Scholia in Iliadem
Scholia in Homerum
Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.
3. θεοῦ] τοῦ Ἡφαίστου 9. πρῶτα] τήν ἀρχήν
11. καλά] τὸ καλός μακρὸν παρὰ τῷ Ὁμήρῳ
21. ἐπιεικές] πρέπον 26. ἀεικίσσωσι] ἀφανίσωσι
43. οἰήια νηῶν] τὰ πηδάλια 45. οἵ] οὖτοι
46. δηρόν] καίτοι γε τρεῖς ἡμέρας· ἀλλὰ διὰ τὴν δυστυχίαν τῶν Ἑλλήνων τοῦτό φησιν
50. πρώτῃ ἀγορῇ] τῇ προεδρίᾳ 61. τῷ κʼ] καὶ οὕτως
68. 〈ἀσκελέως〉] τουτέστιν ἀμεταβάτως· ἐκ μεταφορᾶς τῶν σκε- [*](16. ἀμαλλοδοτῆρες)
83. ἐνδείξομαι] ἤτοι τὴν ἀπότασιν τῶν λόγων πρὸς αὑτὸν ποιή- σομαι A+. B=
91. ἀᾶται] βλάπτει 93. πίλναται] ἐπιβαίνει, προσπελάζει
115. ᾒδη] ἠπίστατο 117. ἐκύει] κατὰ γαστρὸς εἶχεν
149. κλοτοπεύειν] ὑποκλέπτειν τὸν καιρόν
150. ἄρεκτον] ἄπρακτον 151. Ἀχιλῆα] ἐμὲ τόν
157. οὐκ ὀλίγον χρόνον] σὐ πρὸς βραχὺν χρόνον
167. τοῦτό ἐστιν ὅ φασιν οἱ ῥήτορες ἐκ τοῦ ἐναντίου
209. κατὰ—ἰείη] εἰσέλθοι 229. νηλέα] ἀταπείνωτον
230. λίπωνται] καταλειφθῶσιν
239. Φυλείδην] τὸν τοῦ Φυλέως υἱόν
240. Κρειοντιάδην] τὸν τοῦ Κρείοντος υἱόν
242. 〈ἅμα μῦθος ἔην, τετέλεστο δὲ ἔργον〉] τοῦτό ἐστι τὸ λεγό- μενον ‘ἅμʼ ἔπος ἅμʼ ἔργονʼ (Ζenob. Ι 77)
247. ῥητορικώτατον τὸ “στήσας”