Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

401. Μῃονίης] Λυδίας· Μαίονες γὰρ ἐκαλοῦντο οἱ Λυδοί A +

400. ἀπόειπε] ἀπάρνησαι κελεύθους] τἀς μετὰ θεῶν

408. ἀίζυε] κακοπάθει 415. ἀπεχθήριω] μισήσω

419. κατασχομένη] κατακαλυψαμένη ἰργῆτι] λαμπριήρ λευκῷ

420. ἦρχε] προηγεῖτο 427. ἠνίπαπε] ἐκακολόγησεν rec.

438. ἔνιπτε] ἐπίπληττε

447. ἄρχε λέχοσδε ἰών] προηγεῖτο τῆς ἐπὶ κοίτην ὁδοῦ

457. φαίνετʼ] μολόγηται 459. τιμήν] πρόστιμον

5. ἐζήτηται διʼ ἣν αἰτίαν σὐ πάρεστι Γανυμήδης, ὣν οἰνοχόος τοῦ Διός. ἔνιοι μὲν οὖν φασιν, ὅτι Διὸς μόνου ὣν διάκονος oὺκ ἐξῆν αὑτὸν κοινῶς πᾶσιν οἰνοχοεὺν· ἡ δὲ Ἥβη εὐλόγως, ὅτι κοινὴ πσίν ἐστιν. ἔνιοι δέ φασιν, ὅτι σκέψεως περὶ τῆς Ἰλίου πορθήσεω γινομένης εὺοι- κονομήταως ἄπεστι τοῦ συνεδρίου, ἵνα μηδὲν ἐναντίον γένηται, 〈εἰ〉 διὰ τὴν πρὼς αὑτὸν χιριν μόνον δόξειεν οἰκτίζεσθαι A—

διὰ τί δὲ μόνῳ τάῷ Διὶ ανυμήδης ὑπηρετεῦς καί φαμεν, ὅτι ἅπασιν Ἥβη διακονεῦ, ἐπεὶ τὸ θεῖον ἀεὶ νεάζει τε καὶ ἠβᾷ,· τοῦτο γὰρ βούλεται αὑτοῖς ἥ τε ἀμβροσία 〈ἀβροσία〉 τις οὖσα καὶ τὸ νέκταρ παρὰ τὸ νεάζειν γεγενημένον· ανυμήδης δὲ ὑπηρετε μόνηῳ τιῷ Διί, ὅτι ὁ μὲν Ζεὺς ὁ πρῶτός ἐστι νοῦς, μόνος δὲ νοῦς οἰκεῖον ἔχει τὸ τοῖς μήδεσι γάνυσθαι· τοῦτο γἀρ ὁ Γανυμήδης A=

[*](3. φαλὸν A. φάλειον 4. διατρυφθέν ad διατρυφθέν (sic) 363 adscriptunm omisi 16. Λυδίης 17. ἀπάρνησαι D: ἀπείργασαι ‖ 18. κακοπαθεῖς 25. Γαννυμήδης, ut infra 29. ἄπεστι AD; ἀπέστη 30. μόνον W: μόνος D, μόνῳ δόειεν suppleto εὶ W, δόξῃ D: δείξη ὅτι omisi ante οἰκτ.: τι D ‖ 33. supplevi ex AB2D 34. γεγενημένον 36. γάνυσθαι)
505

8. ἀλαλκομενηίς] ἡ ἀλάλκουσα τῷ μένει ὅ ἐστι βοηθοῦσα, ἢ ἡ ἐν Ἀλαλκομεναῖς πόλει παρὰ Βοιωτοῖς τιμωμένη, ἔνθα καὶ Ἀλαλκο- μένιον Ἀθηνᾶς ἱερόν, ἢ ἀπὸ Ἀλαλκομεν〈ί〉ου ὄρους τῆς Ἀττικῆς, ἢ παρʼ Ἀλαλκομένει τραφεῖσα 〈τῷ〉 Βοιωτῷ

