Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

114. ἣ δʼ ἄμυδις] Ἀρίσταρχος ἄρθρον ἐκδέχεται τὸ “η” [*](AB +) ὑποτακτικόν, τὸν δὲ “δέ” παραπληρωματικὸν σύνδεσμον· “οὐδ” ἔλαθε λευκώλενον Ἥρην—ἣ δʼ ἄμυδις καλέσασα θεούς·” Ζηνόδοτος δὲ περισπᾷ τὸν “η” καὶ ψιλοῖ ῥῆμα ἐκδεχόμενος, 〈ὡς〉 τὸ “ἦ καὶ κυανέῃσιν·” (Il. 1. 528), καὶ ὅλον τὸν στίχον μεταποιεῖ, “ἦ δʼ ἄμυδις καλέσασα θεοὺς ῥεῖα ζώοντας” ἔφη δὲ εἰς ἓν συναγαγοῦσα τοὺς θεούς· οὐ χρῆται δὲ Ὅμηρος τῷ “ἦ” ῥήματι ἐν ἀρχῇ ἀλλʼ εἰρημένοις αὐτὸ ἐπάγει, τὸ δὲ ‘ἔφη’ καὶ λεχθησομένων προτίθησιν, ὡς ἐν τῷ “τὸν δὲ βαρὺ στενάχων προσέφη” (Il. 4. 153), καὶ εἰρομένοις ἐπάγει, “ὡς ἄρʼ ἔφη καὶ ἀναίξας (Il. 1. 584).

ἄμυδις] ψιλοῦται καίτοι παρὰ τὸ ἅμα παρηγμένον· καὶ τάχα [*](AB-) ἁμάδις αὐτὸ ἔδει εἶναι ὡς χαμάδις,” τροπῆς δὲ ἅπαξ γενομένης Αἰολικῆς τοῦ ᾱ εἰς υ ἐψιλώθη Αἰολικῶς καὶ τὸ πνεῦμα. προπαρ- οξύνεται δὲ ὁμοίως τῷ “ἄλλυδις·” καὶ ἔστι δύο ταῦτα προπαροξυ- νόμενα τῶν εἰς δις ἐπιρρημάτων τῷ υ παραληγόμενα. ὅτι δὲ ψιλοῦται, δηλοῖ καὶ ἡ συναλ〈ο〉ιφή· “οἵ τʼ ἄμυδις κονίης μεγάλην ἱστᾶσιν ὁμίχλην” (Il. 13. 336).

καλέσασα] Ζηνόδοτος οὕτως, Ἀρίσταρχος “στήσασα.”

[*](A+)

115. Ποσειδάων καὶ Ἀθήνη] διʼ ὑπεροχὴν τούτους προσεφώνησεν.

[*](2. schol. p. 314, l. 33 adhaeret ‖ σὺν θ. ‖ 7. ἡ Ἀφροδίτη A: ἥρα ‖ 15. δὲ δὴ ‖ 18. κυανέῃσιν A: κίνησιν ‖ 21. αὐτὸς πᾶσι: corr. Ludwich ex l. 22 ‖ λεχθησόμενον ‖ προστίθησι: corr. Ludwich ‖ 24. ὁμοῦ ὂν pro ἅμα πα- ργμένον B ‖ 25. ἀμάδις B: ἀμύδις ‖ 29. supplevi ex B ‖ 32. Ἀθήνα)
316
[*](A+ B=)

125—8. ἠθέτηνται στίχοι δʼ ὡς ἐναντιούμενοι τοῖς ὑπὸ Διὸς εἰρη- μένοις, “δείδω μὴ καὶ τεῖχος ὑπὲρ μόρον ἐξαλαπάξῃ (30). ἢ αὔξει τὴν πρὸς ἐκεῖνον φιλοστοργίαν τῷ δεδοικέναι.

