Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

37. ῥώοντο] ἐρρωμένως ἐπειρῶντο βαδίζειν.

[*](B=)

38. Τρῶας Ἄης] ἁρπαγῆς καὶ βίας ὁ Ἄρης δεσπόζει· φησὶ δὲ [*](B -) “ἐπιδήμιοι ἁρπακτῆρες” (ll. 24. 262).

39. ἀκερσεκόμης] ἐπεὶ κουροτρόφος· ἐπὶ δὲ τοῖς πένθεσιν ἐκεί- [*](B=) ροντο. 〈τούτῳ〉 οὖν εὐχόμεθα [ἀπενθ|εῖς ἡμᾶς διατηρεῖν.

40. Ξάνθος τε] ὅτι οὐ προσυστήσας τὴν διωνυμίαν τοῦ Ξάνθου [*](A +) κατεχρήσατο (ct. 74).

φιλομειδής—Ἀφροδίτη] χορῶν γὰρ δεσπόζει σὺν Ἀρτέμιδι· οἱ [*](B+) δὲ Τρῶες χοροιτυπίῃσιν ἄριστοι” (ib. 261)· τοξόται τέ εἰσιν οὗτοι οἱ θεοί, τοξόται δὲ καὶ οἱ Τρῶες.

φιλομειδής] γράφεται “Διὸς θυγάτηρ·” ἄτοπον γὰρ τὸ “φιλομειδήςʼ ἐπὶ τῆς πολεμούσης. §. Ἀιδής οὐ βοηθεῖ—ἀπωλείαις γὰρ ἥδεται—οὐδὲ λιος· ἡ γὰρ ἂν πάντας ὁμοίως ἔβλαψεν [*](B=) σκοτοποιῶν· Δημήτηρ δὲ καὶ Διόνυσος καρποφόροι ὄντες ἄχθονται τῷ πολέμῳ δῃοῦντι τοὺς καρπούς.

44. Τρῶας δὲ τρόμος αἰνὸς ὑπήλυθε γυῖα ἕκαστον] ἀντὶ τοῦ [*](A-) Τρώων, ὡς Τρῶας δὲ στίχας Ἄρης ὤτρυνε” (Il. 5. 461).

[*](11. δαίδαε ‖ 14. οἷον βλεεμένων ‖ καὶ ante διὰ omisi ‖ 19. ρπακτῆρες codd. Il.: ἀρπαστῆρες ‖ 21. supplevi prius ex B ‖ 29. οὐδὲ scripsi: αὔτε ‖ πάντας post ὁμ. iteratum: omisi ‖ 31. διὰ B, δηοῦντι ‖ 32. schol. cum l. 23 Cohaeret omisso al verba Τρῶας—ἔκαστον lemmatis signo )
312
[*](B -)

48. ὧρτο δʼ ἔρις—λαοσσόος] πῶς λαοσσόον τὴν Ἔριν προσηγό- ρενσεν: οὐ γὰρ σῴζονσα βλέ[πεται] ἀλλὰ φθείρουσα μᾶλλον τὰ πλήθη. ῥητέον δὲ ὅτι ἔριν οὔ φησιν αὐτὴν τὴν θεὸν—οὐ γὰρ προεῖπεν αὐτὴν ἐν τῷ λόγῳ—ἀλλὰ τὴν τῶν θεῶν τῶν Τρωικῶν τε καὶ Ἑλληνικῶν φιλονεικίαν· ἡ γὰρ τούτων πρὸς ἀλλήλους ἔρις σωστικὴ ἐγίνετο τῶν ἀνδρῶν. ἔστιν οὖν ὅμοιον τῷ “ὦρσε δὲ τοὺς μὲν Αρης” (Il. 4. 439).

[*](B=)

Ἕρις—λαοσσόος] ἡ τοὺς λαοὺς σεύουσα καὶ παρορμῶσα.

