Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

600. ῥεῖα μάλλʼ, ὡς ὅτε τις τροχόν] τὸ παράδειγμα πρὸς τὴν ὀξύτητα τοῦ τάχους· οὐδὲν γὰρ ὀξύτερον εἰς μεταφορὰν τροχοῦ κε- [*](B=)ραμεικοῦ. §. καὶ τὸ “πειρήσεται” (601) θαυμάσιον· οὐδέπω γὰρ ἐργαζόμενον τὸν τροχὸν παρέλαβεν· ἐν γὰρ τῷ ἐργάζεσθαι ὁ πηλὸς βαρύνων ἐμποδίζει πρὸς τὸ ὀξύ.

[*](B=)

602. ἄλλοτε δʼ αὖ θρέξασκον] ποτὲ μὲν κυκλοτερῆ τὸν δρόμον ἐποιοῦντο, ποτὲ δὲ ἀντιμέτωποι ἀλλήλοις γινόμενοι κατʼ ὀρθὸν διʼ ἀλλήλων ἔθεον.

[*](B=)

603. πολλὸς δʼ ἱμερόεντα] ἐκ τῆς διαθέσεως τῶν θεωμένων ἐξῆρε τὸ κάλλος καὶ τὴν τέχνην τῶν ὀρχουμένων.

[*](AB=)