[*](B+)

127. ἅσσα οἱ αἶσα] τὸν τοῦ παντὸς λόγον Ζῆνα καλεῖ, ἐπεὶ τοῦ ζῆν αἴτιος, Δία δέ, ἐπεὶ διὰ τοῦτον τὰ πάντα, αἶσαν δὲ παρὰ τὸ δαίω τὸ μερίζω καὶ μοῖραν· εἱμαρμένην παρὰ τὸ μείρω· πεπρωμένην, ὅτι πάντας εἰς πέρας ἄγει· Λάχεσιν δὲ παρὰ τὸ ἕκαστον λαγχάνειν ἢ περ λάχε γεινόμενόν περ” (Il. 23. 79)· πρόνοιαν δὲ διʼ ὧν εὐρύοπα καλεῖ αὐτόν. τῆς δὲ ἀνάγκης ἀπαραβάτου αἰτίας οὔσης φησὶν “ἀναγκαίη γὰρ ἐπείγει” (Od. 19. 73). τύχην γὰρ οὐκ οἶδεν, ἀλλὰ τὸ ἀπʼ αὐτῆς· “οὕνεκά μοι τύχε πολλά” (Il. 11. 684).

[*](B=)

133. μὴ χαλέπαινε παρὲκ νέον] παρὰ τὸν καθήκοντα νοῦν. [*](B=)§. πρεσβυτικῶς δὲ πάνυ οὐ βούλεται μάχης ἄρχειν.

134. ἔριδι ξυνελά〈σ〉σαι] λείπει τὸ μάχεσθαι, ἵνʼ ᾖ ὡς τὸ “τίς τʼ ἄρʼ σφῶε θεῶν ἔριδι ξυνέηκε” (Il. 1. 8).

137. ἐκ πάτου] πόρρω, ἔξω. §. “ἐέ” (171) πλεονασμῷ τοῦ [*](A=)κατʼ ἀρχὴν ε, ὥσπερ καὶ ἐπὶ τοῦ οὗ οἵ ἑοί· ἅμα δὲ τῷ πλεο- νασμῷ ἀνέδραμε τὸ πνεῦμα, ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων πλαγίων.

[*](A+)

138. εἰ δέ κʼ Ἄρης ἄρχωσι μάχης] τὸ σχῆμα Ἀλκμανικὸν καλεῖται· κατακορέστερον γὰρ αὐτῷ χρῆται ὁ Ἀλκμάν. ἔστι δὲ προεπίζευξις ὅμοιον τῷ “ἡ μὲν δὴ θάρσος—Ἄρης τʼ ἔδοσαν καὶ Ἀθήνη” (Od. 14. 21).

[*](A=B-)

ἄλλως: εἰ δέ κʼ Ἄρης ἄρχωσι] Ἀρίσταρχος προκρίνει τὴν διὰ τοῦ ω γραφήν· λέγει δὲ καὶ διὰ τοῦ 〈η〉 γράφεσθαι “ἄρχῃσιν.”

ἢ Φοῖβος Ἀπόλλων] οὕτως Ἀρίσταρχος. καὶ ὁ “η” ἀντὶ τοῦ καί. §. ἔμφασιν δὲ ἔχει τὸ ὀκνεῖν μὲν ἄρχεσθαι, θαρρεῖν δέ, ὡς καὶ προλαβόντες ἡττηθήσονται. §. γράφεται “εἰ δέ κεν ὣς ἄρχωσιν Ἄρης καὶ Φοῖβος Ἀπόλλων.”

[*](B=)

140. παρʼ αὐτόφι] παρʼ αὐτοῖς, οὐ παρʼ αὐτά· προεῖπε γὰρ “αὐτίκα.”

145. τεῖχος ἐς ἀμφίχυτον] εὐκαίρως Τρωικὴν ἱστορίαν παρέ- λαβε Τληπόλεμος αἴρων τὴν ἀρετὴν τοῦ πατρίς (Il. 5. 638). [*](1. lemma ἴνα μή τι μετὰ Τρώεσσι πάθῃσιν (126) omisi ut B ‖ 8. περ ‖ 17. iteratur * πόρρω, ἔξω ‖ 18. οὔ οἱ ἔοι: corr. W ‖ τῷ A: πως ‖ 22. τʼ Ἄρης ‖ 22, 23. καὶ Παλλὰς Ἀθήνη ‖ 28. εἰδικῶς ὡς ἀρχ.)