ἄλλως: ὦρτο δʼ Ἔρις—αὖε δʼ Ἀθήνη] πανταχόθεν τὴν ἐνέργειαν ⌈κιν⌋εῖ· ⌈καὶ⌋ οἷ⌈δε⌋ μὲν σάλπιγγας ὁ ποιητής, τοὺς δὲ ἥρωας οὐ ποιεῖ χρωμένους τεραστιωτέρας οἰόμενος τὰς τῶν ⌈ἀνδρῶν καὶ⌋ θεῶν μεγαλοφωνίας.

[*](B-)

52. κατʼ ἀκροτάτης πόλιος] ἰδίως διαλύσας τὴν λέξιν ὑπερτέθεικε τὸ ἄκρον αὐτῆς, ἀντὶ τοῦ ἄκρης “ἀκροτάτης” εἰπών.

[*](A +)

53. θεῶν ἐπὶ Καλλικολώνῃ] οὕτως Ἀρίσταρχος, ὡς Ἀχαιῶν [*](B-)λιμένα (cf. Strabo p. 595). §. τὴν δὲ πρόθεσιν ἡ συνήθεια οὐκ ἀναστρέφει, καίτοι δυναμένην ἀναστρέφεσθαι.

[*](B-)

ἐπὶ Καλλικολώνῃ] Δημήτριος ὁ Σκήψιος Καλλικόλωνον καλεῖ- σθαί φησι λόφον σταδίων πέντε τὴν περίμετρον, κεῖσθαι δὲ μεταξὺ Ἰλιέων κώμης καὶ Σιμοῦντος· ἀπέχει δὲ Σιμοῦντος μὲν στάδια πέντε, Ἰλιέων δὲ κώμης δέκα. θεοῖς δὲ ἀνατίθησιν αὐτὴν ὡς πλήθουσαν λιβάσι καὶ λειμῶσιν.

56. δεινὸν δὲ βρόντησε] φαντασίαν ποιεῖ, ὡς περὶ τῶν ὅλων κίνδυνον εἶναι δοκεῖ〈ν〉.

[*](A=)

58. γαῖαν ἀπειρεσίην] ὅτι διέστειλε τῆς γῆς τὰ ὄρη, ὡς ἐκεῖ “γαῖα δʼ ἔτι ξυνὴ πάντων καὶ μακρὸς Ὄλυμπος” (Il. 15. 193).

[*](B+)

59. 〈πολυ〉πίδακος] πῖδαξ παρὰ τὸ ἰδίω τὸ ἱδρῶ· ἱδρῶτα γὰρ γῆς τὰς πηγὰς οἱ φυσικοὶ λέγουσιν.

[*](=)

61. ἔδδεισεν δʼ ὑπένερθε] εἰ ὁ τοῦ θανάτου δεσπότης δέδιε, τίνα χρὴ νομίζειν περὶ τοὺς ἀνθρώπους συμβῆναι διάθεσιν; οὐ παρατάσ- σει δὲ Ἅιδην· ἀπωλείαις γὰρ ἥδεται. ἢ καὶ σεμνότερον αὐτὸν νομίσας· Δία γοῦν καταχθόνιον αὐτὸν καλεῖ (Il. 9. 457).

62. ἐκ θρόνου ὦρτο] ἐκπληκτικὸν τοῦτο, μὴ μόνον δεῖσαι ἀλλὰ καὶ ἀναθορεῖν τοῦ θρόνου· εἶτα καὶ τὸ “ἴαχε” κινητικὸν τῆς δια- νοίας τοῦ δείσαντος.

[*](4. τῶν scripsi: πῶς ‖ 6. ἐγένετο B ‖ 18. αὐτὸν ante καλ.: omisi u. B ‖ 20, 21 κωμῶν ‖ 23. τὸν ὅλον: corr. W 26. δέ τοι ‖ 27. ἰδῶ τὸ ut B )
313

65. *εὐρώεντα] ὅτι πάντα χωρεῖ.

