Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

410. δὴ τότ〈ε γ’〉 οὔ οἱ ἔειπε] οὐκ ἔστι περισσός, ἀλλʼ ὡς τὸ “δίδαξε γὰρ Ἄρτεμις αὐτὴ —ἀλλʼ οὔ οἱ τότ〈ε γ’〉 ἔχραισμʼ Ἄρτεμις (Il. 5. 51. 3).

413. ἐγχρίμπτοντο] τινὲς “ἐγχρίπτοντο,” ὡς τὸ “ζῳὸν ἐνι- χριφθέντα πύλῃσιν” (405).

415. ὦ φίλοι] πολλὴ σπουδὴ ἑκατέρῳ στρατῷ τοῦ νεκροῦ κρατῇ- [*](B=) σαι, τοῖς μὲν αἰδουμένοις δεύτερον ἁμαρτεῖν εἰς Ἀχιλλέα, τοῖς δὲ ἀμύνασθαι Ἀχιλλέα ὧν ἔπαθον πρότερον.

417. * ἄφαρ πολὺ κέρδιον εἴη] εὐθέως ὠφέλιμον εἴη. §. ὅτι δεῖ προτιθέναι τὴν εὔκλειαν τῆς σωτηρίας.

[*](B=)

421. εἰ καὶ μοῖρα παρʼ ἀνέρι] οἱ μὲν Ἕλληνες ἀποθανεῖν εὔ- [*](B=) χονται τοῦ νεκροῦ μὴ κρατήσαντες, οἳ δὲ μελλητικῶς φάσκουσιν ‘εἰ καὶ μοιρίδιον ἡμῖν ἀποθανεῖν, τῆς μάχης οὐ δεῖ ἀφίστασθαι.ʼ

424. *σιδήρειος] ὁ στερεός.

[*](B+)

425. διʼ αἰθέρος ἀτρυγέτοιο] ἀτρύτου. ἢ ἐπειδὴ οὐδὲ αὐτὸς [*](B=) ὁμοίως τῇ θαλάσσῃ τρυγᾶται.

426. ἵπποι δʼ Αἰακίδαο] μετάγει τὸν λόγον ἀπὸ τῶν συνεχῶν [*](B–) φόνων. ἔστι δὲ τὸ ζῷον φρενῆρες καὶ οἰκειότητα φυσικὴν ἔχον πρὸς τοὺς τρέφοντας· Ἕκτωρ γοῦν τοῖς ἵπποις διαλέγεται· οὗτοι δὲ ὡς ἀθάνατοι καὶ πλείονα τὴν αἴσθησιν ἔχουσιν.

427. * πυθέσθην] ᾔσθοντο.

430. μάστιγι θοῇ] τῇ ταχυποιῷ. §. “ἐπεμαίετο” δὲ ἀντὶ τοῦ [*](B=) ἐφήπτετο.

[*](B+)

431. *ἀρειῇ] κυρίως, τῇ ἐν πολέμῳ ἀπειλῇ.

432. * ἐπὶ πλατὺν Ἑλλήσποντον] καθὸ μέρος αὑτοῦ πλατύτερός [*](B+) ἐστιν.

434. ἀλλʼ ὥστε στήλη] τοὺς μὲν Λαπίθας δρυσὶν ἐρριζωμέναις [*](B–) εἴκασεν (Il. 12. 132), ἐνθάδε δὲ ἔχει τι πλέον ἡ παραβολή· οὐ γὰρ τὴν στάσιν μόνον σημαίνει, ἀλλὰ καὶ τὴν ποιὰν τὴν ἐπὶ τῷ πένθει.

[*](5. ἀλλά οἱ ‖ 7. τινές ἐνχρίπτοντο; ἐγχρίμπτοντο coni. Ludwich ‖ 7, 8. ἐνιχριμφθέντα ‖ 10. ἁμαρτεῖν B: ἐλθεῖν ‖ 11. ἀμύνεσθαι B ‖ 21. φόνων W ; πόνων ut B ‖ 28. ἑαυτοῦ πλατύτατος B, αὑτοῦ πλατύτερος ‖ 32. ποιότητα τὴν B)
230

πρὸς γὰρ τὴν κατηφῆ στάσιν ἡ παραβολή, ἅμα δὲ ὅτι καὶ ἀσεβὲς τὸ κινεῖν στήλην.

[*](B~)

437. οὔδει ἐνισκήψαντε] ἐμπήξαντες, διὰ ὑπερβολήν.

*σφι] ἀντὶ τοῦ ‘σφῶνν.ʼ

439. θαλερὴ δὲ —χαίτη] πρῶτος συνεῖδε τοῖς καλοῖς ἵπποις ἁρμόδιον χαίτην, οὐ μόνον καλὴν ἀλλὰ καὶ βαθεῖαν.

[*](B=)

440. *ἀμφοτέρωσε] ʼἀμφοτέροισι” τοῖς ἵπποις δηλονότι.

[*](B=)

442. κινήσας δὲ κάρη] τὸ ὅλον εἰς καταβολὴν τοῦ ἀνθρωπίνου γένους· εἰ γὰρ οἱ ἵπποι διὰ τὸ συνωμιληκέναι ἀνθρώποις ἐν χαλεποῖς γίνονται καὶ διὰ τοῦτο δειλοί, πόσῳ μᾶλλον αὐτοὶ οἱ ἄνθρωποι· εἶτα καὶ κατασκευάζει φήσας πάντων ζῴων εἶναι χείριστον τὸν ἄνθρωπον· πλεονεκτοῦμεν γὰρ τῶν ζῴων τῷ λογισμῷ μόνῳ, ἀλλὰ κατὰ πολλὰ ἐνδεέστεροί ἐσμεν, αὐτῷ δὲ ᾧ δοκοῦμεν πλεονεκτεῖν τὴν ἀντίληψιν τῶν κακῶν ποιούμεθα. διδάσκει δὲ μὴ μέγα φρονεῖν. ἔχει δὲ ἀξιο- πιστίαν ὁ λόγος ὑπὸ θεοῦ λεγόμενος.

[*](B=)

446. ὀιζυρώτερον ἀνδρός] πᾶν μὲν οὖν ἔμψυχον ὑποπέπτωκεν ἀτυχίαις, πλέον δὲ ἄνθρωπος.

[*](B=)

447. πάντων, ὅσσα τε γαῖαν] ὑπὲρπάντων τῶν ἄλλων· λείπει ἡ κατά.

448. * ἀλλʼ οὐ μάν—] ἵνα μὴ ἀγωνιῶμεν καὶ περὶ τῶν ἵππων.