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν,
  • στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο
  • ἄντα παρειάων
  • καὶ τὰ ἑξῆς. οὐδαμῶς γὰρ εὔτακτον εἶναί φησι τὴν Πηνελόπην, πρῶτα μὲν ὅτι πρὸς μεθύοντας αὕτη παραγίνεται νεανίσκους, ἔπειτα τῷ κρηδέμνῳ τὰ κάλλιστα μέρη τοῦ προσώπου καλύψασα τοὺς ὀφθαλμοὺς μόνους ἀπολέλοιπε θεωρεῖσθαι. περίεργος γὰρ ἡ τοιαύτη σχηματοποιῖα καὶ προσποίητος, ἥ τε παράστασις τῶν θεραπαινίδων ἑκάτερθεν εἰς τὸ κατʼ ἐξοχὴν φαίνεσθαι καλὴν οὐκ ἀνεπιτήδευτον δείκνυσι. φαμὲν οὖν ὅτι τὸ καθόλου ἔθος ἀγνοεῖν ἔοικεν ὁ Δικαίαρ- χος. σύνηθες γὰρ παρὰ τοῖς ἀρχαίοις τὰς ἐλευθέρας γυναῖκας εἰς τὰ τῶν ἀνδρῶν εἰσιέναι συμπόσια. μαρτυρία δὲ τούτων ἥ τε παρὰ τοῖς Φαίαξιν Ἀρήτη συνευαχουμένη τοῖς τοσούτοις κεκλημένοις εἰς τὸν γάμον δαιτυμόσι, καὶ Ἑλένη συνεστιωμένη νέοις ἐξελθοῦσι ξένοις περὶ τὸν Τηλέμαχον σαφῶς ἐδήλωσεν ὅτι παρθένοις μόνον ἦν αἰ- σχρὸν, (Od. ζ. 287.)
  • ὅτʼ ἀέκητι φίλων πατρὸς καὶ μητρὸς ἐόντων
  • ἀνδράσι μίσγηται πρίν γʼ ἀμφάδιον γάμον ἐλθεῖν·
  • ταῖς δὲ γαμηθείσαις μὴ εἶναι αἰσχρόν. ἔθους οὖν ὄντος ταῖς γεγα- μημέναις ἀναμίγνυσθαι τοῖς ἀνδράσι καὶ φαίνεσθαι ἐν τοῖς συμπο- σίοις, οὐδὲν ἄτοπον ἐλθεῖν τὴν Πηνελόπην, ἵνα παύσῃ τὸν ὥδὸν, “ὅς Ἀχαιῶν νόστον ἄειδε λυγρόν.ʼ τό τʼ αὐτουργεῖν ἐλευθέριον μάλιστα εἶναι ἐδόκει τοῖς παλαιοῖς, ὡς καὶ ἐπὶ πλυνοὺς μὴ ὄνειδος εἶναι τὰς τῶν βασιλέων ἀπιέναι θυγατέρας, καὶ εἰς ὑδροφορίαν καί τινας τοιαύτας ἰσοδουλικὰς τὰς νῦν ἀποβεβλημένας διακονίας. τῇδε καὶ τὸ παῦσαι ἄλλως οὐκ ἐνῆν τὸν ὥδὸν μὴ αὐτῇ δεηθείσῃ καὶ μετὰ δακρύων ἱκετευούσῃ, οὐ γὰρ ἔπεισεν ἂν διʼ ἀγγέλων τοῦτο κελεύουσα· ὥστε ἡ μὲν παρουσία ἐκ τούτων οὐκ ἄτοπος, ἀλλὰ καὶ σωφροσύνην ἐμφαίνουσα· ἀεὶ γὰρ ἐβούλετο ὑπόμνησιν ποιεῖν τοῖς μνηστῆρσιν ὡς παρὰ γνώμην αὐτῆς ἡ μνηστεία καὶ ὁ γάμος ἀπεχθὴς, ἡ δὲ τοῦ ἀν- δρὸς μνήμη ἀνεξάλειπτος. τὰ γὰρ τῆς ἐπιβουλῆς οὐχ ἡ κλῖμαξ ἄχρι τοῦ ὑπερῳου διεῖργεν, ἀλλʼ ἕκαστος τῶν μνηστήρων αὐτὸς κρι- θήσεσθαι νυμφίος ὑπολαμβάνων ἐκώλυε τὸν πέλας βίαιόν τι δρᾶν, ἵνα τῶν προκειμένων μὲν αὐτὸς μὴ σφαλῇ, ἐπιεικῆ δὲ πρὸς ἰκείνην [*](et cod. Paris. 2403. CHAMER. 11. σύνηθες—] Conf. Eustatt. p. Codicis Parisini ab H. dissensum 1420, 54- notavimus in Traefatione.)
    60
    ἐπιδείκνυσιν, ἵνα προκριθῇ· ὁ γὰρ σκοπὸς ἦν οὐ τὴν Πηνελόπην ὑβρί- σαι, ἀλλὰ νόμῳ λαβεῖν γυναῖκα, καὶ κύριον ἀπάντων γενέσθαι τῶν ἐκείνης. πάντες οὖν πάντας διὰ ταύτην τὴν αἰτίαν φυλάξειν ἔμελ- λον· τὸ δὲ
  • ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα
  • οὐκ ἔτι τὸ αὐτὸ τῷ (Il. γ, 141.)
  • αὐτίκα δʼ ἀργεννῇσι καλυψαμένη ὀθόνῃσι
  • ὡρμᾶτο·
  • τὸ δὲ κρήδεμνον οὐκ ἦν προσώπου περίβλημα, ἀλλὰ κεφαλῆς, ὥς που φησὶ (Il. ξ, 184.)
  • κρηδέμνῳ δʼ ἐφύπερθε καλύψατο δῖα θεάων,
  • καλῷ, νηγατέῳ· λευκὸν δʼ ᾖν ἠέλιος ὥς.
  • ὡς οὖν τὴν ἀπὸ τῆς κεφαλῆς καλύπτραν, ἣν κρήδεμνον ἔφη, ταῖς χερσὶν ἐφελκυσαμένη τὰ δάκρυα ἀποκαλύπτειν ἐβούλετο καὶ ἀποψᾶν τῷ κρηδέμνῳ τὰ δάκρυα. τὸ οὖν
  • ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα
  • οὐ τὴν περιβάλλουσαν δηλοῖ τὴν κεφαλὴν καὶ τὰς παρειὰς, μόνους τοὺς ὀφθαλμοὺς δεικνῦσαν, ἀλλὰ τὴν ἐφελκύσασαν ἀπὸ τῆς κεφα- λῆς τὸ κρήδεμνον, καὶ γυμνώσασαν μὲν τὴν κεφαλὴν καὶ τὸ πρόσω- πον δείξασαν, κρατοῦσαν δὲ ἐν ταῖς χερσὶ πρὸ τῶν παρειῶν τὰ δά- κρυα, ὥσπερ καὶ Τηλέμαχος δακρύων τὴν χλαῖναν πρὸ τῶν ὀφθαλ- μῶν ἀνίσχει· διόπερ ἡ μὲν σχομένη εἴρηται, ὅτι ἑλκύσασα πρὸ τῶν ὀφθαλμῶν εἶχεν, ὁ δὲ ἀνασχεῖν, ὅτι κάτωθεν ἐπάρας πρὸ τῶν ὀφθαλ- μῶν ἐποίησεν. εἰ δὲ καλύπτει τὴν κεφαλὴν καὶ τὸ πρόσωπον, αἰδου- μένη κλαίειν ἐπὶ τῶν παρόντων τοῦτο ποιεῖ, οὐχ ἑταιρίζουσα διὰ τῆς ἐπιτηδευτῆς. καὶ Ὀδυσσεὺς (Od. θ, 84.)
  • πορφύρεον μέγα φᾶρος ἑλὼν χερσὶ στιβαρῇσι
  • κακκεφαλῆς εἴρυσε, κάλυψε δὲ καλὰ πρόσωπα·
  • αἴδετο γὰρ Φαίηκας ὑπʼ ὀφρύσι δάκρυα λείβων.
  • παυσαμένου μὲν τοῦ δοῦ
  • δάκρυʼ ὀμορξάμενος κεφαλῆς ἀπὸ φᾶρος ἕλεσκεν·
  • αὐτὰρ ὅτʼ ἀῖψ ἄρχοιτο καὶ ὀτρύνειαν ἀείδειν,
  • ἄψ Ὀδυσεὺς κατὰ κρᾶτα καλυψάμενος γοάασκεν.
  • ἔ’ δὲ Ὀδυσσεὺς ἀνὴρ ὢν ήδεῖτο κλαίων φαίνεσθαι ἐν συμποσίῳ καὶ τὴν κεφαλὴν ἐκάλυπτε καὶ τὸ πρόσωπον, πῶς οὐκέτι μᾶλλον ἡ παρὰ αὐτῷ παίδευσις . . . . . . .αἰσχύνη ἐπὶ ἀνδρῶν οὐ [*](36. παίδευσις] Nullum hic in H. finis acholii indicium, sed vacuum spatium dimid. lin. CRAMER.)
    61
    σφόδρα καθεστηκότων. ἥ τε τῶν θεραπαινίδων κατάστασις ἦν μὲν ἐξ ἔθους ταῖς παλαιαῖς, ἐξαιρεῖ δὲ τὴν Πηνελόπην τῆς βλασφημίας ἡ προσθήκη· οὐ γὰρ ἐξ ἐκείνων ἕπονται τῶν μεγίστων “αἳ πᾶσαι ἀναι- δείης ἐπέβησανʼ (Od. χ, 424.), ἀλλʼ ἀμφίπολος αὐτῇ κεδνὴ ἑκάτερθε παρέστη, τουτέστι σώφρων. τῇ οὖν περὶ τὰς θεραπαινίδας κοσμιότητι τὸ τῆς Πηνελόπης εἶδος διασαφεῖται. H.

