Scholia in Iliadem
Scholia in Homerum
Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.
201. σχετλιάζων ἐπὶ τῷ ἐπάρματι τῆς εὐτυχίας διδάσκει με- [*](B=) τριάζειν.
202. ὃς δή τοι σχεδόν ἐστι] τὴν ἀγανάκτησιν τῶν ἀκροατῶν θερα- πεύσων 〈τὸ μαντεῖον Διὶ περιέθηκεν.
*σχεδόν] ἐπὶ τοῦ χρόνου.
205. τεύχεα δʼ οὐ κατὰ κόσμον] Πηλεῖ γὰρ καὶ τοῖς Πηλέως ἐπέβαλεν αὐτὰ φορεῖν οἷς ἔδωκαν οἱ θεοί.
207. οὔτι μάχης ἐκνοστήσαντι] εἰ καὶ ἔμελλέ τις τῶν ἀκουόντων [*](AB=) [*](2. τὸ ἔκων B ‖ 7. τοῦ post καὶ omisi ut B ‖ ἀποδοθῆναι B || 12. γηράσας A B: γεραιὰς ‖ 13. καὶ κʼ ὤρινα βροντᾶς: corr. Schneidewin ‖ 18. γηρᾶς ‖ 21. ἰδέ ‖ 27. ἐστίν etiam textus ‖ 27, 8. θεραπεύσων W: ὅρα πῶς οὖν ‖ 28. μαντεῖον scripsi: προαναφώνησιν Eust., ἰδὼν τῶι ‖ 31. ἐπέβαλεν W: ον ‖ φορεῖν Bekker cf. A: φρονεῖν)
208. δέξεται Ἀνδρομάχη] πάθος ἐργάζεται ταῖς ἀλλοτρίαις συμ- φοραῖς συναλγοῦν τὸ πρόσωπον. ἡ φιλανδρία δὲ Ἀνδρομάχης δείκνυται εἰωθυίας ὁπλίζειν τὸν Ἔκτορα.
[*](B=)209. καὶ κυανέῃσιν ἐπʼ ὀφρύσι] τραγῳδίαν ἔχει τὸ ἐπὶ κυρώσει [*](B=)μεγάλων παθῶν νεῦμα. §. ἔνευσε νικῆσαι· τὸ γὰρ ἀποθανεῖν ἐπέπρωτο.
[*](B=)211. ἐνυάλιος] φονικός, παρὰ τὸ ἔνω· ὅθεν αὐθέντης συντέθειται.
214. μεγαθύμου Πηλείωνος] Ἀρίσταρχος “μεγαθύμῳ Πηλείωνι·” Ζηνόδοτος “Πηληιάδεω Ἀχιλῆος.”
[*](B=)216. Μέσθλην τε Γλαῦκόν τε] προπαρασκευή τις ὑπὸ τοῦ ποιητοῦ τῆς μάχης ἔοικε γίνεσθαι. ἅμα δὲ καὶ ἀκόλουθον τῇ κενοδοξίᾳ Ἕκ- τορος 〈τὸ〉 καθʼ ἕκαστον ἐνδείκνυσθαι τὴν κτῆσιν τῶν ὅπλων καὶ καταφανῆναι ὅμοιον τῷ Ἀχιλλεῖ.
[*](B=)Mέσθλην τε Γλαῦκόν τε Μέδοντά τε Θερσίλοχόν τε] ἡδέως πάνυ καὶ ἀρχαιοπρεπῶς τῇ ἐπαλληλίᾳ τοῦ συνδέσμου ἐχρήσατο.
[*](A+)218. Φόρκυν] ὡς βότρυν· οὐκ ἀναγκαῖον δὲ ἐκτείνει〈ν〉 τὸ υ. καὶ γὰρ διὰ τὸ μέτρον ἐκτέταται ἐν τῷ “Φόρκυς αὖ Φρύγας ὖγε” (Il. 2. 862).
[*](A+)〈Χρομίον〉] “Μυσῶν δʼ αὖ Χρόμις ἦρχε καὶ Ἔννομος οἰωνι- στής (ib. 858).
