Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

217. * γʼ ἐλάσας] τινὲς “πελάσας.”

[*](B=)

218. ἐρατεινὰ ῥέεθρα] καλῶς τὸ ἐπίθετον εἰς ἔνδειξιν τοῦ ὅτι τὰ τοιαῦτα ῥεύματα μεμίανται.

219. *προχέειν ῥόον] ἐπεὶ καὶ προχοαὶ τὰ ῥεύματα.

[*](B-)

εἰς ἅλα δῖαν] μεγάλην, ἀπὸ τοῦ Διός, ἢ παρὰ τὸ δέος, ἢ ὅτι θρεπτικὴ τῶν οὐρανίων.

[*](A-)

221. ἀλλʼ ἄγε δὴ καὶ ἔασον] ἀπὸ τοῦ ἥδω τινὲς οἰόμενοι τὸ “ἔασον” κατὰ διαίρεσιν τῆς α΄ συλλαβῆς ἐδάσυναν, ἵνα σημαίνῃ τὸ πληρώθητι· ἄμεινον δὲ ψιλοῦν· ἔστι γὰρ ἀπὸ τοῦ ἐάω τὸ ἔασον.

[*](B+)

* ἔασον] τινὲς πληρώθητι, παρὰ τὸ ἆσαι.

ἄγη μʼ ἔχει] θαυμασμὸς παρὰ τὸ ἄγαν.

[*](B-)

223. ἔσται ταῦτα, Σκάμανδρε] ἀμφιβόλως συγκατατίθεται ἀφέξεσθαι τῆς εἰς τὸν ποταμὸν τῶν νεκρῶν ἐμβολῆς· εἶδ᾿ ἑξῆς παραβαίνει τὰς συνθήκας· καὶ πάλιν ἐπεισβαίνει τῷ ῥείθρῳ· “ἦ, καὶ Ἀχιλλεὺς μὲν δουρίκλυτος ἔνθορε μέσσῳ κρημνοῦ ἀπαίξας” (233, 4).

227. *δαίμονι ἶσος] ἀκμὴς ὡς θεός.

[*](B=)

229. οὐ σύ γε βουλὰς εἰρύσαο Κρονίωνος] διὰ τὸ “ἀμφοτέροισι δʼ ἀρήγεθʼ. ὅπῃ νόος ἐστὶν ἑκάστου” (Il. 20. 25). καὶ πρὸς τὸ “εἰ γὰρ Ἀχιλλεὺς οἶος ἐπὶ Τρώεσσι μαχεῖται” (ib. 26). ὑπο- μιμνήσκει οὖν, ὅτι δεῖ κωλύειν ἀριστεύοντα οὕτω τὸν Ἀχιλλέα, ἐξουσίαν ἅπαξ δόντος τοῦ Διός.

[*](B-)

232. δείελος ὀψὲ δύων] τὴν τοῦ ἡλίου δύσιν, ὀψίαν δείλην ὑπὸ Ἀττικῶν λεγομένην, αὐτὸς ἀρσενικῶς ‘ὀψὲ δύοντα δείελον᾿ ἔφη· τινὲς δὲ ‘δείλη,ʼ ἐπεὶ δειλότεροι τότε γίνονται, τὸ νυκτερινὸν οἰωνιζόμενοι [*](A+)σκότος. §. δείλη δείελος, προπαροξυτόνως, ὡς 〈ἑσπέρα〉 ἕσπερος.

*σκιάσῃ] σκίασμα γὰρ γῆς ἡ νύξ.

[*](B-)

234. ὃ δʼ ἐπέσσυτο οἴδματι θύων] ἐδεινοποίησε τὸν τόπον τοῖς ὀνόμασιν· τὸ μὲν γὰρ “ἐπέσσυτο” σφοδρὰν τὴν ὁρμὴν παρίστησιν, τὸ δὲ οἶδμα ἀπὸ τῆς θαλάσσης μετήνεγκε, τὸ δὲ “θύων” ὁρμῶν [*](13. τοῦ ἐάσω τὸ ‖ 27. τὴν πρὸς ante τὴν omisi ut B ‖ φτὸ B; ἀπὸ ‖ 28, οὖτος B ‖ 29. γίνονται B: ἐγίνοντο ‖ 30. supplevi ex A ‖ 32. λόγον B )

349
ἐμμανῶς. ἡ μεταφορὰ δὲ τοῦ κυκᾶσθαι (235) τὸν ποταμὸν 〈ταρατ- τόμενον παρίστησιν〉· καὶ 〈τὸ〉‘οἴδματι θύειν’ καὶ ὀρίνειν τὰ κύματα καὶ τοὺς νεκροὺς ὠθεῖν.

235. ὦσε δὲ νεκρούς] θείας ἐνεργείας τὸ μιᾷ ὁρμῇ τοὺς μὲν νεκροὺς ἐκβάλλειν, τοὺς δὲ ζῶντας ἐγκρύπτειν κολποῦντα ἑαυτόν, τὸν δὲ Ἀχιλλέα περιίστασθαι· διὸ εἶπε ‘πάντα ῥέεθρα ὄρινεν’ ἀντὶ τοῦ ‘διήγειρεν.’