    333. πύκα] πυκνῶς, ἐπιμελῶς, κατεσκευασμένως. S.

    334. παρειάων σχομένη] ἀμφιβολία “ σχομένη,” ἀναπετάσασα ἢ καλυψαμένη. S.

    ἄντα παρειάων] τὸ “ἄντα παρειάων σχομένη” οὐ πάρεργον, ἀλλὰ δηλαδὴ καθελοῦσα τῆς κεφαλῆς μετὰ χειρῶν εἷλε· καὶ ἄλλως παρʼ Ὀδυσσέως ἔμαθε κρύπτειν ἐν συμποσίοις τὸ δάκρυον. ἀλλʼ οὐδὲ τῆς στάσεως τῶν θεραπαινῶν ἡ κατάστασις· ὑποφαίνει γὰρ τῆς δεσποίνης τὴν κατάστασιν. E.

    τὸ δὲ ἄντα παρειάων οὐ πάρεργον οὐδὲ ἑτερορρεπές· ἀλλὰ πρὸ τῶν παρειῶν παρασχοῦσα, τουτέστι προκαλυψαμένη τῷ καλύμματι τοῦ προσώπου, φησὶν ὁ ποιητὴς, καὶ πρὸ τῶν λόγων σωφροσύνην αὐτῆς ἐκφαίνων. E.Q.

    κρήδεμνα] κρήδεμνον τὸ ἐπὶ τῆς κεφαλῆς περιβόλαιον, καρήδεμνον καὶ ἐν συλλήψει κρήδεμνον. S.

    337. πολλὰ γὰρ] ἔθος Ὁμηρικὸν ἀπὸ τοῦ γάρ ἄρχεσθαι. M.S.

    οἶδας] τῷ οἶδας οὐκ ἐχρήσατο ὁ ποιητής. Ζηνίδοτος γράφει ᾐόεις, Ἀρίσταρχος δὲ οὐ δυσχεραίνει τῇ γραφῇ. ἐν οὐδενὶ γὰρ τῶν [*](13. ἡ κατάστασις] πάρεργος ex su- σαν τοιαύτην γραφὴν, ἐνταῦθα δὲ οὐκ perioribus intelligendum esse mo- ἂν γένοιτο διὰ τὸ κακομέτρητον. Αἴλιος net Buttm. μέντοι Διονύσιος γράφει ὅτι καὶ τὸ οἶσθα γὰρ addidit Buttm. καὶ τὸ οἶσθας ἄμφω Ἑλληνικὰ, καθὰ 15. τὸ δὲ-παρασχοῖσα om. E. καὶ ἡσθα καὶ ἤσθας. ἅπαξ δὲ, φασὶ, 19. καρήδεμνον] Conf. Etym. M. παρʼ Ὀμήρῳ τὸ σἶδας ἐν τῷ “πολλὰ γὰρ ἄλλα βροτῶν θελκτήρια οἱδας.” 23. Ἀρίσταρχος δὲ] Sic M. (qui 22. τῷ] τὸ H. 23. ᾐόεις] ᾐόεις M. εἴδεις H. tan- hoc scholion a m. sec habet, quæ quam ab εἴδῶ, quem accentum pro- etiam alia bonæ notæ scholia ad– basse Tyrannionem ex scholio ad didi1). καὶ ἀρίσταρχος H., quod sig- α, 174. novimus. ἤδης edidit Bek. nificaret Aristarchum οὐ δυσχεραί- kerus. Eustathii annotatio haec νειν conjecturae Ζenodoti. est (ad ο, 20. οἶσθα γὰρ οἷος θυμὸς—) ἐν οὐδενὶ γὰρ τῶν ποιήσεων] Hac ex τὸ δὲ “οἴσθα γὰρ οἷος θυμός” ἐλέγχει alio scholio excerpta videntur, sic, Ζηνόδοτον καὶ τοὺς κατʼ αὐτὸν κακῶς ut opinor, corrigendo, ἐν οὐδετέρᾳ γράφοντας τὸ οἶσθας παρὰ τῷ ποιητῇ. τῶν ποιήσεων etc. Mox verba οἴδας, ἐν τέλει μὲν γὰρ στίχου ἢ καὶ ἐπιφορ διὸ καὶ absunt ab M. φωνήεντος εἴη ἄν γενέσθαι συγχωρηθεῖ-)

    62
    ποιήσεων ἐχρήσατο τῷ οἶδας· διὸ καὶ σημειωτέον τὸν στίχον. H. M.