11. παρμέμβλωκε] παραμένει 15. αὖτις] ἐκ δευτέρου

16. ἀμφοτέροισι] ρωσὶ καὶ Ἕλλησιν

43. ζρτεῖται πῶς ὁ Ζεὺς τῇ Ἥρᾳ ἅμα μὲν ἑκὼν δίδωσιν, ἅμα δὲ ἄκων. ἔστιν οὖν εἰπεῖν, ὅτι ἑκὼν μὲν δίδωσιν ὡς ἂν ἀδελφῦ καὶ γυναικί, ἄκων δέ, ὅτι τοὺς φιλτάτους π⌈ρὸς⌋ ἀπώλειαν ἐκδίδαωσιν· καὶ γἀρ οἱ ἐν θαλάσση πλέοντες, ὁπόταν περιπέστωσι κινδύνῳ, ἐκ- βάλλουσι τὸν φόρτον εἰς τὴν θάλασσαν ἑκόντες τε καὶ ἄκοντες, ἑκόντες, ἵνα σαωθῆναι δυνηθῶσιν, ἄκοντες δέ, ὅτι τὸν φόρτον ἀπο〈λ 〉λύουσι διʼ ὃν πλέουσιν

49. λοιβῆς] σπονδῆς 60. γενεῇ] τῇ ἡλικίᾳ ἢ τῇ εὐγενεί B +

62. ὑποείξομεν] συγχωρήσομεν

68. φασίν τινες, ὡς οὺκ ἀσεβεῖ ὁ Πάνδαρος, εἰ ἡ Ἀθηᾶ, συνεβού- λευσε καὶ ὁ Ζεὺς ἀπέσταλκεν. ῥητέον δέ, ὅτι ὁ μὲν Ζεὺς εἰδως τοὺς ὅρκους κακῶς γεγενημένους—οὺδὲν γὰρ ἕτερον Τρῶες ἢ ἐπὶ τοῖς ἀλλοτρίοις ὤμσαν—διὰ τοῦτο ἐσπούδασε λυθῆναι τὴς ἀδίκους συν- θήκας· Ἀθηνᾶν δὲ νῦν ὑποληπτέον τὸν λογισμὸν τοῦ Πανδάρου· καὶ αὑτὸς πρὸς ἑαυτὸν ταῦτα διελογίζετο· ἄπιστοι γὰρ Λυκάονες(Aristot. fr.151 R.). ἄλλοι δὲ καὶ αὑτοῖς 〈τοῖς〉 Ὁμήρου λύοντές φασι προειρη- κέναι τὸν ποιητὴν “πειρᾶν, εἴ κε θέλῃσιν” (66, 71), οὐχὶ πείθειν A=

88. διὰ τί ἡ λθηνᾶ εἰς σύγχυσιν τῶν ὅρκων σὐ τῶν Τρώων τινὰ ἐπελέατ ἀλλὰ τῶν ἐπικούρω—καίτοι κεχαρισμένος ἂν τις ἐγένετο Ἀλεξάνδρῳ μᾶλλον, εἰ τῶν οἰκείων ᾖν—καὶ διὰ τί τῶν ἐπικούρων τὸν Πάνδαρον ἐπελέξατο: καί φησιν Ἀριστοτέλης( fr.151 R.),ὅτι τῶν μὲν Τρώων οὐδένα, διότι πάντες αὑτὸν ἐμίσουν, ὡς ὁ ποιητής φησιν “ἶσον γάρ σφιν πᾶσιν ἀπήχθετο κηρὶ μελαίνῃ” (Il. 3. 454), τῶν δὲ ἐπικούρων τὸν Πάνδαρον ἐπελέξατο ὡς φιλοχρήματον —σημεῖον δὲ ἡ τῶν ππιων αὐτοῦ ἐπὶ οἴκου κατάλειφις, ἵνα μὴ δαπανᾷ ( Il. 5. 192)—καὶ ὅτι φύσει ἐπίορκος· τὸ γοῦν ἔθνος ἔτι καὶ νῦν δοκεῖ εἷναι ἐπίορκον, ὅθεν ἐκεῖνος ἦν· οἳ δέ φασιν, ὅτι ἀρίστου ἦν χρεία τοῦ δυναμένου καταστοχά- σασθαι καὶ τρῶσαι, οὺκ ἦν δέ τις ἐν τῷ Τρωικάῷ μέρει τοξότης εὐφυὴς ἢ Ἀ\λέξανδρος καὶ Πάνδαρος· καὶ διὰ τοῦτο ἐπελέξατο αὑτόν A +

91. Αἰσήποιο] Αἴσηπος ποταμὸς τῆς ὑπὸ τῇ Ἵδῃ Λυκίας