Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

610. ἐμήν περ ἐοῦσαν] ἄκρως ἐλέγχει Ὅμηρος τὰς φύσεις τῶν [*](B=) ἀνθρώπων, ὅτι καὶ νέοις καὶ πρεσβυτέροις ἐνέστακται τό φιλότιμον. ὅρα γὰρ ὅτι μεθ᾿ ὅσους λόγους ἀντιποιεῖται τῆς νίκης, παραχωρεῖ〈ν〉 δὲ τοῦ ἰδίου ἄθλου φησὶν ἑκών.

612. Νοήμονι] ὄνομα· ὃ καὶ ἐν Ὀδυσσείᾳ (6. 630, 648) “υἱὸς [*](B-) Φρονίοιο Νοήμων.” δεῖ δὲ τοιοῦτον εἶναι τὸν Ἀντιλόχου ἑταῖρον.

616. τὴν Νέστορι δῶκεν] ἀγαθός ἐστι νομοθέτης ἀξιῶν καὶ φρο- [*](B=) νήσεως ἆθλα τίθεσθαι. παῤ Ὁμήρου τοίνυν διδαχθεὶς Ἰσοκράτης (4. 1) ἐπιτιμᾶ τοῖς μὴ τιθεῖσιν ἆθλα συνέσεως. ὥσπερ δὲ τὸν βασιλέα, οὕτω καὶ τὸν συνετὸν ἀκονιτὶ στεφανοῖ (891).

617. φέρων] ηὔξησε τὴν φιλοτιμίαν οὐ διὰ θεράποντος διδούς.

[*](B=)

619. Πατρόκλοιο τάφου] τῆς ταφῆς, ὡς ἕσπερον καὶ πύλον· ἢ τοῦ ἐπιταφίου, ὡς “ἐς τάφον· ἔνθα δὲ πάντας ἐνίκα” (680).

[*](1. supplevi ex B || 8. iteratur * * sine lemmate ‖ 14. ἀνορθοῦνται B οὖν ὀρθοῦνται ‖ 24. supplevi ex B)
432
[*](A+ B=)

622. οὐδέ τ᾿ ἀκοντιστὺν ἐνδύσεαι] “ἐσδύσεαι·” οὐδέποτε γὰρ Ὅμηρος τῇ ἐν ἀντὶ τῆς εἰς κέχρηται.

[*](B=)

624. ἐδέξατο χαίρων] ἐπὶ τῇ τιμῇ.

[*](Α+Β=)

627. οὐ γὰρ ἔτ᾿ ἔμπεδα γυῖα —πόδες, οὐδ᾿ ἔτι χεῖρες] ἐξηγεῖται τί ἐστι “γυῖα.”

[*](B=)

627, 8. οὐ γὰρ ἔτ—ἀίσσονται ἐλαφραί] ὅταν γὰρ ἐξασθενήσῃ τὸ κινοῦν πνεῦμα, βαρέα γίνεται τὰ μέλη.

[*](B-)

630. ὡς ὁπότε κρείοντα] ἀεὶ οἰκείοις παραδείγμασι χρῆται. ὅταν μὲν γάρ τινα ἐπὶ μονομάχιον ἐξαναστῆσαι θέλῃ, τὰ περὶ Ἐρευ- θαλίωνα λέγει (Il. 4. 319). ὅταν δὲ Ἀχιλλέα ἐπὶ τὴν μάχην (Il. 7. 136), τὰ περὶ τὸν Ἠλ⌈ει⌋ ακὸν πόλεμον· καὶ ἐν τοῖς ἐπὶ Πατρόκλῳ ἄθλοις παλαιοῦ ἐπιταφίου μέμνηται ἀγῶνος.

[*](B=)

631. βασιλῆος] περὶ βασιλέως· ἢ οἱ τοῦ βασιλέως παῖδες.

633. οὐτ᾿ Αἰτωλῶν] τινὲς τῶν Ἠλείων, ἀπὸ Ὀξύλου. ψειδὲς δέ· οὐ γὰρ ἐπὶ Νέστορος ἡ κάθοδος· 〈διὰ δὲ〉 τῶν Ἐπειῶν τοὺς Ἠλείους δηλοῖ (632) “Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί” (Od. 13. 275)· “Αἰτωλῶν” δὲ τῶν ἀγωνιζομένων· φησὶ γοῦν “Ἀγκαῖον δὲ πάλῃ Πλευρώνιον” (635).

[*](B=)

634. Κλυτομήδεα] οἰκεῖον πύκτῃ τὸ ὄνομα· δεῖ γὰρ αὐτὸν μη- χανᾶσθαι.

[*](B+)

635. Ἀγκαῖον δὲ πάλῃ] παρὰ τὸ “ἀγκὰς ἀλλήλων λαβέτην” (711)· ἴσως δὲ καὶ παρὰ τὰς πλευρὰς Πλευρώνιος. ἴσως δὲ ἀπὸ τῆς θέας ἀναστὰς ἠγωνίσατο τοῦ κήρυκος βοήσαντος. καὶ ἐν Ὀδυσσείᾳ “μή τις τοι—ἀμείνων ἄλλος ἀναστῇ” (Od. 18. 334).

[*](B-)

636. Ἴφικλον] ἰφίκωλος· ἴσως δὲ τὸν Φυλακίδην φησίν (Il. 13.

637. Φυλῆα] τὸν Αὐγέου φησὶν ἴσως υἱόν. §. ἄκραν δὲ εὐεξίαν σώματος ἔχει, εἴγε τὰ κοῦφά τε ἅμα καὶ βαρέα νικᾷ.

[*](ΑB=)

640. παῤ αὐτόφι] παῤ αὐτοῖς.

[*](B+)

641. δίδυμοι] συμφυεῖς, ὡς Ἀρίσταρχος· οὐκ ἔστι δέ.

643. ὥς ποτ᾿ ἔον] ἀπὸ τοῦ ἔω.

644. μὲ δὲ χρὴ γήραι λυγρῷ] ὅτι τὰ καθ᾿ ἡλικίαν ἀεὶ ποιεῖν ἁρμόζει.

[*](A-)

ἄλλως: ἐμὲ δὲ χρὴ γήραϊ λυγρῷ] ἐπιτέτευκται ὁ στίχος ταῖς [*](11. erasa suppl. sec. || 15. suppl. W ‖ 17. ἀγωνιζομένων W ex Eust. παρατυχόντων τῷ ἀγῶνι: ἁρπαζομένων)

433
κοιναῖς, ὥστ᾿ ἢν θέλωμεν καὶ ἴαμβος ἔσται, ὡς τὸ “σμύρνης ἀκράτου καὶ κέδρου νηλεῖ καπνῷ.” (cf. Schneider Callim. p. 477 fr. an. 343).