Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

460. Λαόγονον καὶ Δάρδανον] παρέλιπε τούτων τὰς πληγάς, [*](B=) ὅπως μὴ προσκορεῖς ὑπάρχοιεν.

462. τὸν μὲν δουρὶ βαλών] εἰκότως τὸν πρῶτον διὰ βολῆς [*](B=) ἀναιρεῖ, πλησίον δὲ γενόμενος τὸν ἕτερον τῷ ξίφει.

τὸ〈ν) δὲ σχεδὸν—τύψας] σχέδην παίσας· ἀντέθηκε δὲ τὸ [*](A-) “βάλε.ʼ

463—9· ὃ μὲν ἀντίος ἤλυθε] παραλλάσσων τὸ ὁμοειδὲς ἐποίησέ [*](A+B=) τινα ἱκετεύοντα. τὸ ἑξῆς, Τρῶα δʼ Ἀλαστορίδην φασγάνῳ οὖτα καθʼ ἧπαρ, καὶ τὰ λοιπὰ διὰ μέσου. ἢ κοινὸν τὸ “ἔτυψεν” ἐκδεκ- τέον ἀπὸ τοῦ “σχεδὸν ἄορι τύψας” (462).

464. εἴ πως εὑ πεφίδοιτο] ἡ μὲν “εὗ” ἐγκλίνεται, τὸ δὲ “κῶς” [*](A+B-) οὐ πάντως ὀξυνθήσεται· καὶ ἐμελέτησε πολλάκις ἐγκλιτικῶν ἐπιφερο- μένων μὴ ὀξύνεσθαι, “οὔ πως ἔστʼ, Ἀγέλαε” (Od. 22. 136)· “μή πως με προϊδών” (Od. 4. 396)· “οὔ πω μίν φασιν φαγέμεν” (Od. 16. 143). οὕτως οὖν καὶ τὸ “εἴ πως εὑ” οὐκ ἀναγκαστικὴν ἔξει τὴν ἐπὶ τοῦ χνς ὀξεῖαν· ὁ μέντοι Ἀρίσταρχος γενόμενος κατʼ αὐτὴν τὴν προσῳδίαν τοῦτο μόνον ἀπεφήνατο· ἐγκλίνειν δεῖ τῷ τόνῳ καὶ δασύνειν τὴν τρίτην συλλαβήν· δηλοῖ γὰρ ‘εἴ πως αὑτοῦ.’