Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

37. *ὀρεγνύς] ὡς ἐπʼ αὐτὸν ἐκτείνων τὰς χεῖρας.

28. Ἕκτορ, μή μοι μίμνε] πιθανῶς διεῖλε τὸν οἶκτον εἰς μόρια, [*](B+) τό τε πρὸ θανάτου καὶ 〈τὸ〉 μετὰ θάνατον, ἵνα μήτε μακρὸς εἴη μήτε ἀσυμπαθής. πῶς οὖν Ἀλεξάνδρου μὲν τὸ μονομάχιον οὐ καρτερεῖ θεωρεῖν (Il. 3. 306), Ἕκτορος δέ; ἢ ὅτι ὃ μὲν ἐν τῷ πεδίῳ συνέ- βαλεν, ὃ δὲ πρὸ τοῦ τείχους, ἔνθα παρῆσαν πάντες τῷ μεγέθει τοῦ κινδύνου καταπλησσόμενοι. ἄλλως τε ἐκεῖνον μὲν ἀπιὼν ἐᾷ πολεμεῖν, [*](5. παραιρεῖται B: παραιτεῖται ‖ 13. κέρασιν: corr. W ‖ μὲν alterum W δὲ ‖ 22. τίνος Bekker: τινὲς ‖ 23. lacunam indicavi ex B supplendam ‖ 24. λεγομένων B: ὁρωμένων ‖ 28. μέρη B, πρόσωπα)

374
εἰδὼς ὀλίγον λειπόμενον Μενελάου καὶ τῶν θανάτων πρόξενον γεγονοτα, τὸν δὲ μένων ἱκετεύει μὴ πολεμεῖν, τὸ διάφορον τῆς ἰσχύος ἑκατέρων εἰδώς· ἄλλως τε οὐ θεατής, ἱκέτης δʼ ἐπιμένει.

[*](B~)

*“εῦτον·” δείκνυσι τὸν λάμποντα.

39. οἶος ἄνευθ’ ἄλλων] ὡς Ἀλγαμέμνων “μηδʼ ἔθελʼ ἐξ ἔριδος” (Il. 7. 111)· ἀγαθὸν δὲ τοῦτο, μὴ οὕτω φιλοτεκνεῖν ὡς καὶ ἀπα- τᾶσθαι περὶ τὴν κρίσιν τὰ βελτίω ὑπειληφότα περὶ τῶν παίδων.

[*](A-B=)

41. αἴθε θεοῖσι φίλος] ἀντὶ τοῦ εἰπεῖν ‘εἴῦε ἐχθρὸς τοῖς θεοῖς γένοιτο.ʼ ὁμοίως εἶπε τῷ “τίω δέ μιν ἐν καρὸς αἴσῃ” (Il. 9. 378). σημειοῦνται δέ τινες, ὅτι ἐκ τοῦ ἐναντίου τὸ ἐναντίον δεδήλωκεν.

[*](A=B~)

42. ἔδονται] Ἀρίσταρχος “ἔδοιεν.” §. ἃ δὲ ἀπεύχεται τῷ παιδί, [*](B=)ταῦτα καταρᾶται τῷ πολεμίῳ.

[*](B=)

44. υἱῶν πολλῶν] καὶ τοῦτο εἰς ἔλεον, ὡς 〈ἄξιον〉 καὶ διὰ τὴν τῶν ἄλλων παίδων ἀποβολὴν ἐλεῆσαι τὸν πατέρα. ἅμα δὲ καὶ ὑπομι- μνῄσκει τῆς Ἀχιλλέως δεινότητος.

[*](B +)

εὖνιν] ὅ ἐστιν εὐναζόμενον, ἐξ οὗ τὸ ἡσυχάζοντα, ἐξ οὗ καὶ ἠρημω- μένον, ἐξ οὗ ἐστερημένον· ἢ παρὰ τὴν ἑνὸς γενικὴν 〈ἕνις〉 εὖνις, μεμονωμένος.

45. τηλεδαπάων] τινὲς “θηλυτεράων” διὰ τὸ Λῆμνον καὶ Ἴμβρον ὑπὸ θηλειῶν βασιλεύεσθαι· ἀλλʼ οὐκ εἰς ταύτας μόνον ἐπωλοῦντο. ἢ εὐγείων· ἀλλʼ “οὔ τις—νήσων ἱππήλατος οὐδʼ εὐλείμων” (Od. 4. 607).