317
§. “ἀμφίχυτον” δὲ τὸ περικεχωσμένον—φησὶ γὰρ χεύαντες δὲ B= τὸ σῆμα πάλιν κίον” (Il. 23. 257)—ὅτι οὐκ ἐκ λίθων, ἀλλʼ ἐξ ἀναχώματος ἦν, ὑπὲρ τοῦ ῥᾳδίως ἀνατρέχειν τὸν Ἡρακλέα ἐπʼ αὐτὸ τὴν τοῦ κήτους ὑποφεύγοντα ἔφοδον.

147. ὄφρα τὸ κῆτος] οὔτε ποῖον κῆτος οὕτε τίνος ἕνεκα, ὡς δια- βεβοημένης τῆς ἱστορίας.

τὸ κῆτος] ὡς διαδεδομένης τῆς ἱστορίας τῷ ἄρθρῳ κέχρηται.

[*](A -)

149. καὶ θεοὶ ἄλλοι] οὐ πάντες, ἀλλʼ οἱ Ἑλληνικοί· καραδοκοῦσι [*](B=) γὰρ τὴν ἐκείνων καταρχήν.

152. ἤιε Φοῖβε] παρὰ τὸ ἱέναι τὰ βέλη, καὶ δασύνεται· οἳ δὲ [*](B=) παρὰ τὴν ἴασιν, καὶ ψιλοῦται.

154. δυσηλεγέος] κακοκοιμήτου—οὐκ ἔστι γὰρ αὐτὸν κοιμηθῆναι [*](B=) δίχα πολλῶν θανόντων—ἢ κακὰς φροντίδας ἔχοντος. εἰ δὲ θεοὶ ὀκνοῦσι πολεμεῖν, πολλῷ μᾶλλον ἡμεῖς.

155. * κέλευε] βοηθεῖν οἷς βούλονται.

157. κάρκαιρε δὲ γαῖα] τινὲς εἰς τὸ “γαῖα” διαστέλλουσιν. ἄλλως: κάρκαιρε] ἐκραδαίνετο, ἐσείετο.

[*](B+)

161. Αἰνείας δὲ πρῶτος] ἔδει εἰπεῖν ‘πρότερος.ʼ

πρῶτος] πρότερος.

162. νευστάζων κόρυθι] ἐζωγράφησεν ἅπαντα. βριαρῇ] καταπληκτικῇ, ὡς “βριθύ, μέγα, στιβαρόν” (Il. 5. [*](B=) 746)· οὐ γὰρ ἐγκώμιον δόρατος τὸ βαρύ.

164. λέων ὥς] λέοντι εἴκασται οὐ πεινάοντι (Il. 3. 25) ἢ τὸ [*](B=) πῖαρ ἑλεῖν θέλοντι (Il. 17. 659) ἢ σκυμναγωγοῦντι (Il. 18. 319) ἢ σταθμοὺς πορθοῦντι (Il. 16. 752), ἀλλὰ ὅλην χώραν λυμαινο- μένῳ, ἣν γεωργεῖν μὴ δυνάμενοι συνίασι κατʼ αὐτοῦ. ὁ δὲ πρῶτα μὲν φλαυρίζει ὡς ὅτε θελήσειε κρατεῖν αὐτῶν δυνάμενος· ἐπὰν δὲ βληθῇ, ἐρεθίζεται καὶ συστρέφει ἑαυτὸν ἑτοιμάζων πρὸς τὸ πηδῆσαι.

166. πρῶτον μὲν ἀτίζων] καὶ Ἀριστοτέλης ἐν τῷ περὶ ζῴων (IX p. 629 b 10) ἱστορεῖ, ὅτι οὐδέποτε δεδοικὸς τὸ ζῷον οὐδὲ ὑποπτεύει ἔφοδον· ἦν δὲ ὑπὸ περιστάσεως ἀναγκασθῇ φυγεῖν, ὑπὸ σκέλος χωρεῖ.