Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

580. ἐρύγμηλον] ἐρυγήτορα· ἐρυγεῖν γὰρ τὸ μετὰ βίας ἀνασπᾶν τὸ πνεῦμα· καὶ “ἤρυγεν ἑλκόμενος” (Il. 20. 404) καὶ “ἐρευγο- μένης ἁλὸς ἔξω” (Il. 17. 265).

[*](A+B=)

ἄλλως: ἐρύγμηλον] προπαροξυτόνως τὸ “ἐρύγμηλον·” ἐγένετο δὲ παρὰ τὸ ἐρύγω ἐρύγηλος καὶ πλεονασμῷ τοῦ μ ἐρύγμηλος.

[*](2. ἐπ᾿ W: ἐν ut B ‖ ἰχθῦσι ‖ 3. suppl. ex B ‖ 7. σκάρον Opp. codd.: σκάρος ut B ‖ 8. λαλαγὴν etiam Opp. codd.: λαλιήν B ‖ 11. ὀρθο- κρεράων lemma ‖ εὔκεροι B ‖ ὀρθοκραιράων B ‖ 15. παραδόξως B: παρά- δοξον ‖ 18. ῥαδαλόν A et infra l. 23: ῥοδανόν ‖ 22. supplevi ex Eust. ‖ 23. ῥαδαλὸν etiam A Et. M.: κραδαλὸν B ‖ 27. κυανέω δὲ λέοντε A: κυάνεοι δὲ -ες ‖ 29, 30. ἐρευγόμενος)
281

583. λαφύσσετον] ἔδει διὰ τοῦ η· ἢ ἐνεστώς ἐστιν ἀντὶ παρῳ- [*](A~B=) χηκότος. §. δηλοῖ δὲ τὸ ἐπὶ πολὺ κενοῦν.

584. αὕτως ἐ〈ν〉δίεσαν ταχέας κύνας] μάτην ἠφίεσαν ἐπὶ τοὺς λέοντας.

ἐ〈ν〉δίεσαν] ἐδίωκον, παρὰ τὸ δίημι· “τρὶς περὶ ἄστυ μέγα [*](A+B-) Πριάμου δίον” (Il. 22. 251) ἀντὶ τοῦ ἐδιώχθην.

586, * ἱστάμενοι—ἀλέοντο] γραφικῶς ἔδειξε τὸ πᾶν.

587. ἐν δὲ νομὸν ποίησε] φασὶν Ἀθηναίους πρῶτον 〈ἐπι〉νοῆσαι τὴν ἐξ ἐρίων ἐσθῆτα· ὅθεν καὶ τὸν πέπλον προσφέρουσιν. §. ἐν ἔαρι δέ φασι μόνον νέμεσθαι τὰ πρόβατα (588).

588. ἐν καλῇ βήσσῃ] οἱ μὲν βόες παρὰ ποταμόν, αἱ δὲ οἶες ἐν [*](B=) βήσσῃ, ὅ ἐστι κοιλώματι γῆς, ὥστε βαίνεσθαι, οὐ γεωλόφῳ.

589. σταθμούς] τὰς κατʼ ἀγροὺς στάσεις τῶν θρεμμάτων· “ἔνθα [*](AB-) κεν ᾧ πὰρ σταθμῷ” (Od. 14. 32), “ σταθμῶν ῥυτῆρα γενέσθαι” (Od. 17. 187) καὶ “ παρὰ σταθμὸν μεγάροιο” (ib. 96) καὶ “ἥ τε σταθμὸν ἔχουσα” (Il. 12. 434).

*κλισίας] τὰς τῶν ποιμένων οἰκίας.

[*](AB=)

*σηκούς] ἔνθα κοιμῶνται τὰ θρέμματα.

[*](AB=)

590. ἐν δὲ χορὸν ποίησε] τὸν πρὸς χορείαν 〈τόπον⟩· δῆλον δὲ [*](A- B=) κἀκ τοῦ ἐπιφερομένου “ἔνθα μὲν ἠίθεοι — ὠρχεῦντο” (593, 4), δη- λονότι ἐν τῷ τόπῳ.

ἐν δὲ χορὸν ποίησε] ἐν ποικιλίᾳ εἰργάζετο, οἷον κίονάς τε καὶ ἀνδριάντας τῷ τόπῳ προκοσμήσας ἐν κύκλῳ· ἢ ὅτι ἐξ ἀρσένων καὶ θηλειῶν ἦν.

591. τῷ ἴκελον, οἷόν ποτε] πολυθρύλητον ἐνθάδε τὸ ζήτημα, πῶς [*](A+ B =) ὁ θεὸς τὸν ἄνθρωπον μιμεῖται. καὶ οἳ μὲν ψιλοῦσι τὸ “οἷον,” συν- άπτοντες αὐτὸ τῷ “ἴκελον,” μιμητὴν τῶν ἔργων Ἡφαίστου ποι- οῦντες τὸν Δαιδαλον, ἵνʼ ᾖ ‘τούτῳ μόνον ὁ Δαιδαλος ἐποίησεν ὅμοιον χορόν,’ ὃ δὲ Ἥφαιστος δηλονότι πολλὰ τοιαῦτα εἰργάσατο. ἄμεινον δὲ ἐκεῖνο φάσκειν· πρῴην διακεχωρισμένως χορευόντων ἀνδρῶν καὶ γυναικῶν πρῶτοι οἱ μετὰ Θησέως σωθέντες ἐκ τοῦ λα- βυρίνθου ἠίθεοι καὶ παρθένοι ἀναμὶξ ἐχόρευσαν· ὅπερ μόνον ὁ θεὸς ἐμιμήσατο, οὐ τὸ κάλλος οὐδὲ τὴν τέχνην Δαιδάλου. ἴσως δὲ [*](8. suppl. Bekker ‖ 11. ὄις ut B 14. παρὰ ‖ 22. explicat lemma “ἐν δὲ χορὸν ποίκιλλε” ‖ 25. πολυθρύλητον B: -ύλλητον ‖ 30. ἐπεὶ ante πρ. omisi, cf. B)

282
καὶ διδάσκει ὁ ποιητὴς μιμεῖσθαι τὰ χρηστά, εἰ καὶ ἐξ εὐτελῶν εἶεν.

