Scholia in Iliadem
Scholia in Homerum
Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.
319. σκύμνους] 〈σκύμνος⟩ ὡς ὕμνος, ὅτε ἐστὶ κατʼ ἰδιότητα· ὅτε μέντοι ἐπὶ ἀνδρός, ὀξύνεται· ἀναλογώτερον δὲ τὸ βαρυνόμενον.
[*](A~)ἐλαφηβόλος] τοῦτο ἴσως πρῶτον ἤγρευται, ἀφʼ οὗ ἔμεινε τὸ ὄνομα· ἢ ὅτι τάχιστον τῶν ἄλλων 〈ἔλαφος⟩.
320. * ὕστερος ἐλθών] ὕστερον τῶν ἁρπασάντων.
321. * ἴχνιʼ ἐρευνῶν] ἄριστα γὰρ ἰχνεύει.
[*](B=)322. δριμύς] ἀπὸ τῶν γευομένων παρήγαγεν.
[*](A~B-)324. ἦ ῥʼ ἅλιον] περιπαθὲς τὸ προοίμιον· μάλιστα γὰρ οἱ ἐν ἀξίῳ μὴ πληροῦντες τὰς ὑποσχέσεις ἄχθονται. διὸ “ἔκβαλον” φησίν.
[*](AB=)325. θαρσύνων — Μενοίτιον] περιπαθὲς καὶ τοῦτο, ὅτι εὐλαβοῦς πατρὸς ἀπέσπασα τὸν Πάτροκλον, οὐκ ἂν ἐκπέμψαντος τὸν υἱὸν εἰ μὴ διὰ τὰς ἐμὰς ὑποσχέσεις.
326. * εἰς Ὀπόεντα—ἀπάξειν] ὡς προσεδόκα.
[*](B=)περίκλυτον υἱὸν ἀπάξειν] “περίκλυτον ἀπάξειν” ἀντὶ τοῦ ἔνδοξον γενόμενον ἐκ τῆς νίκης.
[*](B-)327. Ἴλιον ἐκπέρσαντα] ἀνατυπωσάμενος ἑαυτῷ πλείονα ἡδέα ὁ Ἀχιλλεύς, πορθουμένην Ἴλιον καὶ ἑαυτὸν σὺν τῷ φίλῳ ἀπονο- [*](5. supplevi ex B ‖ 6. τῆς B: τῆ ‖ 6, 7. γεγεννηκότων διαθέσεως B: γενικωτάτων διαθέσει ὡς ‖ 9. ἀπολειφθέντων B: ἀπολειφθέντι ‖ 14, 15. τοῦ ἄρσενος scripsi: οἱ ἄρσενες ‖ 16. σκύμνος ‖ supplevi ex A ‖ 18. ἤγρευται W: ἠγόρευται ‖ 31. ἡδέα B: ἰδέαν ‖ 32. πορθούμενον B )
328. ἀλλʼ οὐ Ζεὺς ἄνδρεσ〈σ〉ι] κλάει, ὅτι μή ἐστιν εἷς τῶν πορθησόντων τὴν Τροίαν.
331. ἱππηλάτα] ἱππικός, οὐ φυγάς, ὡς οἱ νεώτεροι. §. ἄκρως δὲ [*](B-) ἀντιτίθησι τῷ Μενοιτίῳ τὸν ἑαυτοῦ πατέρα, ὅτι οὐ μόνος αὐτὸς τὰ [*](B=) ὅμοια πείσεται τῷ φίλῳ, ἀλλὰ καὶ οἱ γονεῖς αὐτοῦ ὅμοια καρτερή- σουσι τῷ Μενοιτίῳ.
332. * οὐδὲ Θέτις μήτηρ] ὅτι συνῴκει τῷ Πηλεῖ ἡ Θέτις.
[*](A+)333. ἐπεὶ οὖν, Πάτροκλε] περιπαθὲς καὶ ἠθικὸν τὸ πρὸς τοὺς [*](B=) τεθνεῶτας διαλέγεσθαι ὡς πρὸς ζῶντας· καὶ ἔστι ἔμψυχον τὸ τοιοῦτον εἶδος τῶν λόγων.
334. οὔ σε πρὶν κτεριῶ] πῶς φησιν ‘ἄταφον ἐάσω τὸ σῶμα’ τῆς [*](B=) τοῦ Ἕκτορος ἀναιρέσεως ἀδήλου οὔσης: ῥητέον δέ, ὅτι ἠκηκόει παρὰ τῆς μητρός· “οὐδέ ἑ φημὶ —ἐπαγλαἵεῖσθαι, ἐπεὶ φόνος ἐγγύθεν αὐτῷ” (133). §. ὅτι οὐδέποτε τὰς Ἑλληνίδας ‘βαθυκόλπους’ φησίν (339).
335. τεύχεα] τοῦ γὰρ ἀφελομένου κτῆμα γέγονεν.
[*](B=)μεγαθύμου] αὔξει τὸν θάνατον τοῦ φίλου καὶ τὴν ἐπικουρίαν [*](B=) αὑτοῦ.
336. * ἀποδειροτομήσω] δείρη κυρίως ἡ τῶν ἀλόγων, παῤ ὅσον [*](B+) ἐκεῖθεν ἐκδέρονται.
338. * αὔτως] ὡς ἔχεις.
339. βαθύκολποι] οὐδέποτε τὰς Ἑλληνίδας ‘βαθυκόλπους’ φησίν· πῶς οὖν Ζηνόδοτος γράφει “ἔσπετε νῦν μοι Μοῦσαι Ὀλυμ- πιάδες βαθύκολποι” (Il. 2. 484);
341. τὰς αὐτοὶ καμόμεσθα] ἐκ τοῦ παρεπομένου· οἱ κτώμενοι [*](B=) γὰρ κακοπαθοῦσιν.
342. πιείρας] εὐγείους· “ἐπεὶ μάλα πῖαρ ὑπʼ οὖδας” (Od. 9. [*](B=) [*](3. supplevi ex B ‖ 6. αὐτὸν ‖ 9. πορθησάντων 18. ἐάσω B: ἑᾷ ‖ 25. ἑαυτοῦ B, αὐτοῦ)
344. στῆσαι τρίποδα] ὡς συνήθους ὄντος καίειν πρῶτον, εἶτα ἐπιτιθέναι τὸν τρίποδα ὕστερον.