Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

764. ὤφελλ᾿ ἀπολέσθαι] “ὤφελλον ὀλέσθαι” οὕτως, ἵν᾿ ᾖ ὅμοιον τῷ “ὡς μ᾿ ὄφελ᾿ ἤματι τῷ” (Il. 6. 345).

[*](A-)

765. εἰκοστὸν ἔτος ἐστί] δέκα γὰρ ἔτη ἐστρατολόγουν, “καμέτην δέ μοι ἵπποι λαὸν ἀγειρούσῃ (Il. 4. 27)· καὶ γὰρ ἤκουον τὴν ἰσχὺν τῶν Τρώων—“καὶ γὰρ Tρῶάς φασι μαχητάς” (Od. 18. 261) — καὶ πλοῦτον “καὶ σέ, γέρον, τὸ πρὶν μὲν ἀκούομεν ὄλβιον εἶναι” (543). τὰ δὲ δέκα ταῦτα ἔτη παρεχείμαζον. ὅθεν πού φησιν “ἐεικοστῷ ἐνιαυτῷ” (Od. 2. 175), ἴσως Ἁλιθέρσου τῇ ὑστάτῃ παραχειμάσει τοῦτο εἰπόντος. διὰ τοῦτο οἳ μὲν μόγις ἐστράτευον, ὡς Ὀδυσσεύς, οἳ δὲ παρῃτοῦντο, ὡς Ἐχέπωλος (Il. 23. 296). οἵ τε Ἀτρεῖδαι δι᾿ ἑαυτῶν ἐπρέσβευον, τῇ δὲ τοὺς περὶ Νέστορα ἔπεμπον. γεγέννηται οὖν ὁ Νεοπτόλεμος περὶ τὴν πρώτην ἔξοδον, ὡς εἶναι αὐτὸν ιη΄ ἐνιαυτῶν· 〈ὁμοίως〉 Τηλέμαχος Πεισίστρατος Μεγα- πένθης Ὀρέστης. παρεχείμαζον οὖν ἐν ταῖς ἰδίαις καὶ θέρους εἰς Αὐλίδα ἀφικνοῦντο. τότε ἴσως καὶ Σκῦρον ἑλὼν Νεοπτόλεμον ἐποίησεν Ἀχιλλεύς.

[*](ΑB+)

ἄλλως: εἰκοστὸν ἔτος] ψευδές· οὐ γὰρ εἰκοστὸν ἔτος δύναται εἶναι ἐξ οὗ εἰς τὸ Ἴλιον ἦλθεν Ἑλένη, εἴγε δεκαετὴς μὲν ἡ τοῦ πολέμου παρασκευὴ ὁμολογεῖται γεγονέναι, εἰκοστῷ δὲ Ὀδυσσεὺς ἐνιαυτῷ εἰς τὴν Ἰθάκην ἐπανελήλυθε πολὺν ἐν τῇ πλάνῃ ἐνδιατρίψας χρόνον· ῥητέον δὲ ὅτι δέκα ἔτη ἐστρατολόγουν, χειμάζοντες ἐν ταῖς ἰδίαις καὶ θέρους εἰς Αὐλίδα ἀφικνούμενοι, νῦν 〈δ᾿ 〉 εἰκοστὸν ἔτος ἐστὶν ἀπὸ τῆς ἁρπαγῆς Ἑλένης. ἐπὶ δὲ Ὀδυσσέως τὰ δέκα ἔτη τῆς στρατολογίας οὐκ ἀριθμητέον.