Scholia in Iliadem
Scholia in Homerum
Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.
85. τείχεος ἐντός] ἱκανὰ δὴ πρὸς πειθώ· οὐ γὰρ ἀποστῆναι τῆς [*](B =) μάχης αὐτῷ συμβουλεύει ἀλλὰ μετʼ ἀσφαλείας μάχεσθαι.
ἐντὸς ἰών] “ἐὼν” γραπτέον, οὐκ “ἰών.” §. “πρόμος” δὲ [*](A+B =) πρὸ τῶν ἄλλων μαχόμενος, οὐχ ὁ βασιλεύς.
[*](A + B=)86. σχέτλιος] ἐπʼ αὐτοῦ τοῦ Ἕκτορος. ἐπιφωνήσεις δὲ συνεχεῖς [*](B +) ἀπαιτεῖ τὸ πάθος.
87. κλαύσομαι] φίλοικτον χρῆμα γυνή. καὶ τοῦτο μέγα τοῖς [*](B=) τεθνεῶσιν ᾤοντο.
88. οὐδʼ ἄλοχος] ὡς ιιιφιλογύνην ὑπέμνησε τῆς γυναικός. “πολύ.[*](B-) δωρος” δὲ ἡ εὔμορφος· περὶ γὰρ τούτων πολλὰ δίδοται ἕδνα· “ἐκ- δόμου Ἠετίωνος, ἐπεὶ πόρε μυρία ἕδνα” (472).
*τὸ “μέγα ” ἐπὶ τόπου νῦν.
89. κύνες—κατέδονται] οἶδεν αὐτὸν τοῦτο δεδοικότα μάλιστα· [*](B +) “σῶμα δὲ οἴκαδʼ ἐμὸν δόμεναι πάλιν” (Il. 7. 79).
90. 〈προσ〉αυδήτην] ἢ παρατατικοῦ ἐστι Δωρικοῦ ἢ ἀορίστου συγκεκομμένου· ἄμεινον δὲ διὰ τοῦ παρατατικοῦ τὴν ἀδιάλειπτον δηλοῦσθαι δέησιν.
προσαυδήτην] Δωρικῶς.
91. πολλὰ λισσομένω] σημαίνει, ὅτι πολλὰ παραλέλοιπεν, ἃ δεῖ [*](B =) προσεπινοεῖν.
οὐδ᾿ Ἕκτορι θυμὸν ἔπειθον] ἔστι γὰρ θρασὺς καὶ ἕτοιμος, ἀλόγιστος [*](B=) δὲ καὶ ἀμετάβλητος.
*μὐδʼ Ἕκτορι θυμὸν ἔπειθον] Ἕκτορι δὲ θυμὸν οὐκ ἔπειθον.
[*](A+)93. ἐπὶ χειῇ] ἐπὶ μὲν τῶν ἄλλων ζῴων ξυλόχους τε καὶ εὐνάς [*](A + B =) [*](7. φίλον τέκος lemma ‖ 12. ἀπομάχεσθαι B 15. Ἕκτορος W, Ἀχιλ- λέως conieceram: βοσιλέως ‖ ἐπιφωνήσεις B: ἐκφωνήσεις ‖ 17. φίλοικτον B ‖ 18. ᾥωντο B: οἴονται ‖ 20. ἐδίδοτο B ‖ 32. ἀμετάβλητος B: εὐμ- )
* ὀρέστερος] ἔν τισι τῶν ἀπὸ τῶν πόλεων “ ὀρέστερον ἄνδρα δοκεύῃ.”
[*](B +)94. βεβρωκὼς κακὰ φάρμακα] φασὶν αὐτὸν ἐσθίοντα μύρμηκας καὶ κανθαρίδας μετὰ τὴν φώλευσιν ἰοῦ πληροῦσθαι καὶ ἐρεθίζεσθαι λυσσᾶν τε 〈ἐπιθυμοῦντά〉 που ἀπομάξασθαι τὸν ἐνοχλοῦντα ἰόν (Aristot. fr. 372 R.).
[*](B+)95. σμερδαλέον δὲ δέδορκε] εἰκαστικῶς· βλέπων γὰρ χαλεπὸν ἑλίσσει τὴν σπεῖραν περὶ τὴν χειάν· γίνεται οὖν ὅ τε ἑλιγμὸς τῶν σφονδύλων χαλεπὸς ἐπὶ μάχῃ τεθηγμένου δεινόν τε τὸ βλέμμα. ἡ δὲ τροφὴ ὕλη τῆς ὀργῆς, ἡ δὲ στάσις τεκμήριον τῆς ῥώμης, ὁ δὲ τόπος ἔρημος καὶ ἀνήμερος.
