Scholia in Iliadem
Scholia in Homerum
Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.
203. χόλῳ—σʼ ἔτρεφε] διὰ τὸ ἄμετρον τῆς ὀργῆς. ἔστι δὲ ὡς Σάμος ἀντὶ τοῦ Σάμη (Il. 2. 634) καὶ “ἐν πύλῳ ἐν νε- κύε〈σ〉σιν” (Il. 5. 397) ἀντὶ τοῦ πύλῃ.
204. ἀέκοντας ἑταίρους] οὐκ ἐγκαλοῦσιν, ὅτι συμμαχεῖν οὐ θέλεις, ἀλλʼ ὅτι καὶ τοὺς ἑταίρους κατέχεις.
206. κακὸς χόλος] νῦν ὁμοίως ἡμῖν τὸ περὶ ψυχὴν πάθος φησίν.
[*](Α+)207. ταῦτά μʼ ] τὸ πλῆρες ‘ταῦτά μοι·ʼ ἢ‘ἐβάζετε εἰς ἐμὲ ταῦτα ἅμα,ʼ οὐχ ὑγιῶς.
ἐβάζετε] Ἰακῶς τὸ “βάζετςε.”
[*](Α+)νῦν δὲ πέφανται] νῦν δὲ ἐν μέσῳ ἐστὶν ἡ μάχη.
208. ἕης τὸ πρὶν —ἐράασθε] “ἕης” διῄρηται ὡς τὸ“ὅου κλέος” (Il. 2. 325). §. ἐντέχνως δὲ χάριν αὐτοῖς δοκεῖ κατατίθεσθαι προ- [*](Β=)πέμπων καὶ τὴν ὁρμὴν ἔρωτα κέκληκεν· καὶ ὡς ἐπιτυχόντας ὧν ἐπεθύμουν ἀνδρίζεσθαι παρακελεύεται.
[*](Α~Β–)211. ἄρθεν] ἡρμόσθησαν, δασέως· δῆλον δὲ ἐκ τῆς παραβολῆς. οἳ δὲ ψιλοῦσιν, ἵνʼ ᾖ ‘λόγοις ἐπήρθησαν καὶ φρονήματος ἐπληρώ- θησαν.ʼ
βασιλῆος] ὅτι καὶ Ἀχιλλεὺς βασιλεύς· διό φησιν ὁ Ἀγαμέρμ- νων “ὅ〈σ〉σον βασιλεύτερός εἰμι (Il. 9. 160).
[*](6. suppl. Bekker ‖ 7. πρ. αὐτὰς προβαλλομένου Β ‖ 9. ἡμέρας ἑκκαιδεκά- της: corr. W ‖ confert p. 161, Ι ‖ 10. supplevi ex B ‖ 12. ἑνίζουσιν scripsi: στίζουσιν ‖ 22. ἰακῶς A: ποσαχῶς ‖ 24. ἦς τὸ lemma ‖ ἕης δ. scripsi: ἓν ο δ. ‖ 31. Ἀχιλλεὺς W: Ἀγαμέμνων)213. 〈δώματος〉 ὑψηλοῖο] ταῦτα γὰρ μᾶλλον καταπνεῖται· ἀμε- [*](B=) λέστερον δὲ τὰ ταπεινὰ οἰκοδομεῖται.
215. κόρυν] τινὲς “κόρυθα.” οὐ γάρ ἐστιν ὅμοιον τῷ πίτυς, ἵνα εἰς ν ποιήσῃ τὴν αἰτιατικήν· καὶ “κόρυθα βριαρήν” (Il. 11. 375) φησίν· ἔστι δὲ ὅμοιον τῷ ὄρνιν.
217. ὣς πυκνοὶ ἐφέστασαν] καὶ κατὰ στίχον ἕστασαν, ὅ ἐστι 〈κατὰ〉 βάθος, καὶ κατὰ ζυγόν, ὅ ἐστι κατὰ μέτωπον.
218. θωρήσ〈σ〉οντο] γράφεται καὶ “ θωρήσ〈σ〉εσθον.”
[*](A=)221. ἀνέῳγε] πλεονασμῷ τοῦ ε, ὁμοίως τῷ “ἐπὶ στόμʼ ἔωσε” (Il. 16. 410), Ἀττικῶς.
222. δαιδαλέης] δαίδαλα ἔλεγον τὰ ποικίλα κατασκευάσματα ἀπὸ Δαιδάλης τῆς Μήτιδος μητρός, παρʼ ᾖ Ἀθηνῶ ἐτράφη.
Θέτις—θῆκε] οὐκ ἄρα κεχώρισται Πηλέως μετὰ τὴν γένεσιν [*](A+B=) Ἀχιλλέως Θέτις, ἀλλὰ μέχρι γήρως συνῆν αὐτῷ· δῆλον δὲ καὶ ἐκ τοῦ “ πολλάκι γάρ σεο πατρὸς ἐνὶ μεγάροισιν ἄκουσα εὐχομένης” (Il. 1. 396).
223. θῆκʼ ἐπὶ νῆας ἄγεσθαι] οἱ περὶ Ζηνόδοτον “θῆκʼ ἐπὶ νηὸς [*](A+) ἰόντιι.”
