Scholia in Iliadem
Scholia in Homerum
Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.
163. κηδεμόνες] οἱ μάλιστα ἀνιώμενοι διὰ τοῦτο καὶ φροντί- [*](A=) ζοντες.
164. πυρὴν ἑκατόμπεδον] ἑκατὸν ποδῶν ἔχουσαν πλευράν, ὡς [*](A + B=) καὶ “τετράπους λίθος.”
ἔνθα καὶ ἔνθα] ἐκ παντὸς μέρους.
165. ἐν δὲ πυρῇ ὑπάτῃ] ἐν τῷ ἀνωτάτω αὐτῆς καὶ μέσῳ, ὡς τὸ [*]() “ῥινὸς ὕπερ πυμάτης” (Il. 13. 616).
168. δημὸν ἑλὼν ἐκάλυψε] πρὸς τὸ τὴν πιμελὴν ἐξυ⌈παφ⌋θῆναι [*](AB=) τοῦτο ποιεῖ ὁ Ἀχιλλεύς.
169. περὶ δὲ δρατὰ σώματα νήει] περὶ αὐτὸν ἐσώρε〈υ〉σεν ὑπὲρ [*](B-) τοῦ καὶ τὴν ἀπʼ ἐκείνων πιμελὴν 〈συμ〉πράσσειν τι πρὸς τὴν καῦσιν. ἅμα δὲ καὶ τοῦ περὶ τὸν νεκρὸν εὐσχήμονος ἕνεκεν. συν- σπᾶσθαι γὰρ τὰ καιόμενα τῶν σωμάτων εἴωθεν.
δρατά] “ταυτὶ δέδραται” Ἀριστοφάνης (Pac. 1039)· ἐν ἐνίοις [*](A +) δὲ γράφεται “δρετά.”
171. πρός λέχεα] ἀντὶ τοῦ πρὸς τὸ σῶμα αὐτοῦ, ὅτι θερμαινόμενα [*](B +) ἀναζέουσι καὶ προχέονται ἐπὶ τὸν νεκρόν.
πίσυρας—ἵππους] κατὰ πλευρὰ〈ν⟩ ἕνα· οἰκεῖος δὲ τῷ νεκρῷ ὁ ἴσος ἀριθμός· διὰ τοῦτο Ποσειδῶνι θʼ θύουσιν (Od. 3. 8).
174. ἐνέβαλ〈λ〉ε πυρῇ δύο] ἴσως τὸ ὠμὸν αὐτοῦ εἰδὸς ὁ πατὴρ [*](B-) μουσικὴν αὐτὸν ἐδίδαξεν· πλέον δὲ αὐτὸν ἠγρίωσεν ὁ Πατρόκλου θάνατος, ὡς τοὺς κύνας καὶ τοὺς Τρῶας καίειν· διὸ ὥσπερ ἀγανακτῶν ὁ ποιητής φησι “κακὰ δὲ φρεσὶ μήδετο” (176).
177. πυρὸς μένος—σιδήρεον] ἄμφω γὰρ τμητικά, πῦρ καὶ σίδηρος.
[*](AB=)179. χαῖρέ μοι] ἀντὶ τοῦ ἥδου, ὅτι σοι τὰ πρὸς ἡδονὴν ἀπεπλή- [*](B=) ρωσα.
184. ἀπειλήσας] συνήθως ἡμῖν· ὡς τὸ “ἀπείλησαν γὰρ οἱ ἄλλοι” (Il. 2. 665). §. διὰ δὲ τῆς ἀναφωνήσεως ἐθεράπευσε τὸν [*](B=) ἀκροατήν· ἤδη γὰρ συνέπασχε τῇ τοῦ Ἕκτορος αἰκίᾳ.
[*](7. ἑκατόνπεδον ‖ 12. supplevi ex B: ἐξαφθῆναι sec. ‖ 14. νήει B: νῆε ‖ ἐσώρευεν B ‖ 15. πιμελήν B: πημελὴν ‖ supplevi ex B ‖ 19. δρετά A: δρατά ‖ 21. προσχέονται)186. ῥοδόεντι—ἐλαίῳ] τὴν χρῆσιν μὲν τοῦ μύρου οἶδεν, οὐ μὴν τὸ ὄνομα. οἰκεῖον δὲ τὸ ἀλείφειν τῇ θεῷ (Il. 14. 171).
187. ἑλκυστάζων] ὡς “νευστάζων” (Il. 20. τό2 al.)
[*](B-)190, 1. μὴ πρὶν μένος ἠελίοιο 〈σκήλειʼ ἀμφὶ περὶ χρόα⟩] μὴ πρὶν ἀπολυθῆναι τοῖς οἰκείοις τὸ σῶμα σκελετοποιήσειεν. οἳ δὲ τὸν περὶ τοῖς μέλεσι χρόα.
191. σκήλειε] εὐκτικῶς.
[*](B=)192. οὐδὲ πυρὴ—καίετο] τὴν ἔμφασιν τῶν ὑγρῶν ἐμφαίνει, νικη- σάντων τὸ πῦρ.
194. δοιοῖς —ἀνέμοισιν] οὐκ ἄτοπον θεοὺς καλεῖν ἐπὶ τεθνεῶσιν, ὅπου καὶ ἐν πολέμοις καλοῦσι καὶ αὐτὸς ὁ Ἀπόλλων νεκροφορεῖ (Il. 16. 676).
[*](B=)195. Βορέῃ καὶ Ζεφύρῳ] ὡς Θρᾳξίν· Θράκη δὲ πλησίον τῆς Τροίας. δέπαι] ὅτι συνηρῃμένως· ἀλλαχοῦ δὲ “ἐν δέπαϊ χρυσέῳ” (Od. 20. 261).
197. φλεγεθοίατο] Εὐφορίων κακῶς τῷ ῥήματι ἑνικῶς χρῆται (fr. 162 M.).
[*](A=B+)198. 〈ὕλη τ᾿⟩ ἐσσεύαιτο] ὁρμὴν λάβοι ἀπὸ δὲ τῶν ἐμψύχων μετῆκται. χωρὶς δὲ τοῦ ν τὸ “ὕλη·” οἳ δὲ “ὕλην τε σεύαιντο” ἀντὶ τοῦ ὁρμήσειαν οἱ ἄνεμοι καίειν τὴν ὕλην.
[*](B+)199. μετʼ ἄγγελος ἦλθ᾿ ἀνέμοισιν] Ἰωνικῶς, ἀντὶ τοῦ πρὸς ἀνέμους ἦλθεν, ὡς Ἀρχίλοχος “μετέρχομαί σε σύμβολον ποιεύ- μενος” (fr. 44 B.). οὐκ ἐποίησε δὲ ἐκείνους ἀκούοντας, ἐπειδὴ τοῦτο κατὰ δόξαν ἦν . . . .
[*](AB-)