[*](B=)97. πύργῳ ἔπι προὔχοντι] παρὰ τὸ προέχον τοῦ πύργου, ὡς “νείατον ἀνθερεῶνα (Il. 5. 293) καὶ “νείαιραν—γαστέρα” (Il. 16. 465).
[*](B-)ἄλλως: πύργῳ ἐπὶ προὔχοντι] ὑπονοητέον τὴν οἰκοδομίαν κάτωθεν οὖσαν πλατεῖαν καταλήγειν εἰς στενόν, ἢ ‘πύργον προὔχοντα’ τὸ τοῦ πύργου προέχον, ὡς “νείαιραν—γαστέρα·” ἔστι δὲ πλινθίῳ παραπλήσιον τοῦτο.
[*](B-)πύργῳ ἐπὶ προὔχοντι] ἡ “ἐπί” ἀντὶ τῆς παρά, ὡς “ἀλλὰ μάχεσθʼ ἐπὶ νηυσὶν ἀολλέες” (Il. 15. 494). ὡς ἀνδριαντοπλάστης δὲ νῦν μὲν τοῦτον, ὕστερον δὲ ἐπὶ τῆς μελίας ἱδρύει τὸν Ἀχιλλέα (225).
[*](B-)99. εἰ μέν κε πύλας καὶ τείχεα δύω] διαπόρησις ὁ τρόπος. δείκνυσι δὲ ὅσον κακὸν ἡ φιλοτιμία· διὰ γὰρ τὸ μὴ ἀκοῦσαι 〈κακὸς〉 ὑπὸ κακωτέρου “ Ἕκτωρ ᾗ〈φι〉 βίηφι” (107) ἀπόλλυται. καὶ ἔστι μὲν ὁ λογισμὸς γενναίου φρονήματος, ἄλλως δὲ ἄφρονος· κακὸν γὰρ κακῷ ἠθέλησεν ἰάσασθαι.
[*](B=)100. ἐλεγχείην ἀναθήσει] ἀντὶ τοῦ ἀνάψει. καὶ γὰρ “ἀγάλματ” ἀνῆψεν” (Od. 3. 274) ἀντὶ τοῦ ἀνέθηκεν. Ἀττικοὶ δέ φασιν ἀνα- θεῖναι τὸ φορτίον ἀντὶ τοῦ ἐπιθεῖναι. οἳ δὲ αὐξήσει.
[*](B-)101. ὅς μʼ ἐκέλευε] καὶ τὸ ἑξῆς, ὅς μʼ ἐκέλευε νύχθʼ ὕπο τήνδʼ ὀλοὴν Τρωσὶ 〈ποτὶ〉 πτόλιν ἡγήσασθαι· οὐ γὰρ νυκτὸς ὥρμησεν δοκεύῃ A: -ει ‖ 8. supplevi ex B ‖ που B: τοῦ ‖ 12. τε scripsi: δὲ ‖ 17. οἰκοδομήν B ‖ 18. πλοτεῖαν B: πελαγίαν ‖ 25. supplevi ex B ‖ περιάψει ‖ 33. ἡγἡσεσθοι B
103. *κέρδιον] καὶ “κάλλιον,” διχῶς.
105. καὶ Τρῳάδας] τὰ γὰρ τῶν γυναικῶν ὀνείδη χαλεπώτερα.
[*](B=)106. κακώτερος] ἀντὶ τοῦ ἥσσων· οὐ γὰρ κακὸς Ἕκτωρ. ἔθος δὲ [*](B=) τοῖς χείροσι ψέγειν τὰ τῶν κρεισσόνων ἔργα καὶ τοῖς μείζοσιν ἀνιαρὸν τὸ ὑπὸ ἡσσόνων κακολογεῖσθαι.
109. ἄντην] λείπει ἐλθόντα.
ἢ Ἀχιλῆα κατακτείναντα] οἰωνίζεται νῦν ἐν κινδύνῳ ὢν περὶ [*](B=) αὑτοῦ πρότερον λέγειν τι τῶν δυσχερῶν.