[*](A+)

48. *τούς μοι] σὺν τῷ τ “τούς μοι.”

[*](B=)

* κρείουσα] ἀντὶ τοῦ βασιλικωτάτη, ὡς τὸ “δῖα γυναικῶν.”

[*](B +)

49. εἰ μὲν ζώουσι] ἐλεεινὴ καὶ ἡ ἄγνοια τοῦ πατρός. ᾔδει γὰρ ὁ Ἕκτωρ περὶ τῆς ἀναιρέσεως τῶν ἀδελφῶν καὶ ἴσως ἂν αὐτὸν καὶ ἐπὶ τούτῳ ἠλέησεν.

[*](AB+)

ἦ τʼ ἂν ἔπειτ —ἀπολυσόμεθα] πλεονάζει ὁ “ἄν.”

50. χαλκοῦ τε χρυσοῦ τε—ἔστι γὰρ ἔνδον] κοινὸν τὸ ‘χαλκὸς καὶ χρυσός.’

*ἔστι] δεῖ προσλαβεῖν τὸ ‘χαλκὸς καὶ χρυσός.’

51. πολλὰ γὰρ ὤπασε] διπλῆ δὲ πρὸς τὸ ἔθος· καὶ Ἀγαμέμνων “ἐπιμείλια δώσω” (Il. 9. 147).

[*](1. τῶν θανάτων πρόξενον corrupta ‖ 11. ἔδοιεν etiam A: ἔδοιντο B ‖ 13. supplevi ex B ‖ κἂν B pro κοὶ ‖ 16. ἡσυχάζον B ‖ 17. supplevi ex B ‖ 25. λίαν pro καὶ B ‖ 27. τούτῳ scripsi: το //// ‖ 28. ἔτειτα )
375

ὀνομάκλυτος] Ἀρίσταρχος ὑφʼ ἓν ὡς “πασιμέλουσα” (Od. 12. [*](A + B =) 70). ἐν δὲ Ὀδυσσείᾳ “ὄνομα κλυτὸς Αἴθων” (Od. 19. 183) κατὰ παράθεσιν. εἰ δέ φασιν ‘οὐκ ἔστιν ἐξ οὐδετέρου καὶ ἀρσενικοῦ σύνθετον,ʼ τί ἔστι τὸ Ἀστυάναξ καὶ ποιηματογράφος;

Ἀθηνόκριτός φησι τὸν Ὅμηρον πρώην Ἄλτην καλεῖσθαι διὰ τὸ [*](AB +) ἐπαινεῖν αὐτὸν “ὀνομάκλυτος.” κατὰ σύνθεσιν οὖν, ὡς τοξόκλυτος· ἔστι γοῦν παρὰ Πινδάρῳ (fr. 312) τὸ θηλυκὸν αὐτοῦ ἐν παρωνύμῳ χαρακτῆρι· “ὀνομακλύτα” γάρ ἐστιν.

*παιδὶ γέρων] αἱ ἀπὸ τῶν πόλεων “παιδὶ φίλῃ” Ἀριστοφά-[*](A -) νης “πολλά.”

52. καὶ εἰν Ἀίδαο δόμοισιν ἄλγος ἐμῷ θυμῷ] οὕτω δεῖ συνάπτειν, [*](A +) ἵνα ἐπιταθῇ, ὡς τὸ “αὐτὰρ ἐγὼ καὶ κεῖθι φίλου μεμνήσομ’ ἑταίρου” (390).

53. τοὶ τεκόμεσθα] ὡς “Δάρδανον αὖ πρῶτον τέκετο” (Il. 20. [*](B=) 215).

54. λαοῖσιν ἄλλοισι μινυνθαδιώτερον] οὐδεὶς γὰρ αὐτοὺς ποθήσει [*](B=) σοῦ περιόντος. ἄκρως δὲ ὑπερηύξησεν· τὴν μὲν γὰρ τῶν ἄλλων παίδων ἀναίρεσιν μόνοις φησὶ τοῖς γονεῦσι πένθος παρασχεῖν, τὸν δὲ Ἕκτορος θάνατον δημοσίαν ἔσεσθαι συμφοράν, ἵνα, εἰ καὶ πρὸς τὴν ἰδίαν σωτηρίαν ὀλιγωροίη, ἀλλὰ οὖν τῶν κοινῇ συμφερόντων προνοησάμενος 〈ἀποσταίη τοῦ κινδύνου〉.