[*](B=)220. κέκλυτε, μυρία φῦλα] ἐπῆρται πάλιν τῇ εὐτυχίᾳ.
[*](B=)καὶ ἄλλως: ὑπὸ τοῦ Γλαύκου δεινῶς ὀνειδισθεὶς ἀνταποδίδωσι τοῖς ἐπικούροις τὴν ὕβριν. παραβάλωμεν δὲ Ἑλληνικῷ βάρβαρον ἦθος· ἄμφω προτρέπουσι τοὺς στρατοὺς ἐπὶ τὴν μάχην, Ἕκτωρ καὶ Μενέλαος· ἀλλʼ ὃ μὲν οὐδὲ ῥῆμα φιλοφροσύνης εἶπεν, ὃ δὲ “ὦ φίλοι Ἀργείων ἡγήτορες” (248)· καὶ ὃ μὲν δημοσίας τιμῆς καὶ σιτήσεως ὑπομιμνῄσκει (250), ὃ δὲ δώρων καὶ ἐδωδῆς (225) φορτικὴν καὶ δουλοπρεπῆ ὀνειδίζων αὐτοῖς δόσιν, καὶ ἐκτρίβειν τὴν ἀρχήν φησι [*](2. supplevi ex A ‖ κὰν ἠ. A: ἠ. ἂν B, καὶ ἠ. ‖ 10. ἔνω B Et. M: ἐνυὼ ‖ 14. Ἀχιλλῆος 17. supplevi ex B ‖ 20. ἐπαλληλίᾳ B: ἐπαγγελία || 24. Χρόμιος ‖ δὲ Χρόμις codd. Il. || lineas 25 cum lemmate l. 27 iuncta et ad schol. v. 220 pro lemmate scripta ‖ 28. παραλάβωμεν B)
221. πληθὺν διζήμενος] ἐπὶ σωτηρίᾳ φησὶν ὑμᾶς ἤγειρον, οὐ μεγάλην ἐμαυτῷ σπουδάζων περιβαλέσθαι τὴν ἀρχήν.
225. δώροισι κατατρύχω 〈—λαούς〉] ἀναγκάζω αὐτοὺς ὑμῖν [*](A+) διδόναι· “ἵνα μή σε κατατρύχω καἰ ἑταίρους” (Od. 15. 309).
ἄλλως: δώροισι κατατρύχω] ὅρα τὸ αἰσχρόν· κατατρύχειν τοὺς [*](AB–) ὑπηκόους φησίν, ἵνα ἐκ τούτων εὐπορῶσιν οἱ σύμμαχοι· ὁ δὲ ὁμολογῶν, ὅτι ἄκων δίδωσιν, ὁμολογεῖ καὶ ἄχθεσθαι τοῖς λαμβά- νουσιν,
226. * ἀέξω] ἀγάλλω, λαμπρύνω.
227. ἰθὺς τετραμμένος] ὅρα τὴν εὐήθειαν· ἀξιοῖ ἀντὶ τῶν τροφῶν [*](AB=) ἃς παρέσχεν αὐτοὺς ἀντιδοῦναι τὰς ψυχάς.
ἢ ἀπολέσθω ἠὲ σαωθήτω] ὡς χαλεπαίνων τῷ ἀδήλῳ τῆς τύχης [*](B=) τὴν χείρω ἐλπίδα προὔθηκεν.
228. * ὀαριστύς] συμβολή.
230. εἴξῃ δέ οἱ Αἴας] ἐμφαντικῶς· οὐ γὰρ εἶπε “κρατήσει [*](B=) Αἴαντος,ʼ ‘εἴξει’ δὲ μόνον, ἀντὶ σύμπαντος τοῦ πλήθους παραλαβὼν τοῦτον, καὶ εἰκότως· κατέπληξε γὰρ αὐτὸν ἐκ τοῦ μονομαχίου (Il.
7. 244 sqq.) καὶ τῆς τοῦ λίθου βολῆς (Il. 14. 409).