239. κρύπτων ἐν δίνῃσι βαθείῃσιν μεγάλῃσιν] τὸ ὁμοιοτέλευτον δίδωσι πλάτος τῷ ποταμῷ.

241. ᾤθει δʼ ἐν σάκεῖ] ἀντίπαλος γάρ ἐστιν Ἡφαίστου τοῦ δημιουργοῦ.

242, 3. πτελέην—εὐφυέα] κυριολεξία, ὡς καὶ ἐπὶ τοῦ “καί μοι φύσιν αὐτοῦ ἔδειξεν” (Od. 10. 303).

243. ἐκ ῥιζῶν ἐριποῦσα] οὐ παρέλκει τὸ “ἐκ ῥιζῶν·” βα- [*](B=) θύρ〈ρ〉ιζον γὰρ τὸ δένδρον. ὅθεν καὶ ὅλῳ συγκατηνέχθη τῷ κρημνῷ.

244. κρημνὸν ἅπαντα διῶσεν] τὴν συνεχομένην ὑπὸ τῶν ῥιζῶν [*](B=) γῆν πᾶσαν διέλυσεν. §. προπερισπωμένως δὲ τὸ “διῶσεν.”

[*](A+B=)

246. ἐκ λίμνης ἀνορούσας] οὕτως ἡ γραφή· οἳ δὲ “ἐκ δίνης” [*](A +) καὶ ἕτεραι “ἐκ λίμνης·” εἰ μὴ δὲ τὸ εὐσταθὲς ὕδωρ Ὠκεανοῦ, οὐ καλεῖ οὕτως· καὶ ἐν Ὀδυσσείᾳ (5. 337) “ἀνεδύσατο λίμνης.” τινὲς δὲ καὶ “ῥιπῆς” γράφουσιν.

247. ποσὶ κραιπνοῖσι] εἰ τοὺς πολεμίους διώκων ὠκύτατός ἐστι, [*](B=) χρὴ ἐννοεῖν, περὶ τῆς ἰδίας σωτηρίας δεδοικὼς ποῖος ἦν.

249. ἀκροκελαινιόων] σκυθρωπάζων διὰ τῆς ἐπιφανείας.

ἄλλως: ἀκροκελαινιόων] ἐπὶ μὲν τῶν τῆς θαλάσσης κυμάτων λέγει [*](B=) “κυρτὰ φαληριόωντα” (Il. 13. 799)· ἀκριβέστατα δὲ ἐπὶ τῶν ποταμῶν παρεφύλαξεν· κνμαινομένων γὰρ αὐτῶν μέλαινα ἡ ἐπιφάνεια ὁρᾶται. τῇ δὲ παραγωγῇ καὶ τῇ συνθέσει τῶν λέξεων ἔδειξεν ἐπαι- ρόμενον καὶ μελαινόμενον κῦμα.

παύσειε πόνοιο] Ἀριστοφάνης “φόνοιο,” ὁ δὲ Ἀρίσταρχος [*](A +) “πόνοιο,” τοῦ κατὰ τόν πόλεμον ἔργου.

251. δουρὸς ἐρωή] “ἐρωή” μεθʼ ὁρμῆς βοή.

252. αἰετοῦ οἴματʼ ἔχων] λέοντι (Il. 20. 164) δελφῖνι (22) ἀετῷ αὐτὸν εἴκασεν. καλεῖται δὲ μέλας ἀετὸς καὶ φασσοφόνος· ἔστι δὲ μικρὸς μέν, τῶν δὲ ἄλλων ἰσχυρότερος.

[*](1, 2. supplevi ex B)
350
[*](A- B=)

μέλανος τοῦ θηρητῆρος] Ἀριστοτέλης “μελανόστου” ἀναγινώ- σκει, τοῦ μέλανα ὀστᾶ ἔχοντος· ἀγνοεῖ δὲ ὡς οὐ δεῖ ἀπὸ τῶν ἀφανῶν ποιεῖσθαι τὰ ἐπίθετα. οἳ δὲ “μελανόσσου,” μέλανας ὀφ- θαλμοὺς ἔχοντος. Ἀρίσταρχος “μέλανός του” ἀντὶ τοῦ τινός. ἀγνοεῖ δὲ ὅτι ὁ ποιητὴς τὸ ἐγκλιτικὸν οὐδέπω λέγει· ἄμεινον οὖν ἄρθρον αὐτὸ δέχεσθαι· οὐ γὰρ ἀεὶ λείπει τοῖς ἄρθροις ὁ ποιητής.

ὅτι μέλανα ὀστᾶ ἔχουσιν οἱ ἀετοί, ὡς καὶ Ἀριστοτέλης ἐν τῷ περὶ ζῴων.

[*](B-)