Scholia in Iliadem
Scholia in Homerum
Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.
171. Πατρόκλῳ ἐπάμυνον] Ἀρίσταρχος “Πατρόκλου” κατὰ [*](A+) γενικήν· καὶ λείπει ἡ περί.
176. κεφαλὴν δέ ἑ] πάντα ὑπὲρ παροξυσμοῦ προστίθησιν· [*](B=) οἶδε γὰρ προεντεταλμένον αὐτὸν ὑπὸ Θέτιδος μὴ ἐξιέναι.
179. Τρῳῇσι κυσίν] δαιμονίως διέτεμε τὴν αἰκίαν, καὶ τὸ μὲν [*](B=) [*](5. οἴσοι B ‖ 12. Πάτροκλον Bekker: Πατρόκλου ut B ‖ 16. ἀ. ἐλπὶς B ‖ 24. ἐπείγεται δὲ κοὶ B, ἐπιτέτακται δὲ ‖ 24. post λέων suppl. W 〈καὶ ὁ Ἕκτωρ τῆ φιλοτιμία⟩ ‖ 27. ἀριστεύειν B)
180. * σοὶ λώβη] ὡς φιλεταίρῳ καὶ πρακτικῷ.
[*](B=)182. τίς γάρ σε θεῶν—ἧκεν] ἀναγκαίως γνῶναι βούλεται, εἰ τῆς κελευσάσης μένειν ἀξιοπιστότερός ἐστιν ὁ προστάσσων ἐξιέναι.
[*](B=)185. οὐδʼ εἶδε Κρονίδης] δεόντως καὶ τοῦτο, ἵνα ἐπισπεύσῃ τὴν ἔξοδον, πρὶν μαθεῖν τὸν Δία.
[*](B=)188. πῶς γὰρ ἴω] θαυμαστοὶ οἱ διάλογοι ἐν συντόμῳ τὰς ἐρωτήσεις περιέχοντες· ἔδει γὰρ καὶ τὴν ἀπορίαν τῶν ὅπλων καὶ τὰ παρὰ τῆς μητρὸς ἀντιθεῖναι.
[*](AB+)191. παροισέμεν] Ἀρίσταρχος ἀναστρέφει τὴν πρόθεσιν πρὸς τὸ μὴ ἀμφιβάλλεσθαι τὸν λόγον, καίτοι τῶν συναλειφομένων μὴ ἀνα- στρεφομένων. ἐπείσθη δὲ καὶ ἡ παράδοσις Ἀριστάρχῳ.
[*](AB+)192. ἄλλου δʼ οὔ τευ οἶδα—τεύχεα] φασὶν Αὐτομέδοντα φο- ρεῖν τὰ Πατρόκλου, ὅπως δόξῃ εἶναι Πάτροκλος. καὶ μείζονα μὲν 〈ἂν〉 ἁρμοσθεῖεν ἥσσονι, οὐ μέντοι τὸ ἀνάπαλιν· ὥστε οὐκ ἠδύνατο τοῖς Αὐτομέδοντος ὁπλισθῆναι Ἀχιλλεύς. ἢ τῷ μεγέθει ἴσα, ἀσθενῆ δὲ τὰ τοῦ Αὐτομέδοντος. διὸ οὐχ ἥρμοττεν Ἀχιλλεῖ προπη- δῶντι εἰς πάντα κίνδυνον.
[*](B=)194. ἔλπομαι] λείπει τὸ ὅτι· ἀλλὰ ἔλπομαι, ὅτι καὶ αὐτὸς ἐν πρώτοισιν ὁμιλεῖ.
[*](A=)198. αὔτως] Ζηνόδοτος “αὐτός,” ἀντὶ τοῦ ψιλῶς ‘δίχα ὅπλω.’
204. ὤμοις ἰφθίμοισι] ἀξιοπρεπὴς ἡ τερατεία καὶ μείζων τῆς 〈ἐπὶ⟩ Διομήδους (Il. 5. 122), εἴγε τὴν οἰκείαν αἰγίδα περιτίθησιν αὐτῷ· Ἀχιλλεὺς δὲ οὐ γινώσκει τὴν ἐνέργειαν τῆς θεοῦ.
206. *ἐς δʼ αὐτοῦ] “αὐτοῦ” τοῦ νέφους.
[*](A+ B-)207. ὡς δʼ ὅτε καπνός] Ἀρίσταρχος “ὡς δʼ ὅτε πῦρ ἐπὶ πόντον ἀριπρεπὲς αἰθέρʼ ἵκηται·” καὶ γὰρ ἄτοπόν φησι πῦρ εἰκάζεσθαι καπνῷ· οἳ δὲ καπνὸν τὸ πῦρ φασιν ἐκ τοῦ παρεπομένου, ὡς 〈τὸ⟩ “κάπνισ- 〈σ〉άν τε κατὰ κλισίας” (Il. 2. 399). οἳ δὲ διὰ τὸ πλεῖον ὑψοῦσθαι τὸν καπνὸν τοῦ πυρὸς καὶ μάλιστα ἡμέρας ὁρᾶσθαι. καλῶς δὲ ἀπὸ πολέμου ἡ εἰκὼν καὶ νησιωτῶν, οἷς ἄπορος ἡ φυγή, πόρρω τε ἀπῳκισμένοι μεγάλων καὶ συνεχῶν πυρσῶν δέονται· οὐδενὸς δὲ [*](3. αἰκισθέντα pr. postea in margine ut B: antea ἑλκυσθέντα scripserat ‖ 9. πῶς τʼ ἄῤ B ‖ 15. ἀλλʼ οὐδὲ τευ ‖ 16. δόξῃ Π. εἷναι B: δόξειεν εἶναι Π. ‖ 1·7. supplevi: ἴσως add. B ‖ 18. ἢ B: εἰ ‖ 30. supplevi ex B )
209. *Ἄρηι] ὑπὸ τοῦ Ἄρεος.
[*](A=)210. * ἄστεος ἐκ σφετέρου] Ζηνόδοτος “ἄστυ περὶ σφέτερον.”
[*](A=)211. * πυρσοί τε φλεγέθουσιν] καὶ Πίνδαρος “αἰθόμενον πῦρ τε διαπρέπει νυκτί” (Ol. 1. 1, 2).
213. *Ἄρεως] Ἀρίσταρχος “Ἄρεω” ἀπὸ τοῦ Ἄρεως.
[*](A=)215. * ἀπὸ τείχεος] ἄπωθεν τοῦ τείχους.
[*](A=)216. μητρὸς δὲ—ὠπίζετʼ ἐφετμήν] ἐτρέπετο τῷ λογισμῷ ἐπὶ [*](B=) τὴν ἐντολὴν τῆς μητρός.