Scholia in Iliadem
Scholia in Homerum
Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.
66. *ἰύζουσιν] οἱ νομῆες· οἱ δὲ κύνες ὑλακτοῦσιν.
[*](A+)70. * ἔνθα κε—φέροι] ἀντὶ τοῦ 〈ἔ〉φερεν.
[*](A~)73. Κικόνων ἡγήτορι] πῶς ἐν τῷ Καταλόγῳ φησὶν “Εὔφημος δʼ ἀρχὸς Κικόνων ἦν” (Il. 2. 846); νοητέον οὖν, ὅτι ἦσαν μέν τινες πρῶτοι ἄρχοντες ἐν παντὶ τάγματι, ἦσαν δὲ καὶ ὑποδεέστεροι, ὡς ὁ Ἀχιλλεὺς “πέντε δʼ ἄρʼ ἡγεμόνας ποιήσατο” (Il. 16. 171).
[*](Α=)ἡγήτορι Μέντῃ] τῶν ἀμοιβαίων ἡγεῖτο ἴσως ὁ Μέντης. §. τινὲς γράφουσι “Πείρῳ,” ἵν’ ᾖ ὁμώνυμος τῷ Θρᾳκί (Il. 4. 520).
75. ἀκίχητα] ἀκατάληπτα. §. προοικονομεῖ δέ, ἵνα νοῶμεν μετὰ θάνατον Ἀχιλλέως ἀνακεχαρηκέναι αὐτοὺς πρὸς τὸν δόντα.
[*](B–)76. ἀλεγεινοί] πολλοῦ λόγου δεόμενοι, εἰ ἀνδράσιν ὑποταγήσονται· ἢ δυσχερεῖς, ὅ ἐστιν ἀδύνατοι.
83. Ἔκτορα] ἀντὶ τοῦ Ἕκτορος.
85. τὸν μὲν ἀπαινύμενον] σχεδὸν ἔδειξε τὸ πρᾶγμα ἐν πίνακι.
[*](B=)86. * κατʼ οὐταμένην ὠτειλήν] κατὰ τὸ ἐξ οὐτήσεως τραῦμα.
[*](B=)88. ὀξέα κεκληγώς] ἀναγκαῖον, ἵνʼ ἐν τοσούτῳ ὁ Μενέλαος ἔχῃ καιρὸν διαλογίσασθαι· ὃ μὲν γὰρ συγκαλεῖ τὸ πλῆθος, ὃ δὲ σκέπ– τεται.
[*](1. γυρόσε ἐ. αὐτὰς B: γύρους ἐ. αὐταῖς ut Eust. ‖ 3. συνετράχυνε Bekker: συνεπάχυνε ut B ‖ 5. αἱ Eust.: αὖται ‖ 7. παρέλαβε ut B ‖ 7, 8. πάσῃ μὲν τῆ ἀγέλῃ B ‖ 11. supplevi ex B ‖ 13. περισπᾶται B || ἀλλή- λων ‖ 22. πειρῶ ‖ 28. ἀπαινύμενον textus: ἀναινύμενον ‖ 32. περὶ αὐτοῦ add. B)91. εἰ μέν κε λίπω] μένειν μὲν ἡ τιμὴ Πατρόκλου καὶ ὁ ψόγος [*](B+) Ἑλλήνων προτρέπει, φεύγειν δὲ τὸ πλῆθος τῶν Τρώων.
〈λίπω〉 κάτα τεύχεα καλά] τὸ ἑξῆς καταλίπω· διὸ ἀναστρεπτέον [*](AB=) τὴν πρόθεσιν.
92. Πάτροκλόν 〈θ〉, ὃς κεῖται] δαιμονίως ἑαυτὸν δυσωπεῖ παρα- [*](B=) μεῖναι τῷ διʼ αὐτὸν τελευτήσαντι.
96. Τρῶας δʼ ἐνθάδε πάντας] προκατασκευάζει 〈εἰς τὸ〉 πιθανὴν [*](AB=) γενέσθαι τὴν ἀναχώρησιν.
98. ὁππότʼ ἀνὴρ ἐθέλῃ] ὅταν ἀνὴρ θέλῃ παρὰ γνώμην θεοῦ [*](A=B+) μάχεσθαι φωτὶ ὅν κε θεὸς τιμᾷ.
πρὸς δαίμονα φωτὶ μάχεσθαι] παρὰ γνώμην θεοῦ· ἡ γὰρ“πρός” [*](A+) καὶ τὴν παρά δηλοῖ· “ἄριστα— πρὸς Τρώων” (Il. 6. 56) “καὶ πρὸς δαίμονά περ, εἴ πως ἐρυσαίμεθα” (104).
101. * ἐκ θεόφιν] ἐκ θεῶν· περισσὴ οὖν ἡ ἔξ.
102. βοὴν ἀγαθοῖο] τινὲς τὴν φωνήν· σπανίως γὰρ αὐτὸν βοὴν [*](B=) ἀγαθόν φησιν.
105. * κακῶν— φέρτατον] ἐν κακοῖς βέλτιστον.
109. ἐντροπαλιζόμενος] οὕτω γὰρ ἀναχωρεῖ καὶ λέων, μὴ διδοὺς [*](B=) τὰ νῶτα τοῖς διώκουσιν ἀλλὰ κατʼ ὀλίγον ὑποβαίνων.