55. * Ἀχιλῆι] ἀντὶ τοῦ ὑπʼ Ἀχιλλέως.

[*](A+)

56. τεῖχος] τὴν πόλιν· Καλλίμαχος “δʼ ἐκ Λοκρῶν τείχεος [*](B +) Ἰταλικοῦ” (fr. 493). φιλοπάτριδα δὲ ὄντα ὑπομιμνῄσκει τῆς πόλεως. §. τινὲς δὲ συμπαθέστερον γράφουσιν “ἐμὸν θάλος.”

[*](B=)

*ἐμὸν τέκος] γράφεται καὶ “ ἐμὸν θάλος.”

[*](A+)

56, 7. ὄφρα σαώσῃς Τρῶας] φιλότιμον αὐτὸν εἰδὼς ὑπήλλαξε τὴν [*](B =) δόξαν, πρὸς εὔκλειαν καὶ κοινὴν σωτηρίαν αὐτῷ τὴν φυγὴν εἶναι λέγων.

57. Τρῶας καὶ Τρῳάδας] ἤτοι στικτέον μετὰ τὸ “Τρῳάδος,” [*](A + B-) ἵνα ἀπὸ ἄλλης ἀρχῆς ἀπαγορευτικὸς ὁ λόγος γένηται, “μηδὲ μέγα κῦδος ὀρέξῃς·” εἰ δὲ συνάπτοιμεν, ἔσται καὶ τὰ ἑξῆς ὑποτακτικά.

[*](1. πᾶσι μέλουσα ‖ 2. ὀνομάκλυτος] 4. σύνθετον B: συνθέτου ‖ 5. ‘an Ἀθηνοκλῆς’ ‖ 6–8. ὡς τὸ τοξόκλυτος παρὰ II. καὶ περίκλυτος B ‖ 9, 10. iteratur scholion in margine ‖ 10. supplet Ludwich 〈παιδὶ γὰρ ὤπασε〉 πολλὰ 〈γέρων〉 ‖ 12. μεμνἡσομαι ‖ 17. ὑπερηύξησεν B: τῆ αὐξήσει ‖ 19. ἔσεσθαι B: ἔσσεσθαι ‖ 20. ὀλιγωροίη B: -ρως ‖ 21. supplevi ex B ‖ 28. ὀδοξίαν B ‖ λέγει B)
376
[*](B=)

58. φίλης αἰῶνος] οἰκεῖα ταῦτα πατρὶ καὶ γέροντι καὶ πεῖσαι θέλοντι, ἐγκωμιάζειν τὸ ζῆν καὶ ἐπὶ φιλοψυχίαν παρακαλεῖν. ἀντι- τέθεικε δὲ τῇ τοῦ ἐχθροῦ δόξῃ τὴν αὑτοῦ ἀτυχίαν (59) εἰς φ〈θ〉όνον κινῶν τὸν Ἕκτορα. ἀπὸ τοῦ ποιεῖν καὶ πάσχειν ἡ κατασκευή. §. αἰών δὲ παρὰ τὸ ἀεί, ἢ τὸν ὑπόλοιπον τῆς ζωῆς χρόνον.

[*](A+)

59. πρὸς δʼ ἐμὲ τὸν δύστηνον ἔτι φρονέοντʼ ἐλέησον] ὁ στίχος ἐστὶν ὅλος θαυμαστὸς ἐκ τῶν η΄ μερῶν τοῦ λόγου συγκείμενος.

[*](B-)

ἔτι φρονέοντʼ ἐλέησον] φρονέων ἀντὶ τοῦ φρονήσας εὖ ἢ ἔτι ζῶν· τὸ ζωτικὸν γὰρ φρένας καλεῖ “ποτὶ δὲ φρένες αὐτῷ ἕποντο” (Il. 504), ὡς ἐπὶ Πατρόκλου τεθνεῶτος “ἀτὰρ φρένες οὐκ ἔνι πάμπαν” (Il. 23. 104), ὅ ἐστι τὸ συνεκτικὸν τοῦ ζῆν· ἢ ἕως ἔξεστί μοι φρονῆ- σαι. §. τινὲς δὲ “ἔτι ζώοντʼ ἐλέησον.”

[*](A =)

*ἐμέ] ὀρθοτονητέον τὴν “ἐμέ” ἀντωνυμίαν.

[*](AB =)