[*](A=)

592. *Ἀριάδνῃ] Ζηνόδοτος “Ἀριδήλῃ.”

[*](A+ B=)

593. ἀλφεσίβοιαι] τέλειαι, θρέμματα ἤδη δεξάμεναι παρὰ μνη- στήρων.

ἄλλως: ἀλφεσίβοιαι] αἱ λαμπραὶ κατὰ τὴν ἡλικίαν.

[*](AB=)

595. λεπτὰς ὀθόνας] ἐνδυτηρίους πέπλους, παρὰ τὸ ἔσθος, ἐσθόνη τις οὖσα.

[*](B=)

596. ἦκα στίλβοντας ἐλαίῳ] οὐ καταλάμπρους, ἀλλʼ ἡσυχῆ ὡς ἔλαιον στίλβοντας. ἔστι δὲ ὅμοιον τῷ “ ἡνία λεύκʼ ἐλέφαντι” (Il. 5. 583) ἀντὶ τοῦ λευκά, ἐμφερῆ ἐλέφαντι. λείπει οὖν τὸ ὡς, ὡς ἐλαίῳ.

597. καί ῥʼ αἳ μὲν καλὰς στεφάνας] οἰκεῖος ὁ κόσμος ἐπί τε ἀρρένων καὶ γυναικῶν.

[*](AB-)

599. ἐπισταμένοισι πόδεσ〈σ〉ιν] ἐπιστήμοσιν, ἐπιστημονικοῖς. [*](B=)§. τὴν δὲ ὀξύτητα τῆς ἐν κύκλῳ κινήσεως αὐτῶν τροχῷ εἴκασε καὶ τούτῳ κεραμεικῷ· ὀξύτερος γάρ ἐστιν εἰς κίνησιν θατέρου· καλῶς δὲ καὶ τὸ “ἄρμενον” (600)· εἴτε γὰρ μεῖζον εἴτε ἔλαττον γένοιτο, ἐμποδίζει τῇ χρεῖᾳ.

600. ῥεῖα μάλλʼ, ὡς ὅτε τις τροχόν] τὸ παράδειγμα πρὸς τὴν ὀξύτητα τοῦ τάχους· οὐδὲν γὰρ ὀξύτερον εἰς μεταφορὰν τροχοῦ κε- [*](B=)ραμεικοῦ. §. καὶ τὸ “πειρήσεται” (601) θαυμάσιον· οὐδέπω γὰρ ἐργαζόμενον τὸν τροχὸν παρέλαβεν· ἐν γὰρ τῷ ἐργάζεσθαι ὁ πηλὸς βαρύνων ἐμποδίζει πρὸς τὸ ὀξύ.

[*](B=)

602. ἄλλοτε δʼ αὖ θρέξασκον] ποτὲ μὲν κυκλοτερῆ τὸν δρόμον ἐποιοῦντο, ποτὲ δὲ ἀντιμέτωποι ἀλλήλοις γινόμενοι κατʼ ὀρθὸν διʼ ἀλλήλων ἔθεον.

[*](B=)

603. πολλὸς δʼ ἱμερόεντα] ἐκ τῆς διαθέσεως τῶν θεωμένων ἐξῆρε τὸ κάλλος καὶ τὴν τέχνην τῶν ὀρχουμένων.

[*](AB=)

605. κυβιστῆρες] οἱ μετὰ κυβιστήσεως ὀρχούμενοι.

607. ἐν δʼ ἐτίθει ποταμοῖο μέγα σθένος Ὠκεανοῖο] πειρῶνταί τινες ἀπὸ τούτου λέγειν μὴ εἶναι καθʼ Ὅμηρον σφαιροειδῆ τὸν κόσμον. τὸν γὰρ Ὠκεανὸν ἔξω τῶν ἄστρων ἔθηκεν.

[*](3. Ἀριδήλῃ W ex Hes. s. v. Ἀριδήλα· ἡ Ἀριάδνη Κρῆτες: Ἀριήδῃ A, Ἁρπήδῃ ‖ 7. πέπλους B: τόπους 9. οὐκ ἄγαν λαμπροὺς coni. Villoiso, at cf. Stephani thesaurum s. v. ‖ 23. ἔλοβεν B ‖ 29. ὀρχουμένων Bekker: θεωμένων ‖ 30. κυβιστῆρες textus: κυβιστητῆρες lemma)
283

610. τεῦξʼ ἄρα οἱ θώρηκα] ἔφθη ἐκφράσαι τὸν Ἀγαμέμνονος [*](B+) θώρακα (Il. 11. 19), ὃς ἦν ἡφαιστότευκτος, ὡς καὶ τὴν Πατρόκλου πυρὰν δεινολογήσας (Il. 23. 107 sqq.) τὴν Ἕκτορος παρέδραμεν.