Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

494. ὑμέων] τρίτη ἀπὸ τέλους ἡ ὀξεῖα· ἀπόλυτος γάρ ἐστιν· [*](A–) τινὲς δὲ παροξύνουσι διὰ τὴν μακράν, κακῶς.

[*](5, 6. κολοβομάχη B, κόλληῳ μάχῃ ‖ 6. ῥῆξε Bekker: ἡ ‖ 7. ἐμβαλεῖν B: ἐνῆφθαι A, ἐνέβαλε ‖ 15. προρμεθα B, καταπροδῶμεν coni. W : καταπρόω- μεν ‖ 17. εἶχον)
138
[*](AB=)

495. * βλήμενος ἠὲ τυπείς] ἡ διπλῆ πρὸς τὴν διαστολὴν τοῦ “βλήμενος” καὶ “τυπείς.”

[*](B+)

496. τεθνάτω· οὔ οἱ ἀεικές] κάλλιον ταῦτα τοὺς νέους ἀναγινώσκειν —ἐν βραχεῖ καὶ δυνατῶς καὶ κατὰ τάξιν —ἢ Τυρταῖος Λακεδαιμονίοις ἔγραψεν (fr. 10 B.). ῥητορικῶς δὲ ἓν πρᾶγμα, τὴν πόρθησιν, εἰς πολλὰ κατεμέρισεν, ὡς καὶ τὸ “ἄνδρας μὲν κτείνουσι, πόλιν δέ τε πῦρ ἀμαθύνει, τέκνα δέ τʼ ἄλλοι ἄγουσι” (Il. 9. 593). καὶ Δημοσθένης αὔξων τὴν Μειδίου κακίαν φησίν(§20 p. 664a S.)· “ καταδείσαντες τοῦτον καὶ τὸ τούτου θράσος καὶ τοὺς περὶ αὐτὸν ἑταίρους καὶ τὸν πλοῦτον τἄλλα δὴ ὅσα πρόσεστι τούτῳ ἔσχον ἡσυχίαν·” τὸ γὰρ ἀπλοῦν ἦν ‘ φοβηθέντες τοῦτον ἐσιώπησαν.ʼ

[*](B–)

τεθνάτω] οὐ κεκράτηκε τῆς φράσεως εἰπὼν ‘ὃς ἂν θάνῃ, τεθνάτω·ʼ ὃ μὲν γὰρ εἶπεν‘ὃς ἂν ἀποθάνῃ, ἀποθανεῖται μὲν κερδήσει δὲ πολλά.ʼ ἢ “ἀλλά” (497) ἀντὶ τοῦ γάρ.

[*](B–)

497. ἄλοχος —σόη] ἀλλʼ ἐγώ, φησί, πρὸ ἐκείνης ὤφειλον σῴ- ζεσθαι· ἀγνοεῖ δέ, ὡς περὶ πολλοῦ τὴν τῶν γυναικῶν ὕβριν ἐποιοῦντο καὶ τὰς ψυχὰς ὑπὲρ τῶν οἰκείων ἐτίθεντο.

* σόη] εἴσηται καὶ σάος, ὅθεν σαώτερος, καὶ “σόον δʼ ἀνένευσε” (Il. 16. 252).

[*](B=)

καὶ παῖδες ὀπίσ〈σ〉ω] ἠδύνατο μὲν εἰπεῖν ‘καὶ νήπια τέκνα,ʼ ἀλλὰ τῷ σεμνοτέρῳ ὀνόματι τῶν παίδων χρῆται, παῖδας καλῶν τὴν πᾶσαν γενεὰν καὶ διαδοχήν. καλὴ δὲ καὶ ἡ προσθήκη τοῦ “ὀπίσσω,” αἰωνίαν διαδοχὴν τοῦ γένους παριστᾶσα.