    340. ταύτης δʼ ἀποπαύεʼ ἀοιδῆς] δέδιε γὰρ ἡ Πηνελόπη μὴ θάνα- τον Ὀδυσσέως σας ἀναπτερώσῃ τοὺς μνηστῆρας. E.H.R. τῆς τῶν Ἀχαιῶν ὑποστροφῆς καὶ τῆς τοῦ Ὀδυσσέως πλάνης. Ἀρίσταρχος μὲν . . . H.

    344. καθʼ Ἑλλάδα] Ἑλλάδα τὴν Θεσσαλίαν φησί. Ἑλλὰς γὰρ πόλις Θεσσαλίας· “φεῦγον ἔπειτʼ ἀπάνευθε διʼ ‘Eλλάδα” (Il. ι, 478.). E.M.

    346. φθονέεις] τινὲς φρονέεις γράφουσιν ἀντὶ τοῦ φρονεῖς, δι- δάσκεις. M. λαμβάνεται ἐπὶ τοῦ κωλύειν καὶ μέμφεσθαι. γράφε- ται δὲ καὶ φρονέεις ἀντὶ τοῦ συνετίζεις. E.

    ἐρίηρον ἀοιδὸν] τὸν ἄγαν ἁρμόζοντα τὴν φωνὴν αὐτοῦ πρὸς τὸ μέλος τῆς κιθάρας. E.

    349. ἀλφηστῇσιν] ἐπινοητικοῖς, ἐφευρετικοῖς, ἀπὸ τοῦ ἀλφῶ, τὸ εὑρίσκω, ἀφʼ οὗ καὶ τὸ ἄλφα. B.E.

    352. νεωτάτη ἀμφιπέληται] περί τινων λέγεται συντελεσθῆναι. V.

    353. ἐπιτολμάτω] ὑπομενέτω. διὰ τῆς τόλμης ὑποφαίνει τὸ τοῦ πάθους μέγεθος. E.

    354. οὐ γὰρ Ὀδυσσεὺς] ὡς πεπαιδευμένος ὑπὸ τῆς Ἀθηνᾶς καὶ συμβουλεύει τῇ μητρὶ, οὐκ ἐξαίρετον λέγων δυστυχεῖν τὸν πα- τέρα. τοιαῦτα δέ φησιν εἰς ῥαθυμίαν τοὺς μνηστῆρας προκαλούμενος, ὥστε μένειν ἀπαραφυλάκτως τὸν Ὀδυσσέα. E.tQ. ἄτοπον δὲ καὶ τὸν μὴ δυνάμενον τὰς πράξεις τῶν μνηστήρων κωλύειν ἀποτόμως τού- τοις ἐπιτιμᾶν. ὑφʼ ἓν δέον ἀναγνωσθῆναι τὸν στίχον, οὐ γὰρ Ὀδυ- σεὺς οἰὸς ἀπώλεσε νόστιμον ἤμαρ. E.H.

    355. ἐν Τροίῃ πολλοὶ] ἀδιαστόλως ἀναγνωστέον. ὁ γὰρ Ὀδυσσεὺς οὐκ ἐν Τροίᾳ ἀπώλετο. Q. V.

    [*](3. δέδιε] ἐδεδὰ, H.R. in quibus 11. καλύειν] λύειν E. Correctum hoc scholion adscriptum ad κλίμακα ex Eustathio. δʼ ὑψηλὴν v. 330. 12. καὶ φρονέεις] καὶ φθονέεις E. ἡ Πηνελόπη om. E. Correctum ex scholio praecedente. 5. Post Ἀρίσταρχος μὲν indicavi Scriptura ipsa absurde est excogi- lacunam. Totum scholion H. habet lata. supra versum a m. secunda. 16. εὑρίσκω] ψηλαφῶ B. 8. φεῦγον] φεύγων E. 24. ἀποτόμως Buttm. pro ἀτόπως. διʼ (καθʼ E ) Ἑλλάδα] Hoc scho- 27. ἀδιαστόλως ego correxi. δια- liasta memoriam errore posuit pro στολῶς Q. διαστολῇ V. δ,· Eλάδος εὐρυχόροιο. Ceterum vide ὁ γὰρ Ὀδυσσεῦς οὐκ ἐν Q. οὐ γὰρ schol. ad, δ 726. Ὀδυσσεῦς ἐν V.)
    63

    356. ἀλλʼ εἰς οἶκον] ἀθετοῦνται ἐνταῦθα· ἐπὶ δὲ τοῦ Εκτορος κα- λῶς ἐν τῇ ζ τῆς Ἰλιάδος. H. M. ἐπὶ τοῦ Εκτορος εὐπρεπῶς εἶχον οἱ στίχοι πρὸς Ἀνδρομάχην II. ζ, 490.) καὶ ἐν τῇ τοξείᾳ τῶν μνη- στήρων (Od. φ, 350.). τινὲς οὖν ἀθετοῦσιν. ἐν δὲ ταῖς χαριεστέ- ραις γραφαῖς οὐδʼ ἦσαν. H.Q.R.

    ἀλλʼ εἰς οἶκον ἰοῦσα] ὅσοι μεταγράφουσιν, ἀλλὰ σύ γʼ εἰσελθοῦσα, καὶ(360.) “ἡ μὲν θαμβήσασα πάλιν θάλαμόνδε βεβήκει, λέγοντες ώς ληρῶδες οἴκοι τὴν Πηνελόπην οὖσαν προστάσσεσθαι οἴκαδε ἀπελθεῖν, ἀγνοοῦσιν ὡς Ὀμηρος τὸν οἶκον ποτὲ μὲν καθολικῶς λαμβάνει, ἄλλοτε δὲ μερικῶς ἐπὶ τοῦ ἀνδρῶνος ἢ τῆς γυναικωνίτιδος, ὡς ἐκεῖ “σιγῇ δʼ ἐξ οἴκοιο Φιλοίτιος ἄλτο θύραζε, κλήισσεν δʼ ἄρʼ ἔπειτα θύρας εὐερ- κέος αὐλῆςʼ (Od. φ, 387.) Ἀρίσταρχος δὲ ἀθετεῖ, ἄμεινον λέγων αὐτοὺς ἔχειν ἐν Ἰλιάδι καὶ ἐν τῇ τοξείᾳ τῶν μνηστήρων. E.H.M. Q. R.

    357. ἠλακάτην] οὕτως μὲν αὐτὸ τὸ ἐργαλεῖον, ἠλάκατα δὲ τὰ ἔργα. S.

    360. οἶκόνδε βεβήκει] τὴν αἰφνίδιον σύνεσιν ἐκπλαγεῖσα τοῦ παι- δός. τὸ δὲ “ἔνθετο θυμῷ” τὸ παιδευτικὸν ὅτι οὐ χρὴ εἴργειν τὴν τῶν λόγων δύναμιν. H.Q.R.

    361. μῦθον] γρ. λόγον. P.S.

    364. βλεφάροις] βλέφαρον παρὰ τὸ αἴρεσθαι ἐν τῷ βλέπειν. S.

