Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

575. ἐπεί κεν ὑλαγμὸν ἀκούσῃ] Ἀρίσταρχός τινάς φησι γράφειν [*](AB -) “κυνυλαγμόν·” καὶ Στησίχορος δὲ ἔοικεν οὕτως ἀνεγνωκέναι· φησὶ γοῦν “ἀπειρεσίοιο κυνυλαγμοῖο” (fr. 85 B.)· οὐχ ὁρῶμεν δέ τι πλεῖον ἐκ τῆς συνθέσεως· ὁ γὰρ ὑλαγμὸς καὶ χωρὶς τοῦ προσκεῖσθαι τὸ ὄνομα ἰδίως ἐπὶ κυνῶν ἀκούεται, ὡς ὁ χρεμετισμὸς ἐπὶ τῶν ἵππων. ἄλλως τε τὰ εἰς γμος ῥηματικὰ μετὰ προθέσεως πέφυκε συντίθεσθαι, τῆς αὐτῆς τάσεως μενούσης, μετʼ ἄλλου δὲ οὐδενός, οἷον παιγμός ἐμπαιγμός κηρυγμός ἐκκηρυγμός. καὶ τὸ ὑλαγμός [*](11. ἐπεὶ ‖ 15. lemma ὡς εἰπών (571) omisi et scholion ad v. 570 traieci ut A ‖ 20. ἀγρίων W: ἄλλων ut B ‖ 27. ἀπειρέσιοι κυνυ- λαγμοί B, ἀπειρεσίου κυνυλαγμοῦ Eust. ‖ 28. πλέον B ‖ 31. τάσεως B; στάσεως)

370
οὖν παρὰ τὸ ὑλάσσω γεγονὸς οὐ συντεθήσεται μετʼ ἄλλου μέρους λόγου. σύνδεσμος οὖν ἐστιν ὁ “κέν” ἐν τῷ “ἐπεί κεν ὑλαγμὸν ἀκούσῃ.”

ἄλλως: ἐπεί κεν] τινάς φησιν Ἀρίσταρχος γράφειν “κυνυλαγ- μόν” οἷον κυνῶν ὑλαγμόν· οὕτω καὶ Ζηνόδοτος.

*ἐπεί κεν ὑλαγμόν] ἐκ πλήρους ὁ “κέν” σύνδεσμος.

576. φθάμενός μιν] αἱ ἀπὸ τῶν πόλεων “φθάμενός τις.”

[*](A=)

ἢ οὐτάσῃ ἠὲ βάλῃσιν] πρὸς τὸ διάφορον τῶν σημαινομένων.

[*](B=)

577. περὶ δουρὶ πεπαρμένη] φησὶν Πρακλέων ἐν Ῥώμῃ τοῦτο τεθεᾶσθαι. ὁ δὲ βαλών, φησί, τὸ πάλιον ὃ περιέκειτο ἑτέρῳ περιέ- θηκεν ὡπλισμένῳ καὶ ἀκμῆτι, ὅπως ἐπʼ ἐκεῖνον τραπῇ.

[*](A+)

578. * ξυμβλήμεναι] ξυμβαλέσθαι αἰκίσασθαι.

[*](B =)

582. * τιτύσκετο] κατεστοχάζετο.

[*](A + B=)

583. ᾖ δήπου] περισπῶμεν τὸν “η ” σύνδεσμον, ἠθικὸν καὶ ἐρωτηματικὸν νῦν ὄντα.

[*](A +)

586. ἀνέρες εἰμέν] ἐν ταῖς πλείοσιν “ἄνδρες ἔνειμεν.”

[*](A+)

587. * οἵ κε πρόσθε φίλων τοκέων ἀλόχων τε καὶ υἱῶν] . . . ἔν τισι τῶν εἰκαιοτέρων “〈οἵ κε πρόσθε φίλων〉 τοκέων ἀλόχων τε καὶ υἱῶν.”

[*](B~)

588. ἐνθάδε πότμον ἐφέψεις] τῇ πεπρωμένῃ ἐνθάδε ἀκολουθήσεις.

[*](A +)

§. τινὲς δὲ ἀναστρέφουσι τὴν “ἐπί” οὐκ εὖ.

[*](B=)

589. *ἔκπαγλος] προπετής, θρασύς.

[*](B=)

591. * κνήμην] τὴν κνημῖδα.

[*](A=)

594. *θεοῦ] ὅτι ἄτρωτα τὰ ὅπλα. πρὸς τὰ ἠθετημένα (Il. 19. 365—8).

595. *ὡρμήσατ’ Ἀγήνορος] ὡς τὸ “ὡρμήθη δʼ Ἀκάμαντος” (Il. 11. 488).

597· * ἠέρι πολλῇ] τῇ ἀέρι τῇ σκοτίᾳ.

[*](B +)

598. * ἡσύχιον] λάθρα· ἢ ἀθόρυβον.

599. * ἀποέργαθε] διὰ τοῦ ἑτέρου ε.

[*](AB=)

602. ἕως ὃ τόν] ὑποστικτέον εἰς τὸ “ποσὶν οἷσιν” (605)· ἡ γὰρ ἀνταπόδοσις “ἕως ὁ τὸν πεδίοιο διώκετο—τόφρ᾿ ἄλλοι.”

[*](B=)

*πυροφόροιο] εὐθέτου πρὸς ἄροσιν.

[*](B=)

605. ὡς αἰεὶ ἔλποιτο κιχήσεσθαι] θνητὴν ἐμιμεῖτο ταχυτῆτα, καταλείπων ἐλπίδα τῷ διώκοντι.

[*](7. οὐτάσει ‖ 9. θωράκιον B: ‘πάλιον est pallium’ W ‖ 11. συμβαλεῖν A, ξυμβαλοῦσθαι ‖ 13. καὶ B: κατʼ ‖ 15. πλείοσιν A: πόλεσιν ‖ 16. lacunam indicavi ex A supplendam ‖ 17. supplevi ex A ‖ 27. ἀθορύβως B ‖ 29. ποσὶν οἶσιν etiam B ‖ 30. post ἀντ. omisi τόφῤ ἄλλοι Τρῶες ut B )
371

606. πεφοβημένοι ἦλθον ὁμίλῳ] πεφοβημένοι ἦλθον ὑπὸ τοῦ [*](B -) ὁμίλου.

610. *ἀσπασίως] ἀσπάσιοι, ἄσμενοι ἐπὶ τῇ ἑαυτῶν σωτηρίᾳ οὐκ ἔχοντες καιρόν.

611. ὅν τινα τῶνδε πόδες] ὡς εἶχε ποδῶν ἕκαστος ἐσῴζετο, τῶν [*](B=) συμμάχων οὐ μεμνημένος, ἕκαστος δὲ τὸ καθʼ ἑαυτὸν σκοπῶν.

σάωσαν] εὐκτικὸν τὸ “σαώσαι” ἀντὶ τοῦ σαώσειεν.

[*](A+)