Scholia in Iliadem
Scholia in Homerum
Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.
681. τὸν μὲν Τυδείδης] εἶδε καὶ τὰς παραινέσεις τῶν παιδοτρι- βῶν ὁ ποιητής.
ἄλλως: τὸν μὲν Τυδείδη,] διὰ τὴν συγγένειαν· ἔστι γὰρ Δηι- [*](B-) πύλης τῆς Ἀδράστου καὶ γαμεῖ Αἰγιάλειαν τὴν Ἀδράστου· ὁ δὲ Εὐρύαλος Μηκιστέως ἐστὶ τοῦ ἀδελφοῦ Ἀδράστου.
683. ζῶμα δέ οἱ πρῶτον] κατὰ τὴν ιδ΄ Ὀλυμπιάδα ἐφ᾿ Ἱππο- [*](ΑΒ-) μένους Ἀθήνησιν ἄρχοντος Ὀλυμπίασι στάδιον θεόντων ἐν περι- ζώμασι συνέβη ἕνα αὐτῶν Ὄρσιππον ἐμποδισθέντα ὑπὸ τοῦ περι- ζώματος πεσεῖν καὶ τελευτῆσαι. ὅθεν ἐθεσπίσθη γυμνοὺς ἀγωνί- ζεσθαι· ὅθεν καὶ γυμνάσια οἱ τόποι, ἐν οἷς διεπονοῦντο· νεώτερος οὖν Ἡσίοδος (fr. 27 M.), γυμνὸν εἰσάγων Ἱππομένη ἀγωνιζόμενον Ἀταλάντῃ.
684. δῆσεν ἱμάντας] οὗτοι γὰρ οἱ ἱμάντες βαρεῖς καὶ ἐπι- τήδειοι.
688. χρόμαδος] ὠνοματοποίησε τὸν ψόφον· ἅμα γὰρ καὶ τρίζου- [*](AB=) σιν οἱ πύκται ἐπάγοντες τὴν πληγήν.
690. κόψε δὲ παπτήναντα] προδεδειχότος τὸ παρήιον Ἐπειοῦ περιεβλέψατο καὶ οὕτως ἐπλήγη· “ὤρνυτο” (689) οὖν ἐπῆρτο· καὶ Θεόκριτός φησιν (22. 102) “ἐτώσια χερσὶ προδεικνύς.”
691. ὑπήριπε φαίδιμα γυῖα] εἰκότως· ὀστώδης γὰρ ὁ τόπος καὶ [*](B=) διασεῖσαι πᾶσαν τὴν κεφαλὴν δυνάμενος.
692. ὡς δ᾿ ὅθ᾿ ὑπὸ φρικὸς Βορέω] ὅταν ἀρχομένου πνεῖν ἀνέμου [*](B-) ἐπιστίζηται τὸ πέλαγος, τότε ἄλλονται οἱ ἰχθύες· καὶ ἐκεῖ “μέ- [*](2. σκυλεύει ‖ 3. Θήβαις ‖ 4. τῇ ἡλικίᾳ B ‖ 11. Αἰγιάλειαν scripsi: Εὐρυάλειαν ‖ 13. κατὰ AD: μετὰ] λ᾿ καὶ δευτέραν D ‖ 15. Ὄρσιππον Eust.: Ὄριππον A D, Ἔρσιτπον || 19. Ἀτολάντῃ Eust.: ταλάντῳ ‖ 20. δῶκεν ἱα. textus ‖ 21. lacunam indicavit ‖ 24. ὠνοματοποίησε B: ὀνομ. ‖ 26. προδεδειχότι)
οἳ δὲ γράφουσιν “ὑπαὶ ῥιπῆς.”
693. θίν᾿ ἐπί] τὸ τέλειον ἐπὶ θιντί.
ἄλλως: θίν᾿ 〈ἐν φυκιόεντι〉] τὸ τέλειον θινί· καὶ ὅτι ἀρσενικῶς.
[*](B=)695. χερσὶ λαβὼν ὤρθωσε] καὶ ἄχρι νῦν τὸ ἔθος τὸ μὴ πεσόντα πλήσσειν πύκτην.
[*](B-)697. αἷμα παχύ] πολύ· τὸ γὰρ ὀλίγον τῷ σιάλῳ λεπτύνεται. ἐναργῶς δὲ αὐτὸν παρέστησεν.
698. κὰδ δ᾿ ἀλλοφρονέοντα —εἷσαν] ἡ “κατά” πρὸς τὸ “εἶσαν.’
[*](B=)701. δεικνύμενος Δαναοῖσι] φιλοτιμούμενος.
702. τρίποδ᾿ ἐμπυριβήτην] οὐκ ἀναθεματικόν, 〈ἀλλὰ〉 πρὸς τὸ μετὰ τοὺς ἱδρῶτας ἀπολούσασθαι.
[*](B=)704. νικηθέντι γυναῖκα] διὰ τὸ μαλακὸν καὶ ἀσθενές.
705. τίον] συνετίμων.
[*](Α~)707. ὄρνυσθε] ἐοίκασι τὸ παλαιὸν δύο μόνοις προτίθεσθαι πυγμῆς καὶ πάλης ἀγῶνας· διὸ μόνοι δύο ἀνίστανται ἀγωνιούμενοι.
[*](B=)708. Τελαμώνιος Αἴας] ὅτι ἐφάμιλλος ἀνδρ〈ε〉ία τέχνης.
709. ἂν δ᾿ Ὀδυσεύς] ἴσως ὑπὸ Ἀθηνᾶς ἰάθησαν τὰ ἕλκη (cf. Il. 14. 379).
711. ἀγκὰς δ᾿ ἀλλήλων] ἀντὶ τοῦ ‘ἀλλήλω,’ ὡς “ἄμφω δ᾿ ἑξρ- μένων” (Il. 3. 211) ἀντὶ τοῦ ‘ἑζομένω.’
[*](B-)