    365. ὁμάδησαν] ἐθορύβησαν κοινολογούμενοι περὶ τῆς Πηνελόπης, ὅτι συνετὴ γυνὴ, ὅτι εὔμορφος· ὅθεν Τηλέμαχος μὴ ἐνεγκὼν ἐξῆ- [*](2. ἐν τῇ ζ τῆς Ἰλιάδος om. M. In σεσθαι ceteri. H. hoc scholion textui superscrip- 9. ἀγνοοῦσιν M. ἀγνοοῦντες ceteri. tum. τὸν οἱκον post ποτὲ μὲν R. 4. τινὲς—ἤσαν om. Q. R. Scripsi μὲν om. H. autem οὐδʼ ἤσαν pro οὐκ ἤσαν. Nam 12. Ἀρίσταρχος—ττμνηστήρων om. E. sic loquuntur scholiastae, ubi ἀθετῇ. Conf. schol. Il. ζ, 490. σεῖς aliorum librorum auctoritate 17. παιδὸς -λόγων δύναμιν] παιδὸς, conirmant. Vid. ad schol. α, 97. ἤγουν διὰ τὴν τοῦ Τηλεμάχου φρόνησιν. 6. σύ γʼ εἰσελθοῦσα] σύ γε ἐλθοῦσα (et ad v. 362.) οὐκ ἀπέβταλε τὸ παι- δευτικὸν, ὅτι οὐ χρὴ εἰς τὴν τῶν λόγων 7. καὶ ἡ μὲν θαμβήσασα πάλιν ego δύναμιν S. correxi. καὶ πάλιν ἡ μὲν θαμβήσασα 18. εἴργειν Buttm. Libri εἰς. πάλιν H. R. καὶ πάλιν θαμβήσασα 20. γρ. λόγον] Posui hoc, ut ap- E. Q. Nihil praeter πάλιν est in M. pareat in hoc etiam codice inter- λέγοντες ὡς ληρῶδες M. ἀγνοοῦντες dum glossas introdhuci cum sigla ὡς ληρῶδες H. R. ἀγνοοῦντες ὡς σκλη- γρ. Vid. et ε, 267. et cf. not. ad β, ρῶδες E.Q. 234. BUTTM. 8. προστάσσεσθαι H. R. προτάσ- 23. εὔμορφος] ὡραία S.)

    64
    λεγξε τὴν ὕβριν. E.Q.S. ἐθορύβησαν· ὅμαδος γὰρ ὁ θροῦς. γίνε- ται δὲ ἀπὸ τοῦ ὁμοῦ ἄδειν. B. διὰ τὴν Πηνελόπην ἐθορύβησαν οἱ μνηστῆρες, ὅτι συνετὴ γυνὴ καὶ φρόνιμος. P.

    ἀνὰ μέγαρα σκιόεντα] τὰ μεγάλην ἀποτελοῦντα σκιὰν διὰ τὸ ὕψος. ἢ τὰ σκιώδη, τὰ κωλυτικὰ καύσωνος καὶ χειμῶνος, πρὸς ἀντι- διαστολὴν τῶν ὑπαίθρων οἰκημάτων, οἷα τῶν ἀσκεπῶν ἡλιακῶν. E.

    366. κλιθῆναι] ἤτοι μετὰ ταῦτα τοῦ κοιμηθῆναι ηὔξαντο, ἐπεὶ ἐθαύμασαν αὐτὴν ἰδόντες. B.

    370. καλὸν ἀκουέμεν ἐστὶν ἀοιδοῦ] μικρὸν ἀνῆκεν ὁ ἀοιδὸς καὶ εὐθέως πᾶσα ἀκοσμία. ἄμεινον οὖν ἡγεῖται τοῦ ἀοιδοῦ ἀκούειν αὐτοὺς ἢ παρέχειν αὐτοῖς σχολήν. E.Q.

    371. τοιοῦδʼ οἷος] τοῦτο κατὰ τὸν Πυθαγόρου λόγον. ἐκεῖνος γάρ φησιν ὡς ἔξω γενόμενος τοῦ σώματος ἀκήκοα ἐμμελοῦς ἁρμονίας. E. θεοῖς ἐναλίγκιος] ἢ ταῖς μούσαις, ἢ ταῖς τῶν ἀστέρων ἀπηχή- σεσι. P.

    373. ἀπηλεγέως] ἀποτόμως, ἀπαγορευτικῶς, ἀφροντίστως. ἀπὸ τοῦ ἀπό καὶ τοῦ ἀλέγω τὸ φροντίζω. E.

    374. ἐξιέναι μεγάρων] προλέγων πολλάκις ἀναπολόγητον αὐτοῖς παρίστησι τὴν κατηγορίαν, ὡς καὶ τῷ Αἰγίσθῳ. E.Q.

    375. ἀμειβόμενοι] ἐρχόμενοι κατὰ διαδοχὰς ἀλλήλων. H. ἐξ ἀναδοχῆς ἀλλήλους καὶ ἀμοιβῆς ὑποδεχόμενοι καὶ ἐσθίοντες. S. ἐκ διαδοχῆς ἀλλήλους καὶ ἀμοιβῆς ἀποδεχόμενοι εἰς τοὺς οἰκείους οἴ. κους, οὐκ εἰς τὸν ἐμόν. B. ἤγουν κατʼ ἀμοιβὴν ἀποδεχόμενοι καθʼ ἑκάστην ταῖς ἰδίαις κατασκηνώσεσι. P.

    378. κείρετʼ] ἐκ μεταφορᾶς τῶν ἵππων τῶν ἰπελθόντων ἐν χωρα- φίῳ καὶ κατανεμομένων τὰ ἐν αὐτῷ. E.

    ἐπιβώσομαι] ἐπιβοήσομαι, κατὰ τροπὴν τοῦ ο καὶ η εἰς ω μέγα· ἐπιμαρτύρομαι, ἐπικαλέσομαι. E.

    379. αἴκε πόθι Ζεὺς] διχῶς, αἴκε καὶ εἴκε. αἱ δὲ χαριέστεραι διὰ τοῦ α. M.

    [*](1. βριν] ὐβρισθεισαν S. 13. ἐμμελοῦς Maius pro ἐμμελῶς. 2.ἐθορύβησαν] ἐθορυβήθησαν P. Cor- 17. ἀλέγω Eustath. λέγω E rectum ex scholio praecedente. 23. ἀποδεχόμενοι correctum ex 4. μεγάλην-χειμῶνος] μεγάλα τὰ schol. praecedente pro ἀπερχόμενοι. - χιόνος E. Correctum ex Eustathio. 25. χωραφίη] χωράφιον, prædium, 5. ὕψος] πολὺ τοῦ ὕψους Eustath. ager cultus. Vid. Ducangium. 9. ἀοιδὸς] κιθαρρδὸς Q. BUTTM. 12. τὸν Buttm. pro τοῦ. 30. διὰ addidit Cobetus.)
    65

    δῶσι] ὡς “δῶσι πόλιν Τροίην” (Il. α,129.) M. διαμερίζεται δῶ· τὸ δὲ σι κατʼ ἐπέκτασιν. B.

    παλίντιτα] παλίντροπα, παλιντιμώρητα, τὰ είς τιμωρίαν ἀντι- στρόφως εἰσπραττόμενα. S. ὑπὲρ ὧν ἐξ ἑτέρου τιμωρία γίνεται. V.

    380. νήποινοι] πολύπονοι· ἐκτὸς ἐκδικήσεως· ἤτοι ἀβοήθητοι, εἰρω- νικῶς. E.

    381. ὀδὰξ] μετὰ τῶν ὀδόντων· ἀπὸ τοῦ θήκω, θήξω, δήξ καὶ δάξ, καὶ πλεονασμῷ τοῦ ο, ὀδάξ, ἤτοι δακόντες τὰ χείλη. E.