68. ἵστατ᾿ Ἀπόλλων Φοῖβος] λοιμῶν αἴτιος ὁ Ἀπόλλων τοῦ [*](B -) περιγείου μέρους σὺν Ἀρτέμιδι δεσπότης ὤν, ὑγείας δὲ Ποσειδῶν διὰ τῶν πνοῶν, εἴγε φησὶν “Ὠκεανὸς ἀνίησιν” (Od. 4. 568) “ἴκμενόν” τε “οὖρον” καὶ ἀποκαθαίροντα. εἰσὶν ἀλλήλοις ἀντιπαθεῖς φύσει. χολᾷ δὲ Ἀπόλλωνι ὡς ἐπικουροῦντι παρὰ τὸ δέον Τρωσίν. §. σέβε δὲ [*](B-) θεούς, εἰδὼς ὅτι εἰς τὸ κεχαρισμένον τῶν φίλων καὶ ἀλλήλοις μάχον- ται. ὅσον δὲ κακὸν ἡ στάσις, ὅτε καὶ πρεσβυτέροις νέους ἀντιτάσσει.

69. ἄντα δʼ Ἐνυαλίοιο θεὰ γλαυκῶπις Ἀθήνη] ἡ φρόνησις· διὸ καὶ [*](B=) φυλάττει τὰς ἀκροπόλεις· ὁ δὲ Ἄρης ταραχώδης 〈καὶ〉 ἀλλοπρόσ- αλλος. παρθένος ἡ Ἀθηνᾶ, ὁ δὲ Ἄρης μοιχός· καὶ ὁ Τρωικὸς δὲ πόλεμος ἐκ μοιχείας τὴν ἀρχὴν εἴληφεν.

ἐνυαλίοιο] ἐνυάλολιος παρὰ τὸ αὔειν, ὅ ἐστι βοᾶν—φησὶ γοῦν [*](B-) “ὅσ〈σ〉ον τʼ ἐννεάχιλοι” (Il. 5. 860)—ἢ παρὰ τὸ ἕνω, ὅθεν αὐτοέντης.

70. ῥῆ δʼ ἀντέστη] ὁ μὲν συνάπτων τῷ αἰθέρι ὑγρὸς ἀὴρ [*](B=) σωτήριός ἐστι—διὸ καὶ τελεία καὶ Εἰλειθυιῶν μήτηρ ἡ Ἥρα— ὁ δὲ περίγειος ἀὴρ ὑπὸ Ἀρτέμιδος· ὅθεν φησὶν “ἐπεί σε λέοντα γυναιξὶν 〈Ζεὺς θῆκεν〉” (Il. 21. 483). οἱ δέ, ὅτι ἢ μὲν σελήνη ἡ δὲ Ἥρα ἀήρ, διʼ ἣν ἔκλειψις γίνεται.

〈Λητοῖ δʼ〉 ἀντέστη] τινὲς “ἄντα ἔστη·” οὐδέποτε δὲ τὸ [*](B-) “ἄντα” ἄλλῃ συντάσσεται πτώσει ἢ γενικῇ.

72. Λητὼ ἡ λήθη, ὅτι λήθην ἁμαρτημάτων διʼ αὐτῆς αἰτοῦνται λαβεῖν παρὰ τῶν παίδων.

σῶκος] ὡς παρὰ τὸ θάσσω θᾶκος σάω σάκος, οὕτω σώζω σῶκος.

[*](B +)

73. ἄντα δʼ ἄρʼ Ἡφαίστοιο] τὸ ὕδωρ τῷ πυρί Ξάνθος δὲ καλεῖται, [*](B-) ἐπεὶ τὰ σώματα τῶν λουομένων ἢ τοὺς καρποὺς ξανθίζει, οἳ δέ, ὅτι πρὸ τῆς κρίσεως Ἀφροδίτη λουσαμένη αὐτοῦ ξανθὴ γέγονεν. §. ἐνταῦθα δὲ μόνον τὴν διωνυμίαν ἐπεσημήνατο (74).

74. ὃν Ξάνθον καλέουσι θεοί] παρὰ Μουσῶν ταῦτα οἶδεν· τινὲς [*](B=) δὲ τὰ εὐφραδέστερά φασιν αὐτὸν ἀνατιθέναι 〈τοῖς θεοῖς〉.