[*](B=)

498. καὶ κλῆρος ἀκήρατος, εἴ κεν Ἀχαιοί] εἰκότως πάντα ἐπεξερ- γάζεται, παραμυθίαν τῷ θανάτῳ ἐπιφέρων, ἀντιτιθεὶς τῷ θανάτῳ τὰ λυσιτελῆ. §. “κλῆρος” δὲ ἡ οὐσία καὶ ὁ πάλος· κλήρους γὰρ [*](A+B–) ἔβαλλον περὶ τῶν μερίδων, “τοὶ δὲ ζωὴν ἐδάσαντο—καὶ ἐπὶ κλήρους ἐβάλοντο” (Od. 14. 208).

[*](B=)

500. μένος καὶ θυμόν] ʼμένος” τὴν προθυμίαν παρὰ τὸ μένω, “θυμόν” δὲ οἱονεὶ τὴν ὁρμήν, παρὰ τὸ θύω τὸ ὁρμῶ.

[*](4. 〈πάντα ἔγραψεν〉 supplevi ex B ‖ 7. ἀμαθύνει B: ἀιμαλθύνει ‖ 9. κατα- δείσαντες B: καταδήσαντες ‖ κ. γὰρ αὑτὸν καὶ B ‖ 10. supplevi ex B ‖ πρόσεστιτούτῳ Demosthenis codd.: πρὸς αὑτὸν τούτων ‖ 10,11. ἡσυχίαν ἔσχον Dem. codd., ἔφυγον ἐκποδών B ‖ 12. τῆς συμβουλῆς B ‖ lacunam, qua nomen critici cuiusdam maligni excidit, indicavit W ‖ 13. ὃ μέν W; ἐὰν ‖ 14. suppl. Bekker ‖ 17. προίεντο legit Eust. ‖ 23. γένους B: τέλους ‖ παριστᾶσα Victorius: παριστάς ut B ‖ 26. ὁ πάλος scripsi: ἔτι ‖ 28. ἐδάσαντο ‖ 29. post μένω omisi ἔθεν παρήχθη τὸ μένος ut B ‖ 30. τὴν ψυχήν)
139

501. Αἴας δʼ εὖθʼ ἑτέρωθεν] οὐ μόνον ἔργοις ἀλλὰ καὶ λόγοις [*](B=) ἀλλήλοις ἀνταγωνίζονται.

502. αἰδώς, Ἀργεῖοι] λείπει ‘ ἐγγινέσθω.ʼ καλὴ δὲ παρʼ Ἕλλη- [*](B=) σιν αἰδοῦς ὑπόμνησις, οὐ φόβος ἀπειλούμενος καὶ νεκρὸς ἄταφος, ὡς παρʼ Ἕκτορι (348).

ἄρκιον] ἀφέλιμον ἢ ἕτοιμον.

ἠὲ σαωθῆναι καὶ ἀπώσασθαι κακὰ νηῶν] σωθῆναι καὶ ἀπώσασθαι· [*](B+) σωθῆναι μετὰ νίκης, ἐπεὶ τοῦ δίχα νίκης σωθῆναι κρείσσων ὁ θάνατος.

504. ἢ ἔλπεσθε] ἦθος καὶ εἰρωνεία καὶ βάρος, μεθʼ ὑποκρίσεως [*](B=) αὐτοῦ τὰ ὡμολογημένα πυνθανομένου.

505. ἐμβαδόν] πεζῇ· ὅθεν ἡ μὴ πεζευομένη ἄβατος. [*](AB=) οἳ δὲ τὸν ἐμβατήριον ῥυθμόν, πρὸς ὃν Λακεδαιμόνιοι νικῶντες εἰσβάλλουσιν εἰς τὴν πατρίδα.

506. ἢ οὐκ ὀτρύνοντος] διόλου παραφυλακτέον, ὅτι οὐκ ἀφίσ- [*](B=) ταται τοῦ τῶν νεῶν κινδύνου, ὡς ἔσχατον κίνδυνον νομίζων.

πάνυ ἐνεργῶς ἀπὸ τοῦ ὑπογύως πραχθέντος τὴν προτροπὴν [*](B=) λαμβάνει.