    383. Ἀντίνοος] πρῶτος τῶν μνηστήρων. B.

    385. ὑψαγόρην] μεγαλορρήμονα, ἐν τῷ λέγειν ὑπερήφανον. S. ἀπὸ τοῦ ὑψηλῶς ἀγορεύειν.

    386. ἀμφιάλῳ] περιρρεομένῃ πανταχόθεν ὑπὸ θαλάσσης. M. τῇ ἀμφοτέρωθεν ῥεομένῃ ἐν θαλάσσῃ. B.

    389. εἴπερ μοι καὶ ἀγάσσεαι] ἐν ἐνίοις γρ. νεμεσήσεαι. εἰ καὶ μέλλεις θαυμάζειν. M.

    Ἀντίνοε] πῶς Ἀντινόου εἰπόντος “μή σέ γʼ ἐν ἀμφιάλῳ Ἰθάκῃ βασιλῆα Κρονίων ποιήσειεν, ὅ τοι γενεῇ πατρώϊόν ἐστιν,” ὁ Τηλέμα- χος ὥσπερ τοὐναντίον ἀκούσας φησὶ “καί κεν τοῦτʼ ἐθέλοιμι Διός γε διδόντος ἀρέσθαι ;ʼ εἰ μὲν γὰρ εἰρήκασι, βασιλῆά σε ποιήσειαν οἱ θεοὶ, ἀκόλουθον ἦν φάναι, “καί κεν τοῦτʼ ἐθέλοιμι, ὡς καὶ αὐτοῦ ἐθέλοντος τὸν Δία δῆθεν πιστεῦσαι αὐτῷ τὴν βασιλείαν καὶ συνευ- χομένου· τῷ φαμένῳ δὲ, μὴ ποιήσειέ σε μηδὲ δοίη σοι ὁ θεὸς τὴν βασιλείαν, ∗ ∗ ∗ ∗ ἀλλʼ οὐ τοὐναντίον ὅτι βασιλεῦσαι εὔχεται, ᾧπερ τί παραστῆσαι βούλεται ὁ Τηλέμαχος: ῥητέον οὖν ὅτι ἐστὶ [*](1. Τροίην] τρωῖην M. textu habet εἴπερ μοι καὶ ἀγάσσεαι, 3. παλἱντιτα] Conf schol. ad 394. sed literis περ μοι καὶ ex correctione 5. ἐκδικήσεως] Sic corrigendum positis. In marg. ἐν ἐνίοις νεμέσσηαι, erat quod in E. est διοικήσεως, non in alio scholio εἰ καί μοι νεμεσήσεαι, οἰκήσεως, quod voluit Buttm. Quod quod εἰ καί μοι νεμεσήσεαι scriben- vocabulum aftertur quidem ex dum, ut legitur apud Eustathium Sirac. 47, 29. ἕως δίκησις ἔλθῃ ἐπʼ p. 1425, 17. αὐτούς, sed hic quoque corruptum 18. Διός γε] θεοῦ E. est ex ἐκδίκησις, quod legitur eodem 19. ἀρέσθαι] εὑρέσθαι H. in libro 7, 17. et 12, 6. 23. Post βασιλείαν indicavi lacu- 12. περιρρεομένη—θαλάσσης] Hæc nam. Sensus verborum quæ ex- in M. scholio ad v. 320. sunt in- ciderunt fuit ἀκόλουθον ἦν φάναι, οὐκ serta. ἂν τοῦτʼ ἐθέλοιμι. 14. νεμεσήσεαι] Eadem scripturæ 24. ὦπερ H. ὣσπερ E., quad in diversitas annotata in H., qui in ὥστε mutari volebat Buttm.)

    66
    τὸ “τοῦτο” δεικτικὸν, καὶ οὐ κοινῶς ἐπὶ τὸ προειρημένον ὑπὸ τοῦ ντινόου ἀναφέρεται, ἀλλʼ ὅτι ἡ περίοδος τοῦ λόγου ἀνέστραπται. ἔστι γὰρ αὕτη “οὐ μὲν γάρ τι κακὸν βασιλευέμεν, αἶψά τέ οἱ δῶ ἀφνειὸν πέλεται καὶ τιμηέστερος αὐτός· καί κεν τοῦτʼ ἐθέλοιμι Διός γε διδόντος ἀρέσθαι·” ἢ σύ γε τοῦτο νενόμικας ἐν ἀνθρώποισι κάκι- στον τετύχθαι, οὐδὲν ἦν ἄτοπον. οὕτω καὶ νῦν τοῦτον ἐχόντων τὸν τρόπον τῶν ἐπῶν, ἀνεστραμμένης τῆς περιόδου ἀκουστέον
  • καί κεν τοῦτʼ ἐθέλοιμι Διός γε διδόντος ἀρέσθαι·
  • ἢ φὴς τοῦτο κάκιστον ἐν ἀνθρώποισι τετύχθαι;
  • ἐπεὶ γὰρ ὡς ἐν εὐχῇ προήγαγε τὸν λόγον Ἀντίνους
  • μὴ σέ γʼ ἐν ἀμφιάλῳ Ἰθάκῃ βασιλῆα Κρονίων
  • ποιήσειεν,
  • ἀπευχόμενος διὰ τὸ μῖσος τὴν τεῦξιν τῆς ἀρχῆς, Τηλέμαχος οὐχ ὡς ἐχθροῦ προσποιεῖται τὴν ἀπευχὴν τοῦ ἀγαθοῦ, ἀλλʼ ὡς φίλου ὄντος ἀπευχὴν τινὸς κακοῦ, οὐκ ἐλέγχων ὅτι ἐξ ἀπεχθείας πεποίηται τὴν τοῦ ἀγαθοῦ ἀπευχὴν ὁ Ἀντίνους, προσποιούμενος δὲ ὡς ἀπὸ φίλου γενέσθαι κακοῦ παραίτησιν διʼ εὐχῆς διορθοῦσθαι προσποιεῖται, ὅτι δὲ μὴν τοῦτο θέλει Διός γε διδόντος ἀρέσθαι, τὸ βασιλεῦσαι δηλονότι, ὃ σύ μοι ἀπηύξω κηδόμενος ἴσως ἐμοῦ· ἐπερωτᾷ δὲ,
  • ἢ φὴς τοῦτο κάκιστον ἐν ἀνθρώποισι τετύχθαι;
  • καὶ ἐπάγει, καὶ μὴν οὐκ ἔστι κακόν·
  • οὐ μὲν γάρ τι κακὸν βασιλευέμεν.
  • διὰ τί δέ; αἶψά τέ οἱ δῶ, καὶ τὰ ἑξῆς. εἶτα περὶ μὲν τῆς βασι- λείας φησὶ μὴ ἀμφισβητεῖν, περὶ μέντοι τοῦ κρατεῖν τοῦ ἑαυτοῦ οἴκου. ἀλλʼ ἤτοι βασιλῆες Ἀχαιῶν εἰσι καὶ ἄλλοι
  • πολλοὶ ἐν ἀμφιάλῳ Ἰθάκῃ νέοι ἤδὲ παλαιοὶ,
  • τῶν κέν τις τόδʼ ἔχησιν, ἐπεὶ θάνε δῖος Ὀδυσσεὺς
  • [*](1. τὸ τοῦτο H. τοῦτο τὸ E. ἢ σύ γε in εἰ σύ γε mutetur, nec cum οὐ κοινῶς om. H., ἐπὶ om. E. sequentibus: ut aliquid excidisse 2. τοῦ λόγου om. H. videatur. ἀνέστραπται] ἀντέστραπται E. 8. τοῦτʼ ἐθέλοιμι-ἔσεσθαι] τοῦτο 3. μὲν] μὴν H. θέλοιμι—ἔσεσθαι H. 4. τιμηέστερος] τιμιέστερος H. 13. Delevi δὲ post Τηλέμαχρς lec- 5—22. ἢ σύ γε—βασιλευέμεν H. tum. In E. nihil præter ἢ φῆς τοῦτο κάκι- 17. ὅτι δὲ μὴν] δὲ aut delendum στον ἐν ἀνθρώποισι τετύχθαι; καὶ ἐπάγει, aut saltem in καὶ mutandum. καὶ μὴν οὐκ ἔστι κακόν· οὐ μὲν γάρ τι 21. οὐκ ἔστι] οὐκέτι H. 23. δέ om. H. κακὸν βασιλευέμεν. 6. οὐδὲν ἦν ἄτοπον] Haec verba nec 25. A. εἰσι] εἰσὶν ἀ. E. cum antecedentibus cohaerent, nisi 26. πολλοὶ—Ὀδυσ.] καὶ τὰ ἐξῆς E.)
    67
    ὡς τῆς βασιλείας μετὰ τὸ ἀποθανεῖν τὸν βασιλέα ἐπὶ τῇ τύχῃ κει- μένης, τῶν δὲ κτημάτων ὧν δέδωκεν ὁ βασιλεὺς ὀφείλοντα κύριον εἶναι ᾧ δέδωκε. πᾶς οὖν ὁ λόγος ῥητορικὸς καὶ ἐνθυμηματικός. διὸ καὶ τῆς περιόδου ἀνεστραμμένης προενήνεκται. E.H.