224. οὔλων τε ταπήτων] εὐειλήτων διὰ μαλακότητα, ἀφʼ οὗ καὶ [*](B=) οὔλη θρίξ.
225. τετυγμένον] εὖ πεποιημένον. §. οὐ στρατιώτης δὲ ἀλλὰ Πυθαγορικός τις δοκεῖ νεανίας εἶναι.
227. οὔτε τέῳ 〈—ὅτε μὴ Διὶ πατρί〉] Ἀρίσταρχος “ὅτι” [*](A-B=) διὰ τοῦ ι. οὐ γὰρ ὅτε Διὶ καὶ τοῖς ἄλλοις ἔθυεν. καλῶς δὲ τῷ προπάτορι Διὶ ἀφώρισε μόνῳ τὴν φιάλην.
228. τό ῥα] διʼ ἑνὸς ρ αἱ Ἀριστάρχου.
[*](A=)χηλὸς οἱονεὶ κῆλος παρὰ τὸ ἐγκεῖσθαι, οἳ δὲ παρὰ τὸ κῆλα, [*](Β+) ὅ ἐστι τὰ ξύλα, οἳ δὲ παρὰ τὸ χωρῶ· Λάκωνες μὲν κιβωτὸν βούλονται, ἄλλοι λάρνακα, Μυτιληναῖοι δὲ ἀντίπηγα.
θεείῳ] τοῦτο κατὰ ἔθος πάτριον.
231. μέσῳ ἕρκεϊ] ἐπεὶ ἐν μέσῳ τοῦ οἴκου ἑρκείου Διὸς βωμὸς [*](Β–) ἵδρυται, μεσέρκειον καλοῦσι τὸν Δία. ἕρκος δὲ νῦν τὸ περίφραγμα τῆς σκηνῆς. ἢ καὶ στρατιωτική τις σκηνή, ἐν ᾗ μέσῃ ἐσχάρα ἔκειτο.
233. Δωδωναῖε] εἰκότως τὸν πολίτην καὶ γείτονα καὶ προπάτορα [*](AB–) [*](7. suppl. Bekker ‖ 9. τὸ ἐπὶ ‖ ἔωσε scripsi: ἀνέωγεν ‖ 14. σύνεστιν B ‖ 20. οὐλόθριξ B ‖ 23. Ἀ. τὸ ὅτε B, Ἀ. οὔτι ‖ 26. Ἀρίσταρχος A ‖ 29. Μιτυληναῖοι ut B || 30. θεεῖα ‖ 33. ἐν μ. τῇ ἐσχάρᾳ: corr, W )
Πελασγικέ] ὑπὸ Πελασγῶν ἵδρυται τὸ περὶ Δωδώνην τέ- μενος. οἳ δὲ “Πελαργικέ·” ἐν γὰρ τῷ τεμένει λόφον εἶναι λευκόν, ὃν οὕτω καλεῖσθαι παρὰ τῷ ποιητῇ· οἳ δὲ “Πελαστικέ,” οὗ πέλας [*](Β=)ἐστὶν ὁ ἀήρ. §. “τηλόθ,ʼʼ δὲ “ναίων,” ἐπειδὴ ὁ αἰθὴρ ἄποθεν ἡμῶν. Ζεὺς γάρ ἐστιν ἡ τοῦ κόσμου ψυχὴ ἀεροειδὴς οὖσα.
234. δυσχειμέρου] οἱ περὶ Ζηνόδοτον “πολυπίδακος,” διὰ τὸ Καλ- λιμάχου “κρηνέων τʼ Εὐρώπῃ μισγομένων ἑκατόν” (cf. fr. 484).
[*](Α+Β–)Σελλοί] “Ἑλλοί” ἀπὸ Ἑλλοῦ τοῦ Θεσσαλοῦ· οὕτω δὲ ὁ ποιητὴς καὶ οἱ παλαιοί· τινὲς δὲ “Σελλοί” ἀπὸ Σε〈λ〉λήεντος τοῦ ποταμοῦ, ὃς νῦν Ἄωος καλεῖται· ἐὰν δὲ εἴπωμεν “Σελλοί,” [*](1. supplevi ex Steph. Byz. s. v. Δωδώνη ‖ Λυκηγενεῖ textus Il. ‖ 3. τὰ ἐκεῖ B : ἔχει ‖ 3, 4. Φηγωναῖε Steph.: Φηγοναῖε ‖ 4. Σκοπουσαῖοι ‖ 5. Φηγωναίου Steph.: Φηγοναίου ‖ 6, 7. Θ. ἡ Βωδὼν B ‖ 7. ἄνα δωδωναῖε ‖ 8. Δώδωνος Steph.: Δωδώνου ‖ 10. ἄλλοι scripsi cf. Steph.: ἀλλὰ ‖ 11. πέρα τ. πεδιάδος: corr. ex A ‖ 15. σεμνὰ codd. Eur.: σαμένας ‖ 22. supplevi ex B ‖ 24. οὗ B: ὅτι ‖ 28. κρηνέων Bekker: κρηναίων ‖ 29. Σελλοῦ τ. Θετταλοῦ B ‖ 30. an Πίνδαρος pro ποιητὴς ut A AD Eust.? ‖ 31. Ἄωος κ. scripsi: ὡς καλῶς κ.)