508. οὐ μὰν ἔς γε χορόν] ἐνέργειαν τοῦ χορεύειν· διὰ τοῦ ἐπικα- [*](B=) λεῖσθαι “Τρῶες καὶ Λύκιοι” (486) οὐκ εἰς χορὸν αὐτοὺς καλεῖ.

509. ἡμῖν δʼ οὔτις τοῦδε ] τὸν Αἴαντα νῦν ἄριστον σύμβουλον [*](B=) προήγαγε τοῦ πολέμου ἀναγκάζοντος· ἄπεστι μὲν γὰρ ὁ βασιλεὺς ἱκανὸς καὶ εἰπεῖν καὶ πρᾶξαι τυγχάνων, ἄπεστι δὲ Ὀδυσσεὺς καὶ Διομήδης τραυματίαι γενόμενοι· ὁ δὲ Νέστωρ γέρων καὶ ἐπὶ τῶν νεῶν φαίνεσθαι ἀδύνατος.

510. * αὐτοσχεδίῃ] τινὲς μετὰ τοῦ ν. §. οὐδὲν ἡμῖν ἐστι προ- [*](B=) τιμότερον ἢ χωρῆσαι εἰς χεῖρας.

511. βέλτερον] αἱρετώτερον καθʼ ἕνα χρόνον τεθνάναι συντόμως [*](A + B=) μᾶλλον ἢ περ κάμνειν 〈ἐν〉 πολυχρονίῳ μάχῃ οὕτως ὑπὸ χειρόνων πολεμουμένοις.

* ἔνα χρόνον] ἀντὶ τοῦ ἐν ὀλίγῳ χρόνῳ, συντόμως.

513. * ὧδε] ἀντὶ τοῦ οὕτως, οὐ τοπικῶς.

[*](3. λ. τὸ γινέσθω B 8. κρείττων B ‖ 11. ἡ A: εἰ ‖ εἰ μὴ πεζεύοιτο B ‖ sup- plevi ex B ‖ 12. ἐμβ. πορθμὸν εἰς ὂν B ‖ 15. νομίζων scripsi cf. B: ὀνόμαζον ‖ 16. ἐναργῶς ut B ‖ 18. μάν etiam textus ‖ ἐν. τ. χ. corrupta ‖ τοῦ B; τὸ ‖ 18, 19. ἐπικαλούμενος B ‖ 19. βοᾶ καλῶν B, καλῶν ‖ 20. νῦν B: οὖν ‖ 23, 24. καὶ τῶν νέων φευγόντων φαίνεται ἀδυνατῶν B ‖ 25. ν B: η ‖ 27. ζῆν ἢ post χρ. ut B: omisi ut AA ‖ 28. supplevi ex B ‖ 31. τοπικῶς Bekker: τοπικόν)
140
[*](B=)

ὑπʼ ἀνδράσι χειροτέροισιν] ἀντὶ τοῦ ὑπʼ ἀνδρῶν ἡσσόνων. γεν- ναίου δὲ τὸ κἀν ταῖς ἐπιφοραῖς τῶν δεινῶν φυλάττειν τὸ φρόνημα, καὶ χείρους ἡγεῖσθαι νικῶντας τοὺς Τρῶας. ἅμα δὲ καὶ πρὸς ἐντροπὴν Ἑλλήνων τὸ ὑπὸ χειρόνων ἡττᾶσθαι.

[*](A~)

515. Σχεδίον Περιμήδεος] ἔστι καὶ ἕτερος, Ἰφίτου παῖς· “ὃ δὲ Σχεδίον, μεγαθύμου Ἰφίτου υἱόν, Φωκήων ὄχʼ ἄριστον” (Il. 17. 306).

516. *ἀρχὸν Φωκήων] τινὲς “ἀρχὸν Ἀθηναίω.”

[*](A+)

518. * Κυλλήνιον] Ἠλεῖον· ἐπίνειον γὰρ Ἤλιθος Κυλλήνη.

519. Φυλείδεω] τοῦ Μέγητος· ὁ γὰρ Φυλεὺς Ἠλεῖος ἦν καὶ ἀποικίαν ἤγαγεν ἐς τὰς Ἐχινάδας νήσους.

[*](B=)