    Ἄλλως. ὁ μὲν ηὔχετο μὴ τυχεῖν αὐτὸν τιμῆς, ὁ δὲ σαρκάζων αὐ- τόν φησι, βούλομαι βασιλεύειν, καὶ εἰ διδόασιν οἱ θεοὶ, λάβοιμι ἄν· ἀλλʼ ἐπειδή εἰσιν ἐπιτήδειοι εἰς βασιλείαν ἕτεροι, αὔταρκες ἐμοὶ τῶν ἐμῶν ἄρχειν. ἡρέμα δέ πως παραδηλοῖ τῷ Ἀντινόῳ ὅτι, κἂν αὐτὸς ἐκβληθῇ τῆς τιμῆς, οὐκ ἀπονητὶ κρατήσει ὁ Ἀντίνοος ἢ ἕτερός τις τῶν μνηστήρων· εἶναι γὰρ καὶ ἄλλους ἐπιτηδείους εἰς τὸ ἄρχειν. E.H.Q.

    καί κεν τοῦτʼ ἐθέλοιμι] τὸ ἰδιωτεύειν Διὸς βουλομένου· οὐδὲ γάρ ἐστι πάνυ κακόν. M. V.

    394. ἀλλʼ ἤτοι βασιλῆες] ὃ λέγει τοιοῦτόν ἐστι· βασιλεῖς εἰσι πολλοὶ ἐν τῇ ἀμφιάλῳ Ἰθάκῃ, ἤτοι ἐπιτήδειοι εἰς τὸ ἄρχειν· ἀφʼ ὧν τίς τὸ βασιλεύειν ἔχει ἐν τῷ οἴκῳ τοῦ ἐμοῦ πατρὸς Ὀδυσσέως, διὰ τὸ θανεῖν ἐκεῖνον; ἐὰν ἡμῖν ὁ Ζεὺς δώσει ἔργα παλίντροπα, ἤτοι ἐναντία τῶν πράξεων τῶν μνηστήρων, καὶ βοηθήσῃ, ἐγὼ ἔσομαι ἄναξ τοῦ ἐμοῦ οἴκου καὶ οὐχ ὑμεῖς. H. Q.

    398. ληῖσατο] ἀπὸ λείας πολεμικῆς ἐκτήσατο. λεία γὰρ κυρίως ἡ τῶν πολεμικῶν λαφύρων συναγωγή. P. V.

    403. μὴ γὰρ ὅδʼ ἔλθοι ἀνὴρ] οἱ μὲν λόγοι μέτριοι, τὰ δὲ ἔργα μαχόμενα. S.

    βίηφι] γρ. βίηται. P.

    404. ναιεταώσης] τὸ ἐνεργητικὸν ἀντὶ παθητικοῦ, ᾠκισμένης οὕ- σης, ἤτοι ἡμῶν ζώντων. B.

    405. ἐρέσθαι] περὶ τοῦ ξένου, ἤτοι Ἀθηνᾶς τῆς μεταβληθείσης εἰς τὸ εἶδος τοῦ Μέντου. Q.

    [*](2. ὧν] ἐξ ὧν H. 12. 13. Hoc scholion in M. legi ὀφείλοντα] ὀφειλόντων H. ad v. 320. supra dixi. 3. ῷ Buttm. ὄν H. δ, E. 12. οὐδὲ] οὐδὲν M. 4. ἀνεστραμμένης H. ἀνηραμμένης 16. ἔχει] ἔξει Buttm. 17. δώσει] Aut δῷ scribere debe- προενήνεκται Buttm. προσενήνεκται bat, aut, qua forna scholiastae in. H. προσήνεκται E. terdum utuntur, δώσῃ, nisi Homeri- 5. τυχεῖν] κατέχειν H. cum δῷσι servare vellet, quod legi- 6. βούλομαι] ὅτι βουλόμενος H. tur v. 379. Ibidem non παλίντροπα καὶ εἰ] καὶ om. H. est, sed παλίντιτα. 7. ἐπειδή] ἐπεί H. 18. βοηθήσῃ H. βοηθήσει Q.)
    68

    406. εἶναι] ἀντὶ τοῦ ἰέναι, ὡς Ἡσίοδος “καὶ τῷ προσιόντι προσ- εῖναιʼ ἐπείτοιγε δισσολογία εὑρίσκεται. Q.R.S.

    408. πατρὸς φέρει ἐρχομένοιο] τινὲς γράφουσιν, οἰχομένοιο. ἄμει- νον δὲ εὐφημίζεσθαι τὴν ἄφιξιν τὸν Εὐρύμαχον ὑποθωπεύοντα Τη- λέμαχον πρὸς τὸ μαθεῖν περὶ τοῦ ξένου. E.Q.R.S.

    409. τόδʼ ἱκάνει] τὸ τόδε ἀντὶ τοῦ τδε, ὅ ἐστιν ἐνταῦθα ἀντὶ τοῦ αὐτόθι. H. S.

    411. γνώμεναι] ὥστε γνωρισθῆναι παρ ἡμῶν. S.

    ἐώῷκει] οὐ γὰρ κατὰ τὴν πρόσοψιν ὅμοιος ἦν τῷ κακῷ. S.

