Scholia in Iliadem
Scholia in Homerum
Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.
617. κήδεα πέσσει] ἀκύρως· πῶς γὰρ ἡ λίθος “πέσσει;” καί, [*](Β-) ὡς Φιλήμων ὁ κωμικός (fr. 16 M., 101 K.)
618, 19. μεδώμεθα—σίτου] χαρίεις ὁ συνδειπνῶν πρὸς ἀνάκτησιν τοῦ γέροντος, καίτοι προδειπνήσας.
[*](B=)619. σίτου] ἐκ τοῦ ποιοῦντος τὸ ποιούμενον.
[*](A+)628. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον] ἰδίως χρῆται τῷ στίχῳ· καὶ γὰρ ὃ μὲν ἐκεκόρεστο, Πρίαμον δὲ οὐκ εἰκὸς ἦν εἰς κόρον δειπνεῖν.
[*](B=)630. ὅσσος ἔην οἷός τε] “ὅσ〈σ〉ος” ἐπὶ μεγέθει, “οἷος” ἐπὶ κάλ〈λ〉ει. ταῦτα δὲ πρὸς ἔκπληξιν τῶν ἀκροατῶν.
[*](B=)632. καὶ μῦθον ἀκούων] ἀπὸ κοινοῦ ‘ἀγαθόν.’ φησὶ γοῦν περὶ αὐτοῦ “θεόφιν μήστωρ ἀτάλαντος” (Il. 7. 366).
[*](B=)635. λέξον δή με] κλῖνον, κοίμισον· ἡ γὰρ διὰ χρόνου τροφὴ εἰς ὕπνον αὐτὸν καλεῖ.
[*](A=B-)636. ὕπνῳ—ταρπώμεθα] Ἀρίσταρχος “παυσώμεθα” ἀναπαυσώ- μεθα· οὐ γὰρ εὔκαιρον τὸ ταρπώμεθα·” ἢ ἐπεὶ μετὰ ιβ΄ ἀύπνους ἡμέρας τέρψιν αὐτῷ μέλλει ἐπαγαγεῖν ἡ νύξ.
637. 〈οὐ γάρ πω〉 μύσαν ὅσσε] “οὐ γάρ” ὑπερβολικῶς· οὐ γὰρ ἔνδεκτον· λείπει οὖν τὸ ‘ὡς πάλαι·’ ἢ διάφορα ἦν τὰ πάλαι σώματα· καὶ Ὀδυσσεὺς κυβερνῶν τὴν σχεδίαν ιζ΄ ἡμέρας ἀγρυπνεῖ (Od. 5. 278) καὶ ἄλλας τρεῖς (ib. 388) νήχεται.
[*](B=)639. κήδεα μυρία πέσσω] ὑπὸ πολλῶν κακῶν ἀναλίσκομαι.
640. αὐλῆς ἐν χόρτοισι] Δίδυμός φησιν, ὅτι χόρτῳ ἀντὶ τειχίων ἐχρῶντο.
[*](B-)648. ἐγκονέουσαι] τὸ πονεῖν Ἰακῶς κονεῖν φησιν, ὡς πόθεν κόθεν.
[*](B-)650. ἐκτὸς μὲν δὴ λέξο] ἀφίστησιν αὐτὸν ἀμάρτυρον θέλων ἔχειν τὴν νυκτερινὴν παρρησίαν πρὸς συνουσίαν, καθάπερ ἡ μήτηρ παρῄνεσεν [*](10. ‘an κυκλικῶς χρ.’ W. κατακέχρηται A 11. δὲ Bekker: τε || 13. ἐπὶ scripsi bis: ἐν bis ‖ 23. ἔνδεκτον Bekker: ἐνίδεκτον ‖ 31. μὲν δὴ vel μέν τοι codd. Iliadis: νῦν ‖ 32. ‘an εὐκαιρίαν cf.)
657. ποσσῆμαρ μέμονας] ἅπαξ πεισθεὶς δίδωσι τὸν νεκρὸν καὶ [*](B-) τῆς κηδείας προνοεῖ δικαίως· δίχα δὲ Ἀγαμέμνονος δίδωσιν· ἄρχει γὰρ τῆς ὑπαίθρου, “ὅπῃ ἄρξειεν Ἀχιλλεύς” (Od. 3. 106). §. ὑφ᾿ ἓν τὸ “ποσσῆμαρ, ὡς “ἐννῆμαρ.” ποσὅτητος γάρ ἐστι, ἀντὶ [*](A+B=) τοῦ ποσσήμερον.
*ποσσῆμαρ] ἐπίρρημα ποσότητος
660. * τάφον] τὴν κηδείαν.
663. ἀξέμεν] λείπει τὸ ὥστε. §. καὶ ἐπὶ ξύλων δὲ τὸ ἄγειν. [*](Β=) ἴσως δὲ διὰ τὰς ἡμιόνους.
μάλα δὲ Τρῶες] Δίδυμος “μάλα γάρ” οὐ “δέ.”
[*](A~)664. ἐννῆμαρ—γοάοιμεν] φιλοπενθὲς γὰρ τὸ βάρβαρον· ἢ ἅμα [*](AB-) τῇ προφάσει τῆς κηδείας τὰ πρὸς πολιορκίαν ἑτοιμάζεται, καὶ ὅτι προπέπεισται ὡς προνοίᾳ θεῶν ἄσηπτον ἔχει τὸ σῶμα. §. “θάπτοι- [*](B=) μεν” δὲ τὸν τάφον ποιοῖμεν, ὅ ἐστι περίδειπνον.
665. δαίνυτο] τινὲς προπερισπῶσιν ἐκ τοῦ δαινύοιτο.
[*](Α+)667. εἴ περ ἀνάγκη] ὡς ἀπειρηκὸς τῷ χρόνῳ καὶ ταῖς συμφοραῖς· [*](B=) ἐθεράπευσε δὲ τὸ φιλότιμον Ἀχιλλέως τῷ δέει τῶν πολεμίων.
671. * καρπῷ] πρὸς πίστιν ἡ δεξιά.