Scholia in Iliadem
Scholia in Homerum
Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.
413. ἀποκηδήσαντε] ἀφροντι〈στή〉σαντες, ἀμελήσαντες.
[*](A-)414. ἐφομαρτεῖτον] Ἀρίσταρχος “ἐφαμαρτεῖτον.”
417. ὑποδδείσαντες] διὰ τοῦ ἑτέρου δ τὸ “ὑποδδείσαντες.”
[*](A+B-)419. στεῖνος ὁδοῦ] βαρυντέον τὸ “στεῖνος,” ὡς τὸ μάκρος παρὰ Ἀριστοφάνει (Av. 1131)· “ὦ Πόσειδον τοῦ μάκρους.”
[*](B=)ἄλλως: στεῖνος ὁδοῦ] τὸ γενικώτερον προέταξεν, ὅτι ἦν στενὴ ἡ ὁδός· εἶτα ἐπάγει “ῥωχμὸς ἔην” (420), ὅ ἐστι χάσμα ἐκ ῥύακος γενόμενον.
[*](B=)ἄλλως: στεῖνος ὁδοῦ κοίλης] στείνωμα κοιλάδας ἔχον παρακειμέ- νας.
[*](B=)420. ῥωχμὸς ἔην] ἔκρηξίς τις μικρὸν ἀνωτέρω τοῦ καμπτῆρος. ἐν δεξίᾳ ταύτης Μενέλαος ἤλαυνεν.
422. τῇ ῥ᾿ εἶχεν] χωρὶς τοῦ τ “ᾗ ⟨ῥ᾿〉 εἶχενν.” “ᾗ” ὅπου, ὑπὸ τῇ στενῇ ὁδῷ.
[*](B=)ἁματροχιάς] τὰς εἰς ταὐτὸ συνόδους τῶν τροχῶν.
[*](B =)423. Ἀντίλοχος δὲ παρατρέψας] ἐκ τῆς ὁδοῦ εἰς τὰς ῥωγάδας ἑαυτὸν δούς.
[*](B=)παρατρέψας] ἵνα παρελάσῃ τὸν ἐντὸς ἔχων δρόμον ὀρθότερον καὶ φθάσῃ ἐπὶ τὸν καμπτῆρα. ὁ δὲ Μενέλαος ἐξωτέρω τὸν ἀσφα- λέστερον ἤλαυνε δρόμον.
[*](B=)427. εὐρυτέρῃ παρελάσσεις] παρελάσ〈σ〉αι·” λείπει τὸ ἔσται· ὅταν παρέλθῃς τὸ στενόν, ἔσται ταχέως εὐρυτέρα, ὥστε 〈παρ〉ελ- άσαι.
[*](3. ἣ μʼ ‖ 4. Ὀδυσσῆι ‖ 6. supplevi ex B ‖ 7. ἐφαμαρτεῖτον A: ἐφω- μαρτεῖτον ‖ 10. τοῦ Ar. codd.: τοὺς ‖ 11. τὸ B: τοῦτο ‖ ἡ post στενὴ om. B ‖ 13. γεγενημένον B ‖ 14, 15. περικειμένας B ‖ 16. τις B: τῆς ‖ 19. suppl. Ludwich: χῶρον coni. Heyne ‖ 20. ᾗ ῥ᾿ A: ᾖ ‖ ᾗ ὅπ. scripsi: ἢ ὅπ. ‖ 30, 31. suppl. Heyne)428. κύρσας] συρράξας, συμπεσών.
[*](B+)430. ὡς οὐκ ἀίοντι ἐοικώς] προσποιούμενος μὴ ἀκούειν.
[*](B=)431. δίσκου —κατωμαδίοιο] τοῦ κατὰ τοῦ ὤμου βαλλομένου· [*](B=) ἄνωθεν γὰρ αὐτὸν ῥίπτουσιν.
οὖρα] ὁρμήματα, ὡς “ὅσσον τʼ ἐν νειῷ οὖρον πέλει ἡμιόνοιιν” (Od. 8. 124).
440. ἔρρʼ, ἐπεὶ οὔ σʼ ἔτυμόν γε φαμὲν πεπνῦσθαι] ὅτι ἀκολουθοῦσιν [*](B-) ἀλλήλαις αἱ ἀρεταί· οὐ γὰρ φρόνιμος ὁ ἀδικῶν.
445. ἀτέμβονται] στέρονται, οἱ δὲ γλωσσογράφοι μέμφονται.
[*](B -)451. ἧστο γὰρ ἐκτὸς ἀγῶνος] φιλικῶς ἄγαν· ἀγωνιᾷ γὰρ διὰ [*](B +) τὸν φίλον.
452. τοῖο δʼ ἄνευθεν] χωρὶς ὄντος τοῦ ὁμοκλητῆρος, τουτέστι [*](B-) μακρὰν ἀπόντος τοῦ ἡνιόχου.
454. ὃς τὸ μὲν ἄλλο τόσον] “τόσον” ἀντὶ τοῦ ὅλον· οὕτω γάρ [*](A~B=) φησι πρὸς τὰ παρʼ ὀλίγον τετελεσμένα· οἱ δὲ γλωσσογράφοι “τόσον” ἀντὶ τοῦ τὸ σῶμα. Χαμαιλέων δέ φησι τοὺς τοιούτους ἵππους ἀρίστους εἶναι.
455. *μήνη] ὅτι πάντων μήτηρ.