    413. ῦὐρύμαχ, ἤτοι] ἡ μὲν ἐρώτησις ἁπλῆ περὶ τοῦ ξένου ε τι ἀγγέλλει· ὁ δὲ ἐν κεφαλαίῳ δηλώσας τὸ κεχαρισμένον Εὐρυμάχρ ταῦτα ἐπάγει, οἷον, ἐάν τις ἔλθῃ ἐφʼ ἡμᾶς ἀγγελία ἢ μαντεία· αὐ- τὸς δὲ προσέχειν οὐδενί φησι. διόλου οὖν ἔργον ἐστὶ Τηλεμάχῳ ἐν ῥαθυμίᾳ αὐτοὺς διαφυλάσσειν. E.H.Q.S.

    ἤτοι νόστος] ἡ μὲν οἴκαδε ἐπάνοδος καὶ ὑποστροφὴ τοῦ ἐμοῦ πα- τρός. S.

    ἐμοῖο] ἀγνοοῦντές τινες “ἐμεῖο” γράφουσιν· ὁμοίως ἐν Ἰλιάδι, “μνῆσαι πατρὸς σεῖο” (ω, 486.), δέον κτητικῶς. H.M.S.

    414. ἔτι πείθομαι] γρ. ἐπιπείθομαι. M. a m. rec.

    415. ἐμπάζομαι] διὰ φροντίδος ἔχω, ἀντιποιοῦμαι. 8. ἥντινα μήτηρ] τινὲς ψιλοῦσι τὸ “ἥντινα μήτηρ,” ἵν’ ᾖ, εἴτινα. ἄμεινον δέ ἐστι δασύνειν. ἐξεφαύλισεν ὡς γυναικεῖον ὸν ταῖς τοι- αύταις μαντείαις πιστεύειν. E.Q.S.

    416. ἐς μέγαρον] δεόντως περὶ τοῦ προσώπου τἀληθῆ λέγει εἰς τὸ τὴν ὑποψίαν ἀνελεῖν τοῦ πεποίθεσθαι παρʼ αὐτοῖς περὶ Ὀδυσσέως. H. Q.

    [*](1. σίοδος] Op. 351. pro ἐλπῖς—άγγελοῦσα μαντείας, quod 3. τινὲς γράφουσιν οἰχρμένοιο] In H. est in E.H.Q. est γρ. πβος οἰχομένοι (sic) φέρει. 13. διόλου-διαφυλάσσειν om. S. 6. τὸ τόδε-αὐτόθι] τόδε ἀντὶ τοῦ δέ, 17. τινες] Intelligendus Ζeno- ἐστιν ἐνταῦθα· τὸ δὲ τόθι αάντὶ τοῦ dotus: v. Wolf. TProleg. p. 209. et αὐτόθι. S. Hevn. ad Il. ω, 486. vol. 8. p. 696. 11. ἀγγέλλει S. ἀγγείλοι E.Q. ἀγ- ἐν om. H. γείλῃ H. 18. κτητικῶς] άτικῶς H. S. 12. ταῦτα Buttm. pro πάντα. 21. τινὲς—εἴτινα est etiam in H. ταῦτα—μαντεία] πάντα ἐποίει. οὕ- τινὲς ψιλοῦσι post ἥντινα S. τω μέν τις ἐλπὶς ἐφʼ ἡμᾶς ἀγγέλλουσα 22. ἐστι δασύνειν] εἰς τὴν S. ὄν Struvius.pro ἐν, quod om. S. μαντείας S. ἐάν] ἄν H. 25. τοῦ πεποίθεσθαι παρʼ αὐτοῖς] An ἕλθῃ— ἀγγελία ἢ μαντεία correxi τοῦ πεπύσθαι παρʼ αὐτῶν ? sc. τῶν μάν-)
    69

    καλέσασα θεοπρόπον] τοῦτο δὲ λέγει ἐπεὶ ἡ Πηνελόπη τοὺς μάν- τεις καλοῦσα ἠρώτα περὶ τοῦ Ὀδυσσέως. B.

    θεοπρόπον] τὸ ἐκ θεοῦ λεγόμενον, ἐξ οὗ καὶ θεοπρόπος ὁ τὰ τοῦ θεοῦ λέγων. S.

    417. ἐκ Τάφου] πόλις μία τῶν Ἐχινάδων. S. Τάφος σημαίνει τέσσαρα· τὴν νῆσον, ὡς τὸ “Ταφίοισι φιληρέτμοισιν ἀνάσσει·” τάφος ἡ ἔκπληξις, ὡς τὸ “ταφων δʼ ἀνόρουσεν Ἀχιλλεύς” (Il.ι.193.)· τάφος ὁ ἐπιτάφιος δεῖπνος, ὡς τὸ “δαίνυ τάφον Ἀργείοισιʼ (Od. γ, 309.)· τάφος καὶ τὸ μνημεῖον. E.

    418. δαίφρονος] τοῦ πολεμικὸν φρόνημα ἔχοντος. S.

    420. ἔγνω] ἔγνω καὶ ἐβουλεύσατο μὴ εἰπεῖν αὐτοῖς τὴν βουλὴν ἣν συνέθετο αὐτῷ ὁ Μέντης. P.

    421. ἱμερόεσσαν] τὰς πίστεις πρὸς τὴν ἐπιθυμίαν λαμβάνουσιν· ἐμφρόνων δὲ ἦν τὸ μὴ πιστεύειν ἐχθρᾷ. E.Q.

    422. ἐπὶ ἕσπερον] οὕτως εἶπε τὴν ἑσπέραν. ἄκρως δὲ κατηγορεῖ τῆς τῶν ἀργῶν ἀπραξίας. ὑπὸ γὰρ ἀργίας προσδέχονται πότε νὺξ ἐπιγένηται. E.Q.S.

    423. ἕσπερος] μετέπλασε τὴν ἑσπέραν εἰς τὸ ἑσπερινὸν δεῖπνον.

    424. δὴ τότε κακκείοντες] κατακοιμηθησόμενοι, ἔφεσιν ἔχοντες κοιμηθῆναι. E.Q.

    ἔνιοι “δὴ τότε κοιμήσαντο καὶ ὕπνου δῶρον ἔλοντο.ʼ μεταποιηθῆ- ναι δέ φασιν ὑπὸ Ἀριστοφάνους τὸν στίχον. ἐν δὲ τῇ Ἀργολικῇ προστέθειται E.H.M.Q.R.

    425. θάλαμος] ὁ κοιτῶν, ὁ ἐνδότατος οἶκος, παρὰ τὸ θάλλειν ἅμα. S.

    426. περισκέπτῳ] ὑψηλῷ, ὅθεν ἔστι περισκέψασθαι, ἢ πανταχόθεν ὁρωμένῳ, τῷ μεσαιτάτῳ. E. ἐν τῷ περισκέπτῳ τῆς αὐλῆς, ὅ ἐστιν ἐν τῷ μεσαιτάτῳ καὶ πανταχόθεν ἐκ τῆς αὐλῆς σκοπουμένῳ. Q.S.

    [*](τεων. An παρʼ αὐτοῦ sc. τοῦ Μέντου. 22—24. Hoc scholion est etiam Nam videtur mihi hoc scholium in cod. Paris. 2404. CRAMER. spectare potius ad v.417. BUTTM. 23. Ἀργοτικά] ἀργολογικῇ H. M. et 8. δαίνυ] δαίνυ E. Conf. schol. Paris. 2404. ad γ, 309. 24. προστέθειται] Quid Videtur 15. οὕτως S. ὅπως E.Q. aliquid excidisse. 16. πότε νὺξ ἐπιγένηται] τότε νὺξ 27. περισκέπτῳ] Cf. sch. ad ξ, 5. ἐπιγενέσθαι. ἕσπερον δὲ εἶπε τὴν ἐσπέ- 28. ἐστιν πανταχόθεν] ἐστι τῷ ραν. S. πανταχόθεν S.)
    70

    427. μερμηρίζων] εἰς πολλὰ μέρη μερίζων τὴν ψυχὴν, καὶ ἐνθυ- μούμενος περὶ τῆς ἐσομένης ἐκκλησίας. E.Q.8. διανοούμενος, με- ριμνῶν, εἰς πολλὰ μέρη διαιρῶν τὴν ψυχήν. V.

    428. δαΐδας] δαὶς ὀξυτόνως ἡ λαμπὰς, δάἵς δὲ βαρυτόνωςή μάχη. S. κέδνʼ εἰδυῖα] προσφιλῆ, συνετὰ φρονοῦσα. S.

    429. Εὐρύκλειʼ, δπος] ἀκριβῶς διέξεισι τὰ περὶ αὐτῆς, ἐπεὶ πολλὰ μέλλει διʼ αὐτῆς γίνεσθαι. Q. Ὧπὸς προπερισπαστέον, διὰ τὴν ἀντέκφρασιν πρὸς τὸν ὀφθαλμόν. V. πεπλασμένα εἰσὶ τὰ παρ- όντα ὀνόματα. Εὐρύκλεια ἡ εὐρὺ καὶ μέγα κλέος ἔχουσα, ἡ θυγάτηρ τοῦ Ὦπος, τοῦ περιβλέπτου, ἀπὸ τοῦ ὦψ ὁ ὀφθαλμὸς, τοῦ υἱοῦ τοῦ Πεισήνορος, ἤγουν τοῦ ἰσχυροῦ, τοῦ τοὺς ἄνδρας πείθοντος, ἢ τοὺς ἀνδρείους, ἀπὸ τοῦ πείθειν τὴν ἠνορέην. P.

    430. κτεάτεσσιν] ἐκ τῶν ἰδίων κτημάτων. S.

    431. ἐεικοσάβοια] εἴκοσι νομίσματα ἐγκεχαραγμένους ἔχοντα βοῦς· ἢ εἴκοσι βοῶν τιμήν. E. vel Q.

    433. ἀλέεινε γυναικός] τοῦτο πρὸς τὸ δεῖξαι τὸ σῶφρον ἐκ γένους. ἅμα δὲ στοχάζεται τῶν πολλῶν ὁ Ὀμηρος, τίνας ποτὲ ἔχουσιν ὑπο- ψίας. E.Q.

    436. πύκα] πυκνῶς, καλῶς κατεσκευασμένου. S.

    438. γρηός] γρ. γραίης.

    πυκιμηδέος] τῆς συνετὰ βουλεύματα εἰδυίας. S. καὶ τοῦτο πε- πλασμένον . . . τῆς, ἤγουν τῆς πυκνὰ καὶ συνετὰ μήδεα ἐχούσης. P.

    440. τρητοῖσι] τορνευτοῖς, ἱμαντοδέτοις. Q.

    441. ἐπέρυσσε κορώνῃ] ἐπεσπάσατο τῷ κόρακι λεγομένῳ. E.V.

    κορώνη τὸ ἄκρον τοῦ τόξου, εἰς ὃ ἡ νευρὰ τίθεται. λέγεται δὲ καὶ ὁ κρίκος τῆς θύρας· καὶ τὸ ζῷον· καὶ ὄρνεον ἄλλο θαλάσσιον, ὃ καλεῖ- ται αἴθυια, λάρος· καὶ εἶδος στεφάνου τὸ ἐκ τῶν ἴων πεπλεγμένον· καὶ ὁ κόραξ. τῷ κρικίῳ, ἐπισπώμεθα τὴν θύραν, ἤτοι τῷ λεγομένῳ κόρακι, καὶ τῷ ἐπισπάστρῳ τῆς θύρας. Q.

    [*](1. εἰς] καὶ εἰς E.Q. MANN. Fort. συνετῆς. μέρη μερίζων S. μερμηρίζων E.Q. 22. ἐχούσης] εἰδοόση P. 12. ἠνορέην Buttm. pro ὁρέην. 24. λορώνη] Conf. schol. ad η, 90. 16. τὸ σῶφρον] Telemachi sciti. 27. λάρος] Vid schol. ad ε, 66. cet. BUTTM. BUTTM. 17. ἔχουσιν ὑποψίας] ὑπονοίας ἔχου- τὸ Buttm. pro ὁ. σιν Q. 29. ἐπισπάστρῳ] ἐπισπάστῳ Q., in 21. Quae punctis notavi legere quo consentit V. Correxi ex Eu- non potui: sed videtur esse ἐστὶν, stathio. ut vox τῆς sit delenda. BUTT.)
    71

    442. ἐτάνυσσεν ἱμάντι] τὸ λεγόμενον ὑφʼ ἡμῶν κλεῖθρον. δύο δὲ εἶχεν ἱμάντας ἐξηρτημένους διά τινων τρήσεων, ὃν μὲν ἐκ δεξιῶν, ὃν δὲ ἐξ ἀριστερῶν, εἰς τὸ δύνασθαι καὶ ἀνοῖξαι καὶ κλεῖσαι. νῦν οὖν τὸ κλεῖθρον παρέτεινε καὶ παρήγαγε τῷ ἱμάντι. κλεῖθρον δέ ἐστιν ἔξω- θεν ἐφελκόμενον διὰ τοῦ ἱμάντος, ὃς συνέχει τὴν θύραν, ἀνοίγει δὲ μονοβάλανος κλεὶς καθιεμένη καὶ εἰς τὸ ἕτερον μέρος ἀποδιωθοῦσα τὸ κλεῖθρον, ὅστε κλεισθὲν μηδένα ἔσωθεν ἀνοίγειν. E.H.M.Q.S.V.

    Ἄλλως. ὡς ἐνημμένου τινὸς ἱμάντος τῷ κλείθρῳ πρὸς τὸ παρολι- σθεῖν αὐτὸν ἀπὸ τοῦ ἔξωθεν ἐπικλείοντος. E.

    ἐτάνυσσεν] ἤγουν ἐκρέμασεν τὴν κληῖδα τῷ χώρῳ. P.

    443. οἰὸς ἀώτῳ] τῷ ἄνθει τῆς οἰὸς, ὅ ἐστι τῇ σισύρᾳ, ἤγουν τῷ ἐξ ἀπαλῶν ἐρίων γεγονότι περιβολαίῳ. H. τῷ ἄνθει καὶ τῷ καλλί- στῳ τοῦ προβάτου. λέγει δὲ τῶν ἐξ ἀπαλῶν ἐρίων γεγονότων περιβο- λαίων. V. ἤγουν τοῖς πέπλοις τοῖς ἀπὸ τῶν ἀπανθισμάτων τῶν μαλίων τῶν προβάτων κατεσκευασμένοις. P.

    444. πέφραδʼ Ἀθήνη] ἐβουλεύσατο, εἶπεν, ἐσήμανεν αὐτῷ. S.