Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

744. οὐδέ τι μοι εἶπες—ἔπος] ταῦτα βιωτικά· γλυκὺ γὰρ [*](B=) ἐν πένθεσιν αἱ τελευταῖαι τῶν φίλων φωναὶ πρὸς παραμυθίαν.

ἄλλως: οὐδέ τι μοι εἶπες πυκινὸν ἔπος] τὸ πρὸς τὴν βιωτικὴν [*](B=) παραίνεσιν λυσιτελοῦν ἔπος.

746. ἐπὶ δὲ στενάχοντο γυναῖκες] οὐ μετὰ τὸ θρηνῆσαι, ἀλλὰ [*](B=) σὺν αὐτῇ. οὐκ ἡδύνατο δὲ πάντα ὑφ᾿ ἓν εἰπεῖν.

ἄλλως: ἐπὶ δὲ στενάχοντο γυναῖκες] οὐ μόνον αἱ γυναῖκες· πλείονα γὰρ ἐκίνησεν οἶκτον· ἐπὶ πλείστῳ δὲ ἐλέῳ καταστρέφει τὴν Ἰλιάδα· ὅθεν καὶ οἱ ῥήτορες ἐν τοῖς δικανικοῖς ἔσχατον τιθέασι τὸν οἶκτον ὡς κινοῦντα τὸν ἀκροατήν.