Scholia in Iliadem
Scholia in Homerum
Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.
167. 〈στήμεναι ἄντα,〉 κατʼ ὄσσε ἰδών] οὐκ ἀντιμαχέσασθαι, ἀλλʼ οὐδὲ ἀντιβλέψαι.
*δηίων ἐν ἀυτῇ] ἐν τῇ πρὸς τοὺς πολεμίους μάχῃ.
[*](A– B=)170. Γλαῦκε] οὐκ εὐπορῶν ἀπολογίας πρὸς μὲν τὰ κατηγορη- θέντα 〈οὐδὲν〉 ἀποκρίνεται, ὡς ὑβρισμένος δὲ ἀγανακτεῖ· εἶτα δὲ καὶ τὴν αἰτίαν ψεύδεται, εἰς τὸν Δία ἀναφέρων τὸ ὅλον.
[*](A=)*τίη] Ἀττικῶς διὰ τί.
*ὑπέροπλον] ἀνάρμοστον.
[*](A+)173. * νῦν δέ σε] γράφεται “νῦν δέ σευ.”
[*](A+)174. *“φῆς” ἐνεστῶτος.
176. * οὐκ εὐπορῶν ἀπολογίας τὸν Δία αἰτιᾶται.
[*](A=)178. ἕτε δʼ αὐτός] Ἀριστοφάνης “τότε δʼ αὐτός.”
179. ἀλλʼ ἄγε δεῦρο] ὅρα ἃ ἐπαγγέλ〈λ〉εται καὶ τί μέλλει ποιεῖν.
[*](B=)181. 〈ἀλκῆς μάλα περ〉 μεμαῶτα 〈σχήσω ἀμυνέμεναι〉] με- μαῶτα ἀμύνειν σχήσω τῆς ἀλκῆς.
[*](AB=)186. ὄφρ’ ἂν ἐγὼ Ἀχιλῆος] προσεδόκησεν ἄν τις αὐτὸν δυσωπη- θέντα τοῖς λόγοις, 〈ὡς καὶ〉 αὐτὸς ἐπηγγείλατο, κινηθῆναι ἐπὶ τῷ πράγματι· ὃ δὲ ἐπιλέλησται μὲν ὧν αὐτὸς εἶπεν, ἠμέληκε δὲ τῶν ὀνειδῶν, ἐπὶ δὲ τὴν ἑαυτοῦ ἐπιθυμίαν ἐξάγεται.
[*](A+)190. ὦκα μάλʼ 〈οὕπω τῆλε〉] ποσὶ μετασπὼν ἐκίχανε τοὺς ἑταί- ρους οὐ τῆλε.
[*](5. schol. p. 217 l. 3 post γρ. sine lemmate propter ἄγοντι repetitum ‖ ἀγώμεθα schol. alt. ‖ 14. supplevi ex B ‖ 26, 7. μαιμαῶτα ‖ 28. Ἀχιλ- λῆος 29. τοῖς λόγοις Dindorf nescio unde: τοὺς λόγους ut A B ‖ 〈ὡς καὶ〉 supplevi ex B: οἷς ‖ 30. ἠμέληκε A: -ησε || 32. μάλα || 33. τῆδε )μετασπών] διώκων. §. τινὲς δὲ ἐβάρυναν, οὐκ εὖ. οὐδεμία γὰρ μετοχὴ ἀναβιβάζει τὸν τόνον ἐν τῇ συνθέσει, εἰ μὴ ἡ ἄκων.
[*](A+B=)192. στὰς δʼ ἀπάνευθε μάχης] ἔπεμψε μὲν τοὺς ἑταίρους φέροντας [*](A–B=) τὰ ὅπλα, μὴ δυνηθεὶς δὲ πρὸς τὴν ἐπιθυμίαν ἀντισχεῖν μετανοεῖ καὶ σπεύδει καλλωπίσασθαι, διὰ τῶν θείων ὅπλων δόξαν καὶ φυλακὴν παρέχων ἑαυτῷ θέλων τε τοὺς Τρῶας ἐπιρρῶσαι καὶ τοὺς Ἀχαιοὺς φο- βῆσαι. ἅμα δὲ καὶ ἀποδίδοσθαι θέλει τὰ ὅπλα τῷ Ἀχιλλεῖ ὁ ποιητής.
194. τεύχεα δῦνεν] οὐ γὰρ ἰσομεγέθης Ἀχιλλεῖ ὁ Ἕκτωρ· πολλοὶ δὲ κέχρηνται τούτοις τοῖς ὅπλοις, Πηλεὺς (Il. 18. 84) Ἀχιλλεὺς Πάτροκλος Ἕκτωρ, καὶ πᾶσιν ἁρμόζουσιν· φύσις γὰρ αὕτη τῶν ἡφαιστοτεύκτων, τὸ πᾶσιν ἁρμόδια γίνεσθαι.
197. γηράς] ἀποκοπὴ τοῦ γηράσας, ὡς “ὑποφθάς”(Il. 7. 144). [*](A+B–) “ἐπιπλώς” (Il. 6. 291)· καὶ Κόριννα(fr. 35 B.) “βροντάς” ἀντὶ τοῦ βροντήσας. τινὲς δὲ ἀπὸ τοῦ γήρημι γηράς, ὡς κίχρημι κιχράς· ὅθεν τὸ “ γηράντεσσι τοκεῦσιν” (Hes. Opp. 188) παρατάσεως μᾶλλόν ἐστιν ἤπερ συντελείας, γηρῶσι τοῖς γονεῦσι καὶ ἐν παρατάσει οὖσι τοῦ γηρᾶν, οὐχὶ τέλος λαβοῦσι τοῦ γήρως· ὁ γὰρ τέλος λαβὼν τοῦ γήρως τέθνηκεν. καὶ ἐνθάδε τὸ “ γηράς” ἀντὶ τοῦ γηρῶν, οὐχὶ γηράσας.
ἀλλʼ οὐχ υἱὸς ἐν ἔντεσι πατρὸς ἐγήρα] ἡδὺ καὶ περιπαθὲς τὸ [*](A=) εὑρίσκεσθαι δυστυχέστερον τοῦ πατρὸς τὸν υἱόν.
198. ἴδεν νεφεληγερέτα Ζεύς] ἐλέγξαι βουλόμενος τὴν κενοσπου- [*](B=) δίαν Ἕκτορος οὐκ ἐκ τοῦ ἰδίου προσώπου τὸν λόγον ἐποιήσατο —ἐφαί- νετο γὰρ ἂν πρὸς ἀπέχθειαν κατηγορῶν—περιθεὶς δὲ τῷ Διὶ τοὺς λόγους ἀξιοπιστότερον τοῦ βαρβάρου κατηγόρησεν.
201. σχετλιάζων ἐπὶ τῷ ἐπάρματι τῆς εὐτυχίας διδάσκει με- [*](B=) τριάζειν.
202. ὃς δή τοι σχεδόν ἐστι] τὴν ἀγανάκτησιν τῶν ἀκροατῶν θερα- πεύσων 〈τὸ μαντεῖον Διὶ περιέθηκεν.
*σχεδόν] ἐπὶ